Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Εἰς τὸν Δανιήλ

Ἱππόλυτος Ῥώμης

Λόγος Γ΄: Η πτώση των Χαλδαίων και ο Δανιήλ στον λάκκο των λεόντων

Η μετάβαση της εξουσίας στους Μήδους και τους Πέρσες, η συνωμοσία εναντίον του Δανιήλ, η ρίψη του στον λάκκο των λεόντων και η αγγελική του διάσωση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 7 από 13

Ὁ μὲν γὰρ βασιλεὺς ἀκούσας τὴν γραφὴν καὶ τὸ ταύτης σύγκριμα ἐλυπήθη ἐπὶ τοῖς εἰρημένοις, ἐκέλευσεν δὲ ἐνδυθῆναι „τὸν Δανιὴλ πορφύραν“ καὶ „εἶναι αὐτὸν τρίτον ἄρχοντα ἐν τῇ βασιλείᾳ. ἐν αὐτῇ τῇ νυκτὶ ἀνῃρέθη Βαλτάσαρ ὁ βασιλεὺς ὁ Χαλδαῖος, καὶ Δαρεῖος ὁ Μῆδος παρέλαβεν τὴν βασιλείαν ὢν ἐτῶν ἑξήκοντα δύο“. —τοῦ δὲ συγκρίματος, καθὼς ἡ γραφὴ περιέχει, ὑπὸ τοῦ Δανιὴλ ἐπιλυθέντος, „<ἐν> αὐτῇ τῇ νυκτὶ“ <τό τε ῥῆμα ἐπληρώθη καὶ ἡ βασιλεία τῶν Βαβυλωνίων παρῆλθεν> ἐπὶ τοὺς Μήδους, καθὼς [ἂν] ὑπὸ τοῦ Δανιὴλ εἴρηται· „καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ“ „γινώσκων τὰ ἐν τῷ σκότει, καὶ τὸ φῶς μετ’ αὐτοῦ ἐστιν“.

Παραλαβὼν οὖν Δαρεῖος ὁ ἐπικληθεὶς Ἀσουῆρος „<τὴν βασιλείαν>“ „κατέστησεν σατράπας ἑκατὸν εἴκοσι“ „καὶ ἐπάνω αὐτῶν τακτικοὺς τρεῖς, ὃς ἦν Δανιὴλ εἷς ἐξ αὐτῶν, τοῦ ἀποδιδόναι αὐτοῖς τοὺς σατράπας λόγον, ὅπως ὁ βασιλεὺς μὴ ἐνοχλῆται. καὶ ἦν Δανιὴλ ὑπὲρ αὐτούς, ὅτι πνεῦμα περισσὸν ἐν αὐτῷ, καὶ ὁ βασιλεὺς κατέστησεν αὐτὸν ἐφ’ ὅλης τῆς βασιλείας αὐτοῦ“. —ἀκούσας γὰρ τὰ περὶ αὐτοῦ Δαρεῖος ὁ Μῆδος τήν τε σοφίαν ἣν ἐκέκτητο καὶ τὸ τούτου ἐκ παιδὸς πιστόν τε καὶ εὐλαβές, κατέστησεν αὐτὸν πρωτεύειν πάντων τῶν φίλων αὐτοῦ καὶ κυριεύειν πάσης τῆς βασιλείας αὐτοῦ, ὡς ἐποίησεν ὁ Φαραώ, τῷ Ἰωσὴφ δευτέρας τιμὰς τοῦ θρόνου τῆς αὐτοῦ βασιλείας χαρισάμενος καὶ πάντας τοὺς ἄρχοντας Αἰγύπτου ὑπηκόους τούτῳ ὑποτάξας. τούτου τοίνυν γεναμένου, φθόνῳ κινηθέντες „οἱ τακτικοὶ καὶ οἱ σατράπαι ἐζήτουν πρόφασιν εὑρεῖν κατὰ Δανιήλ“, ὅπως ἀφορμήν τινα κατ’ αὐτοῦ λαβόντες κατηγορήσαντες τοῦτον ἀποκτείνωσιν· <ὅ>πως τὸ ῥητὸν πληρωθῇ, ὃ πρὸ μικροῦ εἴπαμεν, ὅτι ἐπὰν εὐλαβής τις ᾖ τὸν θεὸν φοβούμενος, ἔχων χάριν καὶ σοφίαν παρὰ θεοῦ, ὑπὸ τῶν λοιπῶν ἀνθρώπων μισεῖται, διότι καὶ αὐτοὶ τῆς αὐτῆς χάριτος οὐκ ἠξιώθησαν. οὕτως καὶ οἱ σατράπαι καὶ οἱ τακτικοὶ διὰ φθόνου ἐμίσουν τὸν Δανιήλ, ἐπειδὴ σοφώτερος καὶ πιστικώτερος πάντων ἦν.

τοῦτο γὰρ ἡ γραφὴ ἐμαρτύρησεν λέγουσα· „καὶ πᾶσαν πρόφασιν καὶ παράπτωμα καὶ ἀμπλάκημα οὐχ εὗρον κατ’ αὐτοῦ, ὅτι πιστὸς ἦν“. οὐ γὰρ μόνον τὰς τοῦ θεοῦ ἐντολὰς κατὰ τὸν νόμον ἐφύλαττεν, ἀλλὰ καὶ τὰ τοῦ βασιλέως πράγματα μετὰ πολλῆς ἐπιμελείας καὶ ἀκριβείας διέπων ἦν, ἐν μηδενὶ ῥυπαρῷ πράγματι κέρδους ὀλίγου χάριν τὴν ἑαυτοῦ καθαρὰν συνείδησιν μολῦναι βουλόμενος.

Πόσοι γὰρ τότε προσποιούμενοι ἦσαν φίλοι μὲν εἶναι τῷ Δανιήλ, τῇ δὲ καρδίᾳ τοῦτον μισοπονηροῦντες, καὶ δῶρα δι’ ἑτέρων προσώπων ὑπέπεμπον καὶ χρήματα ἱκανὰ δώσειν ἐπηγγείλαντο, τὴν τούτου ἁπλότητα πειράζειν βουλόμενοι, ὡς λοιπὸν πρόφασιν κατ’ αὐτοῦ ἐσχηκότες ἐντύχωσιν τῷ βασιλεῖ ὡς χαριζόμενον αὐτὸν τὰ τοῦ βασιλέως κτήματα, καὶ οὕτως ὡς ἐπίβουλος ἀναιρεθῇ. πάντοτε οὖν πολυμηχάνως „ἐζήτουν“ κατ’ αὐτοῦ αἰτίαν· καὶ μὴ εὑρίσκοντες ὕστερον „συνεβουλεύσαντο“ λέγοντες· „οὐχ εὑρήσομεν κατὰ Δανιὴλ πρόφασιν εἰ μὴ ἐν νομίμοις θεοῦ αὐτοῦ. τότε“ μὲν μίαν γνώμην ποιησάμενοι προσῆλθον „τῷ βασιλεῖ καὶ εἶπαν· Δαρεῖε βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι· συνεβουλεύσαντο οἱ ἐπὶ τῆς βασιλείας σου στρατηγοὶ καὶ σατράπαι, ὕπατοι καὶ τοπάρχαι, τοῦ στῆσαι στάσει βασιλικῇ καὶ ἐνισχῦσαι ὁρισμόν, ὅπως ὃς ἂν αἰτήσῃ αἴτημα παρὰ παντὸς θεοῦ καὶ ἀνθρώπου ἕως ἡμερῶν τριάκοντα, ἀλλ’ ἢ παρὰ σοῦ, βασιλεῦ, ἐμβληθήσεται εἰς τὸν λάκκον τῶν λεόντων. νῦν οὖν, βασιλεῦ, στῆσον τὸν ὁρισμὸν καὶ ἔκθες γραφήν, ὅπως μὴ ἀλλοιωθῇ τὸ δόγμα Περσῶν καὶ Μήδων.

τότε Δαρεῖος“, ἀγνοῶν τὴν τούτων κακομήχανον ἣν ἐβουλεύσαντο γνώμην, ἐκέλευσεν „γραφῆναι τὸ δόγμα“ καὶ δημοσίως τοῦτο προτεθῆναι. —καὶ γὰρ <ὕστερον> Ἀμάν, βουλόμενος ἀποκτεῖναι τὸν Μαρδοχαῖον καὶ τὸ τούτου γένος, προσελθὼν τῷ βασιλεῖ Ἀρταξέρξῃ τὰ ὅμοια συνεβουλεύσατο, ὅπως ἐκ βασιλικοῦ δόγματος τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ δωδεκάτου μηνὸς μιᾷ ἡμέρᾳ οἱ πάντες Ἰουδαῖοι ἀποκτανθῶσιν.

Ὁ μὲν οὖν „Δανιὴλ ἡνίκα ἔγνω“ τὸ γεγραμμένον, νοήσας τὴν εἰς αὐτὸν γεγενημένην ἐπιβουλὴν οὐκ ἐφοβήθη οὐδὲ ἐδειλίασεν, ἑτοίμως ἔχων βρῶμα τοῖς θηρίοις παραδοθῆναι ἢ ὑποταγῆναι τῷ προστάγματι τοῦ βασιλέως· καί τι ἔχων προκέντημα τὸ ἐπὶ τῶν τριῶν παίδων γεγενημένον, ὡς μὴ βουληθέντες τῇ εἰκόνι τοῦ βασιλέως προσκυνῆσαι ἐκ καμίνου πυρὸς διεσώθησαν. καὶ δὴ εἰσελθὼν „εἰς τὸν οἶκον αὐτοῦ“ ἤνοιξεν τὰς θυρίδας „ἐν τοῖς ὑπερῴοις κατέναντι Ἱερουσαλὴμ καὶ καιροὺς τρεῖς τῆς ἡμέρας ἦν κάμπτων ἐπὶ τὰ γόνατα αὐτοῦ καὶ προσευχόμενος καὶ ἐξομολογούμενος ἐναντίον τοῦ θεοῦ αὐτοῦ, καθὼς ἦν ποιῶν ἔμπροσθεν“.

Χρὴ οὖν ὁρᾶν τὴν εὐλάβειαν τοῦ μακαρίου Δανιήλ, πῶς εἰ καὶ ἐδόκει ἐν τοῖς βασιλικοῖς πράγμασιν ἀποσχολεῖσθαι, ἀλλὰ γοῦν τῇ προσευχῇ τὸ καθ’ ἡμέραν προσεκαρτέρει, ἀποδιδοὺς „τὰ μὲν Καίσαρος τῷ Καίσαρι, τὰ δὲ τοῦ θεοῦ τῷ θεῷ“. —ἀλλ’ ἴσως ἐρεῖ τις· τί οὖν; οὐκ ἠδύνατο τὴν μὲν ἡμέραν ἐν τῇ καρδίᾳ πρὸς τὸν θεὸν εὔχεσθαι, τὴν δὲ νύκτα ὡς ἐβούλετο ἐν τῷ οἴκῳ λαθραίως τῇ προσευχῇ σχολάζειν, ἵνα μὴ κινδυνεύσῃ; ἠδύνατο· ἀλλ’ οὐκ ἠθέλησεν. εἰ γὰρ τοῦτο <ἐ>πεποιήκει, εἶχον ἂν οἱ τακτικοὶ καὶ οἱ σατράπαι εἰπεῖν· πῶς φοβεῖται τὸν θεόν, ὁπότε τὸ δόγμα τοῦ βασιλέως ἐφοβήθη καὶ τοῖς ὑπ’ αὐτοῦ κελευσθεῖσιν ὑπετάγη; καὶ ἤμελλον μομφήν τινα καὶ ψόγον ἀπιστίας καταφέρειν κατ’ αὐτοῦ· ὑποκρίσεως γὰρ τοῦτο ἔργον ἦν, οὐ φόβου καὶ πίστεως τῆς πρὸς τὸν θεόν. καὶ διὰ τοῦτο οὐκ ἔδωκεν „ἀφορμὴν“ καταλαλίας τοῖς ἀντικειμένοις· „ᾧ γὰρ ἄν τις“ ὑποταγῇ „τούτῳ καὶ δεδούλωται“.

Οἱ γὰρ θεῷ πιστεύοντες οὐκ ὀφείλουσιν οὔτε ὑποκρίνεσθαι οὔτε τοὺς ἐπ’ ἐξουσιῶν τεταγμένους φοβεῖσθαι, χωρὶς ἐὰν μή τι κακὸν ποιήσωσιν· εἰ δὲ ἕνεκεν τῆς εἰς θεὸν πίστεως ἕτερόν τι ποιεῖν <αὐτοὺς> ἀναγκάζουσιν, ἡδέως ἀποθνήσκειν μᾶλλον ἢ ποιεῖν τὰ ὑπ’ αὐτῶν κελευόμενα. τῷ γὰρ εἰπεῖν τὸν ἀπόστολον πάσαις „ἐξουσίαις ὑπερεχούσαις“ ὑποτάσσεσθαι οὐ περὶ τούτου λέγει, ἵνα ἀρνησάμενοι τὴν πίστιν ἡμῶν καὶ τὰ ὑπὸ <τοῦ> θεοῦ προστεταγμένα ἅπερ οἱ ἄνθρωποι κελεύουσιν ταῦτα καὶ ποιῶμεν, ἀλλὰ φοβουμένους τὰς ἐξουσίας μηδὲν κακὸν πράσσειν, ἵνα μὴ ὑπ’ αὐτῶν ὡς κακοποιοὶ κολασθῶμεν. καὶ διὰ τοῦτο λέγει· „θεοῦ διάκονός ἐστιν ὁ ἔκδικος“ τοῖς „τὸ κακὸν“ πράσσουσιν. τί; „θέλεις μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς“. „ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῇ τὴν μάχαιραν φορεῖ“. ὥστε κατὰ τοῦτο εἶπεν ὑποτάσσεσθαι τῷ ὁσίως καὶ εὐλαβῶς ἐν τῷ νῦν βίῳ ζῆν, πρὸ ὀφθαλμῶν ἔχοντας τὸν τῆς μαχαίρας κίνδυνον. οἱ μὲν οὖν ἀπόστολοι κωλυόμενοι ὑπὸ τῶν ἀρχόντων καὶ γραμματέων τὸν λόγον λαλεῖν οὐκ ἐπαύοντο, πειθαρχοῦντες „θεῷ μᾶλλον ἢ ἀνθρώποις“, καὶ διὰ τοῦτο ἀγανακτήσαντες „ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ“· ἀλλ’ ὁ „ἄγγελος διὰ νυκτὸς“ „ἐξαγαγὼν αὐτοὺς εἶπεν“· πορευθέντες „λαλεῖτε“ „τὰ ῥήματα τῆς ζωῆς ταύτης“.

Οὕτως οὖν καὶ ὁ Δανιήλ, κωλυόμενος προσεύχεσθαι, τῷ δόγματι τοῦ βασιλέως οὐχ ὑπετάγη, ἵνα μὴ δόξαν θεοῦ θῇ ὑποκάτω δόξης ἀνθρώπων. εἰ γὰρ διὰ θεόν τις ἀποθνήσκει, χαίρεσθαι ὀφείλει ἐπὶ τούτῳ ζωὴν αἰώνιον εὑρών. <δεῖ ο>ὖ<ν> τοὺς εὖ ἐπι<πόν>ους <ἁγ>νῶ<ς κ>αὶ με<τὰ> φόβου ἐν τῷ κόσμῳ τούτῳ <ζ>ῶ<ν>τας, μηδεμίαν ἀφορμὴν διδόναι τοῖς ζητοῦσιν ἀφορμήν, ἵνα ἐν τούτῳ αὐτοὶ μᾶλλον καταισχύνωνται· ὃν τρόπον καὶ „οἱ τακτικοὶ ἐζήτουν“ τότε „κατὰ Δανιὴλ“ ἀφορμὴν „εὑρεῖν“ καὶ οὐχ ηὕρισκον, „ὅτι πιστὸς ἦν“. εἰ δέ τινες βιάζονται τὸν θεὸν μὴ σέβειν μηδὲ αἰτεῖσθαι παρ’ αὐτοῦ, θάνατον ἡμῖν ἀπειλοῦντες, ἥδιστον μᾶλλον ἀποθνήσκειν ἢ ποιεῖν τὰ ὑπὸ τούτων κελευόμενα. „τίς“ γὰρ „ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ; θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ κίνδυνος ἢ μάχαιρα;“ καὶ διὰ τοῦτο ὁ μακάριος Δανιὴλ τὸν θεὸν μᾶλλον φοβηθεὶς καὶ παραδοὺς ἑαυτὸν τῷ θανάτῳ ὑπὸ τοῦ ἀγγέλου ἐκ τῶν λεόντων διεσώθη. εἰ γὰρ εὐλαβηθεὶς τὸ δόγμα ἡσύχασεν ἐν ταῖς τριάκοντα ἡμέραις, οὐκέτι ἡ τούτου πίστις πρὸς τὸν θεὸν <ἁ>γν<ὴ ἂν ἦν>· „οὐδεὶς“ γὰρ „δύναται δυσὶν κυρί<οις δουλ>εύειν“. τοῦ γὰρ διαβόλου ἀεὶ ἡ τέχνη τοιαύτη γεγένηται εἰς τὸ διώκειν καὶ θλίβειν καὶ καταπονεῖν τοὺς ἁγίους, ἵνα μὴ ἐπαίρωσιν προσευχόμενοι „χεῖρας ὁσίους“ τῷ θεῷ, εἰδὼς ὅτι ἡ τῶν ἁγίων προσευχὴ τῷ μὲν κόσμῳ εἰρήνην παρέχει, τῷ δὲ πονηρῷ κόλασιν.

ὥσπερ καὶ ἐν τῇ ἐρήμῳ, „ἡνίκα ἂν ἐπῆρεν τὰς χεῖρας Μωϋσῆς, ὑπερίσχυσεν ὁ Ἰσραήλ, ἡνίκα δ’ ἂν κατέθηκεν, ὑπερίσχυσεν Ἀμαλήκ“. ὥσπερ τοῦτο ἕως νῦν γίνεται καὶ ἐφ’ ἡμῖν πληροῦται. ἡνίκα γὰρ ἂν παυσώμεθα προσευχόμενοι, ὑπερισχύει καθ’ ἡμῶν ὁ ἀντικείμενος, ἡνίκα δὲ τῇ προσευχῇ προσκαρτεροῦμεν, κεκατάργηται ἡ τοῦ πονηροῦ δύναμις καὶ ἐξουσία.

Οὕτως οὖν καὶ ἐν τοῖς τακτικοῖς καὶ σατράπαις ἐνήργησεν τότε, ἵνα τὸ ἴδιον θέλημα δι’ αὐτῶν ἐπιτελέσ<ῃ καὶ τ>ὸν μα<κάρι>ον Δανιὴλ εἰς <τ>ὸν λάκκον ἐμβάλῃ τῶν λεόντων. ὃν [καὶ] παρατηρησάμενοι καὶ ἰδόντες αὐτὸν τρεῖς τῆς ἡμέρας καιροὺς προσευχόμενον προσῆλθον λέγοντες „τῷ βασιλεῖ“· Δαρεῖε „βασιλεῦ· οὐχὶ ὁρισμὸν ἔταξας ὅπως πᾶς ἄνθρωπος ὃς ἂν αἰτήσῃ παρὰ παντὸς θεοῦ καὶ ἀνθρώπου αἴτημα ἕως ἡμερῶν τριάκοντα ἀλλ’ ἢ παρὰ σοῦ, βασιλεῦ, ἐμβληθήσεται εἰς τὸν λάκκον τῶν λεόντων;“ ὁ δὲ εἶπεν· „ἀληθινὸς ὁ λόγος καὶ τὸ δόγμα Μήδων καὶ Περσῶν οὐ παρελεύσεται“. οἱ δὲ πρὸς αὐτόν· ἰδού, „Δανιὴλ ὁ ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας οὐχ ὑπετάγη τῷ δόγματί σου, καὶ καιροὺς τρεῖς τῆς ἡμέρας αἰτεῖ παρὰ τοῦ θεοῦ αὐτοῦ τὰ αἰτήματα αὐτοῦ. τότε ὁ βασιλεὺς τὸ ῥῆμα ὡς ἤκουσεν πολὺ ἐλυπήθη ἐπ’ αὐτῷ καὶ περὶ τοῦ Δανιὴλ ἠγωνίσατο τοῦ ἐξελέσθαι αὐτόν“. ἐπιγνοὺς γὰρ τὴν τούτων μηχανήν, ὡς ἐχθραίνοντες τῷ Δανιήλ, ἅτε δὴ καὶ σοφωτέρῳ καὶ ἐνδοξοτέρῳ παρὰ πάντας αὐτοὺς ὄντι, ταύτην τὴν ἐπιβουλὴν κατ’ αὐτοῦ συνέθεντο, δόλῳ τοῦτον τοῖς θηρίοις παραδοῦναι θελήσαντες, διεκρίνετο πρὸς τοὺς σατράπας, εἰ δύναιτο ἐξαιτησάμενος τοῦτον ἀπὸ τοῦ κινδύνου διασῶσαι.

ἀλλ’ ἵνα μὴ ὑπὸ ἀνθρώπου ῥυσθῇ καὶ βασιλέως χάρις εἶναι νομισθῇ, ἔργον δὲ μᾶλλον θεοῦ ἐπ’ αὐτὸν τελούμενον φανῇ, ἑσπέρας ἤδη οὔσης καὶ τοῦ βασιλέως πρὸς τοὺς σατράπας ὑπὲρ αὐτοῦ διαλεγομένου ἔφασαν λέγοντες· „γνῶθι, βασιλεῦ, ὅτι τὸ δόγμα Μήδοις καὶ Πέρσαις τοῦ πάντα ὁρισμὸν καὶ στάσιν ἣν ἂν ὁ βασιλεὺς στήσῃ οὐ δεῖ παραλλάξαι“, ἐν τούτῳ τῷ λόγῳ δυσωπῆσαι τὸν βασιλέα βουλόμενοι, ὡς εἰ μὴ τὸ ὑπ’ αὐτοῦ ὁρισθὲν δόγμα κύριον καὶ βέβαιον γενηθῇ, καὶ τὰ λοιπὰ τὰ ὑπ’ αὐτοῦ ὁριζόμενα ἄκυρα εἶναι νομισθήσεται.

Διὰ ποίαν οὖν αἰτίαν μόνου τοῦ Δανιὴλ οἱ σατράπαι κατηγόρησαν; πάντως γὰρ καὶ οἱ τρεῖς παῖδες ἦσαν σὺν αὐτῷ προσευχόμενοι· εἰ γὰρ τῷ τοῦ Ναβουχοδονόσορ προστάγματι οὐχ ὑπήκουσαν, πολλῷ μᾶλλον τῷ τοῦ Δαρείου δόγματι. αἰτία δὲ ἥδε· ἐπειδὴ γὰρ τότε ἐπὶ τοῖς χρόνοις Ναβουχοδονόσορ, παρόντος μὲν τοῦ Δανιήλ, οἱ Χαλδαῖοι οὐδενὸς ἑτέρου κατηγόρησαν, εἰ μὴ μόνον τῶν τριῶν παίδων· αὐτοῖς γὰρ τὸ μαρτύριον ἀπέκειτο. οὕτως νῦν ἐπὶ τοῖς καιροῖς Δαρείου τοῦ Δανιὴλ μόνου κατηγόρησαν· αὐτοῦ γὰρ ἡ κλῆσις ἦν. κατὰ γὰρ καιροὺς θεῷ ἄνθρωπος οὐ λείπει, ἵνα δι’ αὐτῶν δοξασθῇ· ὡς ὁ προφήτης λέγει· ὁ ποιῶν „τοὺς κόσμους αὐτοῦ“ κατὰ τὸν ἕνα „ἐπ’ ὀνόματι“ αὐτῶν „καλέσει“ αὐτούς.

Τότε τοίνυν μὴ δυνάμενος Δαρεῖος ἐπὶ πλεῖον ἀντιλέγειν τοῖς σατράπαις εἶπεν ἀχθῆναι „τὸν Δανιήλ, καὶ ἐνέβαλον αὐτὸν εἰς τὸν λάκκον τῶν λεόντων“. καὶ ἀποκριθεὶς „ὁ βασιλεὺς εἶπεν“ αὐτῷ· „ὁ θεός σου, ᾧ σὺ λατρεύεις ἐνδελεχῶς, αὐτὸς ἐξελεῖταί σε“, εὐθυμεῖν τοῦτον προτρεπόμενος· ἐπειδὴ γὰρ ἐγὼ μὲν βουληθεὶς οὐκ ἠδυνήθην καίτοι βασιλεὺς ὤν, „ὁ θεὸς ᾧ σὺ λατρεύεις, αὐτὸς ἐξελεῖταί σε“, ἵνα „τὰ παρὰ ἀνθρώποις ἀδύνατα παρὰ τῷ θεῷ δυνατὰ εἶναι“ δειχθῇ. „καὶ ἤνεγκαν λίθον καὶ ἐπέθηκαν ἐπὶ τὸ στόμα τοῦ λάκκου, καὶ ἐσφραγίσατο ὁ βασιλεὺς ἐν τῷ δακτυλίῳ αὐτοῦ“, „ὅπως μὴ ἀλλοιωθῇ πρᾶγμα ἐν τῷ Δανιήλ“. καὶ τοῦτο δὲ κακοηθείας ἔργον ἦν· εὐλαβούμενοι γὰρ οἱ σατράπαι, μήπως λάθρα ὁ βασιλεὺς κελεύσῃ τοῦτον ἐκ τοῦ λάκκου ἀνασπασθῆναι, ἠξίωσαν σφραγισθῆναι τὸν λίθον. ὃν τρόπον καὶ οἱ τῶν Φαρισαίων ἄρχοντες ἐποίησαν ἐπὶ τῷ σωτῆρι „σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας“.

Τούτου τοίνυν γενομένου „ἀπῆλθεν ὁ βασιλεὺς εἰς τὸν οἶκον αὐτοῦ καὶ ἐκοιμήθη ἄδειπνος καὶ ἐδέσματα οὐκ εἰσήνεγκαν αὐτῷ καὶ ὁ ὕπνος ἀπέστη ἀπ’ αὐτοῦ“. —πόσον ποιεῖ ἀνὴρ δίκαιος τὸν θεὸν φοβούμενος, ἵνα λυπηθεὶς ἐπ’ αὐτῷ ὁ βασιλεὺς μηδὲ τροφὴν προσενέγκηται. καὶ οἱ μὲν σατράπαι δι’ ὅλης τῆς νυκτὸς εὐφραίνοντο, ὡς βραβεῖον κατὰ Δανιὴλ λαβόντες, ὁ δὲ βασιλεὺς δι’ ὅλης τῆς νυκτὸς ἀγρυπνῶν ἐπένθει, τοιοῦτον ἄνδρα ἀδίκως ἀπολέσας, εὐλαβούμενος μήπως δι’ αὐτὸν καὶ αὐτὸς κινδυνεύσῃ. οὐ γὰρ ἔλαθεν τοῦτον τὰ τῷ Ναβουχοδονόσορ συμβάντα καὶ τὰ ἐπὶ τοῦ Βαλτάσαρ γενόμενα, τοῦ μὲν ἐκ τῆς βασιλείας ἐκδιωχθέντος τοῦ δὲ διὰ τὰ σκεύη τὰ ἅγια „αὐτῇ τῇ νυκτὶ“ ἀναιρεθέντος. „τότε“ τοίνυν „ἀνέστη πρωῒ ἐν φωτὶ καὶ ἐν σπουδῇ ἦλθεν εἰς τὸν λάκκον τῶν λεόντων“, καὶ φωνήσας „ἰσχυρᾷ φωνῇ“ εἶπεν· „Δανιήλ, ὁ δοῦλος τοῦ θεοῦ τοῦ ζῶντος, ὁ θεός σου, ᾧ σὺ λατρεύεις ἐνδελεχῶς, εἰ ἠδυνήθη ἐξελέσθαι σε ἐκ στόματος τῶν λεόντων;“ πόθεν οὖν κινηθεὶς τοῦτο τὸ ῥῆμα ἐφθέγξατο ὁ βασιλεύς, εἰ μὴ ὅτι ἠκηκόει τὰ ἐπὶ τῶν παίδων συμβάντα, οἳ μὴ θελήσαντες τῷ προστάγματι τοῦ βασιλέως ὑποταγῆναι ἐκ καμίνου πυρὸς διεσώθησαν; ...

τὸ ὅμοιον ἐπ’ αὐτῷ συμβήσεται, ἀνθ’ ὧν τὸν μὲν θεὸν ἐφοβήθη, τὸ δὲ „δόγμα Μήδων καὶ Περσῶν“ ἐξουδένωσεν. „Καὶ εἶπεν Δανιὴλ τῷ βασιλεῖ“· „ὁ θεός μου ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ καὶ ἐνέφραξεν τὰ στόματα τῶν λεόντων καὶ οὐκ ἐλυμήναντό με, ὅτι κατενώπιον αὐτοῦ εὐθύτης εὑρέθη μοι καὶ ἐνώπιον δὲ σοῦ, βασιλεῦ, παράπτωμα οὐκ ἐποίησα“. —πόσον ποιεῖ πεποίθησιν πρὸς θεὸν ἔχειν μᾶλλον ἢ πρὸς ἀνθρώπους. ἄνθρωποι μὲν γὰρ ἀπελπίζουσιν καὶ θανάτῳ παραδιδόασιν, ὁ δὲ θεὸς τοὺς δούλους αὐτοῦ „οὐκ ἐγκαταλείπει“. διὰ τοῦτο ὁ ψαλμῳδὸς διδάσκει λέγων· „ἀγαθὸν πεποιθέναι ἐπὶ κύριον ἢ πεποιθέναι ἐπ’ ἄνθρωπον· ἀγαθὸν ἐλπίζειν ἐπὶ κύριον ἢ ἐλπίζειν ἐπ’ ἄρχουσιν“. τότε τοίνυν τοῦ ἀγγέλου ἐν τῷ λάκκῳ φανέντος τὰ μὲν θηρία τὰ ἄγρια ἡμερώθη καὶ τούτῳ τὰς οὐρὰς σαίνοντες <οἱ λέοντες> προσέχαιρον ὡς νέῳ Ἀδὰμ ὑποτασσόμενοι· λείχοντες μὲν τοὺς τοῦ Δανιὴλ ἁγίους πόδας καὶ πρὸς τὰ ἴχνη τῶν τούτου ποδῶν ἐκυλίοντο πατεῖσθαι καὶ αὐτοὶ ὑπ’ αὐτοῦ ἐπιθυμοῦντες. εἰ γὰρ πιστεύομεν, ὅτι Παύλου εἰς θηρία κατακριθέντος ἀφεθεὶς ἐπ’ αὐτὸν ὁ λέων εἰς τοὺς τούτου πόδας ἀναπεσὼν περιέλειχεν αὐτόν, πῶς οὐχὶ καὶ τὰ ἐπὶ τοῦ Δανιὴλ γενόμενα πιστεύσομεν, ἅπερ καὶ αὐτὸς Δαρεῖος πᾶσιν [τοῦτο] διὰ γραμμάτων ἀποστείλας διηγήσατο;

καὶ ἐν ταῖς Περσῶν καὶ Μήδων βίβλοις ταῦτα ὄντως ἕως σήμερον ἀναγέγραπται, ἵνα μὴ μόνον Ἑβραῖοι, μηδὲ μόνοι Βαβυλώνιοι, ἀλλὰ καὶ Μῆδοι καὶ Πέρσαι καὶ πάντα τὰ ἔθνη τὰ ὑπὸ τὸν οὐρανὸν οἰκοῦντα ἀκούσαντες τὰ γενόμενα καὶ αὐτοὶ τὸν θεὸν φοβηθῶσιν. ὡς καὶ τότε Δαρεῖος ἀκούσας τὴν τοῦ Δανιὴλ φωνὴν καταπλαγεὶς ἐθαύμασεν, καὶ ἐκέλευσεν ἀποκυλισθῆναι τὸν λίθον καὶ εἶδεν τὸν Δανιὴλ ἐν μέσῳ τῶν λεόντων καθήμενον καὶ ταῖς ἰδίαις χερσὶν τὴν τούτων κόμην καταψήχοντα. καὶ δὴ συγκαλεσάμενος ἅπαντας, ἐπέδειξεν αὐτοῖς τὸ τεράστιον θέαμα, θῆρας ἀγρίους ὑπὸ ἀνδρὸς ἡμερωμένους καὶ ἐν ταῖς τούτου χερσὶν θαλπομένους. ἀναχθέντος τοίνυν τοῦ Δανιὴλ „ἐκ τοῦ λάκκου, πᾶσα διαφθορὰ οὐχ εὑρέθη ἐν αὐτῷ, ὅτι ἐπίστευσεν ἐν τῷ θεῷ αὐτοῦ“.

Τότε „εἶπεν ὁ βασιλεύς, καὶ ἤγαγον τοὺς ἄνδρας τοὺς ἐνδιαβαλόντας τὸν Δανιὴλ καὶ εἰς τὸν λάκκον τῶν λεόντων ἐνεβλήθησαν αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν, καὶ οὐκ ἔφθασαν εἰς τὸ ἔδαφος τοῦ λάκκου, ἕως οὗ ἐκυρίευσαν αὐτῶν οἱ λέοντες καὶ πάντα τὰ ὀστᾶ αὐτῶν ἐλέπτυναν“. οἱ οὖν πεποιθότες ἐπὶ ἀνθρώπῳ βασιλεῖ καὶ „τῷ πλησίον βόθρον“ ὀρύξαντες αὐτοὶ „εἰς αὐτὸν ἐμπεσοῦνται“ εἰς ἀπώλειαν. ὡς καὶ τότε ἐπὶ τοῖς τρισὶν παισὶν συνέβη· τῶν μὲν ἐν τῇ καμίνῳ ὄντων πῦρ οὐκ ἐκυρίευσεν, τοὺς δὲ ἔξω τῶν Χαλδαίων διοδεῦσαν κατέφλεξεν. δικαίως γὰρ οἱ τοῦ θεοῦ ὀφθαλμοὶ ἀξίαν τὴν κρίσιν τοῖς ἀνθρώποις ἀπονέμουσιν.

ὡς καὶ τῷ Ἀμὰν μεταξὺ συνέβη, βουληθέντι τὸν Μαρδοχαῖον καὶ τὸ τούτου γένος μιᾷ ἡμέρᾳ διολέσαι· „πεντήκοντα πήχεων ξύλον“ τούτῳ ἑτοιμάσας, αὐτὸς πανοικεὶ ἐν αὐτῷ „ἐκρεμάσθη“. <νῦν οἱ κατηγορή>σαντες τοῦ Δανιὴλ καὶ θηρίοις βρ<ῶ>μα τοῦτον παραδόντες αὐτοὶ ὑπὸ τῶν λεόντων διεφθάρησαν. „Τότε Δαρεῖος ἐπέγραψεν <πᾶσιν τοῖς λαοῖς> φυλαῖς γλώσσαις τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ“, εἰρήνην πᾶσιν καταγγέλλων καὶ διὰ τοῦ τότε προτεθέντος ὑπ’ αὐτοῦ [τοῦ] δόγματος τὸν θεὸν αὐτοὺς σέβειν ἀναγκάζων, καθὼς λέγει· „ἐκ προσώπου <μου> ἐτέθη δόγμα ἐν πάσῃ ἀρχῇ τῆς βασιλείας μου εἶναι τρέμοντας καὶ φοβουμένους ἀπὸ προσώπου τοῦ θεοῦ Δανιήλ, ὅτι αὐτός ἐστιν θεὸς ζῶν καὶ μένων εἰς τοὺς αἰῶνας καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται καὶ ἡ κυρεία αὐτοῦ ἕως τέλους· ἀντιλαμβάνεται καὶ ῥύεται καὶ ποιεῖ τέρατα καὶ σημεῖα ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· ὅστις ἐξείλετο τὸν Δανιὴλ ἐκ χειρὸς τῶν λεόντων“.

ἰδὲ σύ· σήμερον Βαβυλών ἐστιν ὁ κόσμος, σατράπαι δὲ τούτου αἱ ἐξουσίαι, Δαρεῖος δὲ ὁ τούτων βασιλεύς, λάκκος <ὁ Ἅιδης, λέοντες δὲ οἱ ἄγγελοι> κολ<α>σταί. <τὸν οὖν μα>κάριον Δα<ν>ι<ὴλ> μίμησαι, τοὺς σατρά<πας μὴ> φοβηθεὶς καὶ <ἀν>θ<ρ>ωπίνῳ δόγματι μὴ ὑποταγείς, ἵνα βληθεὶς „εἰς τὸν λάκκον τῶν λεόντων“ ὑπὸ τοῦ ἀγγέλου φρουρηθῇς καὶ τοὺς θῆρας ἡμερώσῃς καὶ ὑπ’ αὐτῶν ὡς δοῦλος θεοῦ προσκυνηθῇς καὶ „διαφθορὰ“ ἐν σοὶ μὴ εὑρεθῇ, ἀλλὰ ζῶν „ἐκ τοῦ λάκκου“ ἀνενεχθῇς καὶ τῆς ἀναστάσεως κοινωνὸς εὑρεθῇς καὶ τῶν ἐχθρῶν σου κυριεύσῃς καὶ τῷ ἀεὶ ζῶντι θεῷ εὐχαριστήσῃς. —αὐτῷ γὰρ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων. ἀμήν.