Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Εἰς τὸν Δανιήλ

Ἱππόλυτος Ῥώμης

Λόγος Α΄: Εισαγωγή στο υπόμνημα και ιστορικό πλαίσιο

Προοίμιο του υπομνήματος, ιστορική αναδρομή στους τελευταίους βασιλείς του Ιούδα και αναφορά στην εξορία των Ιουδαίων στη Βαβυλώνα και στη δοκιμασία των παίδων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 1 από 13

ΛΟΓΟΣ Α Περὶ τῆς Σωσάννης καὶ τοῦ Δανιήλ Τὴν ἀκρίβειαν τῶν χρόνων τῆς γενομένης αἰχμαλωσίας τοῖς υἱοῖς Ἰσραὴλ ἐπιδεῖξαι βουλόμενος καὶ τὰς τοῦ μακαρίου Δανιὴλ τῶν ὁραμάτων προφητείας, τήν τε τούτου ἐν Βαβυλῶνι ἐκ παιδὸς ἀνατροφήν, πρόσειμι καὶ αὐτὸς μαρτυρήσων ὁσίῳ καὶ δικαίῳ ἀνδρὶ προφήτῃ καὶ μάρτυρι Χριστοῦ γεγενημένῳ, ὃς οὐ μόνον τὰ τοῦ βασιλέως Ναβουχοδονόσορ ὁράματα τοῖς τότε καιροῖς ἀπεκάλυψεν, ἀλλὰ καὶ ὁμοίους ἑαυτῷ παῖδας ἐκδιδάξας, μάρτυρας πιστοὺς ἐν κόσμῳ προήγαγεν. οὗτος δὴ γίνεται μὲν κατὰ τοὺς χρόνους τῆς προφητείας τοῦ μακαρίου Ἱερεμίου, τῆς δὲ βασιλείας Ἰωακεὶμ υἱοῦ Ἰωσίου, [ὃς] ... ἅμα τοῖς λοιποῖς αἰχμαλώτοις ληφθεὶς ἄγεται μετ’ αὐτῶν εἰς Βαβυλῶνα. οὗτος, νέος παῖς ὑπάρχων, πεπαλαιωμένους πρεσβυτέρους κακῆς ὀρέξεως ἐπιθυμητὰς γενομένους ἤλεγξεν, ἐνδεικνύμενος ἐν τούτῳ τὸν ἐπουράνιον κριτήν, ὃς ἤμελλεν <νεανίσκος δώδεκα ὑπάρ>χων <ἐτῶν> ἐλέγχειν ἐν ναῷ πρεσβυτέρους παραβάτας τοῦ νόμου γεγενημένους. αὕτη μὲν οὖν ἡ ἱστορία ἀνεγνωσμένη γεγένηται πάλαι ἐν Βαβυλῶνι ὑπὸ πρεσβυτέρων ἀνόμων κριτῶν, οἳ νόμον θεοῦ ἐπιλελησμένοι καὶ ἐπιθυμίᾳ σαρκικῇ δεδουλωμένοι ἐπίβουλοι ἐγένοντο γυναικὸς σώφρονος, ἀδίκως δίκαιον αἷμα ἀναιρεῖν ἐπιχειροῦντες.

ἔδει τοίνυν ταῦτα οὕτως πληροῦσθαι ἐπ’ αὐτοῖς, ἵνα καὶ τὸ τῶν δικαίων ἐκλεκτὸν γένος πρόδηλον πᾶσιν γενηθῇ καὶ τὸ σῶφρον τῆς μακαρίας Σουσάννης φανερῶς ἐπιδειχθῇ καὶ ὁ δίκαιος καὶ ὅσιος προφήτης Δανιὴλ νέος προφήτης τῷ λαῷ ἀποδειχθῇ.

Δεῖ οὖν ἡμᾶς, τὴν ἀπόδειξιν τῶν πραγμάτων ποιουμένους, ἐκδέχεσθαι ἀκριβῶς τὰ προκείμενα πρὸς πεισμονὴν τῶν ἀκροατῶν· τίνες δὲ καὶ ὁποῖαι αἱ αἰχμαλωσίαι γεγένηνται τῷ λαῷ καὶ ἐπὶ τίνων βασιλέων μὴ παραλείψωμεν. πέντε γὰρ οὗτοι υἱοὶ γίνονται τοῦ μακαρίου Ἰωσίου, Ἰωάχας, Ἐλιακεὶμ ὁ καὶ Ἰωακείμ, Ἰωάνναν, Σεδεκίας ὁ καὶ Ἰεχονίας, καὶ Σαλούμ. καὶ ὁ μὲν Ἰωάχας μετὰ τὴν τελευτὴν τοῦ πατρὸς αὐτοῦ χρίεται ὑπὸ τοῦ λαοῦ εἰς βασιλέα, ὢν ἐτῶν εἰκοσιτριῶν. ἐπὶ τοῦτον ἀναβαίνει Φαραὼ Νεχαὼ ἐν τῷ μηνὶ τῷ τρίτῳ τῆς βασιλείας αὐτοῦ καὶ λαβὼν αὐτόν, δέσμιον ἄγει αὐτὸν εἰς Αἴγυπτον καὶ ἐπιτίθησιν φόρον τῇ γῇ „ἑκατὸν τάλαντα ἀργυρίου καὶ δέκα τάλαντα χρυσίου“ καὶ καθιστᾷ ἀντ’ αὐτοῦ Ἐλιακεὶμ τὸν ἀδελφὸν αὐτοῦ βασιλέα ἐπὶ τῆς γῆς, ὃν καὶ μετωνόμασεν Ἰωακείμ. οὗτος βασιλεύει ἔτη ἕνδεκα. ἐπὶ τοῦτον „ἀνέβη“ „Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος“, καὶ λαβὼν αὐτὸν δέσμιον, ἄγει αὐτὸν εἰς Βαβυλῶνα „καὶ μέρος τι τῶν σκευῶν οἴκου κυρίου“ τῶν ἐν Ἱερουσαλήμ. οὗτος κατάκλειστος γενόμενος ὡς φίλος τοῦ Φαραὼ καὶ ὑπ’ αὐτοῦ βασιλεὺς κατασταθείς, ἐξάγεται „τῷ τριακοστῷ ἔτει“ ὑπὸ Εὐιλὰτ Μαρωδὰχ βασιλέως Βαβυλῶνος. „καὶ ἔκειρεν“ αὐτοῦ τὴν κεφαλὴν καὶ ἦν αὐτοῦ σύμβουλος „καὶ ἤσθιεν“ τράπεζαν μετ’ αὐτοῦ „ἕως ἡμέρας ἧς ἀπέθανεν“.

Τούτου οὖν μεταχθέντος, βασιλεύει ὁ υἱὸς αὐτοῦ Ἰωακεὶμ ἔτη τρία. καὶ ἐπὶ τοῦτον „ἀνέβη Ναβουχοδονόσορ“ καὶ μετοικίζει αὐτόν τε καὶ ἐκ τοῦ λαοῦ δέκα χιλιάδας ἀνδρῶν εἰς Βαβυλῶνα καὶ καθιστᾷ ἀντ’ αὐτοῦ Ἰεχονίαν τὸν ἀδελφὸν τοῦ πατρὸς αὐτοῦ, ὃν καὶ μετωνόμασεν Σεδεκίαν, μεθ’ οὗ ὅρκια καὶ συνθήκας ποιησάμενος ἄπεισιν εἰς Βαβυλῶνα. οὗτος βασιλεύσας ἔτη ἕνδεκα ἀπέστη ἀπ’ αὐτοῦ καὶ ἐπέδωκεν ἑαυτὸν πρὸς Φαραὼ βασιλέα Αἰγύπτου. ἐν δὲ τῷ δωδεκάτῳ ἔτει „ἦλθεν“ ἐπ’ αὐτὸν „Ναβουχοδονόσορ καὶ πᾶσα ἡ δύναμις“ τῶν Χαλδαίων „καὶ περιεχαράκωσαν“ τὴν πόλιν καὶ περιεκάθισαν αὐτὴν κυκλόθεν καὶ συνέσχον αὐτὴν πάντοθεν· ὅθεν οἱ μὲν πλείονες αὐτῶν λιμῷ διεφθάρησαν, οἱ δὲ ἐν ῥομφαίᾳ ἀπώλοντο, τινὲς δὲ ἀπ’ αὐτῶν αἰχμάλωτοι ἐλήφθησαν. ἡ δὲ πόλις ἐνεπυρίσθη ἐν πυρὶ καὶ ὁ ναὸς καὶ τὸ τεῖχος καθῃρέθη. καὶ πάντας τοὺς θησαυροὺς τοὺς εὑρεθέντας ἐν οἴκῳ κυρίου ἔλαβεν ἡ δύναμις τῶν Χαλδαίων καὶ πάντα τὰ σκεύη, τά τε χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ πάντα χαλκὸν ἐξέκοψεν Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος καὶ ἤνεγκεν αὐτὰ εἰς Βαβυλῶνα, αὐτὸν δὲ τὸν Σεδεκίαν τὸν καὶ Ἰεχονίαν διὰ νυκτὸς φεύγοντα μετὰ ἀνδρῶν ἑπτακοσίων „κατεδίωξαν αἱ δυνάμεις τῶν Χαλδαίων“ „καὶ κατέλαβον αὐτὸν ἐν Ἱεριχὼ“ „καὶ ἤγαγον αὐτὸν πρὸς τὸν βασιλέα Βαβυλῶνος εἰς Δεβλαθά“.

καὶ ἐκρίθη μετ’ αὐτοῦ ὁ βασιλεὺς ἐν θυμῷ ἐπὶ τῷ παραβεβηκέναι αὐτὸν τὸν ὅρκον κυρίου καὶ τὴν διαθήκην, ἣν διέθετο πρὸς αὐτόν. καὶ λαβὼν τοὺς υἱοὺς αὐτοῦ ἔσφαξεν ἔμπροσθεν αὐτοῦ „καὶ τοὺς ὀφθαλμοὺς Σεδεκίου τοῦ καὶ Ἰεχονίου ἐξετύφλωσεν καὶ ἔδησεν αὐτὸν ἐν πέδαις“ σιδηραῖς „καὶ ἤγαγον αὐτὸν“ „εἰς Βαβυλῶνα“. καὶ ἦν ἀλήθων ἐν τῷ μυλῶνι „ἕως τῆς ἡμέρας ἧς ἀπέθανεν“· καὶ ἐν τῷ ἀποθανεῖν αὐτὸν λαβόντες τὸ σῶμα αὐτοῦ ἔρριψαν ὀπίσω τοῦ τείχους Νινευΐ. ἐπὶ τούτῳ πληροῦται ἡ προφητεία Ἱερεμίου τοῦ προφήτου λέγοντος· „ζῶ ἐγώ, λέγει κύριος, ἐὰν γινόμενος γένηται Ἰεχονίας υἱὸς Ἰωσίου βασιλεὺς Ἰούδα ἀποσφράγισμα ἐπὶ τῆς χειρός μου τῆς δεξιᾶς, ἐκεῖθεν ἐκσπάσω σε καὶ παραδώσω σε εἰς χεῖρας τῶν ζητούντων τὴν ψυχήν σου, ὧν σὺ εὐλαβῇ ἀπὸ προσώπου αὐτῶν, εἰς χεῖρας τῶν Χαλδαίων· καὶ ἀπορρίψω σε καὶ τὴν μητέρα σου τὴν τετοκυῖάν σε εἰς γῆν, οὗ οὐκ ἐτέχθης ἐν αὐτῇ, κἀκεῖ ἀποθανεῖσθε. εἰς δὲ τὴν γῆν, ἣν αὐτοὶ εὔχονται ταῖς ψυχαῖς αὐτῶν, οὐ μὴ ἐπιστρέψουσιν. ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος ἄχρηστον οὗ οὐκ ἔστιν χρεία, διότι ἐξερρίφη καὶ ἐξεβλήθη εἰς γῆν ἣν οὐκ ᾔδει. γῆ, γῆ, ἄκουε λόγον κυρίου. γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον, ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ καθήμενος ἐπὶ θρόνου Δαβὶδ ἄρχων ἔτι ἐν τῷ Ἰούδα“.

Τοῦ οὖν λαοῦ παντὸς μετοικισθέντος καὶ τῆς πόλεως ἐρημωθείσης, τοῦ τε ἁγιάσματος καθῃρημένου εἰς τὸ πληρωθῆναι τὸν λόγον κυρίου, ὃν ἐλάλησεν διὰ στόματος Ἱερεμίου τοῦ προφήτου ὅτι „ἔσται“ ἔρημον τὸ ἁγίασμα „ἑβδομήκοντα ἔτη“, εὑρίσκομεν τὸν μακάριον Δανιὴλ ἐν Βαβυλῶνι προφητεύοντα καὶ ἔκδικον τῆς Σουσάννης γινόμενον.

Λέγει γὰρ ἡ γραφή· „καὶ ἦν ἀνὴρ οἰκῶν ἐν Βαβυλῶνι καὶ ὄνομα αὐτῷ Ἰωακεὶμ καὶ ἔλαβεν γυναῖκα, ᾗ ὄνομα Σουσάννα, θυγάτηρ Χελκίου, καλὴ σφόδρα καὶ φοβουμένη τὸν κύριον. καὶ ἦσαν οἱ γονεῖς αὐτῆς δίκαιοι καὶ ἐδίδαξαν τὴν θυγατέρα αὐτῶν κατὰ τὸν νόμον Μωϋσῆ“. αὕτη μὲν οὖν ἡ ἱστορία γεγένηται ὕστερον, προεγράφη δὲ τῆς βίβλου πρώτη. ἔθος γὰρ ἦν τοῖς γραμματεῦσιν ὑστερόπρωτα πολλὰ ἐν ταῖς γραφαῖς τιθέναι. εὑρίσκομεν γὰρ καὶ ἐν τοῖς προφήταις ὁράσεις τινὰς πρώτας γεγενημένας καὶ ἐπ’ ἐσχάτων πεπληρωμένας, εἶτ’ αὖ πάλιν ἐπ’ ἐσχάτων εἰρημένας καὶ πρώτας γεγενημένας. τοῦτο δὲ οἰκονομίᾳ τοῦ πνεύματος ἐγίνετο, ἵνα μὴ ὁ διάβολος συνιῇ τὰ ὑπὸ τῶν προφητῶν ἐν παραβολαῖς λαλούμενα καὶ παγιδεύσας ἐκ δευτέρου πάλιν ἀποκτείνῃ τὸν ἄνθρωπον.

Ἡ δὲ ἀρχὴ τῆς βίβλου ἐστὶν ἥδε· „ἐν ἔτει τρίτῳ τῆς βασιλείας Ἰωακεὶμ βασιλέως Ἰούδα ἦλθεν Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος εἰς Ἱερουσαλὴμ καὶ ἐπολιόρκει αὐτήν. καὶ ἔδωκεν κύριος ἐν χειρὶ αὐτοῦ τὸν Ἰωακεὶμ βασιλέα Ἰούδα καὶ ἀπὸ μέρους τῶν σκευῶν οἴκου τοῦ θεοῦ· καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Σεναὰρ οἶκον τοῦ θεοῦ αὐτοῦ“.

Ταῦτα μὲν οὖν ἡ γραφὴ οὕτως διηγεῖται, ἵνα τὴν γεγενημένην αἰχμαλωσίαν τοῦ λαοῦ σημάνῃ, ἡνίκα μετῳκίσθη ὅ τε Ἰωακεὶμ ὁ υἱὸς Ἐλιακεὶμ τοῦ καὶ Ἰωακεὶμ καὶ οἱ σὺν αὐτῷ τρεῖς παῖδες, ἅμα τῷ Δανιὴλ εἰλημμένοι. οὕτως δὲ ὁ Ἰωακεὶμ γίνεται ἀνὴρ Σουσάννης.

Λέγει δὲ ἡ γραφή· „καὶ εἶπεν ὁ βασιλεὺς Ἀσφανὲζ τῷ ἀρχιευνούχῳ εἰσαγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας Ἰσραὴλ καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας καὶ ἀπὸ τῶν φορθομμὶν νεανίσκους, οἷς οὐκ ἔστιν ἐν αὐτοῖς μῶμος καὶ καλοὺς τῇ ὄψει καὶ συνιέντας ἐν πάσῃ σοφίᾳ καὶ γινώσκοντας γνῶσιν καὶ διανοουμένους φρόνησιν καὶ οἷς ἐστιν ἰσχὺς ἐν αὐτοῖς ἑστάναι ἐν τῷ οἴκῳ τοῦ βασιλέως, καὶ διδάξαι αὐτοὺς γράμματα καὶ γλῶσσαν Χαλδαίων. καὶ διέταξεν αὐτοῖς ὁ βασιλεὺς τὸ τῆς ἡμέρας καθ’ ἡμέραν ἀπὸ τῆς τραπέζης τοῦ βασιλέως καὶ ἀπὸ τοῦ οἴνου τοῦ πότου αὐτοῦ καὶ θρέψαι αὐτοὺς ἔτη τρία· καὶ μετὰ ταῦτα στῆναι ἐνώπιον τοῦ βασιλέως. καὶ ἐγένετο ἐν αὐτοῖς ἐκ τῶν υἱῶν Ἰούδα Δανιὴλ καὶ Ἀνανίας, Μισαὴλ καὶ Ἀζαρίας“.

Ταῦτα μὲν οὐ δεῖ ἐν παραδρομῇ ἀναγινώσκειν τοὺς φιλομαθεῖς, ἐπιστῆσαι δὲ τὸν νοῦν πρὸς τὰ προκείμενα. οὐδὲν γὰρ ἀργὸν κηρύττουσιν ἡμῖν αἱ θεῖαι γραφαί, ἀλλὰ πρὸς μὲν τὴν ἡμῶν αὐτῶν νουθεσίαν, τῶν δὲ προφητῶν τούτων μακαρισμὸν καὶ πάντων τῶν ὑπ’ αὐτῶν λελαλημένων ἀπόδειξιν. ἡνίκα γὰρ Ἐζεκίας βασιλεὺς Ἰούδα ἐμαλακίσθη ἕως θανάτου, τότε „ἦλθεν πρὸς αὐτὸν Ἡσαΐας ὁ προφήτης καὶ εἶπεν αὐτῷ· τάξαι περὶ τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου καὶ τοῦ οἴκου τοῦ πατρός σου· ἀποθνῄσκεις γὰρ σὺ καὶ οὐ ζήσει“. ἐφ’ ᾧ ῥήματι λυπηθεὶς „Ἐζεκίας ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον καὶ προσηύξατο πρὸς τὸν κύριον λέγων· κύριε μνήσθητί μου καθὼς πεπόρευμαι ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ ἐν πίστει καὶ ἐν καρδίᾳ πλήρει καὶ τὸ ἀρεστὸν ἐνώπιόν σου ἐποίησα. καὶ ἔκλαυσεν Ἐζεκίας κλαυθμῷ πλείονι“. τούτου δὲ γενομένου πέμπεται πρὸς αὐτὸν Ἡσαΐας ἐκ δευτέρου καί φησιν πρὸς αὐτόν· „τάδε λέγει κύριος, ὁ θεὸς Δαβίδ, τοῦ πατρός σου· ἤκουσα τῆς προσευχῆς σου καὶ εἶδον τὰ δάκρυά σου. ἰδοὺ ἐγὼ προστίθημι πρὸς τὰς ἡμέρας σου ἔτη ζωῆς δέκα πέντε καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων ῥύσομαί σε. τοῦτο δέ σοι τὸ σημεῖον παρὰ κυρίου, ὅτι ποιήσει κύριος τὸν λόγον τοῦτον ὃν ἐλάλησεν.

ἰδοὺ ἐγὼ στρέφω τὴν σκιὰν τῶν ἀναβαθμῶν τοῦ οἴκου τοῦ πατρός σου, οὓς κατέβη ὁ ἥλιος, τοὺς δέκα ἀναβαθμούς, οὓς κατέβη ἡ σκιά“, ὥστε γενέσθαι τὴν ἡμέραν ἐκείνην ὡρῶν τριάκοντα δύο. τοῦ γὰρ ἡλίου διαδραμόντος καὶ ἐπὶ τὴν δεκάτην ὥραν φθάσαντος καὶ τῆς σκιᾶς ἐπὶ τοὺς δέκα ἀναβαθμοὺς τοῦ οἴκου τοῦ ναοῦ κατελθούσης ἀνέστρεψεν πάλιν ὁ ἥλιος τοὺς δέκα ἀναβαθμοὺς „εἰς τὰ ὀπίσω“ κατὰ τὸ ῥῆμα κυρίου καὶ ἐγένοντο ὧραι εἴκοσι καὶ πάλιν τὸν ἴδιον δρόμον κατὰ τὴν ἰδίαν τάξιν κυκλώσας ὁ ἥλιος ἐπορεύθη εἰς δυσμάς· ἐγένοντο οὖν ὧραι τριάκοντα δύο.

Ἀλλ’ ἴσως ἐρεῖ τις, ἀδύνατον τοῦτο γενέσθαι. ὦ ἄνθρωπε, τί ἀδύνατον τῷ θεῷ; οὐκ αὐτὸς ἀπ’ ἀρχῆς τὴν πᾶσαν κτίσιν ἐκ μὴ ὄντων ἐδημιούργησεν καὶ τὰ στοιχεῖα ἔθετο ἐν αὐτῇ εἰς φαῦσιν τῆς ἡμέρας καὶ τῆς νυκτός, ᾧ καὶ πάντα ὑποτασσόμενα δουλεύει καὶ τῆς τούτου φωνῆς ὑπακούοντα τρέμει; „τὰ οὖν ἀδύνατα παρὰ τοῖς ἀνθρώποις ταῦτα δυνατὰ παρὰ τῷ θεῷ“. ἔχομεν δὲ καὶ ἑτέραν μαρτυρίαν ἐπὶ τοῦτο εὐαπόδεκτον. ἡνίκα γὰρ Ἰησοῦς ὁ τοῦ Ναυὴ ἐπολέμει τοὺς Ἀμωρραίους, τοῦ ἡλίου ἤδη εἰς δυσμὰς κλίναντος καὶ τοῦ πολέμου ἀθρόως ἐπικρατοῦντος, εὐλαβηθεὶς ὁ μακάριος Ἰησοῦς, μήποτε νυκτὸς ἐπιγενομένης διαφύγωσιν οἱ ἀλλόφυλοι, ἐβόησεν λέγων· „στήτω ὁ ἥλιος κατὰ Γαβαὼ καὶ ἡ σελήνη κατὰ φάραγγας Αἰλῶν, ἕως ἐκπολεμήσω τὸν λαὸν τοῦτον“. „καὶ ἔστη ὁ ἥλιος καὶ ἡ σελήνη ἐν τῇ στάσει αὐτῶν“· „οὐ προεπορεύετο εἰς δυσμὰς ἕως εἰς τέλος μιᾶς ἡμέρας“, ὥστε γενέσθαι τὴν ἡμέραν ἐκείνην ὡρῶν εἴκοσι τεσσάρων· καὶ διὰ τοῦτο ἐπεμαρτύρησεν ἡ γραφὴ λέγουσα· „οὐκ ἐγενήθη ἡμέρα τοιαύτη οὐδέποτε, ὥστε ἐπακοῦσαι θεὸν ἀνθρώπου“. ὁ οὖν ἀπ’ ἀρχῆς τὰ στοιχεῖα ἐν οὐρανῷ ὁροθετήσας καὶ τούτοις ἀεικινήτους δρόμους κατὰ τὴν ἑαυτοῦ ἐξουσίαν προστάξας, πῶς οὐχὶ καὶ μετάγειν καὶ τρέπειν καὶ ἀλλοιοῦν, ἡνίκα ἂν βούληται, δυνατὸς ἔσται;

ἐπὶ μὲν γὰρ τοῦ Ἰησοῦ „ἔστη ὁ ἥλιος κατὰ Γαβαὼ καὶ ἡ σελήνη κατὰ φάραγγας Αἰλῶν ἕως ἡμέρας μιᾶς“, ἐπὶ δὲ τοῦ Ἐζεκίου ἀνέστρεφεν σὺν τῷ ἡλίῳ καὶ ἡ σελήνη „εἰς τὰ ὀπίσω“, ἵνα μὴ σύγκρουσις γένηται τῶν δύο στοιχείων ἀτάκτως ἀλλήλοις ἐπιφερομένων. ἐπὶ δὲ τοῦ κυρίου, πάσχοντος αὐτοῦ, οὐ μόνον τὰ στοιχεῖα, ἀλλὰ καὶ αὐτὴ ἡ ἡμέρα καὶ ὁ πᾶς κόσμος ἐσείσθη.

Καὶ γὰρ τότε ἐπὶ Ἐζεκίου, ὁμοίως καταπλαγεὶς ἐπὶ τῷ γεγονότι, Μαρωδὰχ ὁ Χαλδαῖος, ὁ βασιλεὺς τῆς Βαβυλωνίας, διὰ τὸ τὴν ἀστρολογικὴν τέχνην ἀσκεῖν καὶ τὸν τούτων δρόμον ἀκριβῶς καταμετρεῖν, μαθὼν τὴν αἰτίαν, ἔπεμψεν „ἐπιστολὰς καὶ δῶρα“ τῷ Ἐζεκίᾳ. καθ’ ὃν τρόπον ἐποίησαν καὶ οἱ μάγοι οἱ ἀπὸ ἀνατολῶν ἐλθόντες· τοῦ γὰρ κυρίου „ἐν Βηθλεὲμ γεννηθέντος“ καὶ τοῦ ἄστρου ἐν οὐρανῷ κατὰ τὸ προφητευόμενον ἀναφανέντος, ξενισθέντες οἱ μάγοι ἐπὶ τῷ γενομένῳ σημείῳ ἦλθον εἰς Ἱεροσόλυμα λέγοντες „ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; ἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ“. ὁμοίως οὖν καὶ οἱ Χαλδαῖοι τότε μὴ εὑρόντες τὸν συνήθη τοῦ ἡλίου δρόμον ἐτίμησαν τὸν Ἐζεκίαν δώροις καὶ ἐπιστολαῖς ὡς ἄνδρα θεοσεβῆ καὶ δίκαιον, θαυμάσαντες ἐπὶ τῷ σημείῳ τῷ ὑπὸ τοῦ θεοῦ αὐτῷ δεδομένῳ. ἐφ’ οἷς ἐχ<άρη Ἐζε>κίας <καὶ ἔ>δει<ξε>ν αὐ<τοῖς> πάντας τοὺς θησ<αυ>ροὺς τοὺς ἐν οἴκῳ κυρίου. εἶ<τ>α πάντα τὸν πλοῦτον <καὶ> τὴν δόξαν αὐτοῦ. ἔπ<ειτα> μὲν οὖν τοῦ προφήτου Ἡσαΐα εἰπόντος· „τίνες εἰσὶν οἱ ἄνδρες οὗτοι καὶ πόθεν ἥκασιν πρός σε;“ ἀπεκρίθη Ἐζεκίας· „ἐκ γῆς πόρρωθεν ἥκασιν πρός με, ἐκ γῆς Βαβυλῶνος“. εἶπεν πρὸς αὐτὸν <Ἡσαΐας>· „τί εἴδοσαν ἐν τῷ οἴκῳ σου;“

εἶπεν δὲ Ἐζεκίας· „πάντα τὰ ἐν τῷ οἴκῳ μου εἴδοσαν καὶ οὐθέν ἐστιν ὃ οὐκ ἔδειξα αὐτοῖς, ἀλλὰ καὶ <τὰ> ἐν τοῖς θησαυροῖς μου“. καὶ εἶπεν Ἡσαΐας πρὸς Ἐζεκίαν· „ἄκουσον λόγον κυρίου παντοκράτορος Σαβαώθ. ἰδοὺ ἡμέραι ἔρχονται, φησὶν κύριος, καὶ ἀρθήσεται πάντα τὰ ἐν τῷ οἴκῳ σου καὶ ὅσα ἐθησαύρισαν οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης καὶ εἰς Βα<βυ>λῶνα ἥξει καὶ οὐ<δὲν οὐ μὴ καταλίπωσι>, λέγει <ὁ κύριος καὶ ἀπὸ τῶν τέκνων σου [οἵτινες ἐξελεύσον>ται ἔκ <σου] ὧν> ἐγέννη<σας> λήμψονται καὶ <σπάδοντ>ες ἔ<σονται> ἐν τῷ οἴκ<ῳ> τοῦ βασιλέως“. <Ἵ>να <οὖν πληρωθῇ τὸ ὑπὸ τοῦ κυρίου> εἰρη<μ>έ<νον> καὶ ὁ προφ<ήτης> ἀλη<θεύω>ν φανῇ, „ἦλθε<ν Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶ>νος“ <καὶ ἔλαβεν πάν>τα<ς θησαυροὺς τοὺς εὑρε>θέντας <ἐν οἴκῳ> τοῦ κυρίου καὶ τὸν λαὸν <ᾐχμαλ>ώτευσεν, τούς τε <υἱοὺς> τοῦ βασιλέως καὶ ἐκ τῶν φορθομμὶν τοὺς εὐγενεστέρους ἔλαβεν ἑαυτῷ εἰς παῖδας, ἐν οἷς ἐπιλεγεὶς καὶ ὁ Δανιήλ, <ὁ Ἀνανίας, ὁ Μισαὴλ> καὶ ὁ Ἀζαρίας, ὧν τὸ μὲν γένος παρεσιώπησεν ἡ γραφή, τὸ δὲ εὐλαβὲς τούτων καὶ πιστὸν καὶ τὴν γενομένην ἐκεῖ πρᾶξιν διηγήσατο. αὐτοὶ γὰρ φόβον θεοῦ ἐκ παιδὸς κεκτημένοι οὐκ ἐθέλησαν μεταλαβεῖν ἐκ τῆς τραπέζης τοῦ βασιλέως οὐδὲ ἐκ τοῦ οἴνου τοῦ πότου <αὐτοῦ> πιεῖν, ἵνα <μὴ μιάνω>σιν <τὸ> ἑαυτῶν <κα>θαρ<ὸν στόμα>.

ὦ μακαρίων παίδων τὴν διαθήκην τῶν πατέρων φυλαξάντων καὶ τὸν διὰ Μωϋσέως δοθέντα νόμον μὴ παραβάντων, ἀλλὰ τὸν δι’ αὐτοῦ κηρυττόμενον θεὸν φοβηθέντων. οὗτοι, αἰχμάλωτοι „ἐν γῇ ἀλλοτρίᾳ“ ὑπάρχοντες, οὐ βρώμασιν ποικίλοις ἠπατήθησαν, οὐδὲ οἴνῳ τῆς ἡδονῆς ἐδουλώθησαν, οὐδὲ δόξῃ βασιλικῇ ἐδελεάσθησαν· ἁρπαγέντες ἐτήρησαν ἁγνὸν καὶ καθαρὸν τὸ ἑαυτῶν στόμα, ὅπως καθαρὸς λόγος ἐκ στόματος καθαροῦ προερχόμενος ὑμνήσῃ δι’ αὐτοῦ τὸν ἐπουράνιον πατέρα, καθὼς γέγραπται· „ἐὰν προάγῃς τίμιον ἐξ ἀναξίου <ὡς> στόμα μου ἔσῃ“. νοεῖς οὖν, ὦ ἄνθρωπε, τὸ εἰρημένον. προήγαγεν στόμα πατρικὸν τίμιον λόγον ἐξ αὑτοῦ, ἵνα ἐκ δευτέρου πάλιν ὁ λόγος ὑφ’ ἁγίων γεννώμενος δειχθῇ, πάντοτε τοὺς ἁγίους γεννῶν καὶ αὐτὸς πάλιν ὑφ’ ἁγίων γεννώμενος.

Λέγει οὖν ἡ γραφή· „καὶ ἔθετο Δανιὴλ ἐπ<ὶ τὴν καρ>δ<ίαν αὐ>τοῦ ὡς οὐ μ<ὴ ἀλισγηθῇ> ἐ<ν τῇ> τραπ<έζῃ τ>οῦ <βασιλ>έως καὶ <ἐν τῷ οἴ>νῳ τοῦ πότου αὐτοῦ <καὶ ἠξίωσ>ε τὸν ἀρχιευ<νοῦχον“ δοῦναι> αὐτ<οῖς „ἀπὸ τῶν σπερμάτων“, ἵνα> ἐπι<δείξῃ ὅτι „οὐκ> ἐπ’ ἄρ<τ>ῳ <μό>ν<ῳ ζήσε>ται ἄνθρωπος“. „κ<αὶ τὸν Δαν>ιὴλ ἔδωκεν ὁ θεὸς εἰς ἔλεον καὶ οἰκτιρμοὺς ἐνώπιον τοῦ ἀρχιευνούχου.“ <ἔλ>εγεν <δὲ ὁ ἀρχιευνοῦχος> πρὸς αὐτόν· „<φοβοῦ>μαι ἐγὼ τὸν κύριόν μου τὸν βασιλέα τὸν ἐκτάξαντα τὴν βρῶσιν ὑμ<ῶν> καὶ τὴν πόσιν ὑμῶν, μήποτε ὀφθῇ τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ <παρὰ τὰ παιδάρια τὰ συνήλικα ὑμῶν> καὶ καταδικάσητε τὴν κεφαλήν μου τῷ βασιλεῖ“. ἦν μὲν οὖν τὸ λεγόμενον ὑπὸ τοῦ Μελγὰδ ἐχόμενον λόγου· ἀγνοῶν γὰρ τὸ δι’ αὐτῶν οἰκονομούμενον, εὐλαβεῖτο μήποτε ὁραθῶσιν αἱ ἰδέαι αὐτῶν σκυθρωπαὶ „παρὰ τὰ παιδάρια τὰ ἐσθίοντα τὴν τράπεζαν τοῦ βασιλέως“ καὶ ἐν τούτῳ <αἴτιος εὑρε>θεὶς <θα>νάτῳ αὐ<τὸς παραδο>θῇ.

οἱ δὲ <ἀποδεῖξαι αὐτῷ β>ουλόμε<νοι> ὅτι μὴ βρώματα ἐπίγεια εἴη τὰ παρέχοντα ἀνθρώποις κάλλος καὶ ἰσχύν, ἀλλὰ χάρις θεοῦ διὰ λόγου δωρουμένη, <εἶπον πρὸς αὐτόν>· „πείρασον δ<ὴ τοὺς παῖ>δάς σου ἡμέρας δέ<κα καὶ δότω>σαν <ἡμῖν ἀπὸ> τῶν <σπερμάτων> καὶ φαγόμεθα <καὶ> ὕδωρ <πιόμεθα> καὶ <ὀφθήτωσαν> αἱ ἰδέαι ἡμῶν καὶ αἱ ἰδέαι τῶν παι<δ>αρίων τῶν ἐσθιόντων τὴν τράπεζαν τοῦ βασιλέως καὶ καθὼς ἂν ἴδῃς, οὕτως ποίησον μεθ’ ἡμῶν“. εἶδες πίστιν παίδων ἀπαράβατον καὶ φόβον θεοῦ ἀμετάθετον; δέκα ἡμερῶν χρόνου διάστημα ᾐτήσαντο, ἵνα ἐν τούτῳ ἐπιδείξωσιν μὴ δύνασθαι ἑτέρως ἀνθρώπους χάριν παρὰ θεοῦ κτήσασθαι, εἰ μὴ τῷ διὰ Ἰησοῦ κηρυττομένῳ λόγῳ πιστεύουσιν.

Λέγει οὖν ἡ γραφή· „καὶ εἰσήκουσεν αὐτῶν ὁ ἀρχιευνοῦχος καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα καὶ μετὰ τὸ <τέλος τῶν δέκα ἡμερῶν ὡράθησαν αἱ ἰδέαι> αὐ<τῶν ἀγαθαὶ> καὶ ἰσ<χυροὶ ταῖς σαρξὶν ὑπὲρ τὰ παιδάρια τὰ> ἐσθίο<ντα τὴν τρ>άπεζαν τ<οῦ> βασιλέως“. οὗτοι μὲν οὖν ἄρτῳ καὶ ὕδατι μόνῳ τρεφόμενοι, τῇ δὲ ἐπουρανίῳ σοφίᾳ κοσμούμενοι, ἔσχον χάριν παρὰ πάντα τὰ παιδάρια τὰ συνήλικα αὐτῶν. „ἔδωκεν γὰρ αὐτοῖς ὁ θεὸς σύνεσιν καὶ φρόνησιν ἐν <πά>σῃ γραμματικῇ <καὶ> σοφίᾳ καὶ Δανιὴλ συνῆκεν ἐν πάσῃ ὁράσει καὶ ἐνυπνίοις. καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν εἰσήγαγεν αὐτοὺς ὁ ἀρχιευνοῦχος ἐνώπιον τοῦ βασίλεως καὶ ἐλάλησεν μετ’ αὐτῶν ὁ βασιλεὺς καὶ οὐχ εὑρέθησαν ἐκ πάντων αὐτῶν ὅμοιοι Δανιὴλ καὶ Ἀνανίᾳ καὶ Μισαὴλ καὶ Ἀζαρίᾳ“. τούτους μὲν οὖν ἐν πάσῃ σοφίᾳ ὁ λόγος προήγαγεν μάρτυρας πιστοὺς ἐν Βαβυλῶνι δεικνυμένους, ἵνα δι’ αὐτῶν τῶν Βαβυλωνίων τὰ σεβάσματα καταισχυνθῇ καὶ Ναβουχοδονόσορ ὑπὸ τριῶν παίδων ἡττηθῇ καὶ διὰ τῆς τούτων πίστεως τὸ ἐν καμίνῳ πῦρ φυγαδευθῇ καὶ ἡ μακαρία Σουσάννα ἐκ θανάτου ῥυσθῇ καὶ τῶν ἀνόμων πρεσβυτέρων μάταιος ἡ ἐπιθυμία ἐλεγχθῇ. ταύτας τὰς <νί>κας ἐ<ξ>η<νέγκαν>το ἐν Βαβυ<λῶνι> πόλει <οὗτοι> οἱ <τέσσαρες> παῖδες τῷ θεῷ μεμελημένο<ι καὶ τὸν φόβον θεοῦ> ἐν καρδίᾳ ἑαυτῶν <ἔχον>τες.