Ἔργον
Ἱππόλυτος Ῥώμης – Εἰς τὸν Δανιήλ
Λόγος Δ΄: Το όραμα των τεσσάρων θηρίων
Η έναρξη του τέταρτου λόγου με το όραμα των τεσσάρων θηρίων, η ταύτισή τους με τις ιστορικές αυτοκρατορίες και η αντικατάστασή τους από την αιώνια βασιλεία του Θεού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος Δ΄: Το όραμα των τεσσάρων θηρίων
Η έναρξη του τέταρτου λόγου με το όραμα των τεσσάρων θηρίων, η ταύτισή τους με τις ιστορικές αυτοκρατορίες και η αντικατάστασή τους από την αιώνια βασιλεία του Θεού.
ΛΟΓΟΣ Δ Περὶ ὁράσεως τοῦ προφήτου Δανιήλ „Ἐν τῷ πρώτῳ ἔτει Βαλτάσαρ βασιλέως Χαλδαίων Δανιὴλ ἐνύπνιον εἶδεν, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ, καὶ τὸ ἐνύπνιον ἔγραψεν.“ ὅσα μὲν οὖν ὑπὸ τοῦ πνεύματος δι’ ὁραμάτων ἀπεκαλύφθη τῷ μακαρίῳ προφήτῃ, ταῦτα καὶ ἑτέροις ἀφθόνως διηγήσατο, ἵνα μὴ μόνον αὐτὸς ἑαυτῷ προφητεύων τὰ μέλλοντα φανῇ, ἀλλὰ καὶ ἑτέροις τοῖς βουλομένοις μετὰ πίστεως ἐρευνᾶν τὰς θείας γραφὰς προφήτης ἀποδειχθῇ. λέγει γοῦν· „ἐγὼ Δανιὴλ ἐθεώρουν, καὶ ἰδοὺ οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ προσέβαλλον εἰς τὴν θάλασσαν τὴν μεγάλην, καὶ τέσσαρα θηρία μεγάλα ἀνέβαινον ἐκ τῆς θαλάσσης διαφέροντα ἀλλήλοις· τὸ πρῶτον ὡσεὶ λέαινα καὶ πτερὰ αὐτῇ ὡσεὶ ἀετοῦ. ἐθεώρουν ἕως οὗ ἐξετίλη τὰ πτερὰ αὐτῆς, καὶ ἐξήρθη ἀπὸ τῆς γῆς, καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη, καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῇ. καὶ ἰδοὺ θηρίον δεύτερον ὅμοιον ἄρκῳ, καὶ εἰς μέρος ἓν ἐστάθη καὶ τρία πλευρὰ ἐν τῷ στόματι αὐτῆς ἀνὰ μέσον τῶν ὀδόντων αὐτῆς, καὶ οὕτως ἔλεγον αὐτῇ· ἀνάστηθι, φάγε σάρκας πολλάς. ὀπίσω τούτου ἐθεώρουν, καὶ ἰδοὺ ἕτερον θηρίον ὡσεὶ πάρδαλις, καὶ αὐτῇ πτερὰ τέσσαρα πετεινοῦ ὑπεράνω αὐτῆς καὶ τέσσαρες κεφαλαὶ τῷ θηρίῳ, καὶ ἐξουσία ἐδόθη αὐτῇ. [
ὀπίσω τούτου ἐθεώρουν, καὶ ἰδοὺ θηρίον τέταρτον φοβερὸν καὶ ἔκθαμβον καὶ ἰσχυρὸν περισσῶς· οἱ ὀδόντες αὐτοῦ σιδηροῖ καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ, ἐσθίον καὶ λεπτῦνον, καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει. καὶ αὐτὸ διαφέρον περισσῶς παρὰ πάντα τὰ θηρία τὰ ἔμπροσθεν αὐτοῦ, καὶ κέρατα δέκα αὐτῷ. προσενόουν τοῖς κέρασιν αὐτοῦ, καὶ ἰδοὺ κέρας ἕτερον μικρὸν ἀνέβη ἐν μέσῳ αὐτῶν, καὶ τρία κέρατα τῶν ἔμπροσθεν αὐτοῦ ἐξερριζώθη ἀπὸ προσώπου αὐτοῦ· καὶ ἰδοὺ ὀφθαλμοὶ ὡσεὶ ὀφθαλμοὶ ἀνθρώπου ἐν τῷ κέρατι τούτῳ καὶ στόμα λαλοῦν μεγάλα. ἐθεώρουν ἕως ὅτε θρόνοι ἐτέθησαν, καὶ ὁ παλαιὸς τῶν ἡμερῶν ἐκάθισεν, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιὼν καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν. ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ. χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ. κριτήριον ἐκάθισεν καὶ βίβλοι ἠνεῴχθησαν. ἐθεώρουν τότε ἀπὸ φωνῆς τῶν λόγων τῶν μεγάλων, ὧν τὸ κέρας ἐκεῖνο ἐλάλει, ἕως ἀνῃρέθη τὸ θηρίον καὶ ἀπώλετο καὶ τὸ σῶμα αὐτοῦ ἐδόθη εἰς καῦσιν πυρός· καὶ τῶν λοιπῶν θηρίων ἡ ἀρχὴ μετεστάθη, καὶ μακρότης ζωῆς ἐδόθη αὐτοῖς ἕως καιροῦ.“]
Ἐπεὶ οὖν διάφορα θηρία ἐπεδείχθη τῷ μακαρίῳ Δανιὴλ [τῷ προφήτῃ] καὶ ταῦτα ἀλλήλων διαφέροντα, δεῖ νοῆσαι ἡμᾶς, ὅτι οὐ περὶ θηρίων τινῶν διαλέγεται, ἀλλ’ ἐν τύπῳ καὶ εἰκόνι δείκνυσιν τὰς ἐν τῷ κόσμῳ τούτῳ ἐπαναστάσας βασιλείας, ὥσπερ θηρία διαφθείροντα τὴν ἀνθρωπότητα. „τὴν γὰρ θάλασσαν τὴν μεγάλην“ τὸν σύμπαντα κόσμον λέγει, „τέσσαρας δὲ ἀνέμους τοῦ οὐρανοῦ“ τὴν τετραπέρατον κτίσιν σημαίνει. τὸ οὖν εἰπεῖν· εἶδον „τέσσαρα θηρία“ ἀναβαίνοντα „ἐκ τῆς θαλάσσης“, τὰς βασιλείας λέγει τοῦ κόσμου τούτου. „τὸ“ μὲν „πρῶτον ὡσεὶ λέαινα καὶ πτερὰ αὐτῇ ὡσεὶ ἀετοῦ“. λέαιναν οὖν εἰπὼν τὴν τῶν Βαβυλωνίων βασιλείαν ὀνομάζει, ἧς ἦρξεν τότε Ναβουχοδονόσορ. τὸ δὲ εἰπεῖν „πτερὰ αὐτῇ ὡσεὶ ἀετοῦ“, ὅτι ὑψώθη ὁ βασιλεὺς καὶ κατὰ τοῦ θεοῦ ἐπήρθη φυσιωθεὶς τῇ καρδίᾳ διὰ τὸ μέγαν καὶ ἔνδοξον αὐτὸν γεγενῆσθαι. ἔπειτα λέγει· „ἐξετίλη τὰ πτερὰ αὐτῆς, καὶ ἐξήρθη ἀπὸ τῆς γῆς καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῇ“. τοῦτο γὰρ ὄντως ἐπὶ τοῦ Ναβουχοδονόσορ συνέβη, καθὼς ἐν τῇ πρὸ ταύτης βίβλῳ σεσήμανται, καὶ αὐτὸς δὲ τοῦτο οὕτως ἐπ’ αὐτῷ γεγενῆσθαι μαρτυρεῖ, ὡς ἐξεδιώχθη ἀπὸ τῆς βασιλείας αὐτοῦ καὶ ἀφῃρέθη ἀπ’ αὐτοῦ ἡ δόξα καὶ ἡ μεγαλωσύνη ἣν ἐκέκτητο τὸ πρότερον.
ὥσπερ οὖν παντὸς ὀρνέου ἐπὰν ἐκτιλῇ τὰ πτερὰ ἀδυνατεῖ καὶ εὐάλωτον γίνεται, οὕτως καὶ τότε τοῦ βασιλέως ἀπέστησαν αἱ δυνάμεις, δι’ ὧν ἐδόκει καυχᾶσθαι καὶ ὑψηλοφρονεῖν, οὓς φοβηθεὶς τότε ἔφυγεν εἰς τὴν ἔρημον, ἵνα μὴ ὑπ’ αὐτῶν ἀναιρεθῇ. τὸ οὖν εἰπεῖν „ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῇ“, τοῦτο δηλοῖ, ὅτι ταπεινοφρονήσας Ναβουχοδονόσορ καὶ ἐπιγνοὺς ἑαυτὸν ὅτι ἄνθρωπός ἐστιν ὑπὸ τὴν τοῦ θεοῦ ἐξουσίαν κείμενος, δεηθεὶς τοῦ κυρίου ἔτυχεν τῆς παρ’ αὐτοῦ εὐσπλαγχνίας, πάλιν εἰς τὴν αὐτοῦ βασιλείαν καὶ δόξαν ἀποκατασταθείς. καθὼς αὐτὸς μαρτυρεῖ λέγων· „καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν ἐκείνων ἐγὼ Ναβουχοδονόσορ τοὺς ὀφθαλμούς μου εἰς τὸν οὐρανὸν ἀνέλαβον, καὶ αἱ φρένες μου ἐπ’ ἐμὲ ἐπεστράφησαν, καὶ τῷ ὑψίστῳ ηὐλόγησα καὶ τῷ ζῶντι εἰς τοὺς αἰῶνας ᾔνεσα καὶ ἐδόξασα, ὅτι ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος καὶ ἡ βασιλεία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν, καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν εἰς οὐδὲν ἐλογίσθησαν καὶ ὡς οὐδὲν εἰσίν“.
Τούτων οὕτως συμβάντων τοῖς τότε καιροῖς τῷ Ναβουχοδονόσορ, καθὼς ὁ μακάριος Δανιὴλ ἐν τῷ ὁράματι ἡμῖν ἐδήλωσεν, καὶ αὐτὸς δὲ ὁ βασιλεὺς οὕτως τοῦτο ὡμολόγησεν, καὶ παυσαμένης τῆς τούτου ἀρχῆς ἐπὶ τοῦ Βαλτάσαρ, ἡνίκα αὐτὸς μὲν διὰ τὸ ἔργον ὃ ἔπραξεν διὰ νυκτὸς „ἀνῃρέθη“, ὡς σεσήμανται ἐν τῇ πρὸ ταύτης βίβλῳ, „παρέλαβεν δὲ τὴν βασιλείαν Δαρεῖος ὁ Μῆδος ὢν ἐτῶν ἑξήκοντα δύο“, εὐλόγως ἕτερον θηρίον διηγεῖται ἀναβαῖνον ὁ προφήτης, ὅπερ ἦν ἡ ἄρκος, ἵνα ἐν τούτῳ ἐπιδείξῃ τὴν τῶν Περσῶν βασιλείαν. „καὶ τρία“, φησίν, „πλευρὰ ἐν τῷ στόματι αὐτῆς“. τρία δὲ πλευρὰ κλίματα τρία ἐθνῶν λέγει, ὧν ἦρχεν αὐτὸ τὸ θηρίον· οἳ ἦσαν Μῆδοι, Ἀσσύριοι καὶ Βαβυλώνιοι. „καὶ οὕτως ἔλεγον αὐτῇ· ἀνάστηθι, φάγε σάρκας πολλάς“. οἱ γὰρ Πέρσαι ἐπαναστάντες τοῖς τότε καιροῖς τὴν πᾶσαν χώραν ἠρήμωσαν καὶ πολλοὺς τῶν ἀνθρώπων ὑποδούλους ἑαυτοῖς ποιήσαντες διέφθειραν. ὥσπερ γὰρ τὸ θηρίον, ἡ ἄρκος, ῥυπαρόν ἐστιν ζῶον καὶ σαρκοβόρον, σπαράσσον ὄνυξίν τε καὶ ὀδοῦσιν, οὕτως ἐγενήθη καὶ ἡ τῶν Περσῶν βασιλεία, οἵτινες διεκράτησαν ἐπὶ ἔτη διακόσια τριάκοντα. —τινὲς δὲ τῶν ἱστοριογράφων ἐπὶ διακόσια τεσσαράκοντα πέντε ἔτη τούτους κεκρατηκέναι ἀνεγράψαντο ἕως τῆς Δαρείου ἀρχῆς, ὃν καθελὼν Ἀλέξανδρος ὁ Μακεδὼν ἐν τῷ ἑβδόμῳ ἔτει μετέστησεν τὴν τῶν Περσῶν βασιλείαν εἰς τὴν Ἑλλάδα.
καθὼς καὶ Δανιὴλ λέγει· „ὀπίσω τούτου ἐθεώρουν καὶ ἰδοὺ θηρίον ἕτερον ὡσεὶ πάρδαλις, καὶ αὐτῇ πτερὰ τέσσαρα πετεινοῦ ὑπεράνω αὐτῆς καὶ τέσσαρες κεφαλαὶ τῷ θηρίῳ καὶ ἐξουσία ἐδόθη αὐτῇ“. πάρδαλιν οὖν ὀνομάσας, τὴν τῶν Ἑλλήνων βασιλείαν ἐσήμανεν, ὧν ἦρχεν Ἀλέξανδρος ὁ Μακεδών· ἀφωμοίωσεν δὲ αὐτοὺς παρδάλει διὰ τὸ γεγενῆσθαι αὐτοὺς ὀξεῖς τῷ νοῒ καὶ πολυμηχάνους ἐν τοῖς λογισμοῖς καὶ πικροὺς τῇ καρδίᾳ, ὃν τρόπον καὶ τὸ ζῶον ποικίλον ἐστὶν τῇ ἰδέᾳ, ὀξὺ δὲ εἰς τὸ κακοποιῆσαι καὶ αἷμα ἀνθρώπου πιεῖν. „τέσσαρα“ δέ, φησίν, „πτερὰ πετεινοῦ ὑπεράνω αὐτῆς καὶ τέσσαρες κεφαλαὶ τῷ θηρίῳ“. μετὰ γὰρ τὸ ὑψωθῆναι τὴν βασιλείαν Ἀλεξάνδρου καὶ αὐξηθῆναι καὶ εἰς πάντα τὸν κόσμον ὀνομασθῆναι, διεμερίσθη ἡ βασιλεία αὐτοῦ εἰς τέσσαρας ἀρχάς. τελευτῶν γὰρ ὁ Ἀλέξανδρος διεῖλεν αὐτὴν τοῖς συντρόφοις τοῖς ἐκ τοῦ γένους αὐτοῦ τέσσαρσιν ἀνθρώποις, Σελεύκῳ, Δημητρίῳ, Πτολεμαίῳ καὶ Φιλίππῳ, „καὶ ἐπέθεντο πάντες“ οὗτοι „διαδήματα“, καθὼς Δανιὴλ τοῦτο προμηνύει καὶ ἐν τῇ πρώτῃ βίβλῳ τῶν Μακκαβαϊκῶν ἀναγέγραπται.
Κρατησάντων οὖν τῶν Ἑλλήνων ἐπὶ ἔτη τριακόσια, ἕτερόν μοι πάλιν σημαίνει ὁ προφήτης. φησὶν γὰρ οὕτως· „ὀπίσω τούτου ἐθεώρουν, καὶ ἰδοὺ θηρίον τέταρτον φοβερὸν καὶ ἔκθαμβον καὶ ἰσχύον περισσῶς· [καὶ] οἱ ὀδόντες αὐτοῦ σιδηροῖ καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ, ἐσθίον καὶ λεπτῦνον, καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει· καὶ αὐτὸ διαφέρον περισσῶς παρὰ πάντα τὰ θηρία τὰ ἔμπροσθεν αὐτοῦ καὶ κέρατα δέκα αὐτῷ. προσενόουν τοῖς κέρασιν αὐτοῦ καὶ ἰδοὺ κέρας ἕτερον μικρὸν ἀνέβη ἐν μέσῳ αὐτῶν καὶ τρία κέρατα τῶν ἔμπροσθεν αὐτοῦ ἐξερριζώθη ἀπὸ προσώπου αὐτοῦ· καὶ ἰδοὺ ὀφθαλμοὶ ὡς ὀφθαλμοὶ ἀνθρώπου ἐν τῷ κέρατι τούτῳ καὶ στόμα λαλοῦν μεγάλα. ἐθεώρουν ἕως ὅτου θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ· κριτήριον ἐκάθισεν καὶ βίβλοι ἠνεῴχθησαν. ἐθεώρουν τότε ἀπὸ φωνῆς τῶν λόγων τῶν μεγάλων, ὧν τὸ κέρας ἐκεῖνο ἐλάλει, ἕως ἀνῃρέθη τὸ θηρίον καὶ ἀπώλετο καὶ τὸ σῶμα αὐτοῦ ἐδόθη εἰς καῦσιν πυρός· καὶ τῶν λοιπῶν θηρίων ἡ ἀρχὴ μετεστάθη, καὶ μακρότης ζωῆς ἐδόθη αὐτοῖς ἕως καιροῦ“.
Ὅτι μὲν οὖν μετὰ τὴν τῶν Ἑλλήνων βασιλείαν ἑτέρα ἄλλη οὐκ ἐγήγερται βασιλεία, εἰ μὴ ἡ κρατοῦσα νῦν, ἣ καὶ συνέστηκεν, καὶ τοῦτο πᾶσιν πρόδηλόν ἐστιν. ἥτις ὀδόντας μὲν ἔχει σιδηροῦς διὰ τὸ πάντας δαμάζειν καὶ λεπτύνειν τῇ ἰδίᾳ ἰσχύϊ ὥσπερ ὁ σίδηρος· τὰ δὲ „ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει“ διὰ τὸ μὴ καταλείπεσθαι ἑτέραν βασιλείαν ἔτι μετὰ ταύτην, ἀλλ’ ἢ ἐξ αὐτῆς ταύτης „κέρατα δέκα“ ἀναφύεσθαι καὶ ἐν μέσῳ αὐτῶν ἓν μικρὸν ἀναβαίνειν καὶ τρία τῶν πρώτων ἐκριζοῦν. ὥσπερ γὰρ ἐπὶ τῆς παρδάλεως προεῖπεν ὁ προφήτης, ὅτι „τέσσαρες κεφαλαὶ τῷ θηρίῳ“, καὶ ἐγένετο καὶ ἐμερίσθη ἡ βασιλεία Ἀλεξάνδρου εἰς τέσσαρας ἀρχάς, οὕτως καὶ νῦν προσδοκᾶν δεῖ, ἕως ἀναβήσεται δέκα κέρατα ἐξ αὐτῆς ταύτης, ὅταν ὁ χρόνος τοῦ θηρίου πληρωθῇ καὶ τὸ μικρὸν κέρας, ὅπερ ἐστὶν ὁ ἀντίχριστος, ἐν αὐτοῖς αἰφνιδίως ἀναφανῇ, καὶ ἡ δικαιοσύνη ἐκ τῆς γῆς ἐξαρθῇ, καὶ ὁ πᾶς κόσμος εἰς συντέλειαν τότε παρῇ. ὥστε οὔτε προλαμβάνειν ἡμᾶς δεῖ τὴν τοῦ θεοῦ βουλήν, ἀλλὰ μακροθυμεῖν καὶ δέεσθαι, ἵνα μὴ εἰς τοιούτους χρόνους ἐμπέσωμεν, οὔτε μὴν ἀπιστεῖν, ὡς μὴ μέλλοντα ταῦτα γίνεσθαι. εἰ γὰρ τὰ πρῶτα, ὅσα προεῖπον οἱ προφῆται, οὐκ ἐγένοντο, μηδὲ ταῦτα προσδόκα· εἰ δὲ ἐκεῖνα ἐγένοντο κατὰ καιροὺς ἰδίους καθὼς προείρηται, πάντως καὶ ταῦτα τελεσθήσονται. τὸ γὰρ λέγειν τινάς· καὶ „πότε ταῦτα ἔσται;“
ἀπίστων ἐστὶν ἀνθρώπων, οὐ πιστευόντων· τὸ δὲ προγινώσκειν τὰ ἐσόμενα καὶ πιστεύειν, ὅτι οὕτως ἔσται, μακαρίου ἐστὶν ἀνδρός, εἰδότος καὶ σιωπῶντος, ἵνα μή ποτε πολλὰ λαλῶν κινδυνεύσῃ.
Ὅτι δὲ ἀληθῆ ἐστι ταῦτα καὶ πρόδηλα τοῖς τοῦ θεοῦ δούλοις γεγένηται, ἐπιδείξωμεν καὶ ἑτέρως. οὐδὲν γὰρ ὅλως ψεύδεται ἡ γραφή, οὐδὲ τὸ πνεῦμα τὸ ἅγιον πλανᾷ τοὺς δούλους αὐτοῦ τοὺς προφήτας, δι’ ὧν εὐηρέστησεν τὴν βουλὴν τοῦ θεοῦ καταγγεῖλαι τοῖς ἀνθρώποις, ἵνα βλέποντες ταῦτα γινόμενα μὴ σφαλλώμεθα, μηδὲ ὡς ξένα ταῦτα θεωροῦντες ταρασσώμεθα. ἄλλως γὰρ ἡ συντέλεια τῷ κόσμῳ τούτῳ ἐπελθεῖν οὐ δύναται, εἰ μὴ οὕτως. ὥσπερ γὰρ ἐπὶ Σοδόμων, ἡνίκα ἐπληρώθη αὐτῶν τὰ παραπτώματα, εὐθέως τὸ πῦρ κατῆλθεν ἐπ’ αὐτοὺς καὶ ἀπόλοντο, οὕτως καὶ νῦν ἔσται· ἡνίκα πληθυνθῇ ἡ ἀνομία ἐν τῷ κόσμῳ καὶ διαμερισθῇ τὸ νῦν σιδηροῦν θηρίον εἰς τὰ δέκα κέρατα καὶ γένωνται „ἀκαταστασίαι“ καὶ ἀσυμφωνίαι, ἄλλων ἀλλαχῇ διασπώντων τὸ βασίλειον, „τότε ἥξει“ ἐπ’ αὐτοὺς „τὸ τέλος“.
Ἐπεὶ οὖν φθάσαντες καὶ ἐν ἑτέρῳ λόγῳ περὶ τούτων ἀποδεδώκαμεν τὸν λόγον, τήν τε τοῦ ἀντιχρίστου παρουσίαν καὶ τὸ τούτου γένος, καὶ πόθεν καὶ πῶς παρέσται ὁ πλάνος, καὶ τὴν πρᾶξιν αὐτοῦ οὐκ ἐσιωπήσαμεν, ὅμως καὶ νῦν δι’ ὀλίγων ἐπιμνησθήσομαι, ἵνα κατὰ πάντα ἑδραίως ἑστὼς ὁ ἄνθρωπος καὶ ἐν μηδενὶ βαμβαίνων τῷ νοῒ ἐξ ὅλης καρδίας τῷ θεῷ πιστεῦσαι δυνηθῇ. λέγει γὰρ ὁ μακάριος Δανιὴλ ἐπιλύων τὸ ὅραμα τῷ Ναβουχοδονόσορ, λέγω δὴ τὸ τῆς εἰκόνος, ἧς τὴν κεφαλὴν χρυσὸν εἶναι ἀπεφήνατο, ἔπειτα χεῖρας καὶ βραχίονας καὶ στῆθος ἄργυρον, εἶτα κοιλίαν καὶ μηροὺς χαλκόν, ἔπειτα κνήμας σίδηρον, <εἶτα, πόδας· ἐν τούτοις μέρος μέν τι> σιδηροῦν καὶ μέρος ὀστράκινον, ἵνα ἐν τούτῳ ἀποδείξῃ, ὅπερ νῦν ἐν τῷ αὑτοῦ ὁράματι διὰ τῶν θηρίων διηγήσατο· ὡς τὸν μὲν χρυσὸν εἶναι τὴν τῶν Βαβυλωνίων βασιλείαν, ἥτις ἦν ἡ λέαινα, τὸν δὲ ἄργυρον τὴν τῶν Περσῶν, ἥτις ἦν ἡ ἄρκος, εἶτα τὸν χαλκὸν τὴν τῶν Ἑλλήνων, ὧν ἦρξεν Ἀλέξανδρος ὁ Μακεδών, ἵνα δείξῃ τὴν πάρδαλιν. μετὰ ταῦτα λέγει κνήμας σιδηρᾶς, ἵνα τὸ θηρίον τὸ φοβερὸν καὶ ἔκθαμβον σημάνῃ, τὸ ἔχον τοὺς ὀδόντας σιδηροῦς, ὅπερ ἐστὶν οἱ νῦν κρατοῦντες Ῥωμαῖοι, ἰσχυροὶ ὄντες ὡς ὁ σίδηρος.
μετὰ γοῦν τὰς κνήμας τῆς εἰκόνος τὰς σιδηρᾶς τί περιλείπεται, εἰ μὴ οἱ πόδες, ἐν οἷς εἰσιν δέκα δάκτυλοι καὶ οὗτοι ἀναμεμιγμένοι ὀστράκῳ καὶ σιδήρῳ, ἵνα διὰ μὲν τῶν δέκα δακτύλων σημανθῇ τὰ δέκα κέρατα, διὰ δὲ τοῦ ὀστράκου καὶ τοῦ σιδήρου ἡ τούτων ἀσυμφωνία, ὡς „συμμιγεῖς μὲν ἔσονται ἐν σπέρμασιν ἀνθρώπων, οὐκ ἔσονται δὲ κολλώμενοι οὗτος μετὰ τούτου“; καθάπερ γὰρ „ὁ σίδηρος οὐκ ἀναμίγνυται μετὰ τοῦ ὀστράκου“, οὕτως οὐδὲ τότε οἱ ἄνθρωποι ἀλλήλοις ὁμονοεῖν δυνήσονται, ἄλλων ἀλλαχῇ ἀτάκτως φερομένων καὶ ἑαυτοῖς τὸ βασίλειον κατὰ ἔθνη διαιρουμένων.
Ἀλλ’ ἐπεὶ ἡ χάρις τοῦ θεοῦ πλουσίως ἐκδιδάσκει τοὺς ἐπ’ αὐτῷ ἠλπικότας καὶ τούτου τοῦ κόσμου καταπεφρονηκότας, οὐδὲ τοῦτο παραλείψομεν: τίνι λόγῳ ὁ μακάριος προφήτης πάσας μὲν τὰς βασιλείας τὰς ἔμπροσθεν γενομένας ὠνόμασεν θηρίοις ταύτας ὁμοιώσας, τὴν δὲ νῦν ἐνεστῶσαν βασιλείαν οὐκ ἐξεῖπεν, ποταπὸν εἴη τὸ θηρίον; ἐρῶ δὲ <περὶ> αὐτοῦ σαφέστερον, ἵνα μᾶλλον νοηθῇ τὸ λεγόμενον. εἰπὼν γὰρ τὴν τῶν Βαβυλωνίων βασιλείαν λέαιναν εἶναι καὶ τὴν τῶν Περσῶν ἄρκον καὶ τὴν τῶν Ἑλλήνων πάρδαλιν, διατί τὴν τῶν Ῥωμαίων οὐκ εἶπεν τὸ τί ἦν τὸ θηρίον, ἀλλά φησιν „φοβερὸν καὶ ἔκθαμβον περισσῶς, οἱ ὀδόντες αὐτοῦ σιδηροῖ καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ“; νόησον, ὦ ἄνθρωπε, καὶ δόξασον τὸν κύριον. ἐπειδὴ γὰρ οἱ Βαβυλώνιοι ἓν ἔθνος ὑπῆρχον, αὐτοὶ δὲ τοῖς τότε καιροῖς ἐδόκουν πάντων κυριεύειν, δικαίως λέαιναν αὐτοὺς ὠνόμασεν, ὡς ζῷον μονοειδές. ὁμοίως δὲ καὶ οἱ Πέρσαι ἓν ἔθνος ἐστὶν ῥυπαρὸν μέν, πλὴν ὁμόγλωσσον· διὰ τοῦτο καὶ ἄρκῳ αὐτοὺς ὡμοίωσεν. ὡσαύτως καὶ τοὺς Ἕλληνας πάρδαλιν εἶπεν· οἱ γὰρ πάντες Ἕλληνες ὑπῆρχον. νυνὶ δὲ τὸ κρατοῦν θηρίον οὐκ ἔστιν ἓν ἔθνος, ἀλλ’ ἐκ πασῶν τῶν γλωσσῶν καὶ ἐκ παντὸς γένους ἀνθρώπων συνάγει ἑαυτῷ καὶ παρασκευάζει δύναμιν εἰς παράταξιν πολέμου, οἱ πάντες μὲν Ῥωμαῖοι καλούμενοι, μὴ ὄντες δὲ οἱ πάντες ἐκ μιᾶς χώρας.
ὥστε καλῶς ὁ προφήτης καταπλαγεὶς καὶ προορῶν τὸ μέλλον οὐκ ὠνόμασεν ποταπὸν τὸ θηρίον, ἀλλ’ ἐθαύμασεν λέγων· „ἔφριξεν τὸ πνεῦμά μου ἐν τῇ ἕξει μου, ἐγὼ Δανιὴλ καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου συνετάρασσόν με. καὶ προσῆλθον ἑνὶ τῶν ἑστηκότων καὶ τὴν ἀκρίβειαν ἐζήτουν παρ’ αὐτοῦ περὶ πάντων τούτων. καὶ εἶπέν μοι τὴν ἀκρίβειαν, καὶ τὴν σύγκρισιν τῶν λόγων ἐγνώρισέν μοι“. τίνες οὖν ἦσαν οἱ ἑστηκότες ἀλλ’ ἢ οἱ ἄγγελοι οἱ πρὸ προσώπου τῆς δόξης τοῦ κυρίου ἑστῶτες καὶ τὴν ἀδιάλειπτον λειτουργίαν τούτῳ ἑτοιμάζοντες, ὑπηρέται ἀεὶ πρὸς τὰ κελευόμενα γινόμενοι;
Ἀλλ’ ἐπεὶ ὑπέπεσέν τι νόημα ἐν καρδίᾳ, οὐ καταλείψομεν αὐτὸ ἀδιήγητον, δυνάμενον ὠφελῆσαι ψυχήν. ἐπειδὴ γὰρ ἐν τῷ τεσσαρακοστῷ δευτέρῳ ἔτει ἐπὶ Αὐγούστου Καίσαρος γεγέννηται ὁ κύριος, ἀφ’ οὗπερ ἤκμασεν τὸ τῶν Ῥωμαίων βασίλειον, διὰ δὲ τῶν ἀποστόλων ὁ κύριος προσεκαλέσατο „πάντα τὰ ἔθνη“ καὶ πάσας τὰς γλώσσας καὶ ἐποίησεν ἔθνος πιστῶν Χριστιανῶν τὸ κύριον καὶ „καινὸν ὄνομα“ ἐν καρδίᾳ βασταζόντων, τῷ αὐτῷ τρόπῳ ἀντεμιμήσατο ἡ βασιλεία ἡ νῦν, ἥτις κρατεῖ „κατ’ ἐνέργειαν τοῦ σατανᾶ“, ὁμοίως δὲ καὶ αὕτη ἐκ πάντων τῶν ἐθνῶν συλλέγουσα τοὺς γενναιοτάτους καταρτίζει εἰς πόλεμον, Ῥωμαίους τούτους ἀποκαλοῦσα. καὶ διὰ τοῦτο καὶ πρώτη ἀπογραφὴ ἐγένετο ἐπὶ Αὐγούστου, ἡνίκα ὁ κύριος ἐν Βηθλεὲμ ἐγεννήθη, ἵνα οἱ τοῦ κόσμου τούτου ἄνθρωποι ἐπιγείῳ βασιλεῖ ἀπογραφόμενοι Ῥωμαῖοι κληθῶσιν, οἱ δὲ τῷ ἐπουρανίῳ βασιλεῖ πιστεύοντες Χριστιανοὶ ὀνομασθῶσιν, τὸ τρόπαιον τὸ κατὰ τοῦ θανάτου ἐπὶ μετώπῳ βαστάζοντες.
Ἵνα δὲ μὴ ἐκτραπῶμεν τῶν προκειμένων, δειχθῇ δὲ τὰ ὑπὸ τοῦ προφήτου ἑωραμένα ἀληθῆ καὶ τὰ ὑφ’ ἡμῶν χάριτι κυρίου νενοημένα καὶ εἰρημένα ἀκριβῆ, ἴδωμεν εἰ ἐπιμαρτυρεῖ τοῖς ἡμετέροις λόγοις ὁ ἄγγελος ὁ ἐκδιδάσκων τὸν μακάριον Δανιήλ. λέγει γὰρ οὕτως· „ταῦτα τὰ θηρία τὰ τέσσαρα τέσσαρες βασιλεῖαι ἀναστήσονται ἐπὶ τῆς γῆς, αἳ ἀρθήσονται. καὶ παραλήψονται τὴν βασιλείαν ἅγιοι ὑψίστου καὶ καθέξουσιν αὐτὴν ἕως αἰῶνος τῶν αἰώνων“. ἀναγκαῖον οὖν· τῶν γὰρ τριῶν θηρίων ἤδη διαδραμόντων καὶ μεταστάντων, καθὰ ἐπάνω δέδεικται, καὶ τοῦ ἑνὸς ἔτι ἀκμὴν ἐνεστῶτος, ἐὰν καὶ τοῦτο μεταρθῇ, παύεται λοιπὸν τὰ ἐπίγεια, ἄρχεται δὲ τὰ ἐπουράνια, ἵνα τὸ τῶν ἁγίων ἀκατάλυτον καὶ αἰώνιον βασίλειον δειχθῇ καὶ ὁ βασιλεὺς ὁ οὐράνιος προφανῶς πᾶσιν ἐπιδειχθῇ, μηκέτι διὰ εἴδους ὡς ἐν ὄρει Σινᾶ βλεπόμενος, μηδὲ ἐν στύλῳ νεφέλης ἐπὶ κορυφῆς ὄρους ἀποκαλυπτόμενος, ἀλλὰ μετὰ δυνάμεων καὶ στρατιῶν ἀγγέλων, ἔνσαρκος δὲ θεὸς καὶ ἄνθρωπος, υἱὸς θεοῦ καὶ ἀνθρώπου ἀπ’ οὐρανῶν κριτὴς τῷ κόσμῳ παραγινόμενος.
ὃς μεταστήσει πάσας τὰς βασιλείας τὰς ἐν τῷ κόσμῳ τούτῳ καὶ ἀλοήσει καὶ λικμήσει καὶ διασπερεῖ αὐτὰς ὡσεὶ κονιορτὸν „ἀπὸ ἅλωνος θερινῆς“ καὶ δώσει τὸ βασίλειον „ἁγίοις ὑψίστου“, τὸν μὲν „σῖτον“ συνάγων „εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον“ κατακαίων „πυρὶ ἀσβέστῳ“· ὃς νῦν ὑπὸ τῶν ἀθέων καὶ ἀσεβῶν καταφρονεῖται καὶ ὑπὸ τῶν ἀπίστων βλασφημεῖται, μήτε τὰ γεγραμμένα νοούντων, μήτε τίνι παραδέδοται ἡ ἐξουσία τῆς κρίσεως. εἰ γὰρ καὶ νῦν „βραδύνει“ πρὸ καιροῦ μὴ θέλων τὴν κρίσιν τῷ κόσμῳ ἐπενεγκεῖν τὸ τοῦ ἰδίου πατρὸς πρόσταγμα ἐπιτελῶν, ἀλλ’ ἐρχόμενος ἥξει μετὰ τῶν <στρατιῶν> αὐτοῦ καὶ „ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ“.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.