Ἔργον
Ἱππόλυτος Ῥώμης – Εἰς τὸν Δανιήλ
Λόγος Β΄: Το ενύπνιο του Ναβουχοδονόσορα για την προφητική εικόνα
Η έναρξη του δεύτερου λόγου με την ερμηνεία της μεγάλης εικόνας των τεσσάρων μετάλλων και της διαδοχής των τεσσάρων παγκόσμιων βασιλειών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος Β΄: Το ενύπνιο του Ναβουχοδονόσορα για την προφητική εικόνα
Η έναρξη του δεύτερου λόγου με την ερμηνεία της μεγάλης εικόνας των τεσσάρων μετάλλων και της διαδοχής των τεσσάρων παγκόσμιων βασιλειών.
ΛΟΓΟΣ Β Περὶ τῆς εἰκόνος ἧς ἔστησεν Ναβουχοδονόσορ ὁ βασιλεύς <„Ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας Ναβουχοδονόσορ ἐνυπνιάσθη Ναβουχοδονόσορ ἐνύπνιον καὶ ἐξέστη τὸ πνεῦμα αὐτοῦ, καὶ ὁ ὕπνος αὐτοῦ ἐγένετο ἀπ’ αὐτοῦ. καὶ εἶπεν ὁ βασιλεὺς καλέσαι> τοὺς ἐπ<αοιδοὺς καὶ> τοὺς μάγους καὶ τοὺς φαρμακοὺς <καὶ τοὺς Χαλδαί>ους τοῦ ἀναγγ<εῖλαι τῷ βα>σιλεῖ τὰ <ἐν>ύπ<νια αὐτοῦ· κ>αὶ ἦλθ<αν καὶ ἔστη>σαν ἐν<ώπιον τοῦ βασι>λέως. καὶ εἶ<πεν αὐτοῖς ὁ> βασιλεύς· ἐνυπνιάσθην καὶ ἐξέστη <τὸ πνεῦμά μου> τοῦ γνῶναι τὸ ἐνύπνιον· καὶ ἐλάλησαν οἱ Χαλδαῖοι τῷ βασιλεῖ Συριστί· βασιλεῦ εἰς τοὺς αἰῶνας ζῆθι· σὺ τὸ ἐνύπνιον εἰπὲ τοῖς παισίν σου, καὶ τὴν σύγκρισιν ἀναγγελοῦμεν. ἀπεκρίθη δὲ ὁ βασιλεὺς τοῖς Χαλδαίοις· ὁ λόγος ἀπ’ ἐμοῦ ἀπέστη· ἐὰν οὖν μὴ γνωρίσητέ μοι τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ, εἰς ἀπώλειαν ἔσεσθε καὶ οἱ οἶκοι ὑμῶν διαρπαγήσονται· ἐὰν δὲ τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ γνωρίσητέ μοι, δόματα καὶ δωρεὰς καὶ τιμὴν πολλὴν λήψεσθε παρ’ ἐμοῦ· πλὴν τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγείλατε πρός με“.
Τὸ μὲν οὖν ἐνύπνιον τὸ ὑπὸ τοῦ βασιλέως ἑωραμένον οὐκ ἦν ἐπίγειον, ἵνα ὑπὸ τῶν τοῦ κόσμου σοφῶν ἑρμηνευθῇ, ἀλλ’ ἦν ἐπουράνιον, κατὰ θεοῦ βουλὴν καὶ πρόνοιαν ἰδίοις καιροῖς πληρούμενον. καὶ διὰ τοῦτο ἀπεκρύβη μὲν ἀπὸ „τῶν τὰ ἐπίγεια φρονούντων“ ἀνθρώπων, ἵνα τοῖς τὰ ἐπουράνια ζητοῦσι τὰ ἐπουράνια μυστήρια ἀποκαλυφθῇ. καὶ γὰρ ἐν Αἰγύπτῳ ἐπὶ τοῦ Φαραὼ ὁμοίως γέγονεν. ἰδὼν γὰρ τὰ ἐνύπνια ἐξηγήσατο ταῦτα „πᾶσιν τοῖς ἐξηγηταῖς Αἰγύπτου“, καὶ οὐδεὶς „ὁ ἀπαγγέλλων αὐτὰ τῷ Φαραώ“· ἡνίκα δὲ ὁ μακάριος Ἰωσὴφ παρῆν, εὐκαίρως ἐφανεροῦντο τὰ ὑπὸ ἑτέρων μὴ νοούμενα· καὶ διὰ τοῦτο θαυμάσας ὁ βασιλεὺς ἀπεκρίθη „τοῖς παισὶν αὐτοῦ λέγων· ἆρα μὴ εὑρήσομεν ἄνδρα τοιοῦτον, ἐν ᾧ ἐστιν πνεῦμα θεοῦ ἐπ’ αὐτόν;“ <δι’> ὃ σημαίνουσα ἡ γραφὴ ὅτι οὐδεὶς δυνατὸς ἔσται τὰ ἐπουράνια μυστήρια διηγή<σασ>θαι, ἐὰν μὴ <ᾖ> συγκρίνων <ὡ>ς μέτοχος τοῦ ἁγίου <π>ν<εύματος>. οὕτως <οὖν καὶ ἐν Βα>βυλῶνι ἀπεκρύβη τὸ ὅραμα ἀπὸ τοῦ βασιλέως, ἵνα ὑπὸ θεοῦ ἐκλελεγμένος Δανιὴλ προφήτης ὢν ἀποδειχθῇ. ὅσα γὰρ ἀπὸ μὲν ἑτέρων ἀποκέκρυπται, ὑπὸ ἑτέρου δὲ φανεροῦται, ἐξ ἀνάγκης προφήτην ἀποδείκνυσιν τὸν λέγοντα.
Ἵνα οὖν μὴ ἔν τινι τρόπῳ μηχανησάμενοι οἱ Χαλδαῖοι ῥήμασιν πλάνης διαψεύσωνται τὸν βασιλέα, κατανυγεὶς Ναβουχοδονόσορ εἶπεν πρὸς αὐτούς· „ἐπ’ ἀληθείας οἶδα <ἐγὼ> ὅτι καιρὸν ὑμεῖς ἐξαγοράζετε, καθότι ἴδετε ὅτι ἀπέστη ἀπ’ ἐμοῦ τὸ ῥῆμα· ἐὰν οὖν τὸ ἐνύπνιον μὴ ἀπαγγείλητέ μοι, οἶδα ὅτι ῥῆμα ψευδὲς καὶ διεστραμμένον συνέθεσθε εἰπεῖν ἐνώπιόν μου, ἕως οὗ <ὁ> καιρὸς παρέλθοι“. „ἀπεκρίθησαν οἱ Χαλδαῖοι τῷ βασιλεῖ λέγον<τες> ὅτι οὐκ ἔστιν ἄνθρωπος ἐπὶ τῆς γῆς ὅστις δυνήσεται τὸ ῥ<ῆ>μα τοῦ βασιλέως γνωρί<σαι, καθ>ότι πᾶς βασιλεὺς μέγας καὶ <ἄρ>χων ῥῆμα <τοιοῦτο> οὐκ ἐπερωτᾷ <ἐπαοι>δὸν μάγον φάρμακον ἢ Χαλδαῖον, ὅτι ὁ λόγος ὃν ὁ <βασι>λεὺς ἐπερωτᾷ <βα>ρ<ύς>, καὶ ἕτερος οὐκ ἔστ<ιν, ὃς> ἀναγγελεῖ αὐτὸν ἐνώπιον τοῦ βασιλέω<ς, ἀλλ’ ἢ> οἱ θεοί, ὧν οὐκ ἔστιν ἡ κα<τοι>κία μετὰ πάσης σαρκός“. τούτων εἰρημένων θυμωθεὶς „ὁ βασιλεὺς“ ἐκέλευσεν ἀποκτανθῆναι „πάντας τοῦς σοφοὺς Βαβυλῶνος. καὶ τὸ δόγμα ἐξῆλθεν καὶ οἱ σοφοὶ ἀπεκτέννοντο“.
Ἐπεὶ οὖν ἀδύνατον ἔφησαν ὑπὸ ἀνθρώπου τοῦτο λεχθῆναι τὸ ὑπὸ τοῦ βασιλέως ζητούμενον, ἐπέδειξεν αὐτοῖς ὁ θεὸς ὅτι τὰ παρ’ ἀνθρώποις ἀδύνατα, ταῦτα δυνατὰ ἦν παρὰ θεῷ. μέλλοντος γὰρ Ἀριὼχ τοῦ ἀρχιμαγείρου ἀναιρεῖν τόν τε „Δανιὴλ καὶ τοὺς“ τρεῖς „φίλους αὐτοῦ“—αὐτὸς γὰρ „ἐξῆλθεν ἀνελεῖν τοὺς σοφοὺς Βαβυλῶνος“· ἀρχιμάγειρον αὐτὸν εἶπεν ἡ γραφὴ τὸν ἄρχον<τα> τῆς μαχαίρας· ὥσπερ γὰρ ὁ μάγειρος πάντα τὰ ζῷα ἀναιρεῖ καὶ μαγειρεύει, τῷ αὐτῷ τρόπῳ καὶ οἱ ἄρχοντες τοῦ κόσμου <τ>ού<του> ἀναιροῦσι τοὺς ἀνθρώπους ὡς ἄλογα ζῷα μαγειρεύοντες αὐτούς—προσελθὼν Δανιὴλ ἔφη· „περὶ τίνος ἐ<ξ>ῆ<λθεν ἡ γ>νώμη ἡ ἀναιδὴς <αὕ>τη ἐκ <προσ>ώπου τοῦ βασιλέως;“ ἐζήτησεν γὰρ τὴν αἰτίαν μαθεῖν παρ’ αὐτοῦ, τίνι λόγῳ ἀναιροῦνται οἱ Βαβυλώνιοι. ὁ δὲ „Ἀριὼχ ἐγνώρισεν τὸ ῥῆμα τῷ Δανιήλ“. ὁ δὲ ἀκούσας „ἠξίωσεν αὐτόν, ὅπως χρόνον δῷ αὐτῷ“ καὶ τὸ σύγκριμα „τῷ βασιλεῖ“ γνωρίσῃ.
Τότε „Δανιὴλ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ τῷ Ἀνανίᾳ καὶ τῷ Μισαὴλ καὶ τῷ Ἀζαρίᾳ ἐγνώρισεν τὸ ῥῆμα. καὶ οἰκτιρμοὺς ἐζήτουν παρὰ τοῦ θεοῦ τοῦ οὐρανοῦ“, „ὅπως μὴ καὶ αὐτοὶ ἀπόλωνται“ „σὺν τοῖς ἐπιλοίποις σοφοῖς Βαβυλῶνος. <τό>τε <τ>ῷ Δανιὴλ ἐν ὁράματι τῆς νυκτὸς τὸ μυστήριον ἀπε<καλ>ύφ<θ>η. καὶ εὐλόγησεν <τὸν θεὸν τοῦ> οὐρανοῦ <Δ>αν<ιὴλ εἰπών·> εἴ<η τὸ> ὄνομα κυρίου <εὐλο>γημένον ἀπὸ <τ>οῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος, ὅτι ἡ <σοφία κα>ὶ ἡ σύνε<σις καὶ> ἡ <ἰ>σχὺς αὐτοῦ <ἐστιν· καὶ αὐτὸς ἀλλ>οιοῖ καιροὺς καὶ χρόνους, καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ, διδοὺς σοφίαν τοῖς σοφοῖς καὶ φρόνησιν τοῖς εἰδόσιν σύνεσιν· αὐτὸς ἀποκαλύπτει βαθέα καὶ ἀπόκρυφα, γινώσκων τὰ ἐν τῷ σκότει καὶ τὸ φῶς μετ’ αὐτοῦ ἐστιν. σοί, ὁ θεὸς τῶν πατέρων μου, ἐξομολογοῦμαι καὶ αἰνῶ, ὅτι σοφίαν καὶ δύναμιν ἔδωκάς μοι καὶ ἐγνώρισάς μοι ἃ ἠξιώσαμεν παρὰ σοῦ, καὶ τὸ ῥῆμα τοῦ βασιλέως ἐγνώρισάς μοι“. δεῖ οὖν νοεῖν ἡμᾶς τὴν τοῦ θεοῦ εὐσπλαγχνίαν, πῶς τοῖς ἀξίοις καὶ φοβουμένοις αὐτὸν ταχέως ἀποκαλύπτει καὶ φανεροῖ ἀποπληρῶν τὰς δεήσεις καὶ τὰ αἰτήματα αὐτῶν, ὡς ὁ προφήτης λέγει· „τίς σοφὸς καὶ συνήσει ταῦτα; καὶ ἄνθρωπος συνετὸς καὶ γνώσεται ταῦτα;“
Τούτου δὲ γενομένου ἀνέσ<τη Δα>νιὴλ <„καὶ> ἦλθεν πρὸς Ἀ<ρ>ιὼ<χ“> „καὶ εἶπεν αὐτῷ· τοὺς σοφοὺς Βαβυλῶνος μὴ ἀπολέσῃς, εἰσάγαγε δέ με ἐνώπιον τοῦ βασιλέως καὶ ἀναγγελῶ τῷ βασιλεῖ“ τὸ ἐνύπνιον καὶ „τὴν σύγκρισιν“ αὐτοῦ. ὁ δὲ ἀκούσας ταῦτα „εἰσήγαγεν τὸν Δανιὴλ μετὰ σπουδῆς“ „καὶ εἶπεν· εὗρον ἄνδρα <ἐκ> τῶν υἱῶν τῆς αἰχμαλωσίας <τῆς Ἰουδαίας>, ὅστις τὸ σύγκριμα τῷ βασιλεῖ ἀναγγελεῖ“. ὁ δὲ καταπλαγεὶς ἔφη „τῷ Δανιήλ“· „δύνασαί μοι ἀναγγεῖλαι τὸ ἐνύπνιον ὃ εἶδον καὶ τὴν σύγκρισιν αὐτοῦ;“ εἶπεν δὲ Δανιήλ· „τὸ μυστήριον, ὃ ὁ βασιλεὺς ἐπερωτᾷ, οὐκ ἔστιν μάγων ἐπαοιδῶν γαζαρηνῶν ἀναγγεῖλαι τῷ βασιλεῖ, ἀλλ’ ἔστιν θεὸς ἐν οὐρανῷ ὁ ἀποκαλύπτων μυστήρια, καὶ ἐγνώρισεν τῷ βασιλεῖ Ναβουχοδονόσορ ἃ δεῖ γενέσθαι ἐπ’ ἐσχάτων τῶν ἡμερῶν“. <ἰδὲ> πῶς διὰ τῶν ῥημάτων τούτων ὑπεξαιρεῖται τοὺς Χαλδαίους <ἀ>πὸ τοῦ κινδύνου τοῦ ἀναιρεῖ<σ>θαι αὐτοῦς, διδάσκει <δὲ> τὸν βασιλέα μὴ παρὰ ἀνθρώπων ἐπιγείων τὰ ἐπουράνια μυστήρια ἐπιζητεῖν, ἅπερ ἔμελλεν ἰδίοις καιροῖς παρὰ θεοῦ ἐπιτελεῖσθαι. καὶ διὰ τοῦτο ἀναπέμπων τὸ φρόνημα τοῦ βασιλέως πρὸς τὸν θεὸν ἔλεγεν· „ἔστιν ὁ θεὸς ἐν οὐρανῷ ἀποκαλύπτων μυστήρια“, παρ’ οὗ δεῖ τὸν ἄνθρωπον ἐν οἰκτιρμοῖς καὶ δεήσεσιν αἰτούμενον λαμβάνειν.
καθ’ ὃ καὶ αὐτὸς ταπεινοφρονῶν καὶ σμικρύνων ἑαυτὸν καὶ μὴ καυχώμενος παρὰ πάντας Βαβυλωνίους σοφώτερος εὑρεθεὶς ἔλεγεν· „κἀμοὶ οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοὶ παρὰ πάντας κατοικοῦντας ἐπὶ τῆς γῆς τὸ μυστήριον τοῦτο ἀπεκαλύφθη, ἀλλ’ ἕνεκεν τοῦ τὴν σύγκρισιν τῷ βασιλεῖ γνωρίσαι, ἵνα τοὺς διαλογισμοὺς τῆς καρδίας σου γνῷς“. τοῦ γὰρ βασιλέως κρατήσαντος μὲν τῆς Αἰγύπτου, τὴν δὲ Ἰουδαίαν χώραν παραλαβόντος καὶ τὸν λαὸν μετοικίσαντος, διελογίζετο „ἐπὶ τῆς κοίτης“ ὤν, „τί“ ἄρα ἔσται „μετὰ ταῦτα“. ὁ δὲ τὰ κρυπτὰ πάντων ἐπιστάμενος καὶ „τοὺς διαλογισμοὺς“ τῶν καρδιῶν „ἐρευνῶν“, ἀπεκάλυψεν αὐτῷ διὰ μὲν τῆς εἰκόνος τὰ ἐσόμενα, ἀπέκρυψεν δὲ ἀπ’ αὐτοῦ τὸ ὅραμα, ἵνα μὴ ὑπὸ τῶν σοφῶν Βαβυλῶνος τὰ τοῦ θεοῦ βουλεύματα ἑρμηνευθῆναι δυνηθῇ, ἀλλ’ ὑπὸ τοῦ μακαρίου Δανιὴλ ἅτε προφήτου τοῦ θεοῦ τὰ πᾶσιν ἀποκεκρυμμένα φανερωθῇ.
Λέγει γοῦν· „σὺ βασιλεῦ ἐθεώρεις, καὶ ἰδοὺ εἰκὼν μία, μεγάλη ἡ εἰκὼν ἐκείνη καὶ ἡ πρόσοψις αὐτῆς φοβερά· εἰκὼν ἧς ἡ κεφαλὴ αὐτῆς χρυσίου χρηστοῦ, αἱ χεῖρες καὶ τὸ στῆθος καὶ οἱ βραχίονες αὐτῆς ἀργυροῖ, ἡ κοιλία καὶ οἱ μηροὶ χαλκοῖ, αἱ κνῆμαι σιδηραί, οἱ πόδες μέρος μέν τι σιδηροῦν καὶ μέ<ρος ὀστράκινον.> ἐθεώρεις ἕως <οὗ> ἀπεσχίσθη λίθος ἄνευ χειρῶν καὶ ἐπάταξεν τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους καὶ ἐλέπτυνεν εἰς τέλος. τότε ἐλεπτύνθη<σαν> εἰσάπαξ τὸ ὄστρακον, ὁ σίδηρος, ὁ χαλκός, ὁ ἄργυρος, ὁ χρυσός, καὶ ἐγένετο ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος θερινῆς· καὶ ἐξῆρεν τὸ πλῆθος τοῦ πνεύματος <καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς>· καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγενήθη ὄρος μέγα καὶ ἐπλήρωσεν πᾶσαν τὴν γῆν. τοῦτό ἐστιν τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ ἐροῦμεν ἐνώπιον τοῦ βασιλέως. σὺ βασιλεῦ βασιλεὺς βασιλευόντων, ᾧ ὁ θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἰσχυρὰν καὶ κραταιὰν καὶ ἔντιμον ἔδωκεν ἐν παντὶ τόπῳ, ὅπου κατοικοῦσιν υἱοὶ τῶν ἀνθρώπων, θηρία τε ἀγροῦ καὶ πετεινὰ τοῦ οὐρανοῦ ἔδωκεν ἐν τῇ χειρί σου καὶ κατέστησέν σε κύριον πάντων· σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ.
καὶ ὀπίσω σου ἀναστήσεται βασιλεία ἑτέρα ἥττων σου· καὶ βασιλεία τρίτη <ἥτις> ἐστὶν ὁ χαλκός, ἣ κυριεύσει πάσης τῆς γῆς· καὶ βασιλεία τετάρτη ἔσται ἰσχυρὰ <ὡς> σίδηρος· ὃν τρόπον ὁ σίδηρος λεπτύνει καὶ δαμάζει πάντα, <οὕτως πάντα λεπτυνεῖ καὶ δαμάσει>. καὶ ὅτι εἶδες τοὺς πόδας καὶ τοὺς δακτύλους μέρος μέν τι σιδηροῦν, μέρος δέ τι ὀστράκινον, βασιλεία διῃρημένη ἔσται, καὶ ἀπὸ τῆς ῥίζης τῆς σιδηρᾶς ἔσται ἐν αὐτῇ, ὃν τρόπον εἶδες τὸν σίδηρον ἀναμεμιγμένον τῷ ὀστράκῳ. καὶ οἱ δάκτυλοι τῶν ποδῶν μέρος μέν τι σιδηροῦν, μέρος δέ τι ὀστράκινον, μέρος <τι> τῆς βασιλείας ἔσται ἰσχυρὸν καὶ ἀπ’ αὐτῆς συντριβόμενον. ὅτι εἶδες τὸν σίδηρον ἀναμεμιγμένον τῷ ὀστράκῳ, συμμιγεῖς ἔσονται ἐν σπέρματι ἀνθρώπων καὶ οὐκ ἔσονται προσκολλώμενοι οὗτος μετὰ τούτου, καθὼς ὁ σίδηρος οὐκ ἀναμίγνυται μετὰ τοῦ ὀστράκου. ἐν ταῖς ἡμέραις τῶν βασιλέων ἐκείνων <ἀναστήσει ὁ θεὸς τοῦ οὐρανοῦ βασιλείαν, ἥτις εἰς τοὺς αἰῶνας> οὐ διαφθαρήσεται, <καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται·> λεπτυνεῖ καὶ λικμήσει πάσας τὰς βασιλείας καὶ αὐτὴ ἀναστήσεται εἰς τοὺς αἰῶνας, <ὃν τρό>πον εἶδες ὅτι ἀπὸ ὄρους <ἐτ>μήθη λίθος ἄνευ χειρῶν καὶ ἐλέπτυνεν τὸ ὄστρακον, τὸν σίδηρον, τὸν <χαλκόν>, τὸν ἄργυρον, τ<ὸν χρυσόν>.
ὁ θεὸς ὁ μέγας ἐγνώ<ρισεν τῷ> βασιλεῖ ἃ δεῖ γενέσθαι μετὰ ταῦτα· καὶ ἀληθινὸν τὸ ἐνύπνιον καὶ πιστὴ ἡ σύγκρισις αὐτοῦ“.
Τούτων ἀκούσας Ναβουχοδονόσορ ὑπομνησθεὶς τοῦ ἐνυπνίου ἐπέγνω, ὅτι καὶ τὰ λελαλημένα ὑπὸ τοῦ Δανιὴλ ἔσται ἀληθῆ, καὶ „πεσὼν ἐπὶ πρόσωπον τῷ Δανιὴλ προσεκύνησεν καὶ μαναὰ καὶ εὐωδίας εἶπεν σπεῖσαι αὐτῷ“ πόσον ἰσχύει χάρις θεοῦ, ἀγαπητοί, ἵνα τὸν πρὸ μικροῦ μέλλοντα ἀναιρεῖσθαι μετὰ τῶν ἐπιλοίπων σοφῶν Βαβυλῶνος, τοῦτον ὁ βασιλεὺς μηκέτι ὡς ἄνθρωπον ἀλλ’ ὡς θεὸν πεσὼν προσκυνήσῃ. „μαναά τε καὶ εὐωδίας εἶπεν σπένδεσθαι αὐτῷ“. καὶ γὰρ πάλαι τῷ Μωϋσῇ τὸ ὅμοιον ἐπηγγείλατο ὁ κύριος „λέγων ἰδοὺ δέδωκά σε εἰς θεὸν τῷ Φαραώ“, ἵνα διὰ τῶν σημείων τῶν ὑπ’ αὐτοῦ ἐν Αἰγύπτῳ γινομένων μηκέτι Μωϋσῆς ἄνθρωπος ὢν νομισθῇ, ἀλλ’ ὡς θεὸς ὑπὸ τῶν Αἰγυπτίων προσκυνηθῇ.
Καταπλαγεὶς οὖν Ναβουχοδονόσορ ἐπὶ τῶν λεγομένων ὑπὸ τοῦ Δανιὴλ ἔφη· „ἐπ’ ἀληθείας ὁ θεὸς ὑμῶν αὐτός <ἐστιν> θεὸς θεῶν καὶ κύριος τῶν κυριευόντων καὶ ἀποκαλύπτων μυστήρια, ὅτι ἠδυνήθης ἀποκαλύψαι τὸ μυστήριον τοῦτο. καὶ ἐμεγάλυνεν ὁ βασιλεὺς τὸν Δανιὴλ καὶ δόματα πολλὰ καὶ μεγάλα ἔδωκεν αὐτῷ καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης χώρας Βαβυλῶνος καὶ ἄρχοντα σατραπῶν, ἐπὶ πάντας σοφοὺς Βαβυλῶνος“. ἐπειδὴ γὰρ αὐτὸς ἑαυτὸν ἐσμίκρυνεν καὶ ἐλάχιστον παρὰ πάντας ἀνθρώπους εἶναι ἀπεφήνατο, ηὔξησεν [γὰρ] αὐτὸν ὁ βασιλεὺς καὶ „κατέστησεν αὐτὸν ἄρχοντα πάσης χώρας Βαβυλῶνος“. ὃν τρόπον ἐποίησεν καὶ ὁ Φαραὼ τῷ Ἰωσήφ, τότε καταστήσας αὐτὸν ἄρχοντα „ἐπὶ πάσης τῆς γῆς Αἰγύπτου“. <ἐν πάσῃ γὰρ Αἰγύπτῳ οὐδεὶς ηὕ>ρηται ἀνθρώπω<ν, δυνατὸ>ς <τὰ> ὁράματα ἀπαγγεῖλ<αι> τῷ Φαραώ, εἰ μὴ μόνος Ἰωσήφ, ἐν δὲ Βαβυλῶνι οὐδεὶς <τῶ>ν σοφῶν ἠδυνήθη <ἐ>ξειπεῖν τὸ ὅραμα τῷ βασιλεῖ, εἰ μὴ μόνος ὁ Δαν<ι>ήλ. κατὰ γὰρ γενεὰν καὶ γενεὰν ἀνθρώπους ἁγίους ὁ θεὸς προσάγει ἑαυτῷ, δέων εἰς πάντα τὸν κόσμον δοξασθῆναι. „Καὶ Δανιὴλ ᾐτήσατο παρὰ τοῦ βασιλέως καὶ κατέστησεν ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος τὸν Σεδράκ, Μισάκ, Ἀβδεναγώ“. καὶ τοῦτο δὲ πίστεως καὶ ἐπαίνου ἄξιον τὸ ὑπὸ τοῦ Δανιὴλ γεγενημένον.
ἐπειδὴ γὰρ αὐτοὶ ἐν τῇ προσευχῇ συνηγόρησαν τῷ Δανιὴλ πρὸς τὸν θεόν, ἵνα τὸ ὅραμα αὐτῷ ἀποκαλυφθῇ, καὶ αὐτὸς Δανιὴλ ἀξίαν καὶ τιμὴν λαβὼν παρὰ τοῦ βασιλέως ἐμνήσθη τούτων, ἀναθέμενος τῷ βασιλεῖ τὸ ἔργον τὸ ὑπ’ αὐτῶν γεγενημένον, ἵνα καὶ αὐτοὶ τιμῆς τινος ἀξιωθῶσιν ὡς συμμύσται καὶ θεοσεβεῖς ἄνδρες. αἰτησάμενοι γὰρ τὰ ἐπουράνια παρὰ τοῦ κυρίου, ἔτυχον καὶ τῶν ἐπιγείων παρὰ τοῦ βασιλέως.
Ἐπεὶ οὖν τὸ μὲν ὅραμα διηγ<ήσατο> τῷ βασιλεῖ ὁ μακάριος Δανιὴλ καὶ τὴν τούτου σύγκρισιν οὐκ ἐσιώπησεν, ὑπέλιπε τὸ ζήτημα τοῖς εὐθὺν νοῦν κεκτημένοις, ἵνα πάλιν [τὰ] ὑφ’ ἑτέρων <τὰ> ὑπὸ τοῦ Δανιὴλ λεγόμενα ἑρμηνευθῇ. ἀναγκαῖον δὲ <ἀκριβῶς> ἐπιζητεῖν τοὺς φιλαλήθεις, καὶ μὴ μόνον ἐν παραδρομῇ ἀναγινώσκοντας ἐπ’ ἄδηλον νομίζειν εἰρῆσθαι τὰ ὑπὸ τῶν προφητῶν εἰρημένα. εἰκόνα γὰρ μεγάλην θεωρεῖ, καὶ ταύτης τὴν κεφαλὴν „χρυσίου χρηστοῦ“ εἶναι ὁμολογεῖ· ἔπειτα ὤμους καὶ στῆθος ἄργυρον εἶναι διηγεῖται· εἶτα κοιλίαν καὶ μηροὺς χαλκόν· ἔπειτα κνήμας σίδηρον· <ὡσαύτως δὲ καὶ δακτύλους τῶν ποδῶν ὄστρακον καὶ σίδηρον> ἐν ταὐτῷ ἀναμεμιγμένους· εἶτα λίθον τεμνόμενον ἀπὸ ὄρους ἄνευ χειρῶν καὶ πατάσσοντα τὴν εἰκόνα καὶ λεπτύνοντα αὐτήν· καὶ αὐτὸς „ὁ λίθος“ „ἐγενήθη ὄρος μέγα καὶ ἐπλήρωσεν πᾶσαν τὴν γῆν“. ταῦτα εἰπὼν περὶ τῆς εἰκόνος, ὕστερον αὐτὴν κατ’ εἶδος διαιρεῖ καὶ εἰς βασιλείας [κατὰ μέλος] μετάγων κατὰ μέρος παραφράζει, τὸν μὲν χρυσὸν λέγων αὐτὸν εἶναι τὸν βασιλέα Ναβουχοδονόσορ, κεφαλὴν τῆς εἰκόνος χρυσῆν τοῦτον εἶναι διηγούμενος. ἔπειτα δευτέραν βασιλείαν ὀνομάζει [αἰνιττόμενος], <ἥττονα> ταύτην εἶναι λέγων τὸν ἄργυρον. εἶτα τρίτην, „ἥτις ἐστὶν ὁ χαλκός“. ἔπειτα τετάρτην ἰσχυράν, ἥτις ὁ σίδηρος. εἶτα ὄστρακον καὶ σίδηρον ἀναμεμιγμένον ὁμοῦ ἀναδέδεικται τὰ ἄκρα τῶν ποδῶν τῆς εἰκόνος.
ἤρξατο μὲν γὰρ ἀπὸ κεφαλῆς, ἵνα δείξῃ τὸν χρυσόν· εἶτα τὸ στῆθος καὶ τοὺς βραχίονας καὶ ὀνομάζει ἄργυρον· ἔπειτα κοιλίαν καὶ μηρούς, καὶ σημαίνει τὸν χαλκόν· εἶτα κνήμας διηγεῖται, καὶ ἐπιδεικνύει σίδηρον· ἔπειτα πόδας καὶ δακτύλους δέκα, καὶ καταγγέλλει ὄστρ<ακον καὶ σίδη>ρον· <μετὰ ταῦ>τα <ἀπολείπ>εται ὁρᾶν οὐδέν, ἀλλ’ ἢ λίθον ἀπὸ ὄρους <τ>εμνόμενον <καὶ πα>τά<σσοντα> τὴν εἰκόνα, <ὄρος εἰς τὸ> τέ<λ>ος μέγα γινόμενον <καὶ> πληροῦντα „πᾶσαν <τὴν> γῆν“.
Πῶς οὖν οὐ μὴ νοήσωμεν τὰ πάλαι ἐν Βαβυλῶνι ὑπὸ Δανιὴλ πεπροφητευμένα καὶ νῦν ἔτι ἐν κόσμῳ πληρούμενα; ἡ γὰρ εἰκὼν ἡ κατ’ ἐκεῖνον τὸν καιρὸν δειχθεῖσα τῷ Ναβουχοδονόσορ τὸν τύπον περιεῖχεν τῆς βασιλείας τοῦ παντὸς κόσμου. ἐν οἷς καιροῖς ἐβασίλευσαν τότε Βαβυλώνιοι, ὡς κεφαλὴ χρυσῆ τῆς εἰκόνος ὑπάρχοντες. ἔπειτα μετ’ αὐτοὺς ἐκράτησαν Πέρσαι ἐπὶ ἔτη διακόσια τεσσαράκοντα πέντε, ὡς δείκνυσθαι τούτους εἶναι τὸν ἄργυρον. μετὰ τούτους ἐκράτησαν Ἕλληνες ἀρξάμενοι ἀπὸ Ἀλεξάνδρου τοῦ Μακεδόνος ἐπὶ ἔτη τριακόσια, ὡς εἶναι τούτους τὸν χαλκόν. μετὰ τούτους Ῥωμαῖοι, κνῆμαι σιδηραὶ τῆς εἰκόνος ὑπάρχοντες, ἰσχυροὶ ὄντες ὡς ὁ σίδηρος. εἶτα δάκτυλοι ποδῶν, ἵνα δειχθῶσιν αἱ κατὰ τόπον δημοκρατίαι αἱ μέλλουσαι γίνεσθαι, διαιρούμεναι εἰς τοὺς δέκα δακτύλους τῆς εἰκόνος, ἐν οἷς ἔσται „ὁ σίδηρος ἀναμεμιγμένος τῷ ὀστράκῳ“.
Μετὰ ταῦτα τί φησιν Δανιήλ; „ἐτμήθη λίθος ἄνευ χειρῶν καὶ ἐπάταξεν τὴν εἰκόνα“. τοῦ γοῦν σιδήρου μετὰ τοῦ ὀστράκου ἀναμιγέντος καὶ ἐπὶ τὰ ἄκρα τῶν δακτύλων χωρήσαντος καὶ ἀσυμφώνων ἀλλήλοις τῶν ἀνθρώπων γεναμένων, τί δεῖ λοιπὸν περιμένειν, ἀλλ’ ἢ Χριστὸν ἀπ’ οὐρανῶν ἐρχόμενον, ὡς „λίθον ἀπὸ ὄρους τεμνόμενον“, ἵνα τὰς τοῦ κόσμου τούτου βασιλείας μεταστήσῃ, ἀναστήσῃ δὲ τὴν ἐπουράνιον τῶν ἁγίων βασιλείαν, „ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται“, αὐτὸς „ὄρος“ καὶ πόλις τῶν ἁγίων γινόμενος πληρῶν „πᾶσαν τὴν γῆν“. καὶ διὰ τοῦτο ὁ μακάριος Δανιὴλ ἔφη· καὶ „μετὰ τὸ τέλος τῶν ἡμερῶν“ ἐκείνων „ἀναστήσει ὁ θεὸς τοῦ οὐρανοῦ βασιλείαν, ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται, καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται“. ἵνα οὖν μή τις δυσπιστήσῃ ἐπὶ τοῖς εἰρημένοις „εἰ ἄρα ὄντως ταῦτα ἔσται ἢ οὔ“, ἐπεσφράγισεν ὁ προφήτης λέγων „καὶ ἀληθινὸν τὸ ἐνύπνιον καὶ πιστὴ ἡ σύγκρισις αὐτοῦ“. „Ἔτους ὀκτωκαιδεκάτου Ναβουχοδονόσορ ὁ βασιλεὺς ἐποίησεν εἰκόνα χρυσῆν, ὕψος αὐτῆς πήχεων ἑξήκοντα, εὖρος αὐτῆς πήχεων ἕξ, καὶ ἔστησεν αὐτὴν ἐν πεδίῳ Δεειρᾷ ἐν χώρᾳ Βαβυλῶνος. καὶ ἀπέστειλεν συναγαγεῖν τοὺς ὑπάτους, στρατηγοὺς καὶ τοπάρχας, ἡγουμένους καὶ τυράννους καὶ τοὺς ἐπ’ ἐξουσιῶν καὶ πάντας τοὺς ἄρχοντας τῶν χωρῶν, ἐλθεῖν εἰς τὰ ἐγκαίνια τῆς εἰκόνος, ἧς ἔστησεν Ναβουχοδονόσορ ὁ βασιλεύς.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.