Ἔργον
Ἱππόλυτος Ῥώμης – Εἰς τὸν Δανιήλ
Λόγος Α΄: Η ιστορία της Σωσάννας
Ερμηνεία της διήγησης της Σωσάννας, με έμφαση στην αλληγορική και τυπολογική της σύνδεση με την Εκκλησία, το μαρτύριο και τη θεία δικαιοσύνη.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος Α΄: Η ιστορία της Σωσάννας
Ερμηνεία της διήγησης της Σωσάννας, με έμφαση στην αλληγορική και τυπολογική της σύνδεση με την Εκκλησία, το μαρτύριο και τη θεία δικαιοσύνη.
Δεῦρο οὖν, μακάριε Δανιήλ, πρόσελθε, ἔκδικος τῆς μακαρίας Σουσάννης <γενόμ>ενος, ἵνα ἐπιδείξῃς ἡμῖν καὶ τὰ μέλλοντα.
Λέγει γὰρ ἡ γραφή· „καὶ ἦν ἀνὴρ οἰκῶν ἐν Βαβυλῶνι καὶ ὄνομα αὐτῷ Ἰωακεὶμ καὶ ἔλαβεν γυναῖκα, ᾗ ὄνομα Σουσάννα, θυγάτηρ Χελκίου, καλὴ σφόδρα καὶ φοβουμένη τὸν κύριον“. περὶ οὗ ἔμπροσθεν λόγον ἐποιησάμεθα, ὃς πάροικος γενάμενος ἐν Βαβυλῶνι τὴν Σουσάνναν εἰς γυναῖκα ἔλαβεν. αὕτη δὲ ἦν θυγάτηρ Χελκίου τοῦ ἱερέως τοῦ εὑρόντος τὸ βιβλίον τοῦ νόμου ἐν τῷ οἴκῳ κυρίου, ἡνίκα Ἰωσίας ὁ βασιλεὺς ἐκέλευσεν αὐτὸν καθαρίσαι τὰ ἅγια τῶν ἁγίων. ταύτης ἀδελφὸς γίνεται Ἱερεμίας ὁ προφήτης, ὃς ἅμα τοῖς ἐπιλοίποις μετὰ τὴν γεναμένην τοῦ λαοῦ ἐν Βαβυλῶνι αἰχμαλωσίαν ἀπήχθη εἰς Αἴγυπτον καὶ παρῴκησεν ἐν Τάφναις κἀκεῖ προφητεύων λιθοβοληθεὶς ὑπ’ αὐτῶν ἀνῃρέθη. οὗτοι οὖν ἐκ τοῦ γένους τοῦ ἱερατικοῦ ὑπάρχοντες, ἐκ τῆς φυλῆς τῆς Λευΐ, ἐπεμίγησαν τῇ φυλῇ τῇ Ἰούδα, ἵνα διὰ τῶν δύο δικαίων φυλῶν ἐπὶ τὸ αὐτὸ συνελθουσῶν τὸ δίκαιον Χριστοῦ κατὰ σάρκα σπέρμα δειχθῇ καὶ ὁ ἐξ αὐτῶν ἐν Βηθλεὲμ γεννώμενος βασιλεὺς καὶ ἱερεὺς θεοῦ ἀποδειχθῇ. καὶ γὰρ Ματθαῖος βουλόμενος τὸ „κατὰ σάρκα“ γένος τοῦ Χριστοῦ καθαρὸν καὶ ἄσπιλον ἕως τοῦ Ἰωσὴφ καταγαγεῖν, ἐλθὼν ἐπὶ τὸν Ἰωσίαν παρῃτήσατο τοὺς πέντε τούτου υἱοὺς καὶ ὠνόμασεν τὸν Ἰεχονίαν, τὸν ἐν Βαβυλῶνι ἐκ τῆς Σουσάννης γεννηθέντα ἀπὸ δικαίου σπέρματος ἐπὶ δίκαιον σπέρμα μεθαλλόμενος.
λέγει γάρ· „Ἰωσίας γεννᾷ τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος“. πῶς οὖν τοῦτο ἀποδειχθήσεται; Ἰωσίας γὰρ ἐν γῇ Ἰούδα βασιλεύσας τριάκοντα ἓν ἔτη ἐκεῖ τελευτᾷ. πῶς οὖν ἠδύνατο ἐκεῖ τελευτήσας γεννᾶν ἐν Βαβυλῶνι τὸν Ἰεχονίαν; ἐκ τούτου δεῖ νοεῖν, ὅτι ἐκ τοῦ Ἰωακεὶμ καὶ ἐκ τῆς Σουσάννης γεννηθέντα τοῦτον ἐγενεαλόγησεν Ματθαῖος ὡς υἱὸν ὄντα Ἐλιακεὶμ τοῦ καὶ Ἰωακεὶμ υἱοῦ Ἰωσίου. οὐδὲ γὰρ τὸν ἐκκήρυκτον ὑπὸ τοῦ <ἁγίου> πνεύματος γενόμενον Ἰεχονίαν τοῦτον ἠδύνατο γενεαλογεῖν Ματθαῖος, ὥς τινες πλανώμενοι νομίζουσιν· οὗτος γὰρ πηρὸς ἀχθεὶς εἰς Βαβυλῶνα κἀκεῖ δέσμιος ἐν μυλῶνι κατακλεισθεὶς ἄτεκνος τελευτᾷ. ὥστε οὐκ ἀργῶς ἡ γραφὴ διδάσκει ἡμᾶς λέγουσα· „καὶ ἦν ἀνὴρ οἰκῶν ἐν Βαβυλῶνι καὶ ὄνομα αὐτῷ Ἰωακεὶμ καὶ ἔλαβεν γυναῖκα, ᾗ ὄνομα Σουσάννα, θυγάτηρ Χελκίου, καλὴ σφόδρα καὶ φοβουμένη τὸν κύριον“. γεννᾶται οὖν ἐξ αὐτῆς Ἰεχονίας, καὶ Ἰεχονίας γεννᾷ τὸν Σαλαθιήλ, καὶ Σαλαθιὴλ γεννᾷ τὸν Ζοροβάβελ.
οὗτος ἅμα Ἔσδρα τῷ γραμματεῖ καὶ Ἰησοῦ τῷ τοῦ Ἰωσεδὲκ ἀνέρχεται εἰς τὰ Ἱεροσόλυμα κατὰ κέλευσιν Κύρου τοῦ Πέρσου· καὶ οὕτως καθαρὸν τὸ γένος τῶν πατέρων διέμεινεν ἕως τῆς γεννήσεως Ἰησοῦ Χριστοῦ. „Ἦσαν δέ“, φησίν, „οἱ γονεῖς αὐτῆς δίκαιοι καὶ ἐδίδαξαν τὴν θυγατέρα αὐτῶν κατὰ τὸν νόμον Μωϋσέως“. „ἐκ γὰρ τοῦ καρποῦ“ τοῦ ἐξ αὐτῶν προβληθέντος εὐκόλως καὶ „τὸ δένδρον γινώσκεται“. ἄνδρες γὰρ εὐλαβεῖς καὶ „ζηλωταὶ τοῦ νόμου“ γεγενημένοι ἄξια θεοῦ τέκνα ἐν κόσμῳ προήγαγον, τὸν μὲν προφήτην καὶ μάρτυρα Χριστοῦ γεγενημένον, τὴν δὲ σώφρονα καὶ πιστὴν ἐν Βαβυλῶνι εὑρημένην, ἧς τὸ σεμνὸν καὶ σῶφρον τὸν μακάριον Δανιὴλ προφήτην ἀπέδειξεν. „ἦν δέ“, φησίν, „Ἰωακεὶμ πλούσιος σφόδρα, καὶ ἦν αὐτῷ παράδεισος γειτνιῶν τῷ οἴκῳ αὐτοῦ, καὶ πρὸς αὐτὸν συνήγοντο οἱ Ἰουδαῖοι διὰ τὸ εἶναι αὐτὸν ἐνδοξότερον πάντων. καὶ ἀπεδείχθησαν δύο πρεσβύτεροι ἐκ τοῦ λαοῦ κριταὶ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ, περὶ ὧν ἐλάλησεν ὁ δεσπότης, ὅτι ἐξῆλθεν ἀνομία ἐκ Βαβυλῶνος ἐκ πρεσβυτέρων κριτῶν, οἳ ἐδόκουν κυβερνᾶν τὸν λαόν· οὗτοι προσεκαρτέρουν τῇ οἰκίᾳ Ἰωακεὶμ καὶ εἰσήρχοντο πρὸς αὐτοὺς πάντες οἱ κρινόμενοι“. δεῖ οὖν ἐπιζητῆσαι τὸ αἴτιον. πῶς γὰρ οὗτοι αἰχμάλωτοι ὑπάρχοντες καὶ ὑπόδουλοι Βαβυλωνίοις γεγενημένοι ἠδύναντο συνέρχεσθαι ἐπὶ τὸ αὐτὸ ὡς αὐτεξούσιοι;
ἐν τούτῳ δεῖ νοεῖν ὅτι μετοικίσας αὐτοὺς Ναβουχοδονόσορ φιλανθρώπως αὐτοῖς ἐχρήσατο καὶ ἐπέτρεψεν αὐτοὺς ὁμοῦ συνερχομένους πάντα τὰ κατὰ τὸν νόμον πράσσειν, οἵτινες τὴν ἐξουσίαν ταύτην λαβόντες ἀπέδειξαν δύο ἄρχοντας τοῦ λαοῦ, „οἳ ἐδόκουν κυβερνᾶν τὸν λαόν. οὗτοι προσεκαρτέρουν τῇ οἰκίᾳ Ἰωακεὶμ“ „διὰ τὸ ἐνδοξότερον“ καὶ πλουσιώτερον ὑπὲρ πάντας „εἶναι“, ἅτε δὴ ἐκ γένους βασιλικοῦ ὑπάρχοντος.
Τούτῳ „ἦν παράδεισος γειτνιῶν τῷ οἴκῳ <αὐτοῦ“>. „καὶ <ἐγέν>ε<το> ὡς <ἀπέτρε>χεν <ὁ> λα<ὸς μέσον ἡμέρας> εἰσεπο<ρεύετο Σουσάννα> καὶ <περιεπάτει ἐν τῷ πα>ραδείσῳ <τοῦ ἀνδρὸς αὐτῆς> καὶ ἐθεώρουν αὐτὴν οἱ δύο πρεσβύτεροι καθ’ ἡμέραν καὶ ἐγένοντο ἐν ἐπιθυμίᾳ αὐτῆς“. ταῦτα μὲν οὖν οἱ τῶν Ἰουδαίων ἄρχοντες βούλονται νῦν περικόπτειν τῆς βίβλου, φάσκοντες μὴ γεγενῆσθαι ταῦτα ἐν Βαβυλῶνι, αἰσχυνόμενοι τὸ ὑπὸ τῶν πρεσβυτέρων κατ’ ἐκεῖνον τὸν καιρὸν γεγενημένον, ἀγνοοῦντες τὴν τοῦ πνεύματος οἰκονομίαν. ὡς ἀπροσωπολήπτως αἱ θεῖαι γραφαὶ <καὶ μετὰ παρρησίας πάντα ἐπιδεικνύουσιν, οὐ μόν>ον <τὰ δί>κ<αια τῶν ἀνθρώπων ἔργα, ἃ ποιήσαντες ἐδικαι>ώ<θησαν, ἀλλὰ> καὶ δειν<ὰ τὰ ὑπό> τινων γ<ε>γενημέν<α>, ἐφ’ <ἃ οὗτοι ... συμφυ>ρέν<τες τελευτῶ>σιν, <ἵνα> οἱ μὲν <τὸν> τοῦ θ<εοῦ> φ<όβον ἔχοντες μι>μῶ<νται τ>οὺς δικαίους, οὕτως καὶ πατοῦντες ἐν δικαιοσύ<νῃ>, οἱ δὲ <τὸ ἐ>ναντίον <ποι>οῦντες πρὸ ὀφθαλμῶν ἔχωσιν τὴν μέλλουσαν ἔσεσθαι αὐτοῖς παρὰ <θεῷ> δίκην. ἃ γὰρ ἐκεῖ παρὰ τῶν πρεσβυτέρων περὶ τὴν Σουσάνναν γεγένηται, ταῦτα καὶ νῦν ὁμοίως ὑπὸ τῶν ἀρχόντων τῶν ἐν τῇ νῦν Βαβυλῶνι ἐπιτελεῖται. ἡ γὰρ Σουσάννα προετυποῦτο εἰς τὴν ἐκκλησίαν, Ἰωακεὶμ δὲ ὁ ἀνὴρ αὐτῆς εἰς τὸν Χριστόν. ὁ δὲ παράδεισος ἦν ἡ κλῆσις τῶν ἁγίων, ὡς δένδρων καρποφόρων ἐν ἐκκλησίᾳ πεφυτευμένων.
Βαβυλὼν δέ ἐστιν ὁ κόσμος. οἱ δὲ δύο πρεσβύτεροι εἰς τύπον δείκνυνται τῶν δύο λαῶν τῶν ἐπιβουλευόντων τῇ ἐκκλησίᾳ, εἷς μὲν ὁ ἐκ περιτομῆς καὶ εἷς ὁ ἐξ ἐθνῶν. τὸ γὰρ λέγειν „ἀπεδείχθησαν“ ἄρχοντες τοῦ λαοῦ καὶ „κριταὶ“ <σημαίνει> ὅτι ἐν τῷ αἰῶνι τούτῳ ἐξουσιάζουσι καὶ ἄρχουσι, κρίνοντες ἀδίκως τοὺς δικαίους. <Ἀλλὰ τὸ „παρετήρουν> φιλοτίμως <κ>α<θ’> ἡ<μέ>ραν“ <περι>πατοῦντες ἐν παραδείσῳ τὴν Σουσάνναν, τοῦτο σημαίνει ὅτι ἕως νῦν παρατηροῦνται καὶ περιεργάζονται τὰ ἐν τῇ ἐκκλησίᾳ πραττόμενα οἵ τε ἐξ ἐθνῶν καὶ οἱ ἐκ περιτομῆς Ἰουδαῖοι, βουλόμενοι ψευδεῖς μαρτυρίας καταφέρειν καθ’ ἡμῶν, ὡς ὁ ἀπόστολος λέγει· „διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν, ἣν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ“. οὕτως οὖν κἀκεῖνοι „παρετήρουν“, φησίν, „φιλοτίμως καθ’ ἡμέραν ὁρᾶν αὐτὴν“ „καὶ διέστρεψαν τὸν ἑαυτῶν νοῦν καὶ ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μηδὲ μνημονεύειν κρι<μάτων δικαίων>“. οἱ γὰρ ἐπίβουλοι καὶ φθορεῖς τῆς ἐκκλησίας γενόμενοι πῶς δύνανται δίκαια κρίνειν ἢ καθαρᾷ καρδίᾳ ἀναβλέπειν εἰς τὸν οὐρανόν, τῷ ἄρχοντι „τοῦ αἰῶνος τούτου“ δεδουλωμένοι; „καὶ ἦσαν ἀμφότεροι κατανενυγμένοι περὶ αὐτῆς καὶ οὐκ ἀπήγγειλαν ἀλλήλοις τὴν ὀδύνην αὐτῶν ὅτι ᾐσχύνοντο ἀπαγγεῖλαι τὴν ἐπιθυμίαν αὐτῶν ὅτι ἤθελον συγγενέσθαι αὐτῇ“.
καὶ γάρ ἐστιν ἀληθῶς καταλαβέσθαι τὸ εἰρημένον, ὅτι πάντοτε οἱ δύο λαοὶ κατανυσσόμενοι ὑπὸ τοῦ ἐν αὐτοῖς ἐνεργοῦντος σατανᾶ βουλεύονται διωγμοὺς καὶ θλίψεις ἐγείρειν κατὰ τῆς ἐκκλησίας, ζηλοῦντες ὅπως διαφθείρωσιν αὐτήν, αὐτοὶ ἑαυτοῖς μὴ συμφωνοῦντες. „καὶ εἶπεν ἕτερος τῷ ἑτέρῳ· πορευθῶμεν δὴ εἰς οἶκον ὅτι ἀρίστου ὥρα ἐστίν· καὶ ἐξελθόντες διεχωρίσθησαν ἀπ’ ἀλλήλων. καὶ ἀνακάμψαντες ἦλθον ἐπὶ τὸ αὐτό“. τὸ οὖν διαχωρισθῆναι τ<ού>τ<ους> ἀπ’ ἀλλήλων τῇ ὥρᾳ τοῦ ἀρίστου <καὶ ἀνακάμψαι ἐ>πὶ τὸ αὐτό, τοῦτο σημαίνει, ὅτι ἐν μὲν τοῖς βρώμασιν τοῖς ἐπιγείοις οἱ Ἰουδαῖοι μετὰ τῶν ἐθνῶν οὐ συμφωνοῦσιν, ἐν δὲ ταῖς θεωρίαις καὶ παντὶ πράγματι κοσμικῷ τούτοις συνερχόμενοι κοινωνοῦσιν. λέγει οὖν ἡ γραφή· „καὶ ἀνετάζοντες <ἀλλήλους> τὴν αἰτίαν, ὡμολόγησαν τὴν ἐπιθυμίαν αὐτῶν“, αὐτοὶ ἑαυτοῖς προφητεύοντες ὡς μελλήσουσιν ὑπ’ ἀγγέλων ἐταζόμενοι λόγον δοῦναι τῷ θεῷ ὑπὲρ πάσης ἁμαρτίας ἧς ἔπραξαν, ὡς ὁ Σολομὼν λέγει· „ἐτασμὸς δὲ ἀσεβεῖς ὀλεῖ“. ἁλίσκονται γὰρ οὗτοι ἀπὸ ἐτάσεως κακίας. „Καὶ ἐγένετο ἐν τῷ παρατηρεῖν αὐτοὺς ἡμέραν εὔθετον εἰσῆλθέν ποτε καθὼς χθὲς καὶ τρίτην ἡμέραν μετὰ δύο μόνων κορασίων καὶ ἐπεθύμησεν λούσασθαι ἐν τῷ παραδείσῳ ὅτι καῦμα ἦν“. „ἐγένετο οὖν ἐν τῷ παρατηρεῖν αὐτοὺς ἡμέραν εὔθετον“.
ποίαν δὲ εὔθετον λέγει ἡ <γραφή>, ἀλλ’ ἢ τὴν τοῦ πάσχα, ἐν ᾗ τὸ λουτρὸν ἐν παραδείσῳ τοῖς καυσουμένοις ἑτοιμάζεται καὶ <ἡ ἐκκλησία ὡς> Σουσάννα ἀπολουομένη καθαρὰ νύμφη θεῷ παρίσταται; τὸ οὖν εἰπεῖν τὴν γραφὴν „εἰσῆλθεν καθὼς χθὲς καὶ τρίτην ἡμέ<ραν μετὰ δύο μόνων κορα>σίων καὶ ἐπεθύ<μησεν λ>ούσασ<θαι ἐν τῷ παραδείσῳ>“ τοῦτο δῆλοι <ὅτι> ἡνίκα ἂν τὸ κατὰ συνήθειαν πνευματικὸν ἐπιθυμῇ λουτρὸν λαβεῖν ἡ ἐκκλησία, ἐξ ἀνάγκης ταύτῃ δύο παιδίσκας δεῖ παρακολουθεῖν. διὰ γὰρ τῆς πίστεως τῆς εἰς τὸν Χριστὸν καὶ διὰ τῆς ἀγάπης τῆς πρὸς τὸν θεὸν λαμβάνει τὸ λουτρὸν ὁμολογοῦσα ἡ ἐκκλησία ... ... καὶ δύο παιδίσκαι, ὡς <αἱ αὐτῇ παρακολουθοῦσαι>, πίστις καὶ ἀγάπη, τὸ ἔλαιον καὶ τὰ σμήγματα τοῖς λουομένοις ἑτοιμάζουσιν. τίνα δὲ ἦν τὰ σμήγματα, ἀλλ’ ἢ αἱ τοῦ λόγου ἐντολαί; τί δὲ τὸ ἔλαιον, ἀλλ’ ἢ <ἡ> τοῦ ἁγίου πνεύματος δύναμις, αἷς μετὰ τὸ λουτρὸν ὡς μύρῳ χρίονται οἱ πιστεύοντες; ταῦτα πάλαι προετυποῦτο διὰ τῆς μακαρίας Σουσάννης δι’ ἡμᾶς, ἵνα νῦν ἡμεῖς οἱ τῷ θεῷ πιστεύοντες μὴ ὡς ξένα τὰ νῦν ἐν τῇ ἐκκλησίᾳ γινόμενα νοήσωμεν, ἀλλὰ πάλαι ταῦτα διὰ τῶν πατριαρχῶν προτετυπωμένα πιστεύσωμεν, καθὼς καὶ ὁ ἀπόστολος λέγει· „ταῦτα δὲ τύποι συνέβαινον ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν“.
Ὅτι δὲ ὁ παράδεισος ἐν Ἐδὲμ ὑπὸ τοῦ θεοῦ φυτευθεὶς εἰς τύπον καὶ εἰκόνα ἐγένετο τῆς ἐκκλησίας, σαφέστατά ἐστιν ἐπιγνῶναι τοὺς φιλομαθεῖς. ἐκ γὰρ τῶν ἐπιγείων <δεῖ> τὰ ἐπουράνια ἐνοπτρίζεσθαι καὶ ἐκ τῶν τυπικῶν τὰ πνευματικὰ ἐπιγινώσκειν <καὶ> ἐκ τῶν προσκαίρων τὰ αἰώνια προσδοκᾶν, ὡς καὶ τῷ Μωϋσῇ ἐνετείλατο ὁ θεὸς ποιῆσαι σκηνὴν „κατὰ τὸν τύπον τὸν δειχθέντα“ αὐτῷ „ἐν τῷ ὄρει“. τίνα δὲ ἦν ἃ ἑωράκει, εἰ μὴ ἐπουρανίων δοξῶν καὶ ἰδεῶν εἰκόνας, ὧν κατὰ μίμησιν τὴν κατὰ σάρ<κα ἠ>ργάσατο σκηνὴν „ἐξ ξύλων ἀσήπτων“, ἵνα <τοῖς μ>ὲν τὰ σάρκινα φρονοῦσιν τὰ ἐπίγ<εια φα>νερωθῇ, τοῖς δὲ πνευματικοῖς τὰ ἐπουράνια τὰ γεν<ησόμενα;> Ἐδ<ὲ>μ οὖν <εἴ>ρηται τόπος τρυφῆς, τ<ουτέστ>ι<ν> παράδεισος· „κατὰ ἀνατολὰς“ ἐφυτεύετο, ξύλοις ὡραίοις καὶ καρποῖς παντοδαποῖς κεκοσμημένος, ὥστε ἔστι νοῆσαι τὸ σύστημα τῶν δικαίων τόπον εἶναι ἅγιον, ἐν ᾧ ἡ ἐκκλησία ἐφυτεύετο. οὔτε γὰρ ψιλὸς τόπος δύναται καλεῖσθαι ἐκκλησία, <οὔτε> οἶκος διὰ λίθου καὶ πηλοῦ ᾠκοδομημένος· οὔτε αὐτὸς καθ’ ἑαυτὸν ἄνθρωπος δύναται καλεῖσθαι ἐκκλησία· οἶκος γὰρ καταλύεται καὶ ἄνθρωπος τελευτᾷ. τί οὖν ἐστιν ἐκκλησία; σύστημα ἁγίων ἐν ἀληθείᾳ πολιτευομένων.
ἡ οὖν ὁμόνοια καὶ ἡ ἐπὶ τὸ αὐτὸ τῶν ἁγίων ὁδὸς τοῦτο γίνεται ἐκκλησία, „οἶκος“ θεοῦ „πνευματικὸς“ ἐπὶ τῷ Χριστῷ ὡς „ἐν τῇ ἀνατολῇ“ πεφυτευμένος, ἐν ᾧ ποικίλα καὶ εὐθαλῆ <δένδρα> ἐπ<εισ>ερχομέν<οις> φ<αίνεται>, γενε<ὰ> πατέρων <ἀπ’ ἀ>ρχ<ῆς> κε<χωρισ>μένη καὶ πρ<οφητῶν ἔργα, ἃ> πεπλ<ήρωται μετὰ τὸν νό>μ<ον, χορὸς ἀποστόλ>ω<ν, σοφ>ῶν διὰ λόγο<υ γεγενη>μένων, μαρτύρων τε πάντων δι’ αἵματος <Χριστοῦ> <σ>ε<σωσ>μένων, καὶ παρθένων κλῆσις δι’ ὕδατος ἡγιασμένων, χορὸς διδασκάλων καὶ τάξις ἐπισκόπων, ἱερέων τε καὶ λευϊτῶν. καὶ παντοδαπῇ ποικιλίᾳ κεκοσμημένα <ταῦ>τα πάντα ἐν ἐκκλησίᾳ <ἀνθοῦσιν>, φθαρῆναι μὴ δυνάμενα· ὧν τοὺς καρποὺς μεταλαμβάνοντες ἡμεῖς εὐφραινόμεθα, ἐσθίοντες τὴν ἐξ αὐτῶν προερχομένην πνευματικὴν καὶ ἐπουράνιον τροφήν. οἱ γὰρ μακάριοι πατριάρχαι αὐτοὶ ἡμῖν τὰ τοῦ θεοῦ λόγια διηκόνησαν ὡς δένδρα εὐθαλῆ ἐν παραδείσῳ πεφυτευμένα καὶ πάντοτε μεθ’ ἑαυτῶν τὸν καρπὸν βαστάζοντα, ἵνα ἡμεῖς τὸν γλυκὺν ἐξ αὐτῶν προβληθέντα Χριστόν, καρπὸν ζωῆς δοθέντα ἡμῖν <γν>ῶμ<εν ἕως> νῦν. ἐν τούτῳ τῷ <Ἐδὲμ> ποταμὸς ἀεννάω<ν ὑδάτ>ων <ἀ>π<ορ>ρέει καὶ τέσσαρε<ς ποτα>μοὶ ἐξ<ερχ>όμ<ε>ν<οι ἐ>ξ <αὐτοῦ> ποτίζουσιν π<ᾶσαν τὴν> τῶν <ἀ>ν<θρώπων> γῆν, <ὡς> καὶ ἐν τῇ ἐκκλησίᾳ δείκνυται· ποταμὸς γὰρ ὢν ὁ Χριστός, <διὰ τὸ τε>τραμερὲς σωτ<ήρι>ον εὐαγγέλιον <πάντα> ἐκφυλάτ<τει> καὶ εἰς <πάν>τα πρόσεστιν.
ἄρ<δει> δὲ καὶ ποτίζει πάντας τοὺς <πι>στεύοντας εἰς αὐτόν, ὡ<ς ὁ> προφήτης λέγει· „ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν“. ἐν μὲν οὖν τῷ παραδείσῳ ξύλον ἐδείκνυτο γνώσεως καὶ „ξύλον ζωῆς“, ὡς νῦν ἐν ἐκκλησίᾳ νόμος καὶ λόγος ὡς δύο ξύλα πεφυτευμένα δείκνυνται. „διὰ γὰρ νόμου ἐπίγνωσις“ γίνεται „τῆς ἁμαρτίας“, διὰ δὲ τοῦ λόγου ζωὴ καὶ ἄφεσις δίδοται „τῶν παραπτωμάτων“. καὶ γὰρ τότε ὁ Ἀδὰμ παρακούσας θεοῦ καὶ γευσάμενος ἐκ τοῦ ξύλου τῆς γνώσεως ἔκβλητος ἐγένετο τοῦ παραδείσου, ἐκ γῆς ληφθεὶς καὶ εἰς γῆν πάλιν ἀναλυθείς. ὁμοίως <πάλιν ὁ πε>πιστευ<κὼς> καὶ τὰς ἐντολὰς μὴ <φυλά>ξας γυμνοῦται τοῦ ἁγίου πνεύματος, ἔκβλητος γενόμενος τῆς ἐκκλησίας, μηκέτι λαβών, ἀλλὰ γενόμενος <γῆ εἰς> „τὸν παλαιὸν“ αὐτοῦ „ἄνθρωπον“ ἀν<ε>λθεῖν ὀφεί<λ>ει. <Ὅτε> γὰρ οὖν λέγει ἡ γραφὴ „εἰσ<επο>ρεύετο <Σουσάν>να καὶ περιεπάτει ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς“ σημαίνει ὅτι πάντες <οἱ βασι>λεῖς καὶ οἱ ἐν ὑπεροχῇ ὄντες φυτεύουσιν ἑαυτοῖς παραδείσους πρὸς <τ>ὴν <τρυ>φὴ<ν ἐν πόλε>σιν καὶ χώραις ὡς καὶ Ἰωακεὶμ ἐν Βαβυλῶνι ἐποίησεν. „ἦν“ γὰρ „παράδεισος γειτνιῶν [ἐν] τῷ οἴκῳ αὐτοῦ“, ἐν ᾧ εἰσπορευομένη „περιεπάτει“ ἡ Σουσάννα, τῇ μὲν εὐχῇ προσκαρτεροῦσα καὶ ὕμνους καὶ ᾠδὰς πρὸς τὸν θεὸν ψάλλουσα· ἥτις ἐξαπέστειλεν τὰς δύο παιδίσκας „ἐνέγκαι τὰ προστεταγμένα“, ὅπως λούσηται.
αἱ δὲ „τὰς μὲν τοῦ παραδείσου θύρας ἔκλεισαν, ἐξῆλθον δὲ κατὰ τὰς πλαγίας“, ἐν τούτῳ τὸ ἐσόμενον προμηνύουσαι ὅτι ὁ βουλόμενος τοῦ ἐν τῷ παραδείσῳ ὕδατος μεταλαβεῖν ἀποτάξασθαι μὲν ὀφείλει <ταῖς> πλατείαις θύραις, διὰ δὲ τῆς „στενῆς καὶ τεθλιμμένης“ εἰσελθεῖν. „καὶ οὐκ εἴδοσαν τοὺς πρεσβυτέρους, ὅτι ἦσαν κεκρυμμένοι“. ὥσπερ γὰρ τότε ἐν τῷ παραδείσῳ ἐνεκρύβη ὁ διάβολος ἐν τῷ ὄφει, οὕτω καὶ νῦν ἐν τοῖς πρεσβυτέροις ἐγκρυβεὶς τὴν ἑαυτοῦ ἐνεκίσσησεν ἐπιθυμίαν, ἵνα πάλιν ἐκ δευτέρου διαφθείρῃ τὴν Εὔαν. „Καὶ ἐγένετο ὡς ἐξῆλθον τὰ κοράσια, καὶ ἀνέστησαν οἱ δύο πρεσβύτεροι καὶ ἐπέδραμον αὐτῇ καὶ εἶπαν· ἰδοὺ αἱ θύραι τοῦ παραδείσου κέκλεινται καὶ οὐδεὶς θεωρεῖ ἡμᾶς καὶ ἐν ἐπιθυμίᾳ σού ἐσμεν· διὸ συγκατάθου ἡμῖν καὶ γενοῦ μεθ’ ἡμῶν· εἰ δὲ μή, καταμαρτυρήσομέν σου ὅτι ἦν μετὰ σοῦ νεανίσκος καὶ διὰ τοῦτο ἐξαπέστειλας τὰ κοράσια ἀπὸ σοῦ“. ὦ παρανόμων ἀρχόντων καὶ <ἡγουμένων> διαβολικῆς ἐνεργείας μεμεστωμένων. ταῦτα ὑμῖν παρέδωκεν Μωϋσῆς; οὕτως δὲ τὸν νόμον ἀναγινώσκοντες ἑτέρους διδάσκετε; „ὁ λέγων μὴ μοιχεύειν“ <αὐτὸς> „μοιχεύεις;“ ὁ κηρύττων μὴ φονεύειν αὐτὸς φονεύεις; ὁ λέγων μὴ ἐπιθυμεῖν αὐτὸς „τὴν γυναῖκα τοῦ πλησίον“ διαφθεῖραι θέλεις; οὕτως <λέγετέ μοι οἱ ἄρχο>ντες Ἰσραήλ, ταῦτα θεός, ὁ τὰ πάντα ποιήσας, <οὐ βλ>έπει; ἡ ἡμέρα <καὶ ὁ> ἥλιος τὸ ἔργον ὑμῶν οὐ βλέπουσιν;
γῆ δὲ ὑφ’ ὑμῶν μιαινομένη οὐ κεκράξεται; τί ἀναπείθετε, ἄνομοι, σώφρονα καὶ ἀκέραιον ψυχὴν λόγοις ψευδέσιν, ἵνα τὴν ὑμετέραν ἐπιθυμίαν στήσητε; ταῦτα συμβέβηκε Ναβουθαὶ τῷ Ἰσραηλίτῃ, ὃς οὐ συνέθετο τῷ Ἀχαὰβ δοῦναι τὸν ἀμπελῶνα αὐτοῦ, ἵνα γένηται κῆπος λαχάνων, καὶ διὰ τοῦτο καταμαρτυρηθεὶς ὁ δίκαιος ἀδίκως ἀνῃρέθη. ταῦτα ὑμῶν τὰ ἀπ’ ἀρχῆς δεινὰ τολμήματα διὰ τὸν ἀπ’ ἀρχῆς ἐν ὑμῖν ἐμφωλεύσαντα πλάνον. ἦν μὲν γὰρ ὄντως μετὰ ταύτης νεανίσκος ἀπ’ οὐρανῶν, οὐ συγγινόμενος αὐτῇ, ἀλλὰ προσερχόμενος <αὐτῇ>.
Τούτων οὖν τῶν ῥημάτων ἀκούσασα ἡ μακαρία Σουσάννα κατενύγη τῇ καρδίᾳ καὶ ἔφραξε τὸ σῶμα <ὡς> μὴ βουλομένη μιανθῆναι ὑπὸ ἀνόμων πρεσβυτέρων. ἔστι δὲ καὶ καταλαβέσθαι ἀληθῶς τὸ συμβὰν ἐπὶ τῇ Σουσάννῃ. τοῦτο γὰρ νῦν καὶ ἐπὶ τῇ ἐκκλησίᾳ εὕροις πληρούμενον. ἡνίκα γὰρ ἂν οἱ δύο λαοὶ συμφωνήσουσιν διαφθεῖραι τὰς τῶν ἁγίων ψυχάς, παρατηροῦνται „ἡμέραν εὔθετον“ καὶ ἐπεισελθόντες εἰς τὸν οἶκον τοῦ θεοῦ, προσευχομένων ἐκεῖ πάντων καὶ τὸν θεὸν ἀνυμνούντων, ἐπιλαβόμενοι ἕλκουσίν τινας καὶ κρατοῦσιν λέγοντες· δεῦτε, συγκατάθεσθε ἡμῖν καὶ τοὺς θεοὺς ἡμῶν θρησκεύσατε. „εἰ δὲ μή, καταμαρτυρήσομεν“ καθ’ ὑμῶν. τῶν δὲ μὴ βουλομένων, προσαγαγόντες αὐτοὺς πρὸς τοὺς βικα<ρίους> κατηγοροῦσιν ὡς ἐναντία τοῦ δόγματος Καίσαρος πράσσοντας καὶ θανάτῳ κατακρίνονται. <Τότε ἀναστενάξασα „Σουσ>άνν<α εἶπ>εν· σ<τ>ενά μοι <παντόθεν>· ἐάν <τε> γὰρ τοῦτο <ν>ῦν πράξω, <θά>νατός μοί ἐστιν, ἐὰν δὲ μὴ πρά<ξω>, οὐκ ἐκφεύ<ξ>ομαι τὰς χεῖρας ὑμῶν. <ἀλλ’ αἱ>ρε<τόν> μοί <ἐστ>ιν μὴ πράξασαν ἐμπεσεῖν εἰς τὰς χεῖρας ὑμῶν <ἢ> ἁμαρτεῖν ἐνώπιον κυρίου“. ἴδετε ῥήματα σώφρονος γυναικὸς καὶ θεῷ μεμελημένης· „στενά μοι“ φησίν, „πάντοθεν“.
ἡ γὰρ ἐκκλησία οὐ μόνον ὑπὸ Ἰουδαίων θλίβεται καὶ στενοχωρεῖται, ἀλλὰ καὶ ὑπὸ ἐθνῶν καὶ ὑπὸ τῶν λεγομένων ψευδωνύμων Χριστιανῶν, οἳ ἀεὶ τὸ σῶφρον καὶ εὐσταθὲς ταύτης ἐνορῶντες φθείρειν ταύτην βιάζονται. „ἐὰν οὖν“, φησίν, „τοῦτο πράξω, θάνατός μοί ἐστιν“. τὸ γὰρ παρακοῦσαι θεοῦ καὶ ὑπακοῦσαι ἀνθρώποις θάνατον καὶ „κόλασιν αἰώνιον“ ἐργάζεται. „ἐὰν δὲ μὴ πράξω, οὐκ ἐκ<φεύξομαι τὰς> χεῖ<ρας ὑμῶν“>. καὶ τοῦτο ἀληθὲς εἴρηκεν. οἱ γὰρ προσαγόμενοι ἕνεκεν τοῦ ὀνόματος τοῦ Χριστοῦ, ἐὰν μὲν πράξωσι τὸ ὑπὸ ἀνθρώπων κελευόμενον, ἀπέθανον τῷ θεῷ, ζῶσι δὲ τῷ κόσμῳ, ἐὰν δὲ μὴ πράξωσιν, οὐκ ἐκφεύγουσι τὰς χεῖρας τῶν δικαστῶν, <ἀλλ’> ὑπ’ αὐτῶν ἐκείνων κατακρινόμενοι <ἀποθνῄσκουσιν>. <„α>ἱρε<τὸν γάρ> ἐστιν“ μὴ πράξαντας ἡμᾶς „ἐμπεσεῖν εἰς τὰς χεῖρας“ αὐτῶν „ἢ ἁμαρτῆσαι ἐνώπιον κυρίου“. τοῦτο γὰρ διαφορώτερον ἀποθανεῖν ὑπὸ ἀνθρώπων ἀδίκως, ἵνα παρὰ θεῷ ζήσωμεν, ἢ συνθεμένους αὐτοῖς καὶ ἀπολυθέντας ὑπ’ αὐτῶν „ἐμπεσεῖν εἰς τὰς χεῖρας τοῦ θεοῦ“. „διὰ τοῦτο γὰρ καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἔζησεν καὶ ἀπέθανεν καὶ ἀνέστη, ἵνα ζώντων καὶ νεκρῶν κυριεύσῃ“.
Ταῦτα πάλαι ἐδίδασκεν ἡμᾶς ἡ μακαρία Σουσάννα κατὰ πάντα ἐν ἑαυτῇ προτυποῦσα τὰ τῆς ἐκκλησίας μυστήρια, ἧς τὸ πιστὸν καὶ εὐλαβὲς <καὶ τὸ σῶφρον περὶ τὸ σ>ῶμ<α ἐν πάσῃ τῇ γ>ῇ <ἕως> νῦν <κη>ρύσσε<ται>. παρακ<αλ>ῶ <οὖ>ν· <πάντες οἱ τα>ύτην τ<ὴν γραφὴν ἀναγινώσκοντες, γυναῖκες καὶ παρθένοι, μικροὶ> καὶ <μ>εγ<άλοι, πρὸ> ὀφ<θαλμῶν ἔχοντες τὴν> τοῦ <θεοῦ κρίσι>ν, ὡς ὑπόδειγμα λαβόντες μιμ<ή>σασ<θε> ταύτην καὶ <ὡς Σουσάν>να ὑπὸ θεοῦ ἐκδικηθῆναι καὶ ὑπὸ τοῦ <ἐν τῷ> Δανιὴλ πολιτευσαμένου λόγου ἐκ τοῦ δευτέρου θανάτου ῥυσθῆναι <δυνήσεσθε>. οἱ μὲν γὰρ ἄνδρες ζητοῦντες τὸ σεμνὸν τοῦ Ἰωσήφ, αἱ δὲ γυναῖκες τὸ ἁγνὸν καὶ πιστὸν τῆς Σουσάννης, μὴ δότε ψόγον βλασφημίας καθ’ ὑμῶν, ἵνα μὴ στήσητε τὰ ὑπὸ τῶν πρεσβυτέρων εἰρημένα ὡς ἀληθῆ. παρενέδυσαν γὰρ πολλοὶ ψευδολόγοι καὶ φρεναπάται, ἐξαπατοῦντες τὰς τῶν ἁγίων ἀκεραίους ψυχάς, οἱ μὲν τὰς γυναῖκας πιθανοῖς λόγοις διαφθείροντες καὶ πρὸς τὰς ἰδίας ἐπιθυμίας <ἐφέλκοντες>, οἱ δὲ τοὺ<ς> ἄν<δρας αἱρετικοῖς ῥήμασι>ν <καταστρ>έ<φοντες, ἵνα τὸ ἑ>αυτῶν θέλημα <τελέσ>ωσιν.
διὰ τοῦτο προ<ορῶν ὁ> ἀπόστολος <τὰ ἐσό>μενα <εἶπεν· „φο>βοῦμαι <μήπως ὡς ὁ ὄφις ἐ>πλάνη<σεν> τὴν Εὔαν ἐν τῇ πανουργίᾳ <αὐτοῦ> φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς γνώσεως τῆς εἰς τὸν Χριστόν.“ <ἀνα>νήψατε πά<ντες οἱ> ἅγιοι, παρακαλῶ· τὴν ἀλήθειαν ἀγαπήσατε καὶ τὸ καθαρὸν τῆς Σουσάννης ἐπιγνῶτε, ἥτις οὐ σαρκί, ἐπιθυμίᾳ ἡδονῆς, ἐδουλώθη, οὐδὲ προσώποις πρεσβυτέρων συνηρπάγη, ἀλλὰ τὸν θεὸν „ἐξ <ὅλης> καρδίας“. ἐφοβήθη, τὸν πρόσκαιρον θάνατον αἱρησαμένη, ἵνα τὸν δεύτερον τοῦ πυρὸς θάνατον ἐκφύγῃ.
Τούτων οὖν γινομένων, φησὶν ἡ γραφή· „καὶ ἀνεβόησεν φωνῇ μεγάλῃ Σουσάννα, ἐβόησαν δὲ καὶ οἱ δύο πρεσβύτεροι κατέναντι αὐτῆς“. πρὸς τίνα οὖν ἐβόησεν ἡ Σουσάννα, ἀλλ’ ἢ πρὸς τὸν θεόν, ὡς καὶ Ἡσαΐας λέγει· „τότε βοήσεις καὶ ὁ θεὸς εἰσακούσεταί σου, ἔτι λαλοῦντός σου ἐρεῖ· ἰδοὺ πάρειμι.“ „ἐβόησαν δὲ καὶ οἱ δύο πρεσβύτεροι κατέναντι αὐτῆς.“ οἱ γὰρ ἄνομοι οὐ παύονται βοῶντες καθ’ ἡμῶν καὶ λέγοντες· „αἶρε ἐκ τῆς γῆς τὸν τοιοῦτον· οὐ γὰρ καθῆκεν αὐτοὺς ζῆν.“ „καὶ δραμὼν ὁ εἷς ἤνοιξεν τὰς θύρας τοῦ παραδείσου“, τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδὸν ἐπιδεικνύων, δι’ ἧς οἱ τούτοις πειθόμενοι ἀπόλλυνται. τὰ μὲν κοράσια γὰρ τὴν στενὴν καὶ πλαγίαν ἡμῖν θύραν ἐφανέρωσαν, δι’ ἧς καὶ αὐταὶ ἐξεπορεύθησαν.
Καὶ οἱ δοῦλοι ἀκούσαντες τὴν φωνὴν τῆς Σουσάννης εἰσεπορεύθησαν. οὗτοι δὲ τὸ ἐναντίον ἐποίησαν, ἀνοίξαντες τὰς <πλατείας> θύρας, ἀφορμήν τινα θανάτου κατ’ αὐτῆς τεχναζόμενοι. „ὡς δὲ εἶπαν οἱ πρεσβύτεροι τοὺς λόγους αὐτῶν κατῃσχύνθησαν οἱ δοῦλοι σφόδρα, ὅτι πώποτε οὐκ ἐγενήθη λόγος περὶ Σουσάννης <πονηρός>“. ὡς τὸ ἐκ παιδὸς σωφρόνως βιοῦν, ἀγαπητοί, ἔπαινον παρέχει ἀνθρώποις ἄχρι θανάτου· τὸ ὅμοιον γὰρ ἐπὶ τῇ Σουσάννῃ <συνέβη, ἥτις ἀκριβ>ῶς ἐκ νηπιό<τητος> „τὸν νόμον <Μ>ωϋσέ<ως>“ μ<ελετή>σασα καὶ σεμνῶς <καὶ> σωφρόνως βιώσα<σα ἄπι>στον ἐποίησεν τὸ ῥῆμα <διὰ> τῶν πρεσβυτέρων κατ’ αὐτῆς λελαλημένον. <οὕτ>ως καὶ πᾶς πιστὸς ἢ πιστή, ἐὰν μὲν τὴν πίστιν ἣν παρέλαβεν τηρήσῃ φοβούμενος τὸν θεόν, οὐχ ἁμαρτήσει. ἐὰν δὲ λέγηται μὲν πιστός, ἀπίστου δὲ ἔργα ποιῇ, ὁ τοιοῦτος λήψεται παρὰ θεοῦ δισσὸν τὸ κρῖμα, εἰ καὶ νῦν ἐν τῷ κόσμῳ τούτῳ δοκεῖ διαλανθάνειν. „Καὶ ἐγένετο τῇ ἐπαύριον ὡς συνῆλθεν ὁ λαὸς πρὸς τὸν ἄνδρα αὐτῆς Ἰωακείμ, ἦλθον καὶ οἱ δύο πρεσβύτεροι πλήρεις τῆς ἀνόμου ἐννοίας κατὰ Σουσάννης τοῦ θανατῶσαι αὐτὴν καὶ εἶπαν ἔμπροσθεν τοῦ λαοῦ· ἐξαποστείλατε δὴ ἐπὶ Σουσάνναν θυγατέρα Χελκίου, ἥ ἐστιν γυνὴ <Ἰω>ακείμ. οἱ δὲ ἀπέστειλαν καὶ ἦλθεν αὐτὴ καὶ οἱ γονεῖς αὐτῆς <καὶ τὰ τέκνα αὐτῆς> καὶ πάντες <οἱ συ>γγενεῖς αὐτῆς“.
τοῦτο <ὁ>ρᾶται <καὶ> νῦν· ἡνίκα γάρ τις τῶν ἁγίων κρατού<μενος> ἄγεται εἰς δικαστήριον, ἐκεῖ πάντες συντρέχουσιν ἰδεῖν ποῖον τὸ ἀποβησόμενον αὐτῷ. „ἡ δὲ Σουσάννα ἦν τρυφερὰ τῷ εἴδει καὶ καλὴ τῇ ὄψει σφόδρα“. ταύτῃ γὰρ κάλλος περιέκειτο, οὐ κάλλος περὶ σῶμα πορνικόν, ὃν τρόπον περιέκειτο τῇ Ἰεζάβελ, οὐδὲ ὄψις ποικίλοις χρώμασιν πεφυκωμένη, ἀλλ’ εἶχεν κάλλος πίστεως καὶ σωφροσύνης καὶ ἁγιασμοῦ. „οἱ δὲ παράνομοι ἐκέλευσαν ἀποκαλυφθῆναι αὐτήν, ἦν γὰρ κατακεκαλυμμένη, ὅπως ἐμπλησθῶσιν τοῦ κάλλους αὐτῆς“. νοήσωμεν, ἀγαπητοί, τίνος ἡ ἐνέργεια αὕτη ἡ πονηρά. τοῦ γὰρ ἀποστόλου εἰπόντος· „ἡ γυνὴ κάλυμμα ὀφείλει ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους“, οὗτοι τὸ ἐναντίον ἐποίησαν· „ἐκέλευσαν αὐτὴν ἀποκαλυφθῆναι“ <ἐνώπιο>ν τοῦ <λαοῦ καὶ τοῦτο> μὴ <αἰσχυνό>με<νοι>. „ἀν<α>στάντες <δὲ> ἐν μέσῳ τοῦ λαοῦ ἔθηκαν τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν αὐτῆς“, ἵνα καὶ ἐν τῷ ἅψασθαι αὐτῆς τῆς ἰδίας ἐπιθυμίας τὸν κόρον τελέσωσιν. „ἡ δὲ κλαίουσα ἀνέβλεψεν εἰς τὸν οὐρανόν· ἦν γὰρ ἡ καρδία αὐτῆς πεποιθυῖα ἐπὶ τῷ κυρίῳ“.
διὰ γὰρ τῶν δακρύων ἐφείλκετο τὸν ἀπ’ οὐρανῶν λόγον, τὸν μέλλοντα διὰ δακρύων ἐγείρειν τὸν Λάζαρον τεθνηκότα. „Εἶπον δὲ οἱ πρεσβύτεροι· περιπατούντων ἡμῶν ἐν τῷ παραδείσῳ μόνων, εἰσῆλθεν αὕτη μετὰ δύο παιδισκῶν καὶ ἀπέκλεισεν τὰς θύρας τοῦ παραδείσου καὶ ἀπέλυσεν τὰς παιδίσκας καὶ ἦλθεν πρὸς αὐτὴν νεανίσκος ὃς ἦν κεκρυμμένος καὶ ἀνέπεσεν μετ’ αὐτῆς. ἡμεῖς δὲ ὄντες ἐν τῇ γωνίᾳ τοῦ παραδείσου ἰδόντες τὴν ἀνομίαν, ἐδράμομεν ἐπ’ αὐτούς· <καὶ ἰδόντες συγγινομένους αὐτοὺς> ἐκείνου μὲν οὐκ ἠδυνήθημεν ἐγκρα<τεῖς γενέσθαι> διὰ τὸ ἰσχύ<ειν αὐτὸν ὑπὲρ> ἡμᾶς καὶ ἀν<οίξαντα τὰς θύρας ἐκπ>ε<πηδηκέναι>, ταύτης <δ>ὲ <ἐπι>λαβόμ<ενοι ἐπηρωτῶ>μεν, <τίς> ἦν <ὁ> νεανίσκος, καὶ οὐκ ἠ<θέ>λησεν ἀ<ναγγεῖλαι ἡμῖν.> ταῦτα μαρτυροῦ<μεν>. καὶ ἐπίστευσαν αὐτοῖς ὡς πρεσβυτέροις τοῦ λ<αοῦ> καὶ <κ>ρ<ι>ταῖς καὶ κατέκριναν αὐτὴν ἀποθανεῖν“. δεῖ οὖν ἡμᾶς ἐν παντὶ πράγματι ἑδραίους γινομένους μὴ λόγοις ψευδέσι προσέχειν μηδὲ προσώποις ἀρχόντων εὐκόλως συναρπαζομένους πείθεσθαι, γινώσκοντας ὅτι λόγον ἔχομεν δοῦναι τῷ θεῷ, ἀλλὰ τῆς ἀληθείας τυχόντας καὶ τὸ ἀκριβὲς τῆς πίστεως ἐπιζητοῦντας εὐαρέστους εἶναι τῷ θεῷ. οἱ γὰρ υἱοὶ Ἰσραὴλ πάλαι εὐκόλως τοῖς ἄρχουσιν πεισθέντες καὶ τὸ ἀληθὲς μὴ ἀνακρίναντες, φόνου αἴτιοι ἐγένοντο, ἀδίκως τὴν Σουσάνναν κατακρίναντες.
ἡ δὲ τὸν ἀπ’ οὐρανοῦ ἔκδικον ἐπικαλου<μέ>ν<η> ἐβόησεν <λέγουσα· „ὁ θεὸς ὁ αἰώνιος ὁ τῶν κρυπτῶν γνώστης> ὁ <εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτ>ῶν, <σὺ ἐπίστασαι ὅτι ψευδῆ μου κατεμαρτύρησαν>· καὶ ἰδοὺ <ἀποθνῄσκω> μὴ ποιή<σ>ασα <μη>δὲν ὧν ο<ὗτοι ἐπο>νηρεύσαντο κατ’ ἐμοῦ. καὶ <εἰσ>ήκουσεν ὁ θεὸς τῆς φωνῆς αὐτῆς“. ὅσοι γὰρ ἐπικαλοῦνται αὐτὸν ἐκ καρδίας καθαρᾶς, τούτων ὁ θεὸς ἐπακούει· ὅσοι δὲ ἐν δόλῳ καὶ ὑποκρίσει, ἀποστρέφει τὸ πρόσωπον αὐτοῦ ἀπ’ αὐτῶν. „Καὶ ἀπαγομένης“, φησίν, „ἀποθανεῖν, ἐξήγειρεν ὁ θεὸς τὸ πνεῦμα τὸ ἅγιον παιδαρίῳ νεωτέρῳ, ᾧ ὄνομα Δανιήλ, καὶ ἐβόησεν φωνῇ μεγάλῃ· καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος ταύτης“. τί οὖν ἐστιν τὸ γεγενημένον, ἀγαπητοί; πρόσχωμεν γάρ· διὰ ποίαν αἰτίαν πρὸ τοῦ κατακριθῆναι αὐτὴν οὐ γεγένηται ἡ ἐπισκοπὴ αὕτη παρὰ κυρίου, ἀλλ’ ἐν τῷ ἐπάγεσθαι αὐτὴν ἀπολέσθαι; ἵνα ἡ μεγαλειότης καὶ ἡ <δύ>ναμις θεοῦ ἐ<πιδειχθῇ>. πῶ<ς ο>ὖ<ν>; ὅτε θέλει <τινὰ> τῶν <δ>ούλω<ν αὐτοῦ ῥύσ>ασ<θαι, δ>ύνατ<αι> ῥύσασθαι αὐτὸν καὶ σῶ<σαι, ἡνίκα ἂν θέλῃ καὶ ὡς ἂν θέλῃ. ὅτε δὲ θέ>λει παραλα<βεῖν αὐτόν, ἀ>πόλλυσθαι <ἐᾷ, ἵνα τὰς κο>λάσεις <ὑπομείναντα> ὡς γεννα<ῖον ἀ>θλ<ητὴν> στεφανώσας δο<ξά>σῃ. τῆς γὰρ Σουσάννης πρ<οσ>ευξαμένης καὶ εἰσακουσθείσης, ἐξαπεστάλη ἄγγελος κυρίου ἔκδικος α<ὐτῆς> καὶ βοηθὸς γενάμενος, ἵνα τοὺς κατ’ αὐτῆς ἐπιβούλους διολέσῃ.
οὗ τὴν ὁρμὴν θεασάμενος ὁ μακάριος Δανιήλ, ἅτε προφήτης ὑπάρχων καὶ πνεῦμα θεοῦ κεκτημένος, ἐβόησεν λέγων „καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος ταύτης“, ἵνα μὴ καὶ αὐτὸς αἴτιος φόνου γενηθῇ, ὃν τρόπον καὶ ὁ Πιλάτος ἐπὶ τοῦ Χριστοῦ ἐποίησεν, ὃς „ἀπενίψατο τὰς χεῖρας“ ὕδατι „λέγων· καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος τούτου“.
Ἀλλ’ ἴσως ἐρεῖ τις ἄγραφον τοῦτο εἰρῆσθαι καὶ μὴ δυνά<μενον γνωσθῆναι εἰ ὁ> Δα<νιὴλ τὸ>ν ἄγγ<ελον ἰδ>ὼ<ν ἐβόησε>ν <„καθαρὸς ἐγὼ ἀπὸ τοῦ> αἵ<μα>τ<ος ταύτης“.> <εἰ> περιμέν<εις ὀλίγον>, ὦ ἄνθ<ρωπε, α>ὐτὸς ὁ Δανι<ὴλ> ἐκδι<δάξ>ει <σε>. τοῦ γὰρ λαοῦ <ἀκούσαν>τος τὴν φωνὴν <καὶ θαυμά>σαν<τος>, ἀπεκρί<θη> αὐτοῖς· „οὕτως μωροὶ υἱοὶ Ἰσραήλ; οὐκ ἀνακρίναν<τες>, οὐδὲ <τὸ σαφὲς> ἐπιγνόν<τες> κατεκρίνατε θυγατέρα Ἰσραήλ; καὶ νῦν ἀναστρέψατε εἰς τὸ κριτήριον· ψευδῆ γὰρ οὗτοι κατεμαρτύρησαν αὐτῆς. καὶ ὑπέστρεψεν ὁ λαὸς μετὰ σπουδῆς“. οἱ δὲ παράνομοι χλευάζοντες τὸν Δανιὴλ καὶ ἐξουθενοῦντες ὡς ἅτε παιδάριον νεώτερον, μὴ ἐνορῶντες τὴν ἐν αὐτῷ τοῦ λόγου δύναμιν, ἔφρασαν λέγοντες· „δεῦρο κάθισον ἐν μέσῳ ἡμῶν καὶ ἀπάγγειλον ἡμῖν ὅτι σοὶ δέδωκεν ὁ θεὸς τὸ πρεσβυτέριον“. ὁ δὲ ἔφη· „διαχωρίσατε αὐτοὺς ἀπ’ ἀλλήλων μακρὰν καὶ ἀνακρινῶ αὐτούς. ὡς δὲ διεχωρίσθησαν εἷς ἀπὸ τοῦ ἑνός, προσκα<λεσάμενος τὸν> ἕνα εἶπεν <αὐτῷ>· πεπαλαιωμένε <ἡ>μερῶν κακῶν, νῦν ἥκασιν αἱ ἁμαρτίαι σου ἃς ἐποίεις τὸ πρότερον κρίνων κρίσεις ἀδίκους καὶ τοὺς μὲν ἀθῴους κατακρίνων, ἀπολύων δὲ τοὺς αἰτίους, λέγοντος τοῦ κυρίου· ἀθῷον καὶ δίκ<αιον> οὐκ ἀποκτενεῖς· νῦν οὖν ταύτην εἴπερ εἶδες, εἶπόν μ<οι ὑπὸ τί> δένδρον εἶδες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; ὁ δὲ εἶπεν· ὑπὸ σχῖνον.
εἶπεν δὲ Δανιήλ· ὀρθῶς ἔψευσαι εἰς τὴν σεαυτοῦ κεφαλήν· ἤδη γὰρ ἄγγελος τοῦ θεοῦ ἐξῆλθεν λαβὼν φάσιν παρὰ τοῦ θεοῦ σχίσαι σε μέσον“. ἀπέλυσεν οὖν Δανιὴλ τοῦ ζητουμένου. τὸ γὰρ εἰπεῖν „ἤδη ἄγγελος τοῦ θεοῦ ἐξῆλθεν λαβὼν φάσιν παρὰ τοῦ θεοῦ σχίσαι σε μέσον“ δηλοῖ ὅτι ἡνίκα προσηύξατο ἡ Σουσάννα πρὸς τὸν θεὸν καὶ εἰσηκούσθη, τότε ἐξαπεστάλη ἄγγελος βοηθήσων αὐτῇ. ὃν τρόπον καὶ ἐπὶ <τῷ> Τωβίᾳ καὶ τῇ Σάρρᾳ συνέβη. προσευξαμένων γὰρ αὐτῶν, αὐτῇ τῇ ὥρᾳ καὶ αὐτῇ τῇ ἡμέρᾳ „εἰσηκούσθη“ ἡ δέησις ἀμφοτέρων „καὶ ἀπεστάλη ὁ ἄγγελος Ῥαφαὴλ ἰάσασθαι τοῦς δύο“. ο<ὕτως> οὖν ἡ γραφὴ προεῖπεν διὰ τοῦ προφήτου <Ἀμὼς> πρὸ<ς τὸν οἶκον Ἰσραὴλ λέ>γουσα· „εἰ <ποιεῖ> κύριος ὁ θεὸς πρᾶγμα εἰ μὴ πρῶτον <ἀπο>καλύψει τοῖς <δού>λοις αὐτοῦ τοῖς προφήταις;“ ὀπτασία ἐγενή<θη τῷ> Δανιὴλ καὶ ἐξηγέρθη „τὸ πνεῦμα τὸ ἅγιον“ ἐν αὐτῷ, ἵνα τῆς ἀνακρίσεως ὑπ’ αὐτοῦ γινομένης ὁ ἄγγελος τούτους διαχειρίσηται ὡς κακοὺς ψευδομάρτυρας.
Ἀλλ’ ἐπειδὴ φθάσαντες ἐν τῷ προοιμίῳ διηγησάμεθα ὅτι οἱ δύο πρεσβύτεροι εἰς τύπον ἀναφέρονται τῶν δύο λαῶν, τοῦ τε ἐκ περιτομῆς καὶ τοῦ ἐξ ἐθνῶν, οἳ καὶ ἀεὶ ἐπίβουλοι γίνονται τῆς ἐκκλησίας, ἴδωμεν τὰ ῥήματα αὐτοῦ τοῦ Δανιὴλ καὶ μάθωμεν ὅτι ἐν μηδενὶ ἡμᾶς διαψεύδεται ἡ γραφή. ἐν γὰρ τῷ εἰπεῖν τῷ πρώτῳ „πεπαλαιωμένε ἡμερῶν κακῶν, νῦν ἥκασιν αἱ ἁμαρτίαι σου ἃς <ἐποίει>ς τὸ πρότερον κρίνων κρίσεις ἀδίκο<υς κ>αὶ <τοὺς> μὲν <ἀ>θῴ<ους> κ<α>τακρίνων, ἀπολύων δ<ὲ τοὺς> αἰτίους, λέγοντος τ<οῦ κυρίου ἀ>θῷον καὶ δίκαι<ον οὐκ ἀπο>κτενεῖς“, ὡς νομομαθεῖ ἐλάλει καὶ ὡ<ς> ἀγα<π>ῶν<τι> τὸν νόμον. τῷ δὲ ἑτέρῳ <οὐχ> οὕτως ἐλάλησεν, ἀλλ’ εἶπεν αὐτῷ „σπέρμα Χαναὰν <καὶ οὐκ Ἰούδα“. Χαναναῖον αὐτὸν> ἀποκαλῶν <οἷον ἐθνικὸν ὄντα ἐπέδειξεν, ὡς ἀπεριτμήτῳ λαλήσας αὐτῷ· οὕτως „ἐπιθυμία ἐξηπάτησέ σε καὶ τὸ κάλλος διέστρεψε τὴν καρδίαν σου;> οὕτω<ς> ἐπ<οι>εῖτε θυγατράσιν Ἰσραήλ, κἀκεῖναι φοβούμεναι ὡμίλουν ὑμῖν, <ἀ>λλ’ οὐ θ<υ>γάτηρ Ἰούδα ὑπέμεινεν <τὴν> ἀσχημοσύνην ὑμῶν“. „νῦν οὖν ταύτην εἴπερ εἶδ<ες>, εἶπον· ὑπὸ τί δένδρον εἶδες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις;“ „ὁ δὲ εἶπεν· ὑπὸ πρῖνον. εἶπεν δὲ Δανιήλ· ὀρθῶς ἐψεύσω καὶ σὺ εἰς τὴν σεαυτοῦ κεφαλήν· μέλλει γὰρ ὁ ἄγγελος τοῦ θεοῦ πρίσαι σε μέσον, ὅπως ἐξολοθρεύσῃ ὑμᾶς“.
Ἵνα οὖν ἐν πᾶσιν τὸ σεμνὸν τῶν ἁγίων γραφῶν φυλαχθῇ καὶ τὸ καθαρὸν στόμα τῶν μακαρίων προφητῶν καθαρὸν ἀποδειχθῇ, ῥήματι <ῥῆμα> συγκρίνωμεν καὶ φράσει φράσεις συμβάλλομεν. τῶν μὲν γὰρ πρεσ<βυ>τέρων <τότε βουλ>ομέν<ων διὰ κακῶν ῥημ>άτων ἐ<ξαπα>τῆ<σαι τὴν ἑ>αυτῶν ὄρεξιν κ<αὶ ἀναιδῶς> εἰπόντων· εἴδομεν „συγγινομένους αὐτούς“, ὁ μακάριος Δανιὴλ ἐκόσμησεν τὸ ὑπὸ <τούτ>ων αἰσχρῶ<ς> τε καὶ μ<ι>ερῶς λελα<λη>μέ<νον, λέγων αὐτοῖς „ὑ>πὸ τί δ<ένδρον εἶδες> αὐτοὺς ὁμι<λοῦντας> ἀλλ<ήλοις>;“ ἄλλη γὰρ <ἔννοιά> ἐστιν ὁμιλίας καὶ ἄλλη συνουσίας.
Τούτου τοίνυν γινομένου, „ἀνεβόησεν“, φησίν, „πᾶσα ἡ συναγωγὴ φωνῇ μεγάλῃ καὶ ἔδωκεν αἶνον τῷ θεῷ“ „ὅτι συνέστησεν αὐτοὺς Δανιὴλ ἐκ τοῦ στόματος αὐτῶν ψευδομαρτυρήσαντας“. τί οὖν ἐροῦμεν; ἐν τῷ εἰπεῖν τὸν μὲν ἕνα „σχῖνον“, τὸν δὲ ἕτερον „πρῖνον“, ἐν τούτῳ ἡ ἀπόδειξις γεγένηται. τί γὰρ ἐβούλοντο λέγειν; ἐν τῷ θέλειν ἡμᾶς τοῦ νεανίσκου „ἐγκρατεῖς γενέσθαι“, οὐκ ἴδομεν ἀσφαλῶς ποῖον ἦν τὸ δένδρον. ἀλλ’ ἐπειδὴ ἐν πᾶσιν ἡ θεία γραφὴ σοφίζει ἡμᾶς ὁδηγοῦσα πρὸς τὴν ἀλήθειαν, ἐν τούτῳ δεῖ ν<οεῖ>ν ὅτι ἠναγκάζοντο ὑπὸ τοῦ πνεύματος τ<οι>αῦτα δένδρα ὀνομάζειν, ἅτινα οὐκ ἦν ἐν τῷ παραδείσῳ πεφυτευμένα, ἵνα <ἐκ τοῦ> ἰδίου στόματος αὐτοὶ ἑαυτοὺς κατηγο<ρήσω>σιν. <εἰ μὲν> γάρ τι τῶν ἐκεῖ πεφυτευμένων <ὠνόμασαν>, ἴσως <ἂν τούτῳ τῷ ῥή>μα<τι> ἐπεπ<εί>κησαν τὸν λαόν. νυνὶ δὲ οὐχ οὕτως, ἀλλὰ τὰ μὴ ὄντα ἀπεφήνατο. τοῦ γὰρ Δανιὴλ τὰ ἐνθύμια τῆς καρδίας αὐτῶν διὰ τῶν ῥημάτων ἐλέγξαντος καὶ τὴν δεινὴν αὐτῶν ἐπιθυμίαν, ἣν ἔτι εἶχον ἐν ὀφθαλμοῖς, ἐξειπόντος, τά <τε> τούτων κρύφια ἀπ’ ἀρχῆς σφάλματα, ἃ ἐποίουν εἰς τὰς θυγατέρας Ἰσραήλ, φανερώσ<αντος>, αὐτοὶ ἐλεγχόμενοι ὑπὸ τοῦ ἁγίου πνεύματος, „ἐσκοτισμένοι“ τῷ νοΐ, ξένα δένδρα ὠνόμασαν, ἵνα διὰ τοῦ ῥήματος αὐτοὶ ὑφ’ ἑαυτῶν συμποδισθῶσιν.
Ὅθεν ἀκούσας πᾶς ὁ λαὸς „καὶ πάντες οἱ συγγενεῖς αὐτῆς“ ἐβόησαν λέγοντες· ἐψεύσαντο· οὔτε <γὰρ σ>χῖνος οὔτε πρῖνος <ἐν τῷ> παραδείσῳ πεφύ<τευ>ται. μετὰ τοῦτο ἐγερ<θεῖσα> „πᾶσα ἡ συναγωγὴ ἔδωκεν αἶν<ον> τῷ θεῷ τῷ σῴζ<οντι> τοὺς ἐλπίζοντας ἐπ’ αὐτόν. καὶ ἀνέστησαν ἐπὶ τοὺς δύο πρεσβυτέρους καὶ ἐποίησαν αὐτοῖς ὃν τρόπον ἐπονηρεύσαντο τῷ πλησίον ποιῆσαι καὶ ἀπέκτειναν αὐτούς“, „ὅτι συνέστησεν αὐτοὺς Δανιὴλ ἐκ τοῦ στόματος αὐτῶν ψευδομαρτυρήσαντας“, ἵνα πληρωθῇ τὸ εἰρημένον „ὁ ὀρύσσων βόθρον τῷ πλησίον ἐμπεσεῖται εἰς αὐτὸν αὐτός“, „καὶ ἐσώθη αἷμα ἀναίτιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Χελκίας δὲ καὶ ἡ γυνὴ αὐτοῦ ᾔνεσαν τὸν θεὸν περὶ τῆς θυγατρὸς αὐτῶν μετὰ Ἰωακεὶμ τοῦ ἀνδρὸς αὐτῆς καὶ τῶν συγγενῶν πάντων, ὅτι οὐχ εὑρέθη ἐν αὐτῇ ἄσχημον πρᾶγμα. καὶ Δανιὴλ ἐγένετο μέγας ἐνώπιον τοῦ λαοῦ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπέκεινα“.
Προσέχειν οὖν ὀφείλομεν ἐν πᾶσιν, ἀγαπητοί, φοβούμενοι μή τις ἔν τινι παραπτώματι κρατηθεὶς αὐτὸς <ὑφ’ ἑ>αυτοῦ ἔνοχος γένηται <τῆς> ἰδ<ίας> ψυχῆς, γινώσκοντες ὅτι ἔκδικος ὁ θεὸς περὶ πάντων γίνεται, αὐτὸς ὢν ὅλος ὀφθαλμός, λανθάνει δὲ τοῦτον τῶν ἐν κόσμῳ πραττομένων οὐδέν. διὸ ἀεὶ ἐγρήγοροι καρδίαις καὶ σωφρόνως βιοῦντες τὴν Σουσάνναν μιμήσασθε καὶ τὸν παράδεισον ἐντρυφήσατε καὶ τοῦ ἀεννάου ὕδατος ἀπολαύσατε καὶ πάντα ῥύπον ἀποσμήξασθε καὶ ἐλαίῳ ἐπουρανίῳ ἁγιάσθητε, ἵνα σῶμα καθαρὸν θεῷ παραστήσητε καὶ τὰς λαμπάδας ἐξάψητε καὶ τὸν νυμφίον προσδοκήσητε, ἵνα κρούσαντα τοῦτον εἰσδέξησθε καὶ θεὸν διὰ Χριστοῦ ἀνυμνήσητε, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.