Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Εἰς τὸν Δανιήλ

Ἱππόλυτος Ῥώμης

Λόγος Γ΄: Το συμπόσιο του Βαλτάσαρ και η μυστηριώδης θεία γραφή

Η βεβήλωση των ιερών σκευών στο δεσποτικό συμπόσιο, η εμφάνιση της θείας γραφής στον τοίχο, η αδυναμία των σοφών και η ερμηνεία από τον Δανιήλ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 6 από 13

Ἴδωμεν οὖν τί λέγει ἡ γραφή· „Βαλτάσαρ <ὁ> βασιλεὺς ἐποίησεν δεῖπνον μέγα τοῖς μεγιστᾶσιν αὐτοῦ χιλίοις, <καὶ> κατέναντι τούτων ὁ οἶνος, <καὶ> πίνων Βαλτάσαρ εἶπεν ἐν τῇ γεύσει τοῦ οἴνου ἐνεγκεῖν τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ ἐξήνεγκεν Ναβουχοδονόσορ ὁ πατὴρ αὐτοῦ ἐκ τοῦ ναοῦ τοῦ ἐν Ἱερουσαλήμ, καὶ πινέτωσαν ἐν αὐτοῖς ὁ βασιλεὺς καὶ οἱ μεγιστᾶνες αὐτοῦ καὶ αἱ παλλακαὶ αὐτοῦ καὶ αἱ παράκοιτοι αὐτοῦ. <καὶ ἠνέχθησαν τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ ἐξήνεγκεν Ναβουχοδονόσορ ὁ πατὴρ αὐτοῦ ἐκ τοῦ ναοῦ τοῦ θεοῦ τοῦ ἐν Ἱερουσαλήμ, καὶ ἔπινον ἐν αὐτοῖς ὁ βασιλεὺς καὶ οἱ μεγιστᾶνες αὐτοῦ καὶ αἱ παλλακαὶ αὐτοῦ καὶ αἱ παράκοιτοι αὐτοῦ.> ἔπινον οἶνον καὶ ᾔνεσαν τοὺς θεοὺς τοὺς χρυσοῦς καὶ ἀργυροῦς καὶ χαλκοῦς καὶ σιδηροῦς καὶ ξυλίνους καὶ λιθίνους. ἐν αὐτῇ τῇ ὥρᾳ ἐξῆλθον δάκτυλοι χειρὸς ἀνθρώπου καὶ ἔγραφον κατέναντι τῆς λαμπάδος ἐπὶ τῷ κονιάματι τοῦ τοίχου τοῦ οἴκου τοῦ βασιλέως, καὶ ὁ βασιλεὺς ἐθεώρει τοὺς ἀστραγάλους τῆς χει<ρὸς> τῆς γραφούσης. τότε τοῦ βασιλέως ἡ μορφὴ ἠλλοιώθη καὶ οἱ διαλογισμοὶ αὐτοῦ συνετάρασσον αὐτὸν καὶ οἱ σύνδεσμοι τῆς ὀσφύος αὐτοῦ διελύοντο καὶ τὰ γόνατα αὐτοῦ συνεκροτοῦντο.

καὶ ἐβόησεν ὁ βασιλεὺς ἐν ἰσχύϊ τοῦ εἰσαγαγεῖν μάγους Χαλδαίους γαζαρηνούς· καὶ εἶπεν τοῖς σοφοῖς Βαβυλῶνος· ὃς ἂν ἀναγνῷ τὴν γραφὴν ταύτην καὶ τὴν σύγκρισιν αὐτῆς γνωρίσῃ μοι, πορφύραν ἐνδύσεται καὶ ὁ μανιάκης ὁ χρυσοῦς ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ τρίτος ἐν τῇ βασιλείᾳ μου ἄρξει. καὶ εἰσεπορεύοντο <πάντες> οἱ σοφοὶ τοῦ βασιλέως καὶ οὐκ ἠδύναντο τὴν γραφὴν ἀναγνῶναι οὐδὲ τὴν σύγκρισιν γνωρίσαι τῷ βασιλεῖ. καὶ ὁ Βαλτάσαρ ἐταράχθη καὶ ἡ μορφὴ αὐτοῦ ἠλλοιώθη καὶ οἱ μεγιστᾶνες αὐτοῦ συνεταράσσοντο.“ Μετὰ οὖν τὴν τελευτὴν <τοῦ> Ναβουχοδονόσορ διαδέχεται τὴν βασιλείαν αὐτοῦ ὁ υἱὸς αὐτοῦ Εὐιλὰτ Μαρωδάκ, οὗ ἡ γραφὴ οὐ μέμνηται, ἤ<τοι> διὰ τὸ εὐλαβῶς αὐτὸν βεβιωκέναι, ἤτοι διὰ τὸ μηδὲν ἐπ’ αὐτῷ τεράστιον γεγενῆσθαι. οὗτος βασιλεύει ἔτη δεκαδύο, καὶ μετὰ τοῦτον ὁ ἀδελφὸς αὐτοῦ Βαλτάσαρ, περὶ οὗ νῦν ἡ γραφὴ τὴν διήγησιν ποιεῖται. οὗτος ἐν τῷ τετάρτῳ ἔτει τῆς βασιλείας αὐτοῦ „ἐποίησεν δεῖπνον μέγα τοῖς μεγιστᾶσιν αὐτοῦ χιλίοις“.

ὄντων δὲ αὐτῶν ἐν τῷ πότῳ, φυσιωθεὶς ὁ βασιλεὺς ἐκέλευσεν „τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ ἃ ἤνεγκεν Ναβουχοδονόσορ ὁ πατὴρ αὐτοῦ ἐκ τοῦ ναοῦ τοῦ ἐν Ἱερουσαλὴμ“ προσενεχθῆναι, πίνειν τε „ἐν αὐτοῖς“ τοὺς μεγιστᾶνας καὶ τὰς παλλακὰς αὐτοῦ, καὶ τὰ ὑπὸ ἑτέρων βασιλέων εἰς δόξαν καὶ τιμὴν θεῷ ἀνατεθέντα, ταῦτα ταῖς μιαραῖς χερσὶν λαμβάνοντες ἔσπενδον ἐν αὐτοῖς καὶ ᾔνουν τὰ ἄψυχα καὶ ἀκίνητα εἴδωλα. τούτου τοίνυν γεναμένου „ἐξῆλθον δάκτυλοι χειρὸς ἀνθρώπου καὶ ἔγραφον κατέναντι τῆς λαμπάδος ἐπὶ τὸ κονίαμα τοῦ τοίχου τοῦ οἴκου τοῦ βασιλέως“. ἐπὶ μὲν τοῦ Ναβουχοδονόσορ εἴρηται „ἅγιος ἀπ’ οὐρανοῦ κατέβη“, ἐνθάδε λέγει „ἐξῆλθον δάκτυλοι χειρὸς“ σημαίνουσα ἡ γραφὴ μελλήσειν αὐτὸν τὸν λόγον ἐπ’ ἐσχάτων σωματοποιεῖσθαι καὶ σχῆμα ἀνθρώπου ἀναλαμβάνειν, ἵνα μηκέτι ὡς διὰ εἴδους βλέπηται, ἀλλὰ σαρκικῶς ἄνθρωπος γενόμενος καὶ μετὰ ἀνθρώπων συναναστραφεὶς τὸ θέλημα τοῦ πατρὸς ἐπιτελέσῃ· ἐν τῷ οὖν γράψαι τὴν γραφὴν ἐν τῷ τοίχῳ, ἐσήμανεν ἡ γραφὴ ἐν τούτῳ αὐτὸν εἶναι τὸν „ἐν τῷ ὄρει“ „ἐν ταῖς πλαξὶν“ τὸν νόμον τοῦ θεοῦ ἐγχαράξαντα. ὡς ἡ γραφὴ λέγει· „καὶ ἦσαν αἱ πλάκες γεγραμμέναι δακτύλῳ θεοῦ“, καὶ „ἡ γραφὴ γραφὴ θεοῦ“ ἦν ἐγγεγραμμένη „ἐν ταῖς πλαξίν“.

οὕτως οὖν καὶ ἐνθάδε μόνῳ τῷ βασιλεῖ οἱ „δάκτυλοι τῆς χειρὸς“ ἐδείκνυντο „κατέναντι τῆς λαμπάδος“ ἀστράπτοντες, ἵνα τὰ ἐκεῖ γραφόμενα θεοῦ γραφὴ εἶναι νομισθῇ. τὸ γὰρ φῶς τῆς χειρὸς ἀντιλάμψαν τῷ φωτὶ τῆς λαμπάδος ἤμβλυνεν τὸ ταύτης φῶς, ἵνα οἱ δάκτυλοι οἱ ἐν τῷ τοίχῳ γράφοντες ὁραθῶσιν.

Οὓς ἰδὼν ὁ βασιλεὺς καὶ ἔμφοβος γενόμενος τρόμῳ τε πολλῷ συσχεθεὶς „ἐβόησεν ἐν ἰσχύϊ τοῦ εἰσαγαγεῖν μάγους Χαλδαίους γαζαρηνούς“· μὴ νοῶν, ὅτι οὐ τούτοις ἐξὸν ἦν τὰ τοῦ θεοῦ γράμματα ἀναγινώσκειν, ἀλλὰ τοῖς ἐκ παιδὸς νόμον θεοῦ ἠσκηκόσιν καὶ τὰ θεῖα γράμματα ἐκ πατέρων ἐπεγνωκόσιν. κληθέντων οὖν πάντων ἔφη πρὸς αὐτοὺς ὁ βασιλεύς· „ὃς ἂν ἀναγνῷ τὴν γραφὴν ταύτην καὶ τὴν σύγκρισιν αὐτῆς γνωρίσῃ μοι, πορφύραν ἐνδύσεται καὶ ὁ μανιάκης ὁ χρυσοῦς ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ τρίτος ἐν τῇ βασιλείᾳ μου ἄρξει. καὶ ἐπορεύοντο πάντες οἱ σοφοὶ τοῦ βασιλέως καὶ οὐκ ἠδύναντο τὴν γραφὴν ἀναγνῶναι, οὐδὲ τὴν σύγκρισιν αὐτῆς γνωρίσαι τῷ βασιλεῖ.“ πόσοι γὰρ τότε τῶν Βαβυλωνίων πολλοῖς τρόποις μηχανώμενοι ἐβούλοντό τι ξένον ῥῆμα πλάσαντες ἀρέσαι τῷ βασιλεῖ καὶ πορφύραν ἐνδύσασθαι καὶ ἐπὶ θρόνῳ τρίτῳ δοξασθῆναι; ἀλλ’ ἦν ἀποκεκρυμμένον ἀπ’ αὐτῶν τὸ ῥῆμα. ἠμβλύνθησαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν καὶ ἐπηρώθη τὰ νοήματα τῆς καρδίας αὐτῶν· „γινώσκει γὰρ <ὁ> κύριος τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶν μάταιοι“. πάντων οὖν παραιτουμένων „ἐταράχθη“ ἡ καρδία τοῦ βασιλέως „καὶ ἡ μορφὴ αὐτοῦ ἠλλοιώθη, καὶ οἱ μεγιστᾶνες αὐτοῦ συνεταράσσοντο“.

τότε δὴ ἀκούσασα „ἡ βασίλισσα“ τὸ γεγονὸς „εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ πότου καὶ εἶπεν“ τῷ βασιλεῖ· „μὴ ταρασσέτωσάν σε οἱ διαλογισμοί σου, καὶ ἡ μορφή σου μὴ ἀλλοιούσθω· ἔστιν ἀνὴρ ἐν τῇ βασιλείᾳ σου, ἐν ᾧ πνεῦμα θεοῦ, καὶ ἐν ταῖς ἡμέραις τοῦ πατρός σου γρηγόρησις καὶ σύνεσις εὑρέθη ἐν αὐτῷ· καὶ ὁ βασιλεὺς Ναβουχοδονόσορ ὁ πατήρ σου ἄρχοντα ἐπαοιδῶν, μάγων, Χαλδαίων γαζαρηνῶν κατέστησεν αὐτόν. ὅτι πνεῦμα θεοῦ περισσὸν ἐν αὐτῷ καὶ φρόνησις καὶ σύνεσις, συγκρίνων ἐνύπνια καὶ ἀναγγέλλων κρατούμενα καὶ λύων συνδέσμους, Δανιήλ· καὶ ὁ βασιλεὺς ἐπέθηκεν αὐτῷ ὄνομα Βαλτάσαρ. νῦν οὖν κληθήτω καὶ τὴν σύγκρισιν ἀναγγελεῖ σοι“.

Τίς οὖν ἡ αἰτία τοῦ τὴν βασίλισσαν εἰσελθεῖν καὶ μνείαν ποιεῖσθαι τοῦ Δανιήλ; πάντες γὰρ οἱ μεγιστᾶνες καὶ οἱ φίλοι τοῦ βασιλέως οὐκ ᾔδεσαν τοῦτον; ἢ οὐκ ἔγνωσαν τὰ ἐπὶ Ναβουχοδονόσορ συμβάντα, ὡς αὐτὸς μόνος τὰ ἐνύπνια αὐτῷ διέκρινεν, καὶ „ἄρχοντα“ ἐπὶ τοὺς σοφοὺς Βαβυλῶνος τοῦτον „κατέστησεν“; ᾔδεσαν καὶ αὐτοί, ἀλλὰ διαφθονούμενοι αὐτῷ, ἐπειδὴ σοφίᾳ ἐπουρανίῳ ἦν κεκοσμημένος, οὐκ ἠβούλοντο ἀναγγεῖλαι τῷ βασιλεῖ περὶ αὐτοῦ, ἵνα μὴ ἐλθόντος αὐτοῦ καὶ εἰπόντος τὴν γραφὴν ὕστερον αὐτοὶ καταισχυνθῶσιν. τοῦτο δὲ οὐ μόνον τότε ἐπὶ τῷ Δανιὴλ ἐγένετο, ἀλλὰ καὶ ἕως νῦν ἐπὶ πολλοῖς συμβαίνει. ἡνίκα γάρ τις ἄξιος γενάμενος χάριν παρὰ θεοῦ κτήσηται καὶ σοφώτερος τῶν ἄλλων εὑρεθῇ, εὐθέως πάντες περιβλεπόμενοι μισοῦσιν τοῦτον, διώκουσιν, ὑβρίζουσιν, ἀτιμάζουσιν, καταλαλοῦσιν, ἐξουθενοῦσιν, ἵνα ἐν τούτῳ δόξωσιν αὐτοὶ „εἶναί τι, μηδὲν“ ὄντες. τὸ ὅμοιον γὰρ καὶ ἐπὶ τοῖς προφήταις συνέβη καὶ ἐπὶ τῷ <κυρίῳ καὶ ἐπὶ τοῖς ἀ>ποστόλοις. <οὕτως καὶ ἐ>πὶ τοῦ Δανιὴλ <τὰ ἐν Βα>βυλῶνι συμβάντα νοή<σομ>εν· προκόπτουσα γὰρ ἡ γραφὴ δείξει ταῦτα οὕτως γεγενημένα.

Τότε τοίνυν ἀκούσας ὁ βασιλεὺς τὰ περὶ αὐτοῦ ἐκέλευσεν ἀχθῆναι τὸν Δανιὴλ καί φησιν πρὸς αὐτόν· „σὺ εἶ Δανιὴλ ὁ ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας, ἧς ἤγαγεν Ναβουχοδονόσορ ὁ πατήρ μου;“ „ἤκουσα περὶ σοῦ, ὅτι δύνασαι κρίματα συγκρῖναι. νῦν οὖν ἐὰν δυνηθῇς τὴν γραφὴν ταύτην ἀναγνῶναι καὶ τὴν σύγκρισιν αὐτῆς γνωρίσαι μοι, πορφύραν ἐνδύσῃ καὶ ὁ μανιάκης ὁ χρυσοῦς ἔσται ἐπὶ τὸν τράχηλόν σου, καὶ τρίτος ἐν τῇ βασιλείᾳ μου ἄρξεις“. ὁ δὲ μακάριος Δανιήλ, μὴ δώροις ἐπιγείοις χαιρόμενος, μηδὲ δόξῃ βασιλικῇ ὑπεραιρόμενος ἀπεκρίθη· „τὰ δόματά σου, βασιλεῦ, σοὶ ἔστω, καὶ τὴν δωρεὰν τοῦ οἴκου σου ἑτέ<ρῳ δός·> ἐγὼ δὲ <τὴν> γραφὴν ἀναγνώσομαι καὶ τὴν σύγκρισιν αὐτ<ῆς> γνωρίσω σοι“. καὶ οὕτως ἀρξάμενος πάντα καθεξῆς τὰ τῷ πατρὶ αὐτοῦ συμβάντα διηγήσατο τῷ βασιλεῖ, ἅμα μὲν ἐκδιδάσκων αὐτὸν τὰ γενόμενα, ἅμα δὲ καὶ συνετίζων μὴ ἀλαζονεύεσθαι μηδὲ ὑπερηφανεῖν παρὰ τὸ δέον ἐν τῇ τοῦ θεοῦ ἐξουσίᾳ ὑπάρχοντα. φησὶν οὖν πρὸς αὐτόν· „ὁ θεὸς ὁ ὕψιστος τὴν βασιλείαν καὶ τὴν μεγαλωσύνην καὶ τὴν τιμὴν καὶ τὴν δόξαν ἔδωκεν Ναβουχοδονόσορ τῷ πατρί σου. καὶ ἀπὸ τῆς μεγαλωσύνης ἧς ἔδωκεν αὐτῷ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι ἦσαν τρέμοντες καὶ φοβούμενοι ἀπὸ προσώπου αὐτοῦ. οὓς ἠβούλετο αὐτὸς ἀνῄρει καὶ οὓς ἠβούλετο αὐτὸς ἔτυπτεν καὶ οὓς ἠβούλετο αὐτὸς ὕψου <καὶ οὓς ἠβούλετο αὐτὸς ἐταπείνου>.

καὶ ὅτε ὑψώθη ἡ καρδία αὐτοῦ καὶ τὸ πνεῦμα αὐτοῦ ἐκραταιώθη τοῦ ὑπερηφανεύεσθαι, κατηνέχθη ἀπὸ τοῦ θρόνου τῆς βασιλείας <καὶ ἡ τιμὴ ἀφῃ>ρέθη ἀπ’ αὐτοῦ· καὶ <ἀπὸ> τῶν ἀνθρώπων ἐξεδιώχθη καὶ ἡ καρδία. αὐτοῦ μετὰ θηρίων ἐδόθη καὶ μετὰ ὀνάγρων ἡ κατοικία αὐτοῦ, χόρτον ὡς βοῦν ἐψώμιζον αὐτόν, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη, ἕως οὗ ἔγνω, ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων καὶ ᾧ ἂν δόξῃ δώσει αὐτήν“. καὶ ταῦτα εἰπὼν ἐπήνεγκεν τὰ ἀκόλουθα· ἅμα μὲν ἐπιπλήσσων τῷ βασιλεῖ καὶ πρόσωπον τούτου μὴ λαμβάνων, ἵνα ἀκούσας φοβηθῇ καὶ ὃ ἐποίησεν ἁμάρτημα εὐθέως ἐπιγνῷ. λέγει οὖν· „καὶ σὺ ὁ υἱὸς αὐτοῦ Βαλτάσαρ οὐκ ἐταπείνωσας τὴν καρδίαν σου κατέναντι τοῦ θεοῦ οὗ ταῦτα πάντα ἔγνως, καὶ ἐπὶ κύριον τὸν θεὸν τοῦ οὐρανοῦ ὑψώθης καὶ τὰ σκεύη τοῦ οἴκου αὐτοῦ ἤνεγκας ἐνώπιόν σου, καὶ σὺ καὶ οἱ μεγιστᾶνές σου καὶ αἱ <παλλακαί σου καὶ αἱ> παράκοιτοί σου οἶνον ἐπίνετε ἐν αὐτοῖς, καὶ τοὺς θεοὺς τοὺς χρυσοῦς καὶ ἀργυροῦς <καὶ χαλκοῦς> καὶ σιδηροῦς καὶ <ξυ>λίνους καὶ λιθίνους, <οἳ> οὐ βλέπουσιν καὶ οἳ οὐκ ἀκούουσιν <καὶ οὐ γινώσκουσιν> ᾔνεσας <καὶ> τὸν θεόν, οὗ ἡ πνοή σου ἐν χειρὶ αὐτοῦ καὶ πᾶσαι αἱ ὁδοί σου, αὐτὸν οὐκ ἐδόξασας. διὰ τοῦτο ἐκ προσώπου αὐτοῦ ἀπεστάλη ἀστράγαλος χειρὸς καὶ τὴν γραφὴν ταύτην ἔταξεν· μανὴ θεκὲλ φαρές.

τοῦτο τὸ σύγκριμα τοῦ ῥήματος· μανή, ἐμέτρησεν ὁ θεὸς τὴν βασιλείαν σου καὶ ἐπλήρωσεν αὐτήν· θεκέλ, ἐστάθη ἐν ζυγῷ καὶ εὑρέθη ὑστεροῦσα· φαρές, διῄρηται ἡ βασιλεία σου καὶ ἐδόθη Μήδοις καὶ Πέρσαις“.