Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Εἰς τὸν Δανιήλ

Ἱππόλυτος Ῥώμης

Λόγος Δ΄: Ο Υιός του Ανθρώπου, το μικρό κέρας και η έλευση της συντέλειας

Η εμφάνιση του Υιού του Ανθρώπου, η δράση του Αντιχρίστου ως μικρού κέρατος, τα σημεία των εσχάτων ημερών και η αναγκαιότητα πνευματικής εγρήγορσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 9 από 13

Ὅσοι οὖν εὐλαβῶς τῷ θεῷ προσέρχεσθε, ἐπίγνωτε τὸν πάλαι ὑπὸ Μωϋσέως τῷ λαῷ δεδειγμένον καὶ ἐπὶ τῷ ὄρει πεφανερωμένον καὶ ὑπὸ τῶν προφητῶν προκεκηρυγμένον καὶ ὑπὸ τοῦ μακαρίου Δανιὴλ ὡς ἄνθρωπον ἑωραμένον, περὶ οὗ λέγει· „ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν καὶ προσηνέχθη αὐτῷ. καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι δουλεύσουσιν αὐτῷ· ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται“. „παλαιὸν“ οὖν [τῶν] „ἡμερῶν“ οὐχ ἕτερον λέγει, ἀλλ’ ἢ τὸν τῶν ἁπάντων κύριον καὶ θεὸν καὶ δεσπότην, τὸν καὶ αὐτοῦ τοῦ Χριστοῦ πατέρα, τὸν παλαιοῦντα τὰς ἡμέρας; οὐκ αὐτὸν ὑπὸ χρόνων ἢ ἡμερῶν παλαιούμενον, περὶ οὗ ἀνωτέρω εἴρηται· „θρόνοι ἐτέθησαν καὶ παλαιὸς ἡμερῶν ἐκάθητο καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ· κριτήριον ἐκάθισεν καὶ βίβλοι ἠνεῴχθησαν“.

πρὸς τοῦτον προσηνέχθη ὁ υἱὸς τοῦ ἀνθρώπου ὑπὸ νεφέλης βασταζόμενος καὶ ὑπ’ ἀρχαγγέλων προσφερόμενος, ἵνα λάβῃ παρ’ αὐτοῦ τὴν πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν καὶ βασιλείαν, ἵνα „πάντες λαοί, φυλαί, γλῶσσαι δουλεύσωσιν αὐτῷ“. καὶ ἵνα μή τις ὑπολάβῃ ὅτι πρόσκαιρος αὐτοῦ ἢ ἐπίγειος ἡ δοθεῖσα αὐτῷ ὑπὸ τοῦ πατρὸς βασιλεία, λέγει ὁ προφήτης· „ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται“. τῷ οὖν ἰδίῳ υἱῷ ὁ πατὴρ πάντα ὑποτάξας „τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς“ καὶ τὰ „ὑποκάτω τῆς γῆς“ διὰ πάντων ἐπέδειξεν αὐτὸν „πρωτότοκον“ „ἐν πᾶσιν“ γινόμενον· πρωτότοκον ἐκ θεοῦ, ἵνα δεύτερος μετὰ τὸν πατέρα υἱὸς θεοῦ ὢν ἀποδειχθῇ· πρωτότοκον πρὸ ἀγγέλων, ἵνα καὶ ἀγγέλων κύριος φανῇ· πρωτότοκον ἐκ παρθένου, ἵνα τὸν πρωτόπλαστον Ἀδὰμ ἐν ἑαυτῷ ἀναπλάσσων δειχθῇ· „πρωτότοκον [καὶ] ἐκ νεκρῶν“, ἵνα „ἀπαρχὴ“ τῆς ἡμετέρας ἀναστάσεως αὐτὸς γενηθῇ.

Ἐπεὶ οὖν τοῦτον πάντες οἱ προφῆται καὶ ἀπόστολοι μαρτυροῦσιν, οἱ δὲ ἄνομοι ἀπειθοῦντες αὐτὸν βλασφημοῦσιν καὶ τὰ λεγόμενα ἐξουθενοῦσιν καὶ τοὺς δούλους αὐτοῦ διώκοντες καταπονοῦσιν, καὶ ὡς μὴ ἐσόμενα ταῦτα οὐ προσδοκῶσιν, ἴδωμεν ἡμεῖς οἱ τῷ „τῆς ἀληθείας“ λόγῳ πιστεύοντες καὶ ὑπ’ αὐτοῦ τοῦ λόγου εἰς τὴν αἰώνιον ζωὴν ὁδηγούμενοι, ὑπὸ δὲ τῶν προφητῶν διδασκόμενοι καὶ ὑπὸ τοῦ πνεύματος φωτιζόμενοι, ἵνα διὰ τῆς χάριτος αὐτοῦ σοφισθέντες ἐπιγνῶμεν τὰ πάλαι μὲν προκεκηρυγμένα κατὰ καιροὺς δὲ συμβάντα καὶ συμβησόμενα· τήν τε κρίσιν τοῦ θεοῦ πρὸ ὀφθαλμῶν ἔχοντες φυλάξωμεν ἑαυτοὺς ἀπὸ παντὸς κακοῦ, ἵνα ἐκφύγωμεν τὸ πῦρ τὸ αἰώνιον καὶ τὴν κόλασιν τὴν ἀκατάπαυστον. εἰ γὰρ καὶ νῦν ἐφ’ ἡμῶν οὐ συμβαίνει ταῦτα διὰ τὸ μήπω τοὺς χρόνους πεπληρῶσθαι, ἀλλὰ γοῦν εὔχεσθαι δεῖ μηδὲ εὑρεθῆναι ἡμᾶς ἐν τοῖς τοιούτοις καιροῖς, ἐν οἷς ταῦτα συμβήσεται, μήποτε ἀτονήσας τις ἀπὸ τῆς θλίψεως τῆς μεγάλης τῆς ἐπερχομένης τῷ κόσμῳ ἐκπέσῃ τῆς αἰωνίου ζωῆς.

ἐνορᾶν γὰρ χρὴ τί λέγει ὁ προφήτης· „καὶ ἐζήτουν ἀκριβῶς περὶ τοῦ θηρίου τοῦ τετάρτου, ὅτι ἦν διαφέρον παρὰ πᾶν θηρίον, φοβερὸν περισσῶς· οἱ ὀδόντες αὐτοῦ σιδηροῖ καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ, ἐσθίον καὶ λεπτῦνον, καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει· καὶ περὶ τῶν κεράτων αὐτοῦ τῶν δέκα τῶν ἐν τῇ κεφαλῇ αὐτοῦ καὶ τοῦ ἑτέρου τοῦ ἀναβάντος καὶ ἐκτινάξαντος [ἐκ] τῶν προτέρων τρία, οὗ οἱ ὀφθαλμοὶ καὶ τὸ στόμα λαλοῦν μεγάλα, καὶ ἡ ὅρασις αὐτοῦ [ἐγένετο] μείζων τῶν λοιπῶν. ἐθεώρουν, καὶ τὸ κέρας ἐκεῖνο ἐποίει πόλεμον μετὰ τῶν ἁγίων καὶ ἴσχυσεν πρὸς αὐτούς, ἕως οὗ ἦλθεν ὁ παλαιὸς τῶν ἡμερῶν καὶ τὸ κρίμα ἔδωκεν ἁγίοις ὑψίστου, καὶ ὁ καιρὸς ἔφθασεν καὶ τὴν βασιλείαν κατέσχον οἱ ἅγιοι“. ἐπεὶ οὖν, καθὼς φθάσαντες εἴπαμεν, τὴν τετάρτην βασιλείαν ταύτην δηλοῖ, παρ’ ἣν ἑτέρα ἄλλη μείζων <ἢ> καὶ τοιαύτη βασιλεία ἐπὶ τῆς γῆς οὐκ ἐγήγερται, ἐξ ἧς μέλλει ἀναφύεσθαι „δέκα κέρατα“.

μερισθήσεται γὰρ εἰς δέκα διαδήματα καὶ ἐν αὐτοῖς „ἕτερον μικρὸν κέρας“ ἀναβήσεται, ὅπερ ἐστὶν τὸ τοῦ ἀντιχρίστου, καὶ ἐκριζώσει „τρία τῶν ἔμπροσθεν αὐτοῦ“, τουτέστιν τοὺς τρεῖς βασιλεῖς ἀνελεῖ Αἰγύπτου, Λιβύων τε καὶ Αἰθιόπων, βουλόμενος ἑαυτῷ περιποιεῖσθαι τὴν πᾶσαν βασιλείαν, ὃς περικρατήσας τῶν λοιπῶν κεράτων ἑπτά, ἄρχεται λοιπὸν ὑπὸ τοῦ ἐν αὐτῷ ἀλλοτρίου καὶ πονηροῦ πνεύματος φυσιωθεὶς πόλεμον ἐγείρειν κατὰ τῶν ἁγίων καὶ πάντας πανταχοῦ διώκειν, βουλόμενος ὑπὸ πάντων δοξάζεσθαι καὶ προσκυνεῖσθαι ὡς θεός. καθὼς καὶ Ἰεζεκιὴλ περὶ αὐτοῦ λέγει· „ἀνθ’ ὧν ὑψώθη ἡ καρδία σου καὶ εἶπας· θεός εἰμι ἐγώ“, καὶ πάλιν „μὴ λέγων ἐρεῖς τοῖς ἀναιροῦσίν σε· θεός εἰμι ἐγώ; σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ θεός“. καὶ Ἡσαΐας ὁμοίως· „σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου· εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν νεφελῶν τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καθιῶ ἐν τῷ ὄρει“ τῷ ἁγίῳ, „ἔσομαι ὅμοιος τῷ ὑψίστῳ“.

Εἰ μὲν οὖν βούλεταί τις λεπτομερῶς ἐντυχεῖν περὶ αὐτοῦ, ἐν ἑτέρᾳ βίβλῳ σαφέστερον ταῦτα ἐπιδέδεικται, ἵνα μηδὲ ἐκ δευτέρου περὶ αὐτοῦ τὸν λόγον ποιεῖσθαι μέλλωμεν. νυνὶ δὲ πρὸς τὸ προκείμενον ἐροῦμεν περὶ τοῦ νῦν ἐνεστῶτος θηρίου. λέγει γὰρ Δανιὴλ οὕτως· „καὶ εἶπέ“ μοι ὁ ἄγγελος· „τὸ θηρίον τὸ τέταρτον βασιλεία τετάρτη ἔσται ἐν τῇ γῇ, ἥτις ὑπερέξει πάσας τὰς βασιλείας, καὶ καταφάγεται πᾶσαν τὴν γῆν, καὶ συμπατήσει αὐτὴν καὶ κατακόψει. καὶ τὰ δέκα κέρατα αὐτοῦ δέκα βασιλεῖς ἀναστήσονται καὶ ὀπίσω αὐτῶν ἀναστήσεται ἕτερος, ὃς ὑπεροίσει κακοῖς πάντας τοὺς ἔμπροσθεν καὶ λόγους πρὸς τὸν ὕψιστον λαλήσει καὶ τοὺς ἁγίους ὑψίστου πλανήσει καὶ ὑπονοήσει τοῦ ἀλλοιῶσαι καιροὺς καὶ νόμον, καὶ δοθήσεται ἐν χειρὶ αὐτοῦ ἕως καιροῦ καὶ καιρῶν καὶ ἥμισυ καιροῦ. καὶ τὸ κριτήριον ἐκάθισεν καὶ τὴν ἀρχὴν μεταστήσουσιν τοῦ ἀφανίσαι καὶ τοῦ ἀπολέσαι ἕως τέλους, καὶ ἡ βασιλεία καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλωσύνη [ἡ] τῶν βασιλέων τῶν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ἐδόθη ἁγίοις ὑψίστου, καὶ ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, καὶ πᾶσαι αἱ ἀρχαὶ αὐτῷ δουλεύσουσιν καὶ ὑπακούσονται. ἕως ὧδε τὸ πέρας τοῦ λόγου“.

Ἐπεὶ οὖν βουλόμενος ὁ προφήτης κατὰ πάντα πεῖσαι ἡμᾶς καὶ συμβιβάσαι πρὸς τὴν ἀλήθειαν τῶν ὑπ’ αὐτοῦ ἑωραμένων πυνθάνεται παρ’ ἑνὸς τῶν ἑστηκότων ἀγγέλων, ὅπως καὶ αὐτὸς ἀκριβέστερον ἐκδιδαχθῇ περὶ τοῦ θηρίου τοῦ τετάρτου· „ἐζήτουν“ γάρ, φησίν, „ἀκριβέστερον περὶ“ αὐτοῦ, „ὅτι ἦν“ „φοβερὸν“ καὶ ἔκθαμβον. τοῦτον οὖν ἐκδιδάσκων ὁ ἄγγελος, μᾶλλον δὲ δι’ αὐτοῦ πείθων καὶ ἡμᾶς πιστεύειν τοῖς ὑπ’ αὐτοῦ καλῶς ἑωραμένοις, διηγεῖται αὐτῷ ἅπαντα τὰ μέλλοντα ἐπ’ ἐσχάτων γίνεσθαι, τόν τε μερισμὸν τοῦ θηρίου τοῦ τετάρτου τῶν δέκα κεράτων τῶν ἐξ αὐτοῦ ἐγειρομένων, τήν τε τοῦ ἀντιχρίστου ἐν αὐτοῖς φανέρωσιν καὶ τὸν τούτου πρὸς τοὺς ἁγίους πόλεμον καὶ τὸν χρόνον αὐτοῦ, ὃν μελλήσει περικρατεῖν. „δοθήσεται“ γάρ, φησίν, „ἐν χειρὶ αὐτοῦ ἕως καιροῦ καὶ καιρῶν καὶ ἥμισυ καιροῦ“, ὅπερ σημαίνει τρία ἥμισυ ἔτη, καὶ μετὰ ταῦτα „τὸ κριτήριον“ τὸ ἐσόμενον· „θρόνοι“ γάρ, φησίν, „ἐτέθησαν“ „καὶ κριτήριον ἐκάθισεν“ „καὶ ἡ βασιλεία“ „ἐδόθη ἁγίοις ὑψίστου“, τὸ δὲ „σῶμα“ τοῦ θηρίου „ἐδόθη εἰς καῦσιν πυρός“.

ὁ γὰρ „καιρὸς ἔφθασεν“, τουτέστιν ὁ σύμπας χρόνος ἐπληρώθη, „καὶ τὴν βασιλείαν καθέξουσιν οἱ ἅγιοι“, παραγινομένου λοιπὸν ἀπ’ οὐρανοῦ τοῦ κριτοῦ τῶν κριτῶν καὶ τοῦ βασιλέως τῶν βασιλέων, ὃς μεταστήσει πᾶσαν τὴν τοῦ ἀντικειμένου ἀρχὴν καὶ δύναμιν καὶ καταφλέξει πάντας αἰωνίῳ πυρὶ κολάζων τοὺς ἀδίκους, τοῖς δὲ δούλοις αὐτοῦ προφήταις τε καὶ μάρτυσι καὶ πᾶσιν τοῖς φοβουμένοις αὐτὸν δώσει τὸ αἰώνιον βασίλειον. ὡς ὁ προφήτης λέγει· „ἕως ὧδε τὸ πέρας τοῦ λόγου. ἐγὼ Δανιήλ, οἱ διαλογισμοί μου ἐπὶ πλεῖον συνετάρασσόν με καὶ ἡ μορφή μου ἠλλοιώθη καὶ τὸ ῥῆμα ἐν τῇ καρδίᾳ μου διετήρησα“.

Δεῖ οὖν πάντα ἄνθρωπον τὸν ἐντυγχάνοντα ταῖς θείαις γραφαῖς μιμεῖσθαι τὸν προφήτην Δανιὴλ καὶ μὴ εἶναι εἰκαῖόν τε καὶ προαλῆ, πρὸ καιροῦ καιρὸν ἐπιζητοῦντα καὶ „τοὺς ὀλύνθους“ τῆς συκῆς ἰδεῖν ἐπιθυμοῦντα, ἀλλὰ κατέχειν μετὰ φόβου „τὸ μυστήριον τοῦ θεοῦ“ ἐν καρδίᾳ, ἵνα μὴ αὐτὸς ὑφ’ ἑαυτοῦ τοῖς ἰδίοις χείλεσιν παγιδευθεὶς ἔνοχος γένηται τῆς ἰδίας ψυχῆς. ἥξει γὰρ ὁ καιρός, ὅτε „ἀνθήσει τὸ ἀμύγδαλον“ καὶ τραχυνθῇ „ἡ κάππαρις“ „καὶ πληθυνθῇ ἡ ἀκρὶς“ καὶ βλαστήσει ἡ συκῆ καὶ προκόψουσιν οἱ τῆς ἀποστασίας καρποί. τότε „κλεισθήσεται ἡ θύρα“ τῆς ζωῆς καὶ συντριβήσεται „ἡ ὑδρία ἐπὶ τὴν πηγὴν καὶ συντροχάσει ὁ τροχὸς ἐπὶ τὸν λάκκον“ καὶ ἀργήσουσιν „αἱ ἀλήθουσαι, ὅτι ὠλιγώθησαν“ καὶ ἐξεγερθήσονται πάντες ἀπὸ „φωνῆς τοῦ στρουθίου“ καὶ ταραχθήσονται „πᾶσαι αἱ θυγατέρες τοῦ ᾄσματος“ καὶ συναχθήσονται „ἐν ἀγορᾷ οἱ κοπτόμενοι“ καὶ ἀπελεύσεται „ἄνθρωπος εἰς οἶκον αἰῶνος αὐτοῦ“.

Ἀλλ’ ἐρεῖ τις, καὶ „πότε ταῦτα ἔσται;“ ποίῳ δὲ καιρῷ ἢ χρόνῳ μέλλει ὁ πλάνος ἀποκαλύπτεσθαι; καὶ ποία ἡ ἡμέρα τῆς τοῦ κυρίου ἐπιφανείας; ἐπεζήτησαν ταῦτα μαθεῖν παρὰ τοῦ κυρίου ὁμοίως καὶ οἱ μαθηταί, ἀλλ’ ἀπέκρυψεν ἀπ’ αὐτῶν τὴν ἡμέραν, ἵνα ἐγρηγόρους αὐτούς τε καὶ πάντας πρὸς τὰ μέλλοντα καταστήσῃ, ἀεὶ μεριμνῶντας καὶ προσδοκῶντας τὸ καθ’ ἡμέραν τὸν ἐπουράνιον νυμφίον, μή ποτε διὰ τὴν μακροημερίαν ἀμελήσαντες τῶν ὑπ’ αὐτοῦ προστεταγμένων, „χρονίζοντος“ αὐτοῦ ἀπονυστάξαντες οἱ ἄνθρωποι ἐκπέσωσιν τῆς ἐπουρανίου ζωῆς. „γρηγορεῖτε“ γὰρ λέγει „οὐ γὰρ οἴδατε ποίᾳ ἡμέρᾳ ἢ ὥρᾳ ὁ κύριος ὑμῶν ἔρχεται, ἢ ὀψέ, ἢ μεσονυκτίῳ, ἢ πρωί“. διὰ τοῦτο λέγει· „μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει γρηγοροῦντα· ἀμὴν λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐν τῇ καρδίᾳ αὐτοῦ, χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν μετὰ τῶν μεθυόντων, ἥξει ὁ κύριος αὐτοῦ ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει· ἐκεῖ γὰρ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων“. „διὰ τοῦτο“ „λέγω ὑμῖν· γρηγορεῖτε“. ταῦτα μὲν οὖν ἐν τῷ εὐαγγελίῳ αὐτὸς ὁ κύριος ἡμῶν διδάσκων τοὺς μαθητὰς ἀπεφήνατο.

ὁμοίως δὲ καὶ μετὰ τὴν ἀνάστασιν αὐτοῦ τὰ αὐτὰ προσελθόντες οἱ μαθηταὶ „ἐπηρώτων αὐτὸν λέγοντες· κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; ὁ δὲ εἶπεν πρὸς αὐτούς· οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ’ ὑμᾶς καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ ἐν τῇ Γαλιλαίᾳ καὶ πάσῃ χώρᾳ τῆς Σαμαρείας καὶ ἕως ἐσχάτου τῆς γῆς“.

Ἐπεὶ οὖν ἀπέκρυψεν ἀπ’ αὐτῶν τὴν ἡμέραν, διὰ δὲ τῶν σημείων τῶν γινομένων, δι’ ὧν εὐκόλως ἐπιγνώσεται ὁ ἄνθρωπος, ἐξεῖπεν, νοεῖν ὀφείλομεν τὰ κατὰ καιρὸν συμβαίνοντα καὶ εἰδότες σιωπᾶν. δεῖ δὲ αὐτὰ γενέσθαι κἂν ἡμεῖς μὴ θέλωμεν· ἡ γὰρ ἀλήθεια οὐδέποτε ψεύδεται. ὥσπερ γὰρ εἶπεν περὶ τῆς Ἱερουσαλὴμ πόλεως, „ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλήμ, τότε γινώσκετε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς“, καὶ ἐπῆλθεν ἐπ’ αὐτὴν τὰ εἰρημένα, οὕτως καὶ τὸ νῦν προσδοκᾶν χρή. „ὅταν γὰρ ἴδητε“, φησίν, „τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστὸς ἐν τόπῳ ἁγίῳ—ὁ ἀναγινώσκων νοείτω—, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ ὁ ἐπὶ τοῦ δώματος μὴ καταβάτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ, καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ. οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. ἔσται γὰρ τότε θλῖψις μεγάλη, οἵα οὐκ ἐγένετο ἀπ’ ἀρχῆς κόσμου οὐδὲ μὴ γένηται. καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ“. φανερὸν οὖν ἐν τούτῳ ἐποίησεν ἡμῖν, ἵνα μηκέτι ἐν μηδενὶ ἀμφιβάλλωμεν.

καὶ πάλιν λέγει· „ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστὸς ἐν τόπῳ ἁγίῳ“ καὶ ὅταν ἴδητε τὴν συκῆν προβάλλουσαν „τὰ φύλλα“ αὐτῆς, „γινώσκετε ὅτι ἐγγύς ἐστιν τὸ θέρος· οὕτως καὶ ὑμεῖς ὅταν ἴδητε ταῦτα πάντα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις“. τοῦ οὖν βδελύγματος μηδέπω παραγενομένου, ἀλλ’ ἔτι τοῦ τετάρτου θηρίου μόνου κρατοῦντος, πῶς δύναται ἡ ἐπιφάνεια τοῦ κυρίου γενέσθαι; ἀλλ’ ἐρεῖ τις· γέγραπται, „ὅταν ἴδητε“ „πολέμους καὶ ἀκαταστασίας“, τότε „γινώσκετε ὅτι ἐγγύς ἐστιν“. ναί, γέγραπται· „ἐγερθήσεται γάρ“, φησίν, „ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν καὶ ἔσονται σεισμοὶ κατὰ τόπους καὶ λιμοὶ καὶ λοιμοί“, ἅτινα ἤδη ἐγένοντο καὶ γενήσονται. „ταῦτα δὲ πάντα ἀρχαὶ ὠδίνων“, φησίν, „ἀλλ’ οὔπω τὸ τέλος“ ἐν αὐτοῖς. „πρῶτον“ γὰρ „δεῖ κηρυχθῆναι τὸ εὐαγγέλιον“ τοῦ κυρίου ἐν ὅλῳ τῷ κόσμῳ „εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν, καὶ οὕτως ἥξει τὸ τέλος“, ὅταν ὁ σύμπας χρόνος πληρωθῇ.

Διηγήσομαι γὰρ καὶ τὸ συμβὰν οὐ πρὸ πολλοῦ χρόνου ἐν τῇ Συρίᾳ. προεστὼς γάρ τις τῆς ἐκεῖ ἐκκλησίας καὶ μὴ ἐμπόνως ἐντυγχάνων ταῖς θείαις γραφαῖς μηδὲ τῇ φωνῇ τοῦ κυρίου ἀκολουθήσας ἐπλανήθη καὶ αὐτὸς καὶ ἑτέρους ἐπλάνησεν. τοῦ γὰρ κυρίου εἰπόντος, „ἐγερθήσονται πολλοὶ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα, ὥστε πλανῆσαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς“· „τότε ἐάν τις ὑμῖν εἴπῃ· ἰδοὺ ὧδε ὁ Χριστός, ἢ ὧδε, μὴ πιστεύσητε“· „ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστίν, μὴ ἐξέλθητε· ἰδοὺ ἐν τοῖς ταμιείοις, μὴ εἰσέλθητε“, ταῦτα μὴ νοήσας ἐκεῖνος, ἔπεισε πολλοὺς τῶν ἀδελφῶν μετὰ γυναικῶν καὶ τέκνων εἰς συνάντησιν τῷ Χριστῷ ἐξελθεῖν εἰς τὴν ἔρημον, οἳ καὶ ἐπλανῶντο ἐν τοῖς ὄρεσιν καὶ ἐν ταῖς ὁδοῖς εἰκῇ πλαζόμενοι· ὥστε μικροῦ δεῖν ὡς λῃστὰς αὐτοὺς συλληφθέντας πάντας ὑπὸ τοῦ ἡγεμόνος ἀναιρεθῆναι, εἰ μὴ ἔτυχεν ἡ τούτου γυνὴ οὖσα πιστή, καὶ ὑπ’ αὐτῆς παρακληθεὶς κατέστειλε τὸ πρᾶγμα, ἵνα μὴ δι’ αὐτοὺς διωγμὸς πᾶσιν ἐπιγένηται. πόση αὐτῶν μωρία καὶ ἀπαιδευσία, ἵνα ἐν τῇ ἐρήμῳ πορευόμενοι τὸν Χριστὸν ζητῶσιν, ὃν τρόπον καὶ ἐπὶ Ἐλισαίου τοῦ προφήτου οἱ υἱοὶ τῶν προφητῶν ἀναληφθέντα τὸν Ἠλίαν ἐπὶ τρεῖς ἡμέρας ἐν τοῖς ὄρεσιν ἐζήτουν.

εἰπόντος οὖν τοῦ κυρίου, „ὥσπερ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου“—ἐν τούτῳ σημαίνων ἑαυτὸν εὐδήλως καὶ προφανῶς „μετὰ δυνάμεως καὶ δόξης“ πατρικῆς ἀπ’ οὐρανῶν μέλλειν παραγίνεσθαι—, οὗτοι ἐν τοῖς ὄρεσιν καὶ ἐν τῇ ἐρήμῳ αὐτὸν ἐζήτουν. οὐ γὰρ οὕτως ἔσται ἡ δευτέρα αὐτοῦ παρουσία ὁποία ἡ πρώτη ἐγένετο. τότε γὰρ ὡς εὐτελὴς ἄνθρωπος μόνον ἐφαίνετο, νυνὶ δὲ κριτὴς τοῦ παντὸς κόσμου παραγίνεται. καὶ τότε μὲν παρεγένετο σῶσαι τὸν ἄνθρωπον, νῦν δὲ παραγίνεται κολάσαι πάντας ἁμαρτωλοὺς καὶ τοὺς εἰς αὐτὸν ἠσεβηκότας. ταῦτα δὲ λέγομεν πρὸς στηριγμὸν τῶν πιστῶν ἀδελφῶν, ἵνα μὴ προλαμβάνωσιν τὴν βουλὴν τοῦ θεοῦ, γινώσκων εἷς ἕκαστος ὅτι [ἐν] ᾗ ἂν ἡμέρᾳ ἐξέλθῃ ἐκ τοῦ κόσμου τούτου „ἤδη κέκριται“· ἔφθασεν γὰρ ἐπ’ αὐτὸν ἡ συντέλεια.

Ἕτερος δέ τις <ἦν> ὁμοίως ἐν τῷ Πόντῳ, καὶ αὐτὸς προεστὼς ἐκκλησίας, εὐλαβὴς μὲν ἀνὴρ καὶ ταπεινόφρων, μὴ προσέχων δὲ ἀσφαλῶς ταῖς γραφαῖς, ἀλλὰ τοῖς ὁράμασιν οἷς αὐτὸς ἑώρα μᾶλλον ἐμπιστεύων. ἐπιτυχὼν γὰρ ἐφ’ ἑνὶ καὶ δευτέρῳ καὶ τρίτῳ ἐνυπνίῳ, ἤρξατο λοιπὸν προλέγειν τοῖς ἀδελφοῖς ὡς προφήτης· τόδε εἶδον καὶ τόδε μέλλει γίνεσθαι. καὶ δήποτε πλανηθεὶς εἶπεν· γινώσκετε ἀδελφοί, ὅτι μετὰ ἐνιαυτὸν ἡ κρίσις μέλλει γίνεσθαι. οἱ δὲ ἀκούσαντες αὐτοῦ προλέγοντος, „ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ κυρίου“, μετὰ κλαυθμῶν καὶ ὀδυρμῶν ἐδέοντο τοῦ κυρίου νυκτὸς καὶ ἡμέρας πρὸ ὀφθαλμῶν ἔχοντες τὴν ἐπερχομένην τῆς κρίσεως ἡμέραν. καὶ εἰς τοσοῦτον ἤγαγεν φόβον καὶ δειλίαν τοὺς ἀδελφούς, ὥστε ἐᾶσαι αὐτῶν τὰς χώρας καὶ τοὺς ἀγροὺς ἐρήμους, τά τε κτήματα αὐτῶν οἱ πλείους κατεπώλησαν. ὁ δὲ ἔφη αὐτοῖς· ἐὰν μὴ γένηται καθὼς εἶπον, μηκέτι μηδὲ ταῖς γραφαῖς πιστεύσητε, ἀλλὰ ποιείτω ἕκαστος ὑμῶν ὃ βούλεται. τῶν δὲ προσδοκώντων μὲν τὸ ἀποβησόμενον καὶ τοῦ ἐνιαυτοῦ πληρωθέντος, μηδενὸς δὲ ὧν ἐκεῖνος ἔλεγεν συμβάντος, αὐτὸς μὲν κατῃσχύνθη ὡς ψευσάμενος, αἱ δὲ γραφαὶ ἐφάνησαν ἀληθεύουσαι, οἱ δὲ ἀδελφοὶ εὑρέθησαν σκανδαλιζόμενοι, ὥστε λοιπὸν τὰς παρθένους αὐτῶν γῆμαι καὶ τοὺς ἄνδρας ἐπὶ τὴν γεωργίαν χωρῆσαι· οἱ δὲ εἰκῇ τὰ ἑαυτῶν κτήματα πωλήσαντες εὑρέθησαν ὕστερον ἐπαιτοῦντες.

Ταῦτα συμβαίνει τοῖς ἰδιώταις καὶ ἐλαφροῖς ἀνθρώποις, ὅσοι ταῖς μὲν γραφαῖς ἀκριβῶς οὐ προσέχουσιν, ταῖς δὲ ἀνθρωπίναις παραδόσεσιν καὶ ταῖς ἑαυτῶν πλάναις καὶ τοῖς ἑαυτῶν ἐνυπνίοις καὶ μυθολογίαις καὶ λόγοις γραώδεσι μᾶλλον ἡδέως πείθονται. καὶ γὰρ τοῖς υἱοῖς Ἰσραὴλ τὸ ὅμοιον συνέβη· τὸν μὲν „τοῦ θεοῦ“ νόμον ἐξουθενοῦντες παρεγράφοντο, ταῖς δὲ „τῶν πρεσβυτέρων“ παραδόσεσιν εὐαρεστοῦντες ὑπετάσσοντο. καὶ νῦν δέ τινες τὰ ὅμοια τολμῶσιν „προσέχοντες“ ὁράμασι ματαίοις „καὶ διδασκαλίαις δαιμονίων“ καὶ ἐν σαββάτῳ τε καὶ κυριακῇ πολλάκις νηστείαν ὁρίζοντες, ἥνπερ ὁ Χριστὸς οὐχ ὥρισεν, ἵνα τὸ τοῦ Χριστοῦ εὐαγγέλιον ἀτιμάσωσιν.

Ἐπεὶ οὖν τὰ τοῦ κυρίου ῥήματά ἐστιν ἀληθῆ, „πᾶς δὲ ἄνθρωπος ψεύστης, καθὼς γέγραπται“, ἴδωμεν εἰ καὶ ὁ ἀπόστολος Παῦλος σύμφωνός ἐστιν τοῖς τοῦ κυρίου ῥήμασιν. γράφων γὰρ πρὸς Θεσσαλονικεῖς καὶ παραινῶν τούτοις ἀεὶ μὲν γρηγορεῖν καὶ προσκαρτερεῖν ταῖς εὐχαῖς, μηδέπω δὲ τὴν ἡμέραν τῆς κρίσεως προσδοκᾶν διὰ τὸ τὸν καιρὸν μήπω πεπληρῶσθαι, οὕτως ἔφη [πρὸς αὐτούς]· „ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ κυρίου, ἵνα μὴ θορυβῆσθε μήτε διὰ λόγου μήτε δι’ ἐπιστολῆς ὡς ἐξ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ κυρίου, μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον· ὅτι ἐὰν μὴ πρῶτον ἔλθῃ ἡ ἀποστασία καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ θεοῦ καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἐστὶν θεός. οὐ μνημονεύετε, ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν; καὶ νῦν τὸ κατέχον οἴδατε εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ. τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας, μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται· καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ κύριος Ἰησοῦς ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ, οὗ ἐστιν ἡ παρουσία κατ’ ἐνέργειαν τοῦ σατανᾶ.“

τίς οὖν ἐστιν „ὁ κατέχων ἕως ἄρτι“, ἀλλ’ ἢ τὸ τέταρτον θηρίον, οὗ μετατεθέντος καὶ „ἐκ μέσου“ γεναμένου ἐλεύσεται ὁ πλάνος; ἀλλὰ πάντως ζητεῖς περίεργος ὢν πόσα ἔτη περιλείπεται τῷ θηρίῳ, ἵνα μεταρθῇ, μὴ νοῶν, ὅτι ταῦτα ζητῶν ἑαυτῷ τὸν κίνδυνον ἐπιζητεῖς καὶ τάχιον τὴν κρίσιν ἰδεῖν ἐπιθυμεῖς. „οὐαὶ“ γάρ, φησίν, „οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν κυρίου“, „καὶ αὕτη ἐστὶν σκότος καὶ οὐ φῶς. ὃν τρόπον ἐάν τις ἐκφύγῃ ἀπὸ προσώπου λέοντος, καὶ ἀπαντήσῃ αὐτῷ ἄρκος, καὶ εἰσπηδήσῃ εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἀπερείσῃ τὰς χεῖρας αὐτοῦ εἰς τὸν τοῖχον καὶ δάκῃ αὐτὸν ὄφις. οὐχὶ τοιαύτη ἡ ἡμέρα τοῦ κυρίου σκότος καὶ οὐ φῶς; <καὶ γνόφος> οὐκ ἔχων φέγγος;“ Τί δέ σοι καὶ τοὺς χρόνους περιεργάζεσθαι καὶ τὴν ἡμέραν τοῦ κυρίου ἐπιζητεῖν, ὁπότε ἀπέκρυψεν ἀφ’ ἡμῶν ταύτην ὁ σωτήρ; εἰπέ μοι, εἰ γινώσκεις τὴν ἡμέραν τῆς ἐξόδου σου, ἵνα τὴν συντέλειαν τοῦ παντὸς κόσμου πολυπραγμονήσῃς; εἰ μὴ γὰρ ἐμακροθύμει ὁ θεὸς ἐφ’ ἡμῖν διὰ τὴν ὑπερβάλλουσαν αὐτοῦ εὐσπλαγχνίαν, πάλαι ἂν τὰ πάντα ἐξήλειπτο. ἀνάγνωθι τὸ εἰρημένον [καὶ] ὑπὸ Ἰωάννου ἐν τῇ Ἀποκαλύψει· „καὶ εἶδον τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὸ ὄνομα Ἰησοῦ ὑποκάτω τοῦ θυσιαστηρίου καὶ ἐβόησαν πρὸς τὸν θεὸν καὶ εἶπαν· ἕως πότε, κύριε ὁ θεὸς ἡμῶν, οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἀπὸ τῶν κατοικούντων ἐπὶ τῆς γῆς;

καὶ ἐδόθησαν αὐτοῖς στολαὶ λευκαὶ καὶ ἐρρέθη αὐτοῖς, ἵνα περιμείνωσιν ἔτι χρόνον μικρόν, ὅπως καὶ οἱ σύνδουλοι αὐτῶν πληρώσωσιν τὴν μαρτυρίαν αὐτῶν οἱ μέλλοντες ἀποκτέννεσθαι ὡς καὶ αὐτοί“. εἰ οὖν τοῖς μάρτυσιν προσετάγη μακροθυμεῖν, οἵτινες τὸ ἴδιον αἷμα ὑπὲρ τοῦ Χριστοῦ ἐξέχεαν διὰ τί καὶ σὺ οὐ μακροθυμεῖς, ἵνα καὶ ἕτεροι σωθῶσιν καὶ ὁ ἀριθμὸς τῶν κλητῶν καὶ ἁγίων πληρωθῇ;

Ἵνα δὲ μηδὲ ἐν τούτῳ ἀναπόδεικτον καταλείψωμεν τὸ προκείμενον διὰ τὸ λίχνον εἶναι τὸν ἄνθρωπον, ἀναγκαζόμενοι ὃ μὴ ἔξεστιν εἰπεῖν παρὰ βίαν λέγομεν. οἱ γὰρ χρόνοι ἀπὸ καταβολῆς κόσμου καὶ ἀπὸ Ἀδὰμ καταριθμούμενοι εὔδηλα ἡμῖν παριστῶσι τὰ ζητούμενα. ἡ γὰρ πρώτη παρουσία τοῦ κυρίου ἡμῶν ἡ ἔνσαρκος, ἐν ᾗ γεγέννηται ἐν Βηθλεέμ, πρὸ τεσσάρων <νωνῶν> ἀπριλίων ἐγένετο [πρὸ ὀκτὼ καλανδῶν ἰανουαρίων,] ἡμέρᾳ τετράδι, βασιλεύοντος Αὐγούστου τεσσαρακοστὸν καὶ δεύτερον ἔτος, ἀπὸ δὲ Ἀδὰμ πεντακισχιλιοστῷ καὶ πεντακοσιοστῷ ἔτει· ἔπαθεν δὲ τριακοστῷ [τρίτῳ] ἔτει πρὸ ὀκτὼ καλανδῶν ἀπριλίων, ἡμέρᾳ παρασκευῇ, <πεντε>καιδεκάτῳ ἔτει Τιβερίου Καίσαρος, ὑπατεύοντος Ῥούφου καὶ Ῥουβελλίωνος [καὶ Γαΐου Καίσαρος τὸ τέταρτον <καὶ> Γαΐου Κεστίου Σατορνίνου]. δεῖ οὖν ἐξ ἀνάγκης τὰ ἑξακισχίλια ἔτη πληρωθῆναι, ἵνα ἔλθῃ τὸ σάββατον ἡ κατάπαυσις, ἡ ἁγία ἡμέρα, ἐν ᾗ „κατέπαυσεν“ ὁ θεὸς „ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ποιεῖν“. τὸ σάββατον τύπος ἐστὶν καὶ εἰκὼν τῆς μελλούσης βασιλείας τῶν ἁγίων, ἡνίκα συμβασιλεύσουσιν τῷ Χριστῷ, παραγινομένου αὐτοῦ ἀπ’ οὐρανῶν, ὡς [καὶ] Ἰωάννης ἐν τῇ Ἀποκαλύψει αὐτοῦ διηγεῖται. ἡμέρα γὰρ κυρίου „ὡς χίλια ἔτη“.

ἐπεὶ οὖν ἐν ἓξ ἡμέραις ἐποίησεν ὁ θεὸς τὰ πάντα, δεῖ τὰ ἑξακισχίλια ἔτη πληρωθῆναι· οὐδέπω γὰρ πεπλήρωνται, ὡς Ἰωάννης λέγει· „οἱ πέντε ἔπεσον, ὁ [δὲ] εἷς ἔστιν“, τουτέστιν ὁ ἕκτος, „ὁ ἄλλος οὔπω ἦλθεν“, τὸν ἄλλον δὲ λέγων τὸν ἕβδομον διηγεῖται, ἐν ᾧ ἔσται ἡ κατάπαυσις.

Ἀλλὰ πάντως ἐρεῖ τις· πῶς μοι ἀποδείξεις εἰ πεντακισχιλιοστῷ καὶ πεντακοσιοστῷ ἔτει ἐγεννήθη ὁ σωτήρ; εὐκόλως διδάχθητι, ὦ ἄνθρωπε· τὰ γὰρ ἐν τῇ ἐρήμῳ πάλαι ὑπὸ Μωϋσέως περὶ τὴν σκηνὴν γεγενημένα τύποι καὶ εἰκόνες τῶν πνευματικῶν ἐτελοῦντο μυστηρίων, ἵνα ἐλθούσης ἐπ’ ἐσχάτων τῆς ἀληθείας ἐν Χριστῷ, ταῦτα πεπληρωμένα νοῆσαι δυνηθῇς. φησὶν γὰρ πρὸς αὐτόν· „καὶ ποιήσεις τὴν κιβωτὸν ἐκ ξύλων ἀσήπτων“, „καὶ καταχρυσώσεις αὐτὴν χρυσίῳ καθαρῷ ἔσωθεν καὶ ἔξωθεν, καὶ ποιήσεις“ „τὸ μῆκος“ αὐτῆς „δύο πήχεων καὶ ἡμίσεως“ καὶ τὸ εὖρος αὐτῆς „πήχεως καὶ ἡμίσεως“ καὶ „τὸ ὕψος“ αὐτῆς „πήχεως καὶ ἥμισυ“· ὅπερ συναγόμενον τὸ μέτρον ποιεῖ πήχεις πέντε ἥμισυ, ἵνα δειχθῇ τὰ πεντακισχίλια πεντακόσια ἔτη, ἐν ᾧ χρόνῳ παρὼν ὁ σωτὴρ ἐκ τῆς παρθένου τὴν κιβωτόν, τὸ ἴδιον σῶμα, ἐν τῷ κόσμῳ προσήνεγκεν [ἐν] χρυσίῳ καθαρῷ κεχρυσωμένην, ἔνδοθεν μὲν τῷ λόγῳ, ἔξωθεν δὲ τῷ πνεύματι τῷ ἁγίῳ, ὥστε ἀποδέδεικται ἡ ἀλήθεια καὶ πεφανέρωται ἡ κιβωτός. ἀπὸ γενέσεως οὖν Χριστοῦ δεῖ ψηφίζειν πεντακόσια ἔτη τὰ ἐπίλοιπα εἰς συμπλήρωσιν τῶν ἑξακισχιλίων ἐτῶν, καὶ οὕτως ἔσται τὸ τέλος. ὅτι δὲ πέμπτῳ καὶ ἡμίσει καιρῷ παρῆν ὁ σωτὴρ ἐν τῷ κόσμῳ φέρων τὴν ἄσηπτον κιβωτόν, τὸ ἴδιον σῶμα, λέγει ὁ Ἰωάννης „ἦν δὲ ὥρα ἕκτη“, ἵνα τὸ ἥμισυ τῆς ἡμέρας ἐπιδείξῃ, ἡμέρα δὲ κυρίου „χίλια ἔτη“· τούτων οὖν τὸ ἥμισυ γίνεται πεντακόσια.

οὐ γὰρ ἐνεδέχετο τάχιον αὐτὸν παρεῖναι· ἔτι γὰρ βάρος νόμου ἦν, οὐδ’ <αὖ> ἕκτης πεπληρωμένης· κλείεται γὰρ τὸ λουτρόν· ἀλλὰ πέμπτης καὶ ἡμισείας, ἵνα ἐν τῷ ἐπιλοίπῳ ἡμίσει χρόνῳ εἰς πάντα τὸν κόσμον τὸ εὐαγγέλιον κηρυχθῇ καὶ πληρωθείσης τῆς ἕκτης ἡμέρας παύσῃ τὸν νῦν βίον. ἐπειδὴ γὰρ οἱ μὲν Πέρσαι διεκράτησαν βασιλεύοντες ἔτη διακόσια τριάκοντα, καὶ μετὰ τούτους οἱ Ἕλληνες ἅτε δὴ ἐνδοξότεροι ὑπάρχοντες [ἐπὶ] ἔτη τριακόσια, ἐξ ἀνάγκης δεῖ τὸ τέταρτον θηρίον ὡς ἰσχυρὸν καὶ μεῖζον πάντων τῶν ἔμπροσθεν αὐτοῦ γενομένων βασιλεῦσαι ἔτη πεντακόσια, ὧν καιρῶν συμπληρουμένων καὶ τῶν δέκα κεράτων ἐπ’ ἐσχάτων ἐξ αὐτοῦ ἐγειρομένων, ἀναφανήσεται ἐν αὐτοῖς ὁ ἀντίχριστος, περὶ οὗ ἔμπροσθεν λόγον ἐποιησάμεθα. τούτου πολεμοῦντος [τότε] καὶ διώκοντος τοὺς ἁγίους, τότε δεῖ προσδοκᾶν ἀπ’ οὐρανῶν τὴν ἐπιφάνειαν τοῦ κυρίου, ἵνα ὁ „βασιλεὺς τῶν βασιλέων“ φανερῶς πᾶσιν ἐπιδειχθῇ καὶ ὁ κριτὴς τῶν κριτῶν μετὰ παρρησίας [καὶ δόξης] ἐρχόμενος σημανθῇ. ὅσα γὰρ ἤδη παρὰ θεοῦ προωρίσθη γενέσθαι, καὶ ἀπὸ τῶν προφητῶν προκεκήρυκται, ταῦτα οὕτως καιροῖς ἰδίοις πληρωθήσεται.