Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Εἰς τὸν Δανιήλ

Ἱππόλυτος Ῥώμης

Λόγος Γ΄: Το ενύπνιο του Ναβουχοδονόσορα για το μεγάλο δέντρο

Η έναρξη του τρίτου λόγου, η διήγηση του ονείρου με το δέντρο, η έκπτωση και η ταπείνωση του βασιλιά, καθώς και η τελική του μετάνοια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 5 από 13

ΛΟΓΟΣ Γ Περὶ Ναβουχοδονόσορ καὶ <περὶ> τοῦ Δανιήλ, ὅτε ἐβλήθη εἰς τοὺς λέοντας „Ναβουχοδονόσορ <ὁ> βασιλεὺς πᾶσιν τοῖς λαοῖς φυλαῖς γλώσσαις τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ· εἰρήνη ὑμῖν πληθυνθείη. τὰ σημεῖα καὶ τὰ τέρατα, ἃ ἐποίησεν μετ’ ἐμοῦ ὁ θεός, ἤρεσεν ἐναντίον μου ἀπαγγεῖλαι ὑμῖν ὡς μεγάλα καὶ ἰσχυρά· ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος καὶ ἡ ἐξουσία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. ἐγὼ Ναβουχο<δονόσορ> εὐθηνῶν ἤμην <ἐν τῷ> οἴκῳ μου καὶ εὐθαλῶν. ἐνύπνιον ἴδον καὶ ἐφοβέρισέ με καὶ ἐταράχθην ἐπὶ τῆς κοίτης μου καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου συνετάραξάν με. καὶ δι’ ἐμοῦ ἐτέθη δόγμα τοῦ εἰσαγαγεῖν ἐνώπιόν μου πάντας τοὺς σοφοὺς Βαβυλῶνος, ὅπως τὴν σύγκρισιν τοῦ ἐνυπνίου γνωρίσωσίν μοι. καὶ εἰσεπορεύοντο μάγοι, γαζαρηνοί, Χαλδαῖοι· καὶ τὸ ἐνύπνιον εἶπον ἐγὼ ἐνώπιον αὐτῶν, καὶ τὴν σύγκρισιν αὐτοῦ οὐκ ἐγνώρισάν μοι, ἕως οὗ ἦλθεν Δανιήλ, οὗ τὸ ὄνομα Βαλτάσαρ κατὰ τὸ ὄνομα τοῦ θεοῦ μου, ὃς πνεῦμα θεοῦ ἅγιον ἐν αὑτῷ ἔχει· ᾧ εἶπα· Βαλτάσαρ ὁ ἄρχων τῶν ἐπαοιδῶν, ὃν ἐγὼ ἔγνων ὅτι πνεῦμα θεοῦ ἅγιον ἐν σοὶ καὶ πᾶν μυστήριον οὐκ ἀδυνατήσει σοι, ἄκουσον τοῦ ἐνυπνίου οὗ ἴδον καὶ τὴν σύγκρισιν αὐτοῦ εἶπόν μοι.“

Τὰ μὲν οὖν συμβάντα τότε ἐπὶ τῶν τριῶν παίδων θαυμάσια ἰδὼν Ναβουχοδονόσορ καὶ καταπλαγείς, πᾶσιν τοῖς ὑπ’ αὐτὸν οὖσιν λαοῖς, φυλαῖς, γλώσσαις προθεὶς διὰ δόγματος δημοσίως ἀνήγγειλεν, ὅπως καὶ αὐτοὶ ἀκούσαντες τὰ γενόμενα τὸν θεὸν φοβηθέντες δοξάσωσιν, καθὼς καὶ αὐτὸς αἰνῶν ἔλεγεν „ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος καὶ ἡ ἐξουσία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν“. ἔπειτα τὸ συμβὰν ἐπὶ τῷ δευτέρῳ αὐτοῦ ὁράματι διηγήσατο, ὡς οὐδεὶς τῶν μάγων, γαζαρηνῶν, Χαλδαίων ἠδυνήθη τὸ ῥῆμα ἀπαγγεῖλαι τῷ βασιλεῖ, ἕως ἐκλήθη Δανιὴλ ὁ καὶ τὸ πρῶτον αὐτῷ ὅραμα διηγησάμενος, ἵνα ἐν πᾶσιν ὁ θεὸς τοὺς ἰδίους αὐτοῦ δούλους τοὺς προφήτας δοξάσῃ παρὰ τὰ λοιπὰ βάρβαρα καὶ ἀλλόφυλα ἔθνη, ἃ ἐδόκουν ἐν τῇ ἑαυτῶν [τῇ] ἀνθρωπίνῃ σοφίᾳ ἐπαίρεσθαι ἐπίγειον μάθησιν ἠσκημένα. ἡ μὲν γὰρ παρὰ θεοῦ „χάρις καὶ δωρεὰ“ ἄνωθέν ἐστιν ἀπ’ οὐρανοῦ [ἦν] παρέχουσα <τὸ>ν ἑαυτῆς πλοῦτον τοῖς ἀξίοις, ἧς μετεῖχον οἱ μακάριοι προφῆται ὑπὸ τοῦ ἁγίου πνεύματος ἀεὶ συνετιζόμενοι. καθὰ καὶ ὁ ἀπόστολος πρὸς Κορινθίους γράφων φησίν· „κἀγὼ ἦλθον πρὸς ὑμᾶς“ „οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις“, „καταγγέλλων ὑμῖν τὸ μυστήριον τοῦ Χριστοῦ“, „ἀλλ’ ἐν διδακτοῖς πνεύματος, πνευματικοῖς πνευματικὰ συγκρίνοντες“.

οὕτως οὖν καὶ ἐν Βαβυλῶνι τῶν μὲν σοφῶν πάντων ἡ ἐπίγειος σοφία ἐμωράνθη, μὴ δυνηθέντων τὸ ἐνύπνιον τοῦ βασιλέως συγκρῖναι, „ἕως οὗ <ἦλθεν> Δανιήλ“, „ὃς πνεῦμα <θεοῦ> ἅγιον εἶχεν ἐν αὑτῷ“, καθ’ ὃ καὶ αὐτὸς ὁ βασιλεὺς ἐν πολλοῖς τοῦτον δοκιμάσας ἐμαρτύρησεν, καὶ τοῦτο γραπτῶς δημοσίᾳ προέθηκεν, ἵνα μὴ μόνον ὑπ’ αὐτοῦ τοῦ βασιλέως ἔντιμος ὢν φανῇ, ἀλλὰ καὶ ὑπὸ πάντων τῶν ὑποτεταγμένων τῷ βασιλεῖ ὡς θεοῦ ἄνθρωπος καὶ μέγας προφήτης ὀνομασθῇ. ὥσπερ καὶ οἱ Αἰγύπτιοι πάλαι ἰδόντες τὰ διὰ Μωϋσέως θαυμάσια ἔργα ἐπὶ τῇ δεκαπλήγῳ γεγενημένα φοβηθέντες Μεννουθὶμ τοῦτον ὠνόμασαν, ὅ ἐστιν αἰγυπτιστὶ ἄνθρωπος τοῦ θεοῦ· τὸ γὰρ μεννοῦ καλεῖται ἄνθρωπος, θὶμ δὲ θεός· οὕτως καὶ Ναβουχοδονόσορ περὶ τοῦ Δανιὴλ ἐμαρτύρησεν, ὅτι „πνεῦμα θεοῦ ἅγιον ἐν αὑτῷ ἔχει“.

Οὗ κληθέντος τότε καὶ ἐνώπιον τοῦ βασιλέως σταθέντος ἀπεκρίθη πρὸς αὐτόν· „ἐπὶ τῆς κοίτης μου ἐθεώρουν, καὶ ἰδοὺ δένδρον ἐν μέσῳ τῆς γῆς καὶ τὸ ὕψος αὐτοῦ πολύ. ἐμεγαλύνθη τὸ δένδρον καὶ ἴσχυσεν καὶ τὸ ὕψος αὐτοῦ ἔφθασεν ἕως τοῦ οὐρανοῦ καὶ τὸ κύτος αὐτοῦ εἰς τὸ πέρας πάσης τῆς γῆς· τὰ φύλλα αὐτοῦ ὡραῖα καὶ ὁ καρπὸς αὐτοῦ πολύς, καὶ τροφὴ πάντων ἐν αὐτῷ· ὑποκάτω αὐτοῦ κατεσ<κήν>ουν τὰ θηρία τὰ ἄγρια, καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατῴκουν τὰ ὄρνεα τοῦ οὐρανοῦ <καὶ> ἐξ αὐτοῦ ἐτρέφετο πᾶσα σάρξ. ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς ἐπὶ τῆς κοίτης μου, καὶ ἰδοὺ εἲρ καὶ ἅγιος κατέβη ἀπὸ τοῦ οὐρανοῦ καὶ ἐφώνησεν ἐν ἰσχύϊ καὶ εἶπεν· ἐκκόψατε τὸ δένδρον καὶ ἐκτίλατε τοὺς κλάδους αὐτοῦ καὶ ἐκτινάξατε τὰ φύλλα αὐτοῦ καὶ διασκορπίσατε τὸν καρπὸν αὐτοῦ· σαλευθήτω τὰ θηρία ὑποκάτωθεν αὐτοῦ καὶ τὰ ὄρνεα ἀπὸ τῶν κλάδων αὐτοῦ· πλὴν τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ ἐν τῇ γῇ ἐάσατε καὶ ἐν δεσμῷ χαλκῷ καὶ σιδηρῷ καὶ ἐν τῇ χλόῃ τῇ ἔξω καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ κοιτασθήσεται <καὶ> μετὰ τῶν θηρίων ἡ μερὶς αὐτοῦ καὶ ἐν τῷ χόρτῳ τῆς γῆς.

ἡ καρδία αὐτοῦ ἀπὸ τῶν ἀνθρώπων ἀλλοιωθήσεται <καὶ καρδία θηρίου δοθήσεται> αὐτῷ καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπ’ αὐτόν· διὰ συγκρίματος εἲρ ὁ λόγος <καὶ> ῥῆμα ἅγιον τὸ ἐπερώτημα, ἵνα γνῶσιν οἱ ζῶντες, ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων καὶ ᾧ ἐὰν δόξῃ δώσει αὐτήν, καὶ ἐξουδένωμα ἀνθρώπων ἀναστήσει ἐπ’ αὐτήν. τοῦτο τὸ ἐνύπνιον ἴδον ἐγὼ Ναβουχοδονόσορ ὁ βασιλεύς, καὶ σὺ Βαλτάσαρ τὸ σύγκριμα αὐτοῦ εἶπον· ὅτι πάντες οἱ σοφοὶ τῆς βασιλείας μου οὐ δύνανται τὸ σύγκριμα αὐτοῦ δηλῶσαί μοι, σὺ δὲ Δανιὴλ δύνασαι, ὅτι πνεῦμα ἅγιον ἐν σοί“.

Ἦν μὲν τὸ ἐνύπνιον τὸ ὑπὸ τοῦ Ναβουχοδονόσορ ἑωραμένον πρὸς ἐπιτιμίαν αὐτῷ τῷ βασιλεῖ δεδειγμένον· ἀνθ’ ὧν γὰρ ὑψώθη ἡ καρδία αὐτοῦ καὶ κατὰ τοῦ θεοῦ ἐπήρθη „εἰκόνα χρυσῆν“ ἀναστήσας καὶ πάντας εἰδωλολάτρας εἶναι ἀναγκάσας, ἐπεδείχθη αὐτῷ δι’ ὁράματος, ὅτι καὶ αὐτὸς ἐν τῇ τοῦ θεοῦ ἐξουσίᾳ ὢν τυγχάνει, εἰ καὶ ἐδόκει ὑπὲρ πάντας τότε βα<σιλ>εῖ<ς βα>σιλεύειν. <καὶ ἵνα δειχθῇ> ὅτι πα<ρὰ> θεοῦ ἦν αὐτῷ δεδομέ<νον τὸ> βασίλειον, ὁ Δανιὴλ πρὸς αὐτὸν ἔφη· „σὺ βασιλεῦ, βασιλεὺς βασιλέων, ᾧ ὁ θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἰσχυρὰν καὶ κραταιὰν <καὶ ἔντιμον> ἔδωκεν ἐν παντὶ τόπῳ, ᾧ κατοικοῦσιν οἱ υἱοὶ τῶν ἀνθρώπων“. καὶ αὐτὸς δὲ Ναβουχοδονόσορ ἐπὶ τῷ συγκρῖναι τὸν Δανιὴλ τὸ ἐνύπνιον θαυμάσας ὁμοίως ἔφη· „ἐπ’ ἀληθείας ὁ θεὸς ὑμῶν αὐτός ἐστιν θεὸς θεῶν καὶ κύριος κυρίων, ὅτι ἠδυνήθης ἀποκαλύψαι τὸ μυστήριον τοῦτο“. ἐπεὶ οὖν ἐπιλαθόμενος τῶν προτέρων αὐτοῦ ῥημάτων ἐπήρθη ὕστερον ὑπερηφάνως, ἔλαβεν ταύτην παρὰ θεοῦ ἐπιτιμίαν ὑπόδειγμα καὶ ὑπογραμμὸς πᾶσιν ἀνθρώποις τυράννοις τε καὶ βασιλεῦσιν γενόμενος, ὡς μὴ τὰ ὑπὲρ ἄνθρωπον φρονοῦντας ἀλαζονεύεσθαι καὶ κατὰ τοῦ θεοῦ ἐπαιρομένους καυχᾶσθαι, ἀλλὰ καὶ αὐτοὺς προορῶντας τὸν ἑαυτῶν κίνδυνον τὸν θεὸν φοβεῖσθαι „εἰδότες ὅτι καὶ“ αὐτοὶ „κύριον ἔχουσιν ἐν οὐρανοῖς“.

καὶ γὰρ Ἀντίοχος ὁ ἐπικληθεὶς Ἐπιφανής, βασιλεὺς τῆς Συρίας γεγονώς, ποικίλαις βασάνοις αἰκισάμενος τοὺς δούλους τοῦ θεοῦ καὶ τὰ χείριστα τολμήσας, ὕστερον καὶ αὐτὸς τῆς παρὰ θεοῦ ἀξίας ἔτυχεν τιμωρίας „θείᾳ μάστιγι“ ἐπιπληχθείς, ὡς μὴ δύνασθαι αὐτὸν μηδὲ τὴν ἑαυτοῦ ὀσμὴν ὑπενεγκεῖν, ἀλλ’ ἔτι „ζῶντος“ αὐτοῦ „ἐκ τῶν ὀφθαλμῶν τοῦ δυσσεβοῦς σκώληκας ἀναζεῖν“, δι’ ὃ καὶ πολλαῖς λιτανείαις καὶ ἐξομολογήσεσιν πρὸς τὸν θεὸν χρησάμενος οὐκ ἔτυχεν τῆς παρ’ αὐτοῦ σωτηρίας. ὃς καὶ ἀφελπίσας ἑαυτὸν καὶ „εἰς ἐπίγνωσιν“ λοιπὸν τῶν ἀνθρωπίνων ἐλθών, μέλλων τελευτᾶν οὕτως ἔφησεν· „δίκαιον ὑποτάσσεσθαι θεῷ, καὶ μὴ θνητὸν ὄντα ἰσόθεα φρονεῖν“. ὥστε ὅσοι βασιλεῖς εὐλαβῶς καὶ θεοφιλῶς ἀνεστράφησαν, οὗτοι καὶ παρὰ θεοῦ ἐτιμήθησαν, ὅσοι δὲ κατὰ φυσίωσιν τὴν ἑαυτῶν ὑπὲρ τὸ δέον ἐπήρθησαν, οὗτοι ἀξίαν καὶ δικαίαν τὴν παρὰ τοῦ θεοῦ τιμωρίαν ἀνταπέλαβον. ὃν τρόπον καὶ ὁ Σενναχερεὶμ καυχησάμενος ἐπὶ τῇ ἰδίᾳ καὶ πολλῇ δυνάμει, λόγοις ψευδέσιν „τὸν θεὸν ὀνειδίσας“ ὑπὸ τοῦ ἀγγέλου ἐπατάχθη „ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας“ μιᾷ νυκτὶ ἀπολέσας· ὕστερον δὲ καὶ αὐτὸς ὑπὸ τῶν υἱῶν αὐτοῦ ἐν τῇ ἰδίᾳ γῇ ἀνῃρέθη κατὰ τὸ ῥῆμα κυρίου ὃ ἐλάλησεν διὰ Ἡσαΐου τοῦ προφήτου, ἵνα ἐπιγνῶσιν πάντες ἄνθρωποι „τὴν ἐξουσίαν τὴν ἐπουράνιον“.

Ὁμοίως οὖν καὶ <τῷ> Ναβουχοδονόσορ συνέβη· „ὀκτωκαιδεκάτου“ μέντοι γὰρ „ἔτους“ ἀρχομένου „ἔστησεν“ τὴν „εἰκόνα“, καθὼς ἐν τῇ πρὸ ταύτης βίβλῳ εἴρηται καὶ τὰ μέτρα ταύτης ἀποδέδεικται· πληρωθέντος δὲ τοῦ ἐνιαυτοῦ „μετὰ δωδεκάμηνον“ ἀφῃρέθη ἀπ’ αὐ<τοῦ ἡ> βασιλεία, ἵνα τὸ ἐνύπνιον τὸ ὑπ’ αὐτοῦ ἑωραμένον πληρωθῇ καὶ ὁ ἑτέρους αἰχμαλωτεύσας αὐτὸς ἐν τοῖς ὄρεσιν φυγὰς γένηται καὶ ὁ ἐν γῇ ἀλλοτρίᾳ τοὺς Ἑβραίους κολάσας καὶ αὐτὸς ἐν γῇ ἐρήμῳ ἀξίως κολασθήσεται· καθὰ ἡ γραφὴ ὑφηγεῖται λέγουσα· „τότε Δανιήλ, οὗ τὸ ὄνομα Βαλτάσαρ, ἀπηνεώθη ὡσεὶ ὥραν μίαν, καὶ οἱ διαλογισμοὶ αὐτοῦ συνετάρασσον αὐτόν. καὶ ἀπεκρίθη Βαλτάσαρ καὶ εἶπεν· κύριε, ἔστω τὸ ἐνύπνιον τοῖς μισοῦσίν σε καὶ ἡ σύγκρισις αὐτοῦ τοῖς ἐχθροῖς σου. τὸ δένδρον ὃ εἶδες τὸ μεγαλυνθὲν καὶ ἰσχυκός, οὗ τὸ ὕψος ἔφθασεν εἰς τὸν οὐρανὸν καὶ τὸ κύτος αὐτοῦ εἰς πᾶσαν τὴν γῆν καὶ τὰ φύλλα αὐτοῦ εὐθαλῆ καὶ ὁ καρπὸς αὐτοῦ πολὺς καὶ τροφὴ πᾶσιν ἦν ἐν αὐτῷ, ὑποκάτω αὐτοῦ κατῴκουν τὰ θηρία τὰ ἄγρια καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατεσκήνουν τὰ ὄρνεα τοῦ οὐρανοῦ—σὺ εἶ, βασιλεῦ, ὅτι ἐμεγαλύνθης καὶ ἴσχυσας, καὶ ἡ μεγαλωσύνη σου ἐμεγαλύνθη καὶ ἔφθασεν εἰς τὸν οὐρανόν, καὶ ἡ κυρεία σου εἰς τὰ πέρατα τῆς γῆς.

καὶ ὅτι εἶδεν ὁ βασιλεὺς εἲρ καὶ ἅγιον καταβαίνοντα ἀπ’ οὐρανοῦ καὶ εἶπεν· ἐκτίλατε τὸ δένδρον καὶ διαφθείρατε αὐτό, πλὴν τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ ἐν τῇ γῇ ἐάσατε, καὶ <ἐν> δεσμῷ χαλκῷ καὶ σιδηρῷ καὶ ἐν τῇ χλόῃ τῇ ἔξω καὶ τῇ δρόσῳ τοῦ οὐρανοῦ αὐλισθήσεται καὶ μετὰ θηρίων ἀγρίων ἡ μερὶς αὐτοῦ, ἕως οὗ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπ’ αὐτῷ. τοῦτο ἡ σύγκρισις αὐτοῦ, βασιλεῦ, καὶ σύγκριμα ὑψίστου ἐστίν, ὃ ἔφθασεν ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα· καὶ σὲ ἐκδιώξουσιν ἀπὸ τῶν ἀνθρώπων καὶ μετὰ θηρίων ἀγρίων ἡ κατοικία σου, καὶ χόρτον ὡς βοῦν ψωμιοῦσίν σε, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ αὐλισθή<σῃ, καὶ ἑπτὰ καιροὶ> ἀλλαγήσονται <ἐπί σε>, ἕως οὗ γνῷς, ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἂν δόξῃ δώσει αὐτήν. καὶ ὅτι εἶπεν· ἐάσατε τὴν φυὴν τῶν ῥιζῶν τοῦ δένδρου, ἡ βασιλεία σού σοι μενεῖ, ἀφ’ ἧς ἂν γνῷς τὴν ἐξουσίαν τὴν οὐράνιον. διὰ τοῦτο, βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι καὶ τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρμοῖς πενήτων· ἴσως ἔσται μακροθυμία τοῖς παραπτώμασίν σου. —ταῦτα πάντα ἔφθασεν ἐπὶ Ναβουχοδονόσορ τὸν βασιλέα. μετὰ δωδεκάμηνον ἐν τῷ ναῷ τῆς βασιλείας αὐτοῦ ἐν Βαβυλῶνι περιπατῶν ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν· οὐχ αὕτη ἐστὶν Βαβυλὼν ἡ μεγάλη, ἣν ἐγὼ ᾠκοδόμησα εἰς οἶκον βασιλείας ἐν τῷ κράτει τῆς ἰσχύος μου εἰς τιμὴν τῆς δόξης μου;

ἔτι τοῦ λό<γ>ου ἐν τῷ στόματι τοῦ <βα>σιλέως ὄ<ντος> φωνὴ ἀπ’ οὐρανοῦ ἐγένε<το>· σοὶ λέγου<σιν>, Ναβουχοδονόσορ βασιλεῦ, ἡ βασιλεία σου παρῆλθεν ἀπὸ σοῦ καὶ ἀπὸ τῶν ἀνθρώπων σε ἐκδιώξουσιν, καὶ μετὰ θηρίων ἀγρίων ἡ κατοικία σου, καὶ χόρτον ὡς βοῦν ψωμιοῦσίν σε, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σοί, ἕως οὗ γνῷς ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων καὶ ᾧ ἂν δόξῃ δώσει αὐτήν. αὐτῇ τῇ ὥρᾳ ὁ λόγος συνετελέσθη ἐπὶ Ναβουχοδονόσορ, καὶ ἀπὸ τῶν ἀνθρώπων ἐξεδιώχθη καὶ χόρτον ὡς βοῦς ἤσθιεν καὶ ὑπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη, ἕως αἱ τρίχες αὐτοῦ ὡς λεόντων ἐμεγαλύνθησαν καὶ οἱ ὄνυχες αὐτοῦ ἐγένοντο ὡς ὀρνέων. καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν ἐγὼ Ναβουχοδονόσορ τοὺς ὀφθαλμούς μου εἰς τὸν οὐρανὸν ἀνέλαβον καὶ αἱ φρένες μου ἐπ’ ἐμὲ ἐπεστράφησαν, καὶ τὸν ὕψιστον <ηὐλόγησα καὶ τῷ ζῶντι> εἰς τὸν αἰῶνα ᾔνεσα καὶ ἐδόξασα, ὅτι ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος καὶ ἡ βασιλεία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν, καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν εἰς οὐδὲν ἐλογίσθησαν, καὶ κατὰ τὸ θέλημα αὐτοῦ ποιεῖ ἐν τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐν τῇ κατοικίᾳ τῆς γῆς, καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τῇ χειρὶ αὐτοῦ καὶ ἐρεῖ αὐτῷ· τί ἐποίησας;“

Τὸ μὲν οὖν ἐνύπνιον δοκεῖ αὐθερμήνευτον εἶναι καὶ πᾶσιν εὔδηλον, καθὼς καὶ ἡ γραφὴ διδάσκει ταῦτα οὕτως γεγενῆσθαι, καὶ αὐτὸς δὲ ὁ βασιλεὺς ὕστερον ἐξομολογούμενος τὰ συμβάντα αὐτῷ διηγήσατο. ἀλλὰ γοῦν ἡ χάρις τοῦ θεοῦ ἀφθόνως συνετίζει τὸν ἄνθρωπον, ἵνα ἐν πᾶσιν τὸν νοῦν ἀνεμπόδιστον ἔχοντες μὴ προσώποις ἀνθρώπων βασιλέων προσέχωμεν—ματαία γὰρ ἐλπὶς ἐπ’ ἄνθρωπον—, μηδὲ ἄρχοντας τοὺς ἐπ’ ἐξουσιῶν [ὄντας] τεταγμένους ἕνεκεν δόματος κολακεύωμεν, ἀλλὰ μόνῳ θεῷ προσκαρτεροῦντες καὶ τὰ εὐάρεστα τούτῳ ποιοῦντες καὶ τὸν νῦν βίον ἀκίνδυνον διατελέσωμεν καὶ τὴν μέλλουσαν κρίσιν εὐκόλως ἐκφύγωμεν. τί γὰρ ὠφελῆσαι δύναται βασιλεὺς καὶ δυνάστης ἄνθρωπον, ὁπότε καὶ αὐτὸς θνητὸς ὢν ὑπὸ τὴν τοῦ πεποιηκότος αὐτὸν κινεῖται ἐξουσίαν; δύναται μὲν γὰρ ἐν τῷ νῦν βίῳ „δόματά σοι πολλὰ καὶ μεγάλα“ παρασχεῖν, ἀλλὰ καὶ ταῦτα ἐπίγεια ὄντα [ἐστὶν] καὶ πρόσκαιρα τυγχάνει. πολλοὶ δὲ καὶ τιμῆς καὶ δωρεᾶς ὑπὸ βασιλέως λαχόντες καὶ ἐπ’ ἐξουσιῶν τινῶν κατασταθέντες, ὕστερον αὐτοὶ δι’ ἑαυτοὺς ἐκινδύνευσαν, ἢ ὡς ἐπίβουλοι εὑρεθέντες, ἢ ὡς φίλοι βασιλέως ὑπὸ ἑτέρων ἀναιρεθέντες. τί τούτους ὠφέλησεν ἡ πρὸς τὸν βασιλέα φιλία, οἳ μήτε τῶν δομάτων ὧν ἔλαβον ἐνεπλήσθησαν, προσέτι δὲ καὶ τὴν ἑαυτῶν ψυχὴν προσαπώλεσαν;

φεῦγε οὖν τὰ τοιαῦτα πρόσωπα, ὦ ἄνθρωπε, μήποτε κινδυνεύσῃς δι’ αὐτούς. „πᾶσα“ γὰρ „σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ὁ χόρτος ἐξηράνθη καὶ τὸ ἄνθος ἐξέπεσεν.“ ἄκουσον τὸ ὑπὸ τοῦ ἀποστόλου Παύλου εἰρημένον, πῶς παραινεῖ Τιμοθέῳ γράφων· „τοῖς πλουσίοις τοῦ νῦν αἰῶνος παράγγελλε μὴ ὑψηλοφρονεῖν, μηδὲ πεποιθέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλ’“ ἠλπικέναι „ἐπὶ θεὸν ζῶντα, ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων, μάλιστα δὲ πιστῶν“.

Εἰ γὰρ <ἡ> τῶν ἐν ὑπεροχῇ κειμένων δόξα φύλλοις ξηροῖς ἔοικεν, „πρὸς ὀλίγον“ ἀκμάσασιν, εὐθέως δὲ μαρανθεῖσιν, τί ὠφέλησεν Ναβουχοδονόσορ τὸν βασιλέα τὸ ὑπέρογκον ῥῆμα ἐν τῷ εἰπεῖν· „οὐχ αὕτη ἐστὶν Βαβυλὼν ἡ μεγάλη, ἣν ἐγὼ ᾠκοδόμησα εἰς οἶκον βασιλείας ἐν τῷ κράτει τῆς ἰσχύος μου εἰς τιμὴν τῆς δόξης μου“, ὁπότε φυγαδευθεὶς χλόην „μετὰ τῶν θηρίων“ ἐν τοῖς ὄρεσιν ἤσθιεν; ποῦ τὸ θράσος ἐκεῖνο καὶ ἡ πολλὴ τῶν λόγων ὑπερηφανία καὶ ἡ τῆς καμίνου μεγάλη καὶ δεινὴ φλόξ, ὁπότε οὐδὲ τῆς ἰδίας αὐτοῦ ψυχῆς ἐκυρίευσεν; καὶ διὰ τοῦτο σύμβουλος τούτου ἐγένετο ὁ μακάριος Δανιήλ, ὡς καλὸς ἰατρὸς τὰ τούτου τραύματα θεραπεῦσαι βουλόμενος· νῦν „ἡ βουλή μου“ λέγων „ἀρεσάτω σοι, βασιλεῦ, καὶ τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρμοῖς πενήτων· ἴσως μακρόθυμος ἔσται τοῖς παραπτώμασίν σου“. δι’ ὃ καὶ συγκρίνων τὸ ἐνύπνιον τοῦ βασιλέως σύνδακρυς γενάμενος ἐλυπήθη καὶ „ὡσεὶ ὥραν μίαν ἀπηνεώθη καὶ οἱ διαλογισμοὶ αὐτοῦ συνετάρασσον αὐτόν“, μὴ βουλόμενος μηδὲ φωνὴν διὰ στόματος προΐεσθαι, ἐνδεικνύμενος ἣν εἶχεν περὶ τὸν βασιλέα φιλοστοργίαν, ἵν’ ἐν τούτῳ καὶ αὐτὸς κατανυγῇ καὶ τὰ λεγόμενα ὑπὸ τοῦ προφήτου ποιήσας σωθῆναι δυνηθῇ.

τοῦ μὲν οὖν Δανιὴλ ἐπὶ μίαν ὥραν ἀφώνου ἑστῶτος καὶ πολλῆς ἡσυχίας γεγενημένης, ἑώρων πάντες ὑπὸ τῶν διαλογισμῶν τοῦτον ταρασσόμενον καὶ τὸ τούτου πρόσωπον ἀλλοιούμενον, καί ποτε μὲν ὠχρὸν γινόμενον διὰ τὸν φόβον τοῦ συγκρίματος, μήπως ἀκούσας ὁ βασιλεὺς τὰ περὶ αὐτοῦ λεγόμενα θυμωθεὶς κελεύσῃ αὐτὸν ἀποκτανθῆναι, ποτὲ δὲ ὑπὸ τοῦ πνεύματος ἐνδυναμούμενον καὶ πρόσωπον ἀγγέλου ἀναλαμβάνοντα, τήν <τε> ὄψιν τούτου ἔκπυρον γινομένην καὶ ὀφθαλμοὺς ὡς φλόγα πυρὸς λάμποντας, ἵνα καὶ ἐν τούτῳ καταπλαγεὶς ὁ βασιλεὺς φοβηθῇ. εἰ γὰρ τοῦ μακαρίου Μωϋσέως τὸ πρόσωπον οἱ υἱοὶ Ἰσραὴλ ἰδεῖν οὐκ ἠδυνήθησαν „διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ“, πῶς οὐχὶ τότε οἱ Βαβυλώνιοι ἰδόντες τὸ πρόσωπον τοῦ Δανιὴλ ἀλλοιούμενον ἐφοβήθησαν; καί ποτε μὲν ἄνθρωπος ὢν ἐφαίνετο, [καὶ] ποτὲ δὲ ὡς ἄγγελος θεοῦ ἐδείκνυτο. πάντες δὲ εἱστήκεισαν ἐνεοί, περιμένοντες τοὺς „ἐκ τῆς καρδίας“ αὐτοῦ προερχομένους διαλογισμούς. τότε μὲν ἀπὸ τῆς πολλῆς δόξης καὶ ἀγωνίας κατασταλεὶς καὶ εἰς τὴν ἰδίαν ἕξιν τῆς ἀνθρωπίνης φύσεως ἐλθών, „ἀπεκρίθη“ τῷ βασιλεῖ „καὶ εἶπεν“· ἔστω δή, βασιλεῦ, „τὸ ἐνύπνιον τοῖς μισοῦσίν σε καὶ ἡ σύγκρισις αὐτοῦ τοῖς ἐχθροῖς σου“. καὶ οὕτως ἀρξάμενος καθ’ ἕκαστον αὐτῷ τὸ εἰς αὐτὸν συμβησόμενον ἀπήγγειλεν καὶ τοῦτον λόγοις παρακλητικοῖς παραμυθούμενος εὐέλπιδα πάλιν πρὸς τὰ μέλλοντα κατήρτιζεν.

φησὶν γὰρ πρὸς αὐτόν· „καὶ ἐπεὶ ἴδεν ὁ βασιλεὺς εἲρ καὶ ἅγιον ἀπ’ οὐρανοῦ καταβαίνοντα καὶ εἶπεν“· „ἐκκόψατε τὸ δένδρον καὶ ἐκτίλατε τὰ φύλλα αὐτοῦ καὶ ἐκτινάξατε τοὺς κλάδους αὐτοῦ“, „πλὴν τὴν φυὴν τῶν ῥιζῶν τοῦ δένδρου ἐάσατε ἐν τῇ γῇ“· „ἡ βασιλεία σού σοι μενεῖ, βασιλεῦ, ἕως ἂν ἐπιγνῷς τὴν ἐξουσίαν τὴν ἐπουράνιον“, „ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων καὶ ᾧ ἂν θέλῃ δώσει αὐτήν“. „Ταῦτα“ μὲν οὖν ἅπαντα συνέβη τῷ βασιλεῖ Ναβουχοδονόσορ „μετὰ δωδεκάμηνον“. οὔτε γὰρ ἡ γραφὴ ἐψεύσατο, οὔτε Δανιὴλ τοῦτον ἐπλάνησεν, ἀλλὰ τὰ μέλλοντα ἐπ’ αὐτὸν τελεῖσθαι ταῦτα τοῦτον προεδίδαξεν. τὸ γὰρ δένδρον „τὸ μεγαλυνθὲν καὶ ἰσχυκός, οὗ τὸ ὕψος ἔφθασεν ἕως τοῦ οὐρανοῦ καὶ τὸ κύτος αὐτοῦ εἰς τὸ πέρας πάσης τῆς γῆς“ σημαίνει ἡ γραφὴ αὐτὸν εἶναι τὸν βασιλέα, ὡς καὶ Δανιὴλ τοῦτο ῥητῶς διεσάφησεν· διὰ τὸ ὑψωθῆναι τὸν βασιλέα καὶ ἔνδοξον γενέσθαι καὶ κυριεῦσαι πάσης τῆς γῆς καὶ τῶν μακρόθεν ἐθνῶν περικρατῆσαι. [οἱ δὲ κλάδοι αὐτοῦ ὑπῆρχον ὕπατοι καὶ στρατηγοὶ καὶ τοπάρχαι καὶ πάντες οἱ ὑπ’ αὐτοῦ καθεστηκότες ὡς ἐκ δένδρου κλάδοι προβεβλημένοι.] τὰ δὲ φύλλα τοῦ δένδρου δείκνυσι τὰ διὰ τῶν λόγων αὐτοῦ διατάγματα, ἃ ἀπέστειλεν εἰς πᾶσαν τὴν γῆν, κελεύων καὶ διατάσσων καθὼς ἠβούλετο. [

τὸν δὲ καρπὸν τὸν πολὺν ὃν εἶχεν τὸ δένδρον δηλοῖ τὴν πολλὴν πρόσοδον καὶ τοὺς φόρους τοὺς ἀναφερομένους αὐτῷ ἀφ’ ἑνὸς ἑκάστου ἔθνους. τὸ δὲ κύτος αὐτοῦ τὸ ἐπὶ τῆς γῆς ἡδρασμένον σημαίνει αὐτὴν εἶναι τὴν βασιλείαν διὰ τὸ ἐπίγειον αὐτὴν τυγχάνειν ὡς ἐπὶ γῆς ἡδρασμένην.] ὁ δὲ „καρπὸς αὐτοῦ πολὺς καὶ τροφὴ πάντων“ ἡ οὖσα „ἐν αὐτῷ“, τὰ ὀψώνια καὶ τὰς τιμὰς καὶ τὰ χαρίσματα τὰ ὑπὸ τοῦ βασιλέως πᾶσιν διδόμενα, ἅτινα ἦσαν ὡς τροφὴ ἀπὸ δένδρου τοῖς ἀνθρώποις διδομένη. τὰ δὲ „θηρία τὰ ἄγρια“ τὰ „ὑποκάτω αὐτοῦ“ κατασκηνοῦντα σημαίνονται εἶναι τὰ στρατόπεδα καὶ αἱ δυνάμεις, αἳ ἀεὶ παρέμενον καὶ προσεκαρτέρουν τῷ βασιλεῖ πρὸς τὰ κελευόμενα ἐξυπηρετοῦντες, ὡς θηρία ἄγρια ὑπάρχοντες ἕτοιμοι εἰς τὸ πολεμεῖν καὶ διαφθείρειν καὶ τοὺς ἀνθρώπους ὥσπερ θηρία διασπαράσσειν. τὰ δὲ „ὄρνεα“ τὰ „ἐν τοῖς κλάδοις αὐτοῦ“ κατοικοῦντα ἡ πάντων τῶν ἐθνῶν οὖσα εἰς αὐτὸν ὑπακοή, ἅτινα πόρρωθεν καὶ μακρόθεν ἐρχόμενα τοῖς ἄρχουσιν τοῖς ὑπ’ αὐτοῦ κατασταθεῖσιν ὑπετάσσοντο, ὡς κλάδοις ἀπὸ δένδρου ὑπάρχουσιν.

Ἐν τῷ οὖν καταβῆναι τὸν ἄγγελον ἀπ’ οὐρανοῦ καὶ εἰπεῖν· „ἐκκόψατε τὸ δένδρον καὶ ἐκτινάξατε τοὺς κλάδους αὐτοῦ, καὶ ἐκτίλατε τὰ φύλλα αὐτοῦ καὶ διασκορπίσατε τὸν καρπὸν αὐτοῦ, σαλευθήτωσαν τὰ θηρία ὑποκάτωθεν αὐτοῦ καὶ τὰ ὄρνεα ἀπὸ τῶν κλάδων αὐτοῦ“ σημαίνει τὴν γενομένην ἐπιβουλὴν ὑπὸ τῶν σατραπῶν τῷ βασιλεῖ καὶ τῶν ὑπ’ αὐτὸν οὐσῶν δυνάμεων. ὁ δὲ ἐκδιωχθεὶς ὑπ’ αὐτῶν ἔφυγεν εἰς τὴν ἔρημον καὶ ἀφῃρέθη ἡ τούτου βασιλεία καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλωσύνη ἣν εἶχεν τὸ πρότερον, καὶ ὁ ποτὲ καυχώμενος καὶ λέγων· ὅτι „τίς ἐστιν θεός, ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου;“ ὕστερον [κεκυφὼς πρὸς τὴν γῆν ἐλεεινῶς] ἐν τοῖς ὄρεσιν βρυχώμενος „μετὰ τῶν θηρίων“ διῆγεν φοβούμενος τοὺς ἑαυτοῦ σατράπας, μήποτε ὑπ’ αὐτῶν ἀναιρεθῇ. καὶ διὰ τοῦτο ἡ γραφὴ λέγει· „ἐν τῇ χλόῃ τῇ ἔξω καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ κοιτασθήσεται καὶ μετὰ θηρίων ἀγρίων ἡ μερὶς αὐτοῦ ἐν τῷ χόρτῳ τῆς γῆς· ἡ καρδία αὐτοῦ ἀπὸ τῶν ἀνθρώπων ἀλλοιωθήσεται, καὶ καρδία θηρίου δοθήσεται αὐτῷ“.

οὐκέτι γὰρ ὡς ἄνθρωπος <ὁ> μέγας βασιλεὺς καὶ δυνάστης ἐν τοῖς βασιλείοις διαιτώμενος διῆγεν, ἀλλὰ μονάζων ἐν ἐρημίαις „χόρτον“ καὶ χλόην „ἤσθιεν“, ἕως <οὗ> ἡ καρδία αὐτοῦ ἀλλοιωθεῖσα ἐγενήθη ὡς θηρίου ἐν ὕλαις καὶ σπηλαίοις νεμομένου, „ἕως οὗ ἡ θρὶξ αὐτοῦ ὡς λεόντων ηὔξησεν καὶ οἱ ὄνυχες αὐτοῦ ὡς ὀρνέων ἐμεγαλύνθησαν“ „καὶ ἑπτὰ καιροὶ“ ἠλλάγησαν „ἐπ’ αὐτόν“. — συνέκρινεν μὲν γὰρ ταῦτα οὕτως γενέσθαι ὁ θεὸς ὁ ὕψιστος, καθὼς Δανιὴλ λέγει· „σύγκριμα ὑψίστου ἐστὶν ὃ ἔφθασεν ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα“. ὁ δὲ λόγος ἀκούσας τὴν βουλὴν τοῦ πατρὸς καταβὰς ἀπ’ οὐρανῶν τὸ θέλημα τοῦ πατρὸς τοῖς ἀγγέλοις ἀνήγγειλεν, ὡς λέγει ἡ γραφή· „ἅγιος ἀπ’ οὐρανῶν κατέβη“. οἱ δὲ ἄγγελοι τὸν λόγον ἐπηρώτησαν· τί ἐκέλευσεν ἡμᾶς ποιῆσαι ὁ δεσπότης; ἁγίων γὰρ τὸ ἐπερώτημα. ὁ δὲ λόγος πρὸς αὐτούς· τάδε λέγει ὁ θεὸς ὁ ὕψιστος· „ἐκκόψατε τὸ δένδρον καὶ ἐκτίλατε τοὺς κλάδους αὐτοῦ καὶ ἐκτινάξατε τὰ φύλλα αὐτοῦ“. οἱ δὲ ἀκούσαντες ἐτάραξαν τὰς δυνάμεις τοῦ βασιλέως, ἵνα ἀφέλωσιν αὐτοῦ τὴν βασιλείαν. τὰ γὰρ ἔθνη πάντα ἀγγέλοις ἐστὶν παραδεδομένα, ὡς λέγει Ἰωάννης ἐν τῇ Ἀποκαλύψει· „καὶ ἤκουσα“ ἑνὸς λέγοντος· „λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς καθημένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ“· οἵτινες ἦσαν <Περσῶν>, Μήδων, Ἀσσυρίων, Βαβυλωνίων.

Εἶτα λέγει· „καὶ ἐν τῇ χλόῃ τῇ ἔξω καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ αὐλισθήσεται“, „καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπ’ αὐτόν, ἕως οὗ γνῷ ὅτι κυριεύει ὁ θεὸς ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων“. ἑπτὰ μὲν οὖν καιρούς τινες ἑπτὰ ἐνιαυτοὺς ψηφίζουσιν· τινὲς δὲ ἑπτὰ καιροὺς κατὰ τρίμηνον ἀλλασσομένους—ὁ γὰρ ἐνιαυτὸς τέσσαρας καιροὺς ἔχει, χειμῶνα, ἔαρ, θέρος καὶ μετόπωρον—, ὡς ἑπτὰ καιροὺς τότε ἐπὶ τὸν βασιλέα ἀλλαγῆναι. τὸ δὲ εἰπεῖν αὐτὸν „τὴν φυὴν τῶν ῥιζῶν τοῦ δένδρου ἐάσατε ἐν τῇ γῇ“ <δηλοῖ> ὅτι ἤμελλεν πάλιν κατὰ βούλησιν θεοῦ ἀποκαθίστασθαι εἰς τὴν ἰδίαν ἀρχήν. τοῦτο γὰρ πρὸς παιδείαν ἐγένετο τῷ βασιλεῖ, ἵνα μηκέτι ὑψηλοφρονῶν δυνηθῇ λοιπὸν λέγειν· „καὶ πάντας τοὺς πορευομένους ἐν ὑπερηφανίᾳ δύναται ταπεινῶσαι“.

Εὑρίσκομεν οὖν ἐν τοῖς ὑπομνήμασιν τὸν Ναβουχοδονόσορ εἴκοσι πέντε ἔτη βεβασιλευκότα· ὀκτωκαίδεκα μὲν γὰρ τὰ πρῶτα ἔτη ἐβασίλευσεν, ὅτε ἐπαρθεὶς ἔστησεν τὴν εἰκόνα. ἔπειτα „μετὰ δωδεκάμηνον“ τοῦτο αὐτῷ συνέβη, καὶ „ἐξεδιώχθη ἀπὸ τῶν ἀνθρώπων“ καὶ ἀφῃρέθη ἀπ’ αὐτοῦ ἡ βασιλεία. καὶ ἐν τῷ ταπεινωθῆναι αὐτὸν καὶ δεηθῆναι τοῦ κυρίου καὶ ἐξομολογήσασθαι καὶ λιτανεῦσαι τὸν θεὸν τὸν ὕψιστον, ἐκζητηθεὶς ὑπὸ τῶν μεγιστάνων αὐτοῦ <καὶ> ὑποστρέψας πάλιν ἑπτὰ ἔτη ἐβασίλευσεν. καθὰ καὶ αὐτὸς διηγεῖται λέγων· „καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν ἐγὼ Ναβουχοδονόσορ τοὺς ὀφθαλμούς μου εἰς τὸν οὐρανὸν ἀνέλαβον, καὶ αἱ φρένες μου ἐπ’ ἐμὲ ἐπεστράφησαν καὶ τὸν ὕψιστον ηὐλόγησα καὶ τῷ ζῶντι εἰς τοὺς αἰῶνας ᾔνεσα καὶ ἐδόξασα, ὅτι ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος καὶ ἡ βασιλεία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν, καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν εἰς οὐδὲν ἐλογίσθησαν· καὶ κατὰ τὸ θέλημα αὐτοῦ ποιεῖ ἐν τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐν τῇ κατοικίᾳ τῆς γῆς· καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τῇ χειρὶ αὐτοῦ καὶ ἐρεῖ αὐτῷ· τί ἐποίησας; —αὐτῷ τῷ καιρῷ αἱ φρένες μου ἐπεστράφησαν ἐπ’ ἐμὲ καὶ εἰς τὴν τιμὴν τῆς βασιλείας μου ἦλθον· καὶ ἡ μορφή μου ἐπέστρεψεν ἐπ’ ἐμὲ καὶ οἱ τύραννοί μου καὶ οἱ μεγιστᾶνές μου ἐξεζήτουν με, καὶ ἐπὶ τὴν βασιλείαν μου ἐκραταιώθην καὶ μεγαλωσύνη περισσοτέρα προσετέθη μοι.

νῦν οὖν ἐγὼ Ναβουχοδονόσορ αἰνῶ καὶ ὑψῶ καὶ δοξάζω τὸν βασιλέα τοῦ οὐρανοῦ, ὅτι πάντα τὰ ἔργα αὐτοῦ ἀληθινὰ καὶ αἱ τρίβοι α<ὐτοῦ> κρίσεις καὶ πάντας τοὺς πορευομένους ἐν ὑπερηφανίᾳ δύναται ταπεινῶσαι“. —ἐν τῷ ἀποθέσθαι αὐτὸν τὴν ὑπερηφανίαν <τὴν πολλὴν> ἣν ἐκέκτητο καὶ ἐν τοῖς ὄρεσιν ὀδυνηθέντα ἐξομολογήσασθαι τῷ θεῷ, ἐπιγνόντα „τὴν ἐξουσίαν τὴν ἐπουράνιον“, ἀπεκατέστη πάλιν ἐπὶ τὴν ἀρχὴν τῆς βασιλείας αὐτοῦ, ἐκζητησάντων τε αὐτὸν τῶν μεγιστάνων καὶ τυράννων καὶ πάντων τῶν ὑπ’ αὐτὸν ὄντων, οἳ καὶ περισσοτέραν τιμὴν καὶ δόξαν περιέθηκαν αὐτῷ, ἵνα πληρωθῇ τὸ ἐν τῷ ὁράματι εἰρημένον· „πλὴν τὴν φυὴν τῶν ῥιζῶν τοῦ δένδρου ἐάσατε ἐν τῇ γῇ“, „ἕως οὗ γνῷ ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων καὶ ᾧ ἂν δόξῃ δώσει αὐτήν“.

Τὰ μὲν οὖν συμβάντα τῷ βασιλεῖ Ναβουχοδονόσορ τοῖς τότε καιροῖς τοιαῦτα ἦν πρὸς <νουθε>σίαν καὶ ὑπόμνησιν <πάντων τῶν> ἀνθρώπων ἀναγραφέντα, <ὡς> καὶ Δανιὴλ ἐν τοῖς εἴδε<σιν καὶ> ὁράμασιν ὄντως ταῦτα γενόμενα διηγήσατο, περὶ ὧν ἐὰν ἐπιβησώμεθα ἐπὶ τὸν τόπον, ἀμφότερα συγκρίναντες ὅμοια καὶ ἀληθῆ ταῦτα εἶναι ἐπιδείξομεν. δύο μὲν γὰρ ἐνύπνια εἶδεν Ναβουχοδονόσορ, τὸ τῆς ποικίλης εἰκόνος, ἔπειτα περὶ τοῦ δένδρου, ἅτινα Δανιὴλ μὲν συνέκρινεν, κατὰ καιρὸν δὲ καὶ πληρωθήσεται. ὁμοίως ἃ καὶ Δανιὴλ τέσσαρα θηρία θεωρεῖ ἀναβαίνοντα ἐκ τῆς θαλάσσης, ἐξ ὧν τινὰ μὲν ἤδη ἐγένοντο, τινὰ δὲ γενήσεται, ἵνα ἐπιδείξωμεν τὴν προφητείαν τοῦ Δανιὴλ ὁμοίαν τοῖς λοιποῖς καὶ ἴσην, ἐν μηδενὶ διαλλάσσουσαν, πρὸς ἀπόδειξιν τῶν ἤδη μὲν γεγονότων καὶ ὄντων καὶ αὖθις ἐσομένων. εἰ γὰρ πιστεύομεν τοῖς ἤδη γεγονόσιν ὡς ἀληθεύει, πῶς οὐχὶ καὶ ἅπαντα <τὰ> ἐρχόμενα <ἔστ>αι ἀληθῆ, ἅτινα οἱ μακάριοι προφῆται ἐσόμενα προαπήγγειλαν; κατὰ δὲ βουλὴν <θεοῦ ἰ>δί<οις> καιροῖς προκόπτ<οντα> ἅπαντα πληρωθήσεται.