Ἔργον
Ἱππόλυτος Ῥώμης – Εἰς τὸν Δανιήλ
Λόγος Δ΄: Ο μεγάλος διωγμός, η ανάσταση και το τέλος
Η δράση των δύο προδρόμων, η έσχατη θλίψη των πιστών, η διπλή ανάσταση των νεκρών, η σφράγιση της προφητείας και η καταληκτήρια προτροπή.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος Δ΄: Ο μεγάλος διωγμός, η ανάσταση και το τέλος
Η δράση των δύο προδρόμων, η έσχατη θλίψη των πιστών, η διπλή ανάσταση των νεκρών, η σφράγιση της προφητείας και η καταληκτήρια προτροπή.
Οὗτος ἀνελεῖ τοὺς δύο μάρτυρας καὶ προδρόμους Χριστοῦ κηρύσσοντας τὴν ἔνδοξον αὐτοῦ ἀπ’ οὐρανῶν παρουσίαν, ὡς λέγει διὰ τοῦ προφήτου· „καὶ δώσω τοῖς δυσὶ μάρτυσί μου καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα περιβεβλημένοι σάκκους“. καθὰ καὶ τῷ Δανιὴλ εἴρηκεν· „καὶ διαθήσει διαθήκην πολλοῖς ἑβδομὰς μία, καὶ ἔσται ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεταί μου θυσία καὶ σπονδή“· ἵνα δειχθῇ ἡ μία ἑβδομὰς εἰς δύο μεριζομένη, τῶν μὲν δύο μαρτύρων τρία ἥμισυ ἔτη κηρυσσόντων, τοῦ δὲ ἀντιχρίστου τὸ ἐπίλοιπον τῆς ἑβδομάδος τοὺς ἁγίους πολεμοῦντος καὶ πάντα τὸν κόσμον ἐρημοῦντος, ἵνα πληρωθῇ τὸ εἰρημένον· „καὶ δώσουσιν βδέλυγμα ἐρημώσεως ἡμέρας χιλίας διακοσίας ἐνενήκοντα· μακάριος ὁ ὑπομείνας“ εἰς Χριστὸν „καὶ φθάσας εἰς ἡμέρας χιλίας τριακοσίας τριάκοντα πέντε“.
τότε γὰρ „ἔσται θλῖψις μεγάλη, οἵα οὐ γέγονεν τοιαύτη ἀπὸ καταβολῆς κόσμου“, ἄλλων ἀλλαχῇ κατὰ πᾶσαν πόλιν καὶ χώραν εἰς τὸ ἀναιρεῖν τοὺς πιστοὺς πεμπομένων, καὶ τῶν μὲν Ἰουδαίων ἐπὶ τῇ τούτων ἀπωλείᾳ εὐφραινομένων, καὶ τῶν ἐθνῶν ἐπιχαιρομένων καὶ τῶν ἀπίστων αὐτοῖς συναιρομένων, τῶν δὲ ἁγίων ἀπὸ δύσεως εἰς ἀνατολὴν πορευομένων, καὶ ἑτέρων ἀπὸ ἀνατολῶν εἰς μεσημβρίαν διωκομένων, ἄλλων δὲ ἐν τοῖς ὄρεσιν καὶ ἐν τοῖς σπηλαίοις κρυπτομένων, πανταχοῦ αὐτοὺς τοῦ βδελύγματος πολεμοῦντος καὶ διὰ θαλάσσης καὶ διὰ ξηρᾶς τούτους διὰ τοῦ προστάγματος ἀναιροῦντος καὶ κατὰ πάντα τρόπον ἐκ τοῦ κόσμου ἐκθλίβοντος, μὴ δυναμένων αὐτῶν μήτε „πωλῆσαί“ τι τῶν ἰδίων μήτε „ἀγοράσαι“ παρὰ τῶν ἀλλοτρίων, χωρὶς ἐὰν μή τις „τὸ ὄνομα τοῦ θηρίου“ ἐν χειρὶ περιφέρῃ, ἢ τὸ τούτου „χάραγμα“ ἐπὶ τῷ μετώπῳ βαστάζῃ. πάντες γὰρ <οἱ> πιστοὶ τότε ἐκ παντὸς τόπου ἐκδιωχθήσονται καὶ ἐκ τῶν οἰκιῶν κατασπασθήσονται καὶ ἐκ τῶν πόλεων ἐξελασθήσονται καὶ ἐν τῷ δημοσίῳ συρήσονται καὶ πάσῃ κολάσει κολασθήσονται καὶ ἐκ παντὸς τοῦ κόσμου ἐκβληθήσονται.
Χρὴ οὖν ἐνορᾶν τὴν ἐσομένην τῶν ἁγίων τότε θλῖψιν καὶ ταλαιπωρίαν—δεῖ γὰρ ἡμᾶς ἐκ τῶν ἤδη μερικῶς γινομένων ἐννοεῖν τὰ ἐσόμενα—, τοιαύτης ζάλης καὶ ταράχου ἐν παντὶ τῷ κόσμῳ γενησομένης, καὶ πάντων πιστῶν πανταχοῦ ἀναιρουμένων καὶ κατὰ πᾶσαν πόλιν καὶ χώραν σφαζομένων, καὶ δικαίων αἵματος ἐκχυνομένου, καὶ ζώντων ἀνθρώπων καιομένων, καὶ θηρίοις ἑτέρων παραβαλλομένων, καὶ νηπίων ἐν ἀφόδοις φονευομένων, καὶ ἀτάφων πάντων ῥιπτουμένων, καὶ ὑπὸ κυνῶν βιβρωσκομένων, παρθένων τε καὶ γυναικῶν παρρησίᾳ φθειρομένων καὶ αἰσχρῶς ἐμπαιζομένων, καὶ ἀναρπαγῶν γινομένων, καὶ κοιμητηρίων ἁγίων ἀνασκαπτομένων, καὶ λειψάνων ἀνορυσσομένων καὶ ἐν πεδίῳ σκορπιζομένων, καὶ βλασφημιῶν γινομένων. τάραχος ἔσται ἐν πόλεσιν τότε, τῶν ἁγίων ἐκεῖθεν διωκομένων· τάραχος ἔσται ἐν ὁδοῖς καὶ ἐν ἐρημίαις, πάντων ἐκεῖ κρύβεσθαι βουλομένων· τάραχος ἔσται ἐν θαλάσσῃ, πάντων δι’ ὕδατος φεύγειν πειρωμένων· τάραχος ἔσται ἐν νήσοις, πάντων ἐκεῖ ἐκζητουμένων. καὶ ἔσται ἡ γῆ τότε τοῖς ἁγίοις ἄκαρπος καὶ πᾶσα πόλις ἀοίκητος καὶ θάλασσα ἄπλωτος καὶ πᾶς ὁ κόσμος ἔρημος, τῶν μὲν ὑπὸ λιμοῦ διαφθειρομένων, τῶν δὲ ἀπὸ δίψης ἐκλιμπανόντων, ἑτέρων δὲ ἀπὸ τοῦ φόβου καὶ τῆς πολλῆς θλίψεως ἀποθνησκόντων. ποῦ [δὲ] τότε κρυβήσεται ἄνθρωπος; τίνι δὲ τὰ ἴδια τέκνα παραθήσεται;
ποῦ δὲ τὰ ὑπάρχοντα αὐτοῦ ἀποκομίσας διασώσει, ὁπότε μηδὲ τὴν ἰδίαν ψυχὴν σῶσαι δύναται; τότε ἔσονται οἰμωγαὶ νηπίων πολλαί, πατέρων τε καὶ μητέρων ὀδυρμοί, γυναικῶν τε καὶ παρθένων ὀλολυγμοί, ἀδελφῶν τε καὶ συγγενῶν κοπετοί. τίς τίνα πενθήσει τότε; οὐκ ἀδελφὸς ἀδελφόν, καὶ γὰρ αὐτὸς τὸν θάνατον προσδοκᾷ· οὐ μήτηρ θυγατέρα, καὶ αὐτὴ τὸν θάνατον ὑφορωμένη· οὐ πατὴρ υἱόν, φοβούμενος μὴ καὶ αὐτὸς ἀναιρεθῇ.
Διὰ τοῦτο προειδὼς ὁ κύριος ταῦτα λέγει· „προσεύχεσθε, ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος ἢ σαββάτου“, μήτε ἀργοῦντας ὑμᾶς ἀπὸ δικαιοσύνης, μήτε ἀσχολουμένους [ὑμᾶς] ἐν βιωτικοῖς πράγμασιν, ὡς ἐν χειμῶνι, μήπως „αἰφνιδίως ἐπιστῇ ἐφ’ ὑμᾶς ἡ ἡμέρα ἐκείνη ὡς παγίς“. „εἰ γὰρ μὴ ἐκολοβώθησαν“, φησίν, „αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι“. ἀλλὰ „μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς καὶ οἱ ἀστέρες καίονται ἐκ τοῦ οὐρανοῦ ἐκπίπτοντες καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, καὶ τότε“ „ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον μετὰ δυνάμεως καὶ δόξης πολλῆς“. εἰ γὰρ ὁ διάβολος πρὸς ὀλίγον ἔλαβεν ἐξουσίαν ταράξαι τὴν γῆν, ὡς γέγραπται, „ἔδωκεν αὐτῷ“ ὁ θεὸς ἐξουσίαν „πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς“, πόσῳ μᾶλλον ὁ υἱὸς τοῦ θεοῦ ὁ λαβὼν τὴν πᾶσαν ἐξουσίαν τῶν τε „ἐπουρανίων καὶ τῶν ἐπιγείων καὶ καταχθονίων“ ταράξει πάντα τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ στοιχεῖα πρὸς „ἐκδίκησιν τῶν“ ἁγίων μετὰ δυνάμεως ἀγγελικῆς καὶ δόξης πατρικῆς παραγινόμενος, „ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν πᾶσιν τοῖς ἁγίοις αὐτοῦ καὶ θαυμασθῆναι ἐν πᾶσιν τοῖς“ ἐπικαλουμένοις αὐτόν, „ἀνταποδοῦναι τοῖς θλίβουσιν ἡμᾶς θλῖψιν, ἡμῖν δὲ τοῖς θλιβομένοις ἄνεσιν“.
Δύο οὖν βδελύγματα προείρηκεν Δανιήλ, ἓν μὲν ἀφανισμοῦ, ἓν δὲ ἐρημώσεως. τί τὸ τοῦ ἀφανισμοῦ ἀλλ’ ἢ ὃ ἔστησεν ἐκεῖ κατὰ τὸν καιρὸν ὁ Ἀντίοχος; καὶ τί τὸ τῆς ἐρημώσεως ἀλλ’ ἢ τὸ καθόλου, ὡς παρέσται ὁ ἀντίχριστος; ὡς λέγει Δανιήλ· „καὶ αὐτὸς ἐπὶ ἀπωλείᾳ πολλῶν στήσεται“, „καὶ γῆν διελεῖ ἐν δώροις“ „καὶ βαλεῖ εἰς αὐτὴν χῶμα“ „καὶ γῆ Αἰγύπτου οὐκ ἔσται εἰς σωτηρίαν“, „καὶ οὗτοι σωθήσονται ἐκ χειρὸς αὐτοῦ, Ἐδὼμ καὶ Μωὰβ καὶ ἀρχὴ υἱῶν Ἀμμών“. οὗτοι γάρ εἰσιν οἱ συνερχόμενοι αὐτῷ διὰ τὴν συγγένειαν καὶ βασιλέα αὐτὸν πρῶτοι ἀναγορεύοντες. οἱ μὲν Ἐδώμ εἰσιν οἱ υἱοὶ τοῦ Ἠσαῦ, οἱ κατοικοῦντες τὸ ὄρος Σηείρ· Μωὰβ δὲ καὶ Ἀμμὼν οἱ υἱοὶ τοῦ Λώτ, οἱ ἐκ τῶν δύο αὐτοῦ θυγατέρων γεγεννημένοι· ὡς καὶ Ἡσαΐας λέγει. „καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων θάλασσαν ἅμα προνομεύοντες“, καὶ οἱ ἀπὸ „ἀνατολῶν“ καὶ δυσμῶν καὶ οἱ ἀπὸ βορρᾶ δώσουσιν δόξαν, „οἱ δὲ υἱοὶ Ἀμμὼν πρῶτοι ὑπακούσονται“.
Οὗτος ὑπ’ αὐτῶν βασιλεὺς ἀναγορευθεὶς καὶ ὑπὸ πάντων δοξασθεὶς καὶ βδέλυγμα ἐρημώσεως τῷ κόσμῳ γενηθείς, κρατήσει ἡμέρας χιλίας διακοσίας ἐνενήκοντα· <ὡς> καὶ Δανιὴλ λέγει· „καὶ δώσουσιν βδέλυγμα ἐρημώσεως ἡμέραι χίλιαι διακόσιαι ἐνενήκοντα· μακάριος ὁ ὑπομείνας καὶ φθάσας εἰς ἡμέρας χιλίας τριακοσίας τριάκοντα πέντε“. τοῦ γὰρ βδελύγματος παραγινομένου καὶ πολεμοῦντος τοὺς ἁγίους, ὃς ἂν ὑπερβῇ τὰς ἡμέρας αὐτοῦ καὶ ἐγγίσῃ εἰς ἡμέρας τεσσαράκοντα πέντε ἑτέρας ἐγγιζούσης πεντηκοστῆς, ἔφθασεν εἰς βασιλείαν οὐρανῶν. ἔρχεται γὰρ ὁ ἀντίχριστος εἰς μέρος πεντηκοστῆς ὡς τὴν βασιλείαν ἅμα Χριστῷ κληρονομεῖν μέλλων. καὶ διὰ τοῦτο Ἡσαΐας λέγει· „ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν κυρίου“. καὶ Παῦλος ἐν τῇ πρὸς Θεσσαλονικεῖς φησιν· „ὃν ὁ κύριος Ἰησοῦς ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ“, τὴν δὲ βασιλείαν οἱ ἅγιοι ἅμα Χριστῷ κληρονομεῖν μέλλουσιν.
Τούτων οὖν οὕτως ἐσομένων προσέθηκεν λέγων· „καὶ πολλοὶ τῶν ἐν γῆς χώματι καθευδόντων ἀναστήσονται, οὗτοι εἰς ζωὴν αἰώνιον καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον, καὶ οἱ συνιέντες ἐκλάμψουσιν ὡς ἡ λαμπρότης τοῦ στερεώματος καὶ ἀπὸ τῶν δικαίων τῶν πολλῶν ὡς οἱ ἀστέρες εἰς τὸν αἰῶνα καὶ ἔτι“. τίνες οὖν εἰσιν οἱ καθεύδοντες „ἐν γῆς χώματι“ ἀλλ’ ἢ τὰ τῶν ἀνθρώπων σώματα, ἅτινα ἀπολαμβάνοντα τὰς ἰδίας ψυχὰς ἀναστήσονται, οἱ μὲν „εἰς ἀνάστασιν ζωῆς“, καθαρὰ καὶ διαυγῆ καὶ λάμποντα „ὡς ἡ λαμπρότης τοῦ στερεώματος“ ἀπολαμβάνοντες αὐτά, οἱ δὲ „εἰς ἀνάστασιν κρίσεως“, αὐτάρκη πρὸς τὴν αἰώνιον κόλασιν αὐτὰ ἀπολαμβάνοντες· καθὼς καὶ ὁ Παῦλος λέγει· „αὐτὸς δὲ σωθήσεται ὡς διὰ πυρός“. καὶ γὰρ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ τὸ ὅμοιον εἴρηκεν· „τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος“ φαίνει ἐν τῇ δόξῃ αὐτοῦ. καὶ Ἡσαΐας λέγει· „ἔγειρε ὁ καθεύδων καὶ ἐξεγέρθητι ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός“. καὶ ὁ κύριος πάλιν· „ἀμὴν λέγω ὑμῖν, ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσουσιν τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ“ „καὶ ἀναστήσονται οἱ τὰ ἀγαθὰ πράξαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως“.
οὗτοι, φησίν, ἀναστήσονται „εἰς ζωήν“, οἱ τῇ ὄντως ζωῇ πεπιστευκότες καὶ „ἐν βίβλῳ ζωῆς“ ἐγγεγραμμένοι· καὶ „οὗτοι εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον“, οἱ τῷ ἀντιχρίστῳ συναιρόμενοι καὶ σὺν αὐτῷ εἰς τὴν αἰώνιον κόλασιν βαλλόμενοι. περὶ οὗ προφητεύει Ἡσαΐας λέγων· „ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρόν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός, ὅτι τὴν γῆν μου ἠρήμωσας καὶ τὸν λαόν μου ἀπέκτεινας· οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον, σπέρμα πονηρόν· ἑτοίμασον τὰ τέκνα σου εἰς σφαγὴν ταῖς ἁμαρτίαις τοῦ πατρός σου, ἵνα μὴ ἀναστῶσιν καὶ τὴν γῆν μου κληρονομήσωσιν“.
Τούτων οὕτως εἰρημένων λέγει ὁ Δανιήλ· „καὶ εἶδον, καὶ ἰδοὺ ἕτεροι δύο ἄνδρες εἱστήκεισαν εἷς ἐντεῦθεν τοῦ χείλους τοῦ ποταμοῦ καὶ εἷς ἐντεῦθεν τοῦ χείλους τοῦ ποταμοῦ καὶ“ ἀπεκρίθησαν „τῷ ἀνδρὶ τῷ“ ἑστῶτι „ἐπάνω τοῦ <ὕδατος> τοῦ ποταμοῦ“ καὶ εἶπαν αὐτῷ· „ἕως πότε τὸ πέρας“ τῶν λόγων „τῶν θαυμαστῶν, ὧν ἐλάλησας; καὶ ἤκουσα τοῦ ἀνδρὸς τοῦ ἐνδεδυμένου τὸ βαδδίν, ὃς ἦν ἐπάνω τοῦ ὕδατος τοῦ ποταμοῦ καὶ ὕψωσεν τὴν δεξιὰν αὐτοῦ καὶ τὴν ἀριστερὰν αὐτοῦ εἰς τὸν οὐρανόν, καὶ ὤμοσεν ἐν τῷ ζῶντι εἰς τὸν αἰῶνα, ὅτι εἰς καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἐν τῷ συντελεσθῆναι διασκορπισμὸν γνώσονται ταῦτα πάντα“. τίνες οὖν ἦσαν οἱ δύο ἄνδρες οἱ ἑστῶτες παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ, ἀλλ’ ἢ „ὁ νόμος καὶ οἱ προφῆται“; καὶ τίς ἦν ὁ ἑστὼς „ἐπάνω τοῦ ὕδατος“ εἰ μὴ αὐτὸς οὗτος, περὶ οὗ αὐτοὶ πάλαι προεκήρυξαν, ὃς ἔμελλεν ἐπ’ ἐσχάτων ἐπὶ τῷ Ἰορδάνῃ φανερῶς ὑπὸ τοῦ πατρὸς μαρτυρεῖσθαι καὶ ὑπὸ Ἰωάννου τῷ λαῷ παρρησίᾳ δείκνυσθαι, ὁ τὸ κάστυ τοῦ γραμματέως περὶ τὴν ὀσφὺν φορῶν καὶ τὸ βαδδίν, τὸν ποικίλον χιτῶνα ἐνδεδυμένος. οὗτοι πυνθάνονται αὐτοῦ εἰδότες, ὅτι αὐτῷ „ἐδόθη πᾶσα“ ἀρχὴ καὶ „ἐξουσία“, ἵνα μάθωσιν παρ’ αὐτοῦ ἀκριβῶς, πότε μέλλει ἐπάγειν τῷ κόσμῳ τὴν κρίσιν καὶ πότε τὰ ὑπ’ αὐτοῦ λελαλημένα πληρωθήσεται.
ὁ δὲ κατὰ πάντα τρόπον πείθειν τούτους βουλόμενος ἐπῆρεν „τὴν δεξιὰν αὐτοῦ καὶ τὴν ἀριστερὰν αὐτοῦ εἰς τὸν οὐρανὸν καὶ ὤμοσεν κατὰ τοῦ ζῶντος εἰς τὸν αἰῶνα“. τίς καὶ κατὰ τίνος ὤμοσεν; ὁ υἱὸς κατὰ τοῦ πατρός, λέγων ὅτι ζῇ „εἰς τὸν αἰῶνα“ ὁ πατήρ· ἦ μὴν „εἰς καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἐν τῷ συντελεσθῆναι διασκορπισμὸν γνώσονται ταῦτα πάντα“. τὸ οὖν ἐκτεῖναι αὐτὸν τὰς δύο χεῖρας αὐτοῦ, διὰ τούτου τὸ πάθος ἐπέδειξεν· τὸ δὲ εἰπεῖν „εἰς καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ“ τὰ τρία ἥμισυ ἔτη τὰ τοῦ ἀντιχρίστου ἐσήμανεν· καιρὸν γὰρ λέγει ἐνιαυτόν, καιροὺς δὲ δύο ἔτη, ἥμισυ δὲ καιροῦ ἥμισυ ἐνιαυτοῦ· αὗταί εἰσιν αἱ „χίλιαι διακόσιαι ἐνενήκοντα ἡμέραι“ ἃς προεῖπεν Δανιήλ. „Ἐν τῷ“ οὖν „συντελεσθῆναι“ τὸ πάθος καὶ γενέσθαι „διασκορπισμὸν“ παρόντος τοῦ ἀντιχρίστου ἐν ταῖς ἡμέραις ἐκείναις „γνώσονται ταῦτα πάντα“.
τί οὖν ἔτι διστάζεις, ὦ ἄνθρωπε, ἐπὶ τοῖς εἰρημένοις, ἢ πῶς ἀπιστεῖς τοῖς ὑπὸ τοῦ κυρίου λελαλημένοις, ὁπότε ἡ πρώτη αὐτοῦ παρουσία ἤδη γεγένηται, καὶ ὁ ἐπὶ „τοῦ ὕδατος“ ἑστὼς τότε καὶ ὀφθεὶς τῷ Δανιὴλ τῷ κόσμῳ νῦν πεφανέρωται, καὶ τὸ πάθος αὐτοῦ πᾶσιν σεσήμανται, καὶ διασκορπισμὸς τῷ λαῷ τῶν Ἰουδαίων ὑπὸ Ῥωμαίων γεγένηται; „ἐν τῷ“ γὰρ [λέγειν] „συντελεσθῆναι διασκορπισμὸν γνώσονται ταῦτα πάντα“· παρόντος τότε τοῦ κυρίου πρὸς αὐτοὺς καὶ μὴ ἐπιγνωσθέντος ὑπ’ αὐτῶν διεσκορπίσθησαν εἰς πάντα τὸν κόσμον ἔκβλητοι τῆς ἰδίας χώρας γενόμενοι, καὶ ὑπὸ τῶν ἐχθρῶν πολεμηθέντες ἐκ τῆς Ἱερουσαλὴμ [πόλεως] ἐξώσθησαν ἐπίχαρμα πᾶσιν τοῖς ἔθνεσιν γενάμενοι, ἵνα τὸ εὐαγγέλιον τοῦ κυρίου κατὰ πάντα τὸν κόσμον κηρυχθῇ καὶ ὁ πᾶς χρόνος πληρωθῇ καὶ ἡ ἐσχάτη ἑβδομὰς περιληφθῇ καὶ οἱ δύο πρόδρομοι τοῦ Χριστοῦ ἀποσταλῶσιν καὶ „τὸ βδέλυγμα τῆς ἐρημώσεως“ μετ’ αὐτοὺς ἀναφανῇ καὶ ὁ κριτὴς τῶν κριτῶν ἀπ’ οὐρανῶν ἀποκαλυφθῇ καὶ ἡ ἀνάστασις τῶν ἁγίων καὶ παντὸς τοῦ κόσμου γενηθῇ καὶ τὸ αἰώνιον βασίλειον τοῖς ἀξίοις δοθῇ καὶ τὸ τῶν ἀσεβῶν ἄσβεστον καὶ ἀκοίμητον πῦρ ἐξαφθῇ.
Τούτων οὕτως εἰρημένων, βουλόμενος ὁ προφήτης ἀκριβέστερον περιεργάζεσθαι ὁποῖα ἦν τὰ μετὰ τὴν ἀνάστασιν, ἀπεκρίθη πρὸς αὐτὸν καὶ εἶπεν· „κύριε, τί τὰ ἔσχατα τούτων; καὶ εἶπεν· δεῦρο, Δανιήλ, ὅτι ἐμπεφραγμένοι καὶ ἐσφραγισμένοι οἱ λόγοι οὗτοι ἕως καιροῦ πέρας, ἕως ἂν ἐκλεγῶσιν καὶ ἐκλευκανθῶσιν καὶ ἐκπυρωθῶσιν πολλοὶ καὶ ἀνομήσουσιν ἄνομοι καὶ οἱ νοήμονες συνήσουσιν“. „καὶ σὺ δεῦρο καὶ ἀναπαύου· ἔτι γὰρ ἡμέραι εἰς ἀναπλήρωσιν συντελείας καὶ ἀναστήσῃ εἰς τὸν κλῆρόν σου εἰς συντέλειαν ἡμερῶν“. ἐπειδὴ γὰρ „ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἁγίοις“ ἐκδιηγήσασθαι ἄνθρωπος νῦν οὐ δύναται—οὔτε γὰρ „ὀφθαλμὸς“ αὐτοῦ „εἶδεν“ οὔτε „οὖς ἤκουσεν“ οὔτε „ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη“, „εἰς ἃ καὶ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι“—, οὕτως ἔφη πρὸς αὐτόν· „ἐμπεφραγμένοι εἰσὶν οἱ λόγοι οὗτοι ἕως καιροῦ πέρας, ἕως ἂν ἐκλεγῶσιν καὶ ἐκλευκανθῶσιν καὶ ἐκπυρωθῶσιν πολλοί“. τίνες δὲ οἱ ἐκλεγόμενοι, ἀλλ’ ἢ οἱ ἄξιοι τῆς βασιλείας εὑρισκόμενοι; καὶ τίνες οἱ λευκαινόμενοι, ἀλλ’ ἢ οἱ τῷ „τῆς ἀληθείας“ λόγῳ πιστεύοντες, ἵνα λευκανθῶσιν δι’ αὐτοῦ καὶ ἀποβάλλοντες τὸν τῶν ἁμαρτιῶν ῥύπον ἐνδύσωνται τὸ ἀπ’ οὐρανῶν καθαρὸν καὶ διαυγὲς ἅγιον πνεῦμα, ἵνα παρόντος τοῦ νυμφίου εὐθέως συνεισέλθωσιν αὐτῷ;
καὶ τίνες οἱ ἐκπυρούμενοι ἢ οἱ διερχόμενοι „διὰ πυρὸς καὶ ὕδατος“ διὰ τοῦ πνευματικοῦ „λουτροῦ τῆς παλιγγενεσίας“ καὶ „τὸ θέλημα“ τοῦ θεοῦ διὰ πυρώσεως πολλῶν πειρασμῶν καὶ θλίψεων ποιοῦντες; „καὶ ἀνομήσουσιν ἄνομοι καὶ οἱ νοήμονες συνήσουσιν“· οἱ διὰ τοῦ αὐτεξουσίου ἀνομοῦντες καὶ δι’ αὐτοῦ πάλιν τινὲς συνιέντες καὶ εὐαρεστοῦντες.
Τοῦ οὖν κυρίου διηγουμένου τοῖς μαθηταῖς περὶ τῆς μελλούσης τῶν ἁγίων βασιλείας ὡς εἴη ἔνδοξος καὶ θαυμαστή, καταπλαγεὶς ὁ Ἰούδας ἐπὶ τοῖς λεγομένοις ἔφη· καὶ τίς ἆρα ὄψεται ταῦτα; ὁ δὲ κύριος ἔφη· ταῦτα ὄψονται οἱ ἄξιοι γενόμενοι. ἴδε νῦν, ὦ ἄνθρωπε, τὰ πάλαι ἐσφραγισμένα καὶ γνωσθῆναι μὴ δυνάμενα νῦν παρρησίᾳ „ἐπὶ τῶν δωμάτων“ κηρύσσεται καὶ ἡ „τῆς ζωῆς“ βίβλος ἐκταθεῖσα ἤδη φανερῶς ἐπὶ ξύλου ἥπλωται ἔχουσα „τίτλον“ „ῥωμαϊστὶ καὶ ἑλληνιστὶ καὶ ἑβραϊστὶ“ γεγραμμένον, ὅπως καὶ Ῥωμαῖοι καὶ Ἕλληνες καὶ Ἑβραῖοι διδαχθῶσιν, ἵνα προσδοκῶντες οἱ ἄνθρωποι τὰ μέλλοντα ἀγαθὰ πιστεύσωσιν τοῖς ἐγγεγραμμένοις ἐν ταύτῃ „τῇ βίβλῳ τῆς ζωῆς“ τοῖς καὶ κηρυχθεῖσιν ἐν ὅλῳ τῷ κόσμῳ, καὶ μαθόντες τὰ ἐπερχόμενα κακά, φοβηθέντες τὴν κρίσιν ἐκφύγωσιν τὴν αἰώνιον κόλασιν, ὅπως ἄξιοι πάντες τοῦ βασιλέως εὑρεθέντες ἐκλάβωμεν αὐτὸν καθαρὸν καθαροῖς σώμασιν καὶ ψυχαῖς, λαμπρὰς καὶ εὐώδεις στολὰς περὶ τὸ σῶμα ἠμφιεσμένοι, τὰς ἑαυτῶν λαμπάδας ἐλαίῳ διαυγεῖ καταρτίσαντες, ἵνα μὴ τῇ „κραιπάλῃ καὶ τῇ μέθῃ“ καὶ τῇ παντοίᾳ φαντασίᾳ καὶ ἡδονῇ „τοῦ βίου“ τούτου ἀπατηθέντες καὶ μείζονα τὰ πρόσκαιρα καὶ ἐπίγεια καὶ εὔφθαρτα νομίσαντες τῶν ἀϊδίων καὶ ἀφθάρτων καὶ ἀκηράτων ἀγαθῶν, ἀπονυστάξαντες ἐκπέσωμεν τῆς ἀϊδίου ζωῆς.
δύναται δὲ ὁ θεὸς πάντας ἡμᾶς [πρὸς τὰ μέλλοντα] ἐγρηγόρους ποιῆσαι, καταρτίσαι, ἐλεῆσαι, σῶσαι, φυλάξαι, τηρῆσαι ἀπὸ παντὸς πειρασμοῦ καὶ θλίψεως, ὅπως ἐκφυγόντες τὴν ἐπερχομένην διὰ πυρὸς κρίσιν φθάσωμεν [ἀπαντῆσαι μετὰ χαρᾶς] εἰς τὴν ἐπιφάνειαν τοῦ ἠγαπημένου παιδὸς αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, δοξάζοντες αὐτόν, ὅτι αὐτῷ ἡ δόξα [νῦν καὶ ἀεὶ καὶ] εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.