Ἔργον
Ἱππόλυτος Ῥώμης – Εἰς τὸν Δανιήλ
Λόγος Β΄: Οι τρεις παίδες στην κάμινο του πυρός
Η ανέγερση της χρυσής εικόνας, η ακλόνητη ομολογία των τριών παίδων, το μαρτύριό τους στην κάμινο και η θαυμαστή διάσωσή τους.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος Β΄: Οι τρεις παίδες στην κάμινο του πυρός
Η ανέγερση της χρυσής εικόνας, η ακλόνητη ομολογία των τριών παίδων, το μαρτύριό τους στην κάμινο και η θαυμαστή διάσωσή τους.
καὶ συνήχθησαν“ ἅπαντες καὶ ἦλθον· „καὶ ἔστησαν ἐνώπιον τῆς εἰκόνος. καὶ ὁ κήρυξ ἐβόα ἐν ἰσχύι· ὑμῖν λέγεται, λαοί, φυλαί, γλῶσσαι, ἣν ἂν ὥραν ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης καὶ ψαλτηρίου καὶ παντὸς γένους μουσικῶν, πίπτοντες προσκυνεῖτε τῇ εἰκόνι <τῇ χρυσῇ·> καὶ ὃς ἂν μὴ <πεσὼν> προσκυνήσῃ, αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην“.
Χρόνου μὲν οὖν ἱκανοῦ διαδραμόντος καὶ ἐπιγενομένου ὀκτωκαιδεκάτου ἔτους, ὑπομνησθεὶς ὁ βασιλεὺς τοῦ ἐνυπνίου αὐτοῦ „ἐποίησεν εἰκόνα χρυσῆν“, ἧς τὸ μὲν „ὕψος πήχεων ἑξήκοντα“ τὸ δὲ „εὖρος αὐτῆς πήχεων ἕξ“. ἐπειδὴ γὰρ ὁ μακάριος Δανιὴλ ἐν τῷ συγκρῖναι αὐτὸν τὸ ἐνύπνιον ἀπεκρίθη τῷ βασιλεῖ λέγων „σὺ εἶ ἡ κεφαλὴ“ τῆς εἰκόνος „ἡ χρυσῆ“, ἐν τούτῳ τῷ λόγῳ φυσιωθεὶς ὁ βασιλεὺς Ναβουχοδονόσορ καὶ τῇ καρδίᾳ ἐπαρθεὶς ἀντίτυπον ταύτης „εἰκόνα ἐποίησεν“, ἵνα ὡς θεὸς ὑπὸ πάντων προσκυνηθῇ. ταύτην μὲν οὖν μεγέθει κατασκευάσας „ἔστησεν ἐν πεδίῳ Δεειρᾷ ἐν χώρᾳ Βαβυλῶνος“. καὶ πέμψας μετεκαλέσατο „τοὺς ὑπάτους καὶ τοὺς στρατηγοὺς καὶ τοὺς τοπάρχας καὶ πάντας τοὺς ἐπ’ ἐξουσιῶν ἐλθεῖν εἰς τὰ ἐγκαίνια τῆς εἰκόνος, ἧς ἔστησεν Ναβουχοδονόσορ ὁ βασιλεύς“.
τότε <οὖν> πάντων ἀνθρώπων ἐπὶ τὸ αὐτὸ συνελθόντων καὶ τῶν ὀργάνων ὁμοῦ ἐπὶ τὸ αὐτὸ ἠχησάντων „πίπτοντες λαοί, φυλαί, γλῶσσαι προσεκύνουν τῇ εἰκόνι“, τινὲς μὲν αὐτῶν τὸν βασιλέα φοβούμενοι, οἱ δὲ πάντες εἰδωλολάτραι γινόμενοι, ὑπήκουον τῷ ῥήματι τῷ ὑπὸ τοῦ βασιλέως προστεταγμένῳ. „Τότε“ δὲ προσῆλθον τινὲς τῶν Χαλδαίων „καὶ διέβαλλον τοὺς Ἰουδαίους τῷ βασιλεῖ“· „σὺ βασιλεῦ ἔθηκας δόγμα, πάντα ἄνθρωπον ὃς ἂν ἀκούσῃ τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν, καὶ μὴ πεσὼν προσκυνήσῃ τῇ εἰκόνι τῇ χρυσῇ, ἐμβληθῆναι αὐτὸν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. εἰσὶν δὲ ἄνδρες Ἰουδαῖοι, οὓς κατέστησας ἐπὶ τὰ ἔργ<α τῆς> χ<ώρας> Βαβυλῶν<ος, Σ>ε<δράκ, Μισάκ,> Ἀβδενα<γώ, οἳ οὐχ> ὑπήκ<ου>σαν, βασιλ<εῦ, τῷ> δόγματί σου, <τοῖς θεοῖς> σου οὐ λατρ<εύου>σιν καὶ τῇ εἰκόνι τῇ χρυσῇ <ᾗ ἔστ>ησας οὐ προσκυνοῦσιν. τότε ἀκούσας ὁ βασιλεὺς ἐν θυμῷ καὶ ὀργῇ εἶπεν ἀχθῆναι αὐτούς, καὶ ἀποκριθεὶς ἔφη· εἰ ἀληθῶς, Σεδράκ, Μισὰκ καὶ Ἀβδεναγώ, τοῖς θεοῖς μου οὐ λατρεύετε καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησα οὐ προσκυνεῖτε;
νῦν οὖν εἰ ἔχετε ἑτοίμως, ὡς ἂν ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου καὶ παντὸς γένους μουσικῶν, πεσόντες προσκυνήσατε τῇ εἰκόνι τῇ χρυσῇ· εἰ δὲ μή, ἐν αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην, καὶ τίς ἐστιν θεὸς ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου;“ Ἴδες ἀνθρώπου βασιλέως τυραννοῦντος ἀπειλήν, μὴ ἐγνωκότος τὸν εἰπόντα· „μὴ φοβήθη<τ>ε <ἀ>π<ὸ τῶ>ν ἀνθρώπων <τῶν δυναμέ>νων ἀποκτεῖ<ναι τὸ σῶμ>α, ταὐτῷ μὴ <δυναμένων τὸ> ἐσώτερον ἀπο<κτεῖ>ναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμεν<ον> καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ“. τούτους τοὺς λόγους μὴ καταπτήξαντες οἱ παῖδες „ἀπεκρίθησαν λέγοντες· οὐ χρείαν ἔχομεν ἡμεῖς περὶ τοῦ ῥήματος τούτου ἀποκριθῆναί σοι. ἔστιν γὰρ θεός, ᾧ ἡμεῖς λατρεύομεν, δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς· καὶ ἐὰν μή, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυνοῦμεν.“ Ἰδέ, τρεῖς παῖδες ὑπόδειγμα πᾶσιν ἀνθρώποις πιστοῖς γενάμενοι, οἵτινες οὐκ ὄχλον σατραπῶν ἐφοβήθησαν οὐδὲ τὰ τοῦ βασιλέως ῥήματα ἀκούσαντες ἐδειλίασαν οὐδὲ τὸ πῦρ τῆς καμίνου καιόμενον εἰδότες ἔπτηξαν, ἀλλὰ πάντων ἀνθρώπων καὶ ὅλου τοῦ κόσμου κατεφρόνησαν, τὸν φόβον τοῦ θεοῦ μόνον πρὸ ὀφθαλμῶν ἐσχηκότες.
τούτους Δανιήλ, μακρόθεν ἑστὼς καὶ σιωπῶν, θαρρεῖν [αὐτοὺς] ἐδίδασκεν, μειδιῶν μὲν πρὸς αὐτούς, χαίρων δὲ καὶ αὐτὸς ἐπὶ τῇ τούτων μαρτυρίᾳ, ἐνορῶν τρεῖς παῖδας μέλλοντας κατὰ τοῦ διαβόλου στεφανοῦσθαι, μὴ τέχνῃ τούτους μουσικῇ ἀπατηθέντας, μηδὲ ἡδονῇ ὀργάνων δουλωθέντας, μηδὲ πλάνῃ Βαβυλωνίων ἀπαχθέντας, μηδὲ δόγματι βασιλέως ὑποταγέντας, μηδὲ σφυρηλάτῳ εἰκόνι χρυσῇ γόνατα κλίναντας. τρεῖς οὗτοι πιστοὶ μάρτυρες ἐν Βαβυλῶνι εὑρεθέντες, ἵνα δι’ αὐτῶν ὁ θεὸς δοξασθῇ καὶ Ναβουχοδονόσορ καταισχυνθῇ καὶ Βαβυλωνίων τὰ εἴδωλα μηδὲν ὄντα φανῇ.
Τολμήσω τι εἰπεῖν καὶ οὐ κινδυνεύσω ἐν τῷ λέγειν· οὗτοι τὸ ῥητὸν ἀναγνόντες τὸ π<αρὰ τοῦ προ>φήτου εἰρημένον ᾔ<δε>σαν ὅτι περὶ αὐτῶν ἦν ἀπ<ογ>εγραμμένον. <πῶς> γὰρ <εἶπε> τὸ ῥητὸν πρὸ<ς τὴν Βα>βυλῶ<να> „μν<ησθ>ή<σ>ομαι Ῥαὰβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσίν με“, εἰ μὴ προορῶν τῷ πνεύματι τὸ μυστήριον τὸ οἰκονομούμενον ἐκεῖ; οὗτοι γὰρ τότε θεασάμενοι τοὺς πάντας ἀνθρώπους τῇ εἰκόνι προσκυνοῦντας καὶ τῷ προστάγματι τοῦ βασιλέως ὑπακούοντας ὑπέστησαν τὸν νοῦν λέγοντες· οὐκ ἀργῶς τοῦτο γεγραμμένον ἐστίν, ἀδελφοί· ἴσως ἐφ’ ἡμῖν τοῦτο νῦν πληρωθήσεται. ἰδοὺ γὰρ ἐνέστηκεν, καὶ τὸ πᾶν γένος ἡμῶν αἰχμάλωτον εἴληπται καὶ ὑπόδουλον Βαβυλωνίοις γεγένηται· Ναβουχοδονόσορ καθ’ ἡμῶν ὡς μέγας διάβολος τυραννεῖ καὶ εἰκόνα ποιήσας χρυσῆν εἰδωλολατρεῖν ἀναγκάζει. μείνωμεν πιστοὶ ἄχρι θανάτου, μὴ καταισχύνωμεν τὸν διδάσκαλον ἡμῶν Μωϋσῆν, μηδὲ ἐάσωμεν τὸ γένος ἡμῶν καταγελασθῆναι· νικήσωμεν οἱ τρεῖς τὴν πᾶσαν δύναμιν Βαβυλωνίων· „ῥύσεται ἡμᾶς“ ὁ θεὸς ἐκ χειρὸς τοῦ βασιλέως, ὡς ἐξερρύσατο τοὺς πατέρας ἡμῶν „ἐκ χειρὸς Φαραώ“. μνησθῶμεν τὰ πάλαι ἐν γῇ Αἰγύπτου γεγενημένα· ὡς <„ἡ> θάλασσα“ ῥάβδῳ παταχθεῖσα ἐφοβήθη, καὶ „Ἰορδάνης“ θεασάμενος κιβωτὸν „εἰς τὰ ὀπίσω ἀπεστράφη“, „Ῥαὰβ ἡ πόρνη“ πιστὴ ἐν πόλει Ἱεριχὼ εὑρεθεῖσα ἐκ φόνου μαχαίρας διεσώθη.
καὶ νῦν „δυνατὸς ὁ θεὸς“ τὸ πῦρ τῆς καμίνου εὐκόλως κατασβέσαι. εἰ μαχαίρᾳ ἀπειλεῖ τὸν θάνατον ὑπομείνωμεν· εἰ θηρσὶν ἀγρίοις παραβαλεῖν, τοὺς θῆρας μὴ καταπτήξωμεν· ὄχλος Βαβυλωνίων τὴν ἡμετέραν πίστιν μὴ νικησάτω. προτρεπόμενοι ἀλλήλους ὡς ἔμψυχοι ἀθληταὶ προηγοῦντο ὑπὸ τοῦ πνεύματος εἰς τὸ σκάμμα, τρεῖς παῖδες νεώτεροι πρὸς μυριάδας ἀνθρώπων ἀπίστων ἀγωνιζόμενοι.
Ἀλλ’ ἐρεῖ τις· ταῦτα πιθανολογεῖς. διδάχθητι, ἄνθρωπε, τὰ ἐπὶ Ἀντιόχου συμβάντα. ἡνίκα οἱ ἑπτὰ ἀδελφοὶ „ἅμα τῇ μητρὶ συλληφθέντες“ „μάστιξιν <καὶ νευ>ρ<αῖ>ς“ ἐτύπτοντο, „εἷς δὲ αὐ<τῶ>ν“ ἀποκριθεὶς „ἔφη· τί μέλλεις ἐρωτᾶν καὶ μαν<θάνει>ν; ἕτοιμοι γὰρ ἀποθνήσκειν ἐσμέν, ἢ παραβαίνειν τοὺς πατρῴους νόμους. ἔκθυμος δὲ“ ἐπὶ τούτῳ „γενόμενος ὁ βασιλεὺς ἐκέλευσεν τήγανα καὶ λέβητας ἐκπυροῦσθαι παραχρῆμα“, καὶ „τὸν γενάμενον αὐτῶν προήγορον ἐκέλευσεν γλωσσοτομεῖσθαι καὶ περισκυθίσαντας ἀκρωτηριάζειν, τῶν δὲ λοιπῶν ἀδελφῶν ἐνορώντων“· καὶ „τῆς ἀτμίδος τοῦ τηγάνου ἐφ’ ἱκανὸν διαδιδούσης παρεκάλουν ἀλλήλους“ „τῇ πατρῴᾳ φωνῇ“ „λέγοντες· κύριος ὁ θεὸς ἐφορᾷ καὶ ταῖς ἀληθείαις ἐφ’ ἡμῖν παρακαλεῖται καθάπερ <διὰ> τῆς <κατὰ> πρόσωπον λελαλημένης ᾠδῆς διεσάφησεν πάλαι Μωϋσῆς λέγων· καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται“.
Ὁρᾷς πῶς τὸ πνεῦμα τοῦ πατρὸς μελετᾶν τοὺς μάρτυρας διδάσκει προτρεπόμενον αὐτοὺς καὶ παραμυθούμενον καταφρο<νεῖν μὲν> τοῦ θανάτου τούτου, σπεύδειν δὲ ἐπὶ τοῦ βελτίονος. ἐὰν γάρ τις χωρὶς ἁγίου πνεύματος ᾖ, οὗτος δειλιῶν ἀγωνιᾷ καὶ φοβούμενος κρύβεται καὶ τὸν πρόσκαιρον θάνατον εὐλαβεῖται καὶ μάχαιραν καταπτήσσει καὶ κόλασιν οὐχ ὑπομένει, τὸν κόσμον τοῦτον πρὸ ὀφθαλμῶν ἔχει, τὰ „τοῦ βίου“ μεριμνᾷ, τὴν γυναῖκα προτιμᾷ καὶ ἴδια τέκνα ἀγαπᾷ καὶ πλοῦτον κτημάτων ἐπιζητεῖ· ὁ τοιοῦτος δύναμιν ἐπουράνιον μὴ κεκτημένος εὐχερῶς ἀπόλλυται. δεῖ οὖν πάντα ἄνθρωπον τῷ λόγῳ προσιόντα ἀκούειν, τί πρ<οστ>άσσει ὁ ἐπουράνιος βασιλεὺς καὶ δεσπότης· „ὃς ἂν μὴ ἄρῃ τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθήσῃ ὀπίσω μου, οὐκ ἔστιν μου ἄξιος“· καὶ „ὃς μὴ ἀποτάξηται πᾶσιν τοῖς ὑπάρχουσιν αὐτῷ, οὐ δύναται εἶναί μου μαθητής“.
Οὕτως οὖν καὶ <τότε> οἱ τρεῖς παῖδες ἐν Βα<βυ>λῶνι μαθηταὶ τῆς πίσ<τεως ὄντες> „ἀπεκρίθησαν τῷ βασιλεῖ λέγοντες· οὐ χρείαν ἔχομεν ἡμεῖς περὶ τοῦ ῥήματος τούτου ἀποκριθῆναί σοι“. ὁ δὲ Δανιὴλ ἀκούσας τῶν ῥημάτων τούτων ἐπῄνεσεν. οἱ δὲ πάλιν· „ἔστιν θεός, ᾧ ἡμεῖς λατρεύομεν, δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς“. ὁ δὲ μακάριος Δανιήλ, ἅτε προφήτης ὑπάρχων καὶ προβλέπων τὸ μέλλον, ἐπένευσεν ὡς ἀληθῶς ἔσται τοῦτο τὸ ὑπ’ αὐτῶν λελαλημένον, καὶ <οἱ παῖδες>, ἵνα ἐνδείξωνται τῷ βασιλεῖ τὸ τῆς πίστεως αὐτῶν ἀνυπέρβλητον, προσέθηκαν λέγοντες· „καὶ ἐὰν μή, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυνοῦμεν“. ὧν πάλιν ἀκούσας ὁ μακάριος Δανιὴλ τὴν τρίτην φωνήν, θαυμάσας τούτους ὡς καλοὺς ἀθλητὰς τῇ πίστει ἐστεφάνωσεν.
Ἴδετε ἀσφάλειαν λόγων δι’ ἑνὸς στόματος λαλουμένων, ἵνα ἐν μηδενὶ ῥήματι πταίσωσιν. τοῦ γὰρ βασιλέως ἀπειλησαμένου καὶ εἰπόντος· διὰ τί „τοῖς θεοῖς μου οὐ λατρεύετε καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησα οὐ προσκυνεῖτε;“ „ἀπεκρίθησαν“. „οὐ χρείαν ἔχομεν ἡμεῖς περὶ τοῦ ῥήματος τούτου ἀποκριθῆναί σοι“, μηδὲ ἄξιον αὐτὸν περὶ τοιούτου ἀπολογίας ἡγούμενοι. ἔπειτα τοῦ βασιλέως εἰπόντος· „ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην, καὶ τίς ἐστιν θεός, ὃς“ δυνήσεται ῥύσασθαι „ὑμᾶς ἐκ χειρῶν μου;“, ἀντέπεσαν τῷ ῥήματι τῷ ὑπὸ τοῦ βασιλέως λελαλημένῳ καὶ εἶπαν· „ἔστιν θεός, ᾧ ἡμεῖς λατρεύομεν, δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς“. τοῦ δὲ βασιλέως πάλιν εἰπόντος· „νῦν οὖν εἰ ἑτοίμως ἔχετε, ὡς ἂν ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου καὶ παντὸς γένους μουσικῶν, πεσόντες προσκυνήσατε τῇ εἰκόνι τῇ χρυσῇ“, οἱ δὲ πρὸς αὐτόν· „γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυνοῦμεν“.
Τρία γὰρ αὐτοῖς δι’ ἑνὸς λόγου προέθετο ὁ βασιλεὺς ῥήματα ὡς περὶ τῶν τριῶν βραβείων ἀγωνιζομένοις, ἵνα κἂν ἑνὶ ῥήματι παγιδεύσας τούτους πτερνίσῃ. οἱ δὲ πρὸς τὰ τρία γενναίως ἀπεκρίθησαν ἐν μηδενὶ ἡττηθῆναι βουλόμενοι. τὸ μὲν γὰρ πρῶτον ἐξουθένησαν τὸ ῥῆμα τοῦ βασιλέως, ἐνδεικνύμενοι, ὅτι μηδὲ λόγου τινὸς ἄξιον εἴη τὸ εἴδωλον τὸ ὑπ’ αὐτοῦ προσκυνούμενον. τὸ δὲ δεύτερον ἐδίδαξαν τὸν βασιλέα τίνα δεῖ φοβεῖσθαι καὶ προσκυνεῖν, λέγοντες· „ἔστιν θεός, ᾧ ἡμεῖς λατρεύομεν, δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης“. ἔπειτα τὸ τρίτον τὴν ἑαυτῶν πίστιν ἐπιδεῖξαι βουλόμενοι ἔφασαν· „καὶ ἐὰν μή, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυνοῦμεν“. τοῦτο γάρ ἐστιν, ὃ ἠσφαλίσαντο διὰ τοῦ ῥητοῦ, μήποτε ἐμβληθέντων αὐτῶν ἐν τῇ καμίνῳ καὶ κατακαυθέντων καυχήσωνται οἱ Χαλδαῖοι καὶ πλανήσωσιν τὸν βασιλέα λέγοντες· μὴ λυποῦ, βασιλεῦ, ἐνίκησας καὶ ἔλαβες βραβεῖον κατ’ αὐτῶν· ἔκραζον γὰρ ἐν τῷ πυρὶ καιόμενοι καὶ ἔλεγον· ἐρωτῶμεν, κύριε βασιλεῦ, ποιοῦμεν τὰ ὑπό σου κελευόμενα, προσκυνοῦμεν τὴν εἰκόνα. ἵνα οὖν καὶ μετὰ θάνατον πιστοὶ μάρτυρες κληθῶσιν, κατὰ πάντα τρόπον ἑαυτοὺς ἠσφαλίσαντο, τόπον ἀφορμῆς τῷ διαβόλῳ διδόναι μὴ θέλοντες.
πᾶσαν γὰρ τὴν ἐξουσίαν καὶ τὴν δόξαν ἀνήνεγκαν τῷ θεῷ πιστεύοντες, ὅτι „δυνατὸς“ ἔστιν „<ἐξελέσ>θαι ἡμᾶς“· „ἐὰν“ δὲ „μὴ“ θελήσῃ, ἡμεῖς μᾶλλον ἡδέως ἀποθνήσκομεν, ἢ ποιοῦμεν τὰ ὑπό σου προστεταγμένα. „Τότε Ναβουχοδονόσορ ἐπλήσθη θυμοῦ καὶ ἡ ὄψις τοῦ προσώπου αὐτοῦ ἠλλοιώθη ἐπὶ Σεδράκ, Μισὰκ καὶ Ἀβδεναγώ, καὶ εἶπεν· ἐκκαύσατε τὴν κάμινον ἑπταπλασίως, ἕως οὗ εἰς τέλος ἐκκαῇ. καὶ ἄνδρας ἰσχυροὺς ἐν ἰσχύϊ εἶπεν πεδήσαντας“ αὐτοὺς „ἐμβαλεῖν εἰς τὴν κάμινον τοῦ πυρὸς <τὴν καιομένην. τότε οἱ ἄνδρες ἐκεῖνοι ἐπεδήθησαν σὺν τοῖς ἐνδύμασιν καὶ τοῖς σαραβάροις αὐτῶν ... καὶ ἐβλήθησαν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην“> κατὰ „τὸ ῥῆμα τοῦ βασιλέως.“ ὑπερίσχυον μὲν οὖν γε, εἰ δεῖ τὰ ἀληθῆ λέγειν, <οἱ παῖδες .... Ὅσον γὰρ τὸ ῥῆμα τῶν παίδων ὑπερίσχυε, τοσοῦτον ἐθυμοῦτο ὁ βασιλεύς· „καὶ εἶπεν· τὴν κάμινον> ἐκκαύσατε ἑπταπλασίως“, πάντως ὡς ἤδη ὑπ’ αὐτῶν ἡττώμενος. ἐν μὲν γὰρ τοῖς ἐπιγείοις ὑπερίσχυσεν ὁ βασιλεύς, ἐν δὲ τῇ πίστει τῇ πρὸς τὸν θεὸν ὑπερίσχυσαν οἱ τρεῖς παῖδες. —ἀλλ’ ἐρεῖ τις· οὐκ ἠδύνατο οὖν Δανιὴλ φίλος ὢν τοῦ βασιλέως παρακαλέσαι ὑπὲρ αὐτῶν καὶ ἐξαιτήσασθαι τοῦς τρεῖς παῖδας; ἠδύνατο, ἀλλ’ ἵνα τὰ μεγάλα τοῦ θεοῦ δειχθῇ ἔργα καὶ μάθωσιν Βαβυλώνιοι τὸν θεὸν φοβεῖσθαι, διὰ τοῦτο ἡσύχαζεν, ἵνα καὶ ἡ τούτων πίστις δειχθῇ καὶ ὁ θεὸς ἐν αὐτοῖς δοξασθῇ.
εἰ γὰρ τοῦτο ἐγεγόνει, ἤμελλον ἂν λέγειν Βαβυλώνιοι· εἰ μὴ Δανιὴλ ὑπὲρ αὐτῶν τὸν βασιλέα παρεκάλεσεν, ἐν πυρὶ ἂν οὗτοι σήμερον ἀπωλώλεισαν—καὶ ἀνθρωπίνη χάρις μᾶλλον ἐνομίζετο εἶναι, οὐκέτι θεοῦ δύναμις.
Τί δὲ ὅλως ὁ βασιλεὺς εἰδὼς τὸν Δανιὴλ Ἰουδαῖον ὄντα οὐ κατενύγη καὶ εἶπεν αὐτῷ· σὺ „διὰ τί οὐ προσκυνεῖς“ τῇ εἰκόνι; πάντως ἂν εἰρήκει τῷ βασιλεῖ· „ὅτι οὐ σέβομαι ἔργα χειροποίητα, ἀλλὰ τὸν ζῶντα θεὸν τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ ἔχοντα πάσης σαρκὸς κυρείαν“, ὥσπερ ἀπεκρίθη τῷ Κύρρῳ ἐπὶ τοῦ Βήλ. συναρπαγεὶς εἶπεν <αὐτῷ ὁ βασιλεὺς> ... ... τὸν Βήλ, πλὴν ἢ κατὰ γνώμην τῶν σατραπῶν· τὸ „ἕως ἡμερῶν τριάκοντα“ ἐὰν αἰτήσηται „παρὰ παντὸς θεοῦ ἢ <ἀνθρώπου“ „ἀλλ’> ἢ <παρὰ>“ τοῦ βασιλέως, „ἐμβληθήσεται εἰς τὸν λάκκον τῶν λεό<ντων>“. ἀλλ’ ἐπειδὴ ἐν τῇ καμίνῳ τοὺς τρεῖς παῖδας μόνους ἔδει δοξασθῆναι, ἐπὶ δὲ τοῦ Βὴλ βασιλεύοντος Κύρρου τὸν Δανιὴλ <μόνον> „εἰς τὸν λάκκον τῶν λεόντων“ ἐμβληθῆναι, εἷς ἕκαστος αὐτῶν τῇ ἰδίᾳ διατάξει καὶ τῷ ἰδίῳ καιρῷ ἐτηρεῖτο, ἵνα καὶ Ναβουχοδονόσορ ὁ βασιλεὺς τῶν Βαβυλωνίων ἰδὼν τοὺς τρεῖς παῖδας ὑπὸ τοῦ πυρὸς μηδὲν διαφθαρέντας τὸν θεὸν δοξάσῃ, καὶ Κύρρος ὁ Πέρσης ἰδὼν τὸν Δανιὴλ ὑπὸ τῶν λεόντων μὴ καταποθέντα τὸν θεὸν τοῦ οὐρανοῦ θεὸν ὄντα μόνον διδαχθῇ.
οὕτως οὖν ὁ θεὸς κατὰ καιροὺς διὰ „τῶν δούλων αὐτοῦ τῶν προφητῶν“ οἰκονομῶν τὰ πράγματα πείθει „πάντας ἀνθρώπους εἰς“ τὴν ἑαυτοῦ „ἐπίγνωσιν ἐλθεῖν“. „Τότε“ οὖν πεδηθέντες οἱ παῖδες „σὺν“ τοῖς ἐνδύμασιν καὶ „τοῖς σαραβάροις αὐτῶν ἐβλήθησαν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην, κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως“. εἰπέ μοι, Ναβουχοδονόσορ, τίνι λόγῳ δεδεμένους τούτους κελεύεις ἐμβληθῆναι εἰς τὸ πῦρ; μήπως φύγωσιν; ἢ λελυμένοι τὸ πῦρ τοῖς ποσὶν κατασβέσωσιν; ἀλλ’ οὐ σὺ εἶ ὁ ταῦτα ἐργαζόμενος, ἀλλ’ ἕτερος ἐν σοὶ ὁ ταῦτα ἐνεργῶν. καὶ διὰ τοῦτο ἡ γραφὴ λέγει· „τότε τοῦ βασιλέως ἡ μορφὴ ἠλλοιώθη“· ἄλλος γὰρ ἦν καὶ ἄλλος ἐγένετο. ἦν γὰρ ἄνθρωπος ὁ βασιλεὺς ἐν ἀρχῇ τὸν θεὸν φοβούμενος· ἔπειτα κατ’ αὐτοῦ ἐπαρθεὶς ἠλλοιώθη τὰ τοῦ διαβόλου ἔργα μιμούμενος. καὶ διὰ τοῦτο καλῶς ἡ γραφὴ προανεφώνησεν λέγουσα· „ἐγὼ ὁ θεὸς καὶ οὐκ ἠλλοίωμαι“, ἵνα δειχθῇ, ὅτι ὁ θεὸς ἄτρεπτός ἐστιν καὶ ἀναλλοίωτος. τοῦ „βασιλέως ἡ μορφὴ ἠλλοιώθη“, ἵνα εὐκόλως ἄνθρωπος ὢν νοηθῇ, καὶ ὁ ἐν αὐτῷ ἐνεργῶν πλάνος εὐχερῶς ἐπιγνώσῃ, πάντοτε τὰ τοῦ θεοῦ ἔργα μιμούμενος καὶ ποικίλοις τρόποις τὸν ἄνθρωπον ἐξαπατῆσαι βουλόμενος. „ἔτους“ γάρ, φησίν, „ὀκτωκαιδεκάτου Ναβουχοδονόσορ ὁ βασιλεὺς ἐποίησεν εἰκόνα χρυσῆν, ὕψος αὐτῆς πήχεων ἑξήκοντα καὶ εὖρος αὐτῆς πήχεων ἕξ, καὶ ἔστησεν αὐτὴν ἐν πεδίῳ Δεειρᾷ ἐν χώρᾳ Βαβυλῶνος“.
διὰ μὲν οὖν τῶν δεκαοκτὼ ἐτῶν τὸν Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ ἐμιμήσατο, ὃς παρὼν ἐν κόσμῳ τὴν ἰδίαν εἰκόνα τὸν ἄνθρωπον ἐκ νεκρῶν ἀνέστησεν καὶ ταύτην καθαρὰν καὶ ἄμωμον ὡς χρυσίον ὑπάρχουσαν τοῖς μαθηταῖς ἐπέδειξεν. διὰ δὲ τοῦ ὕψους τῶν ἑξήκοντα πήχεων τοὺς ἑξήκοντα πατριάρχας, δι’ ὧν τὸ κατὰ σάρκα ἡ εἰκὼν τοῦ θεοῦ ὁ λόγος ἀνετυπώθη καὶ ἀνεπλάσθη καὶ ὑπὲρ πάντας τοὺς πατριάρχας ἀνυψώθη. διὰ δὲ τοῦ πλάτους ἓξ πήχεων τὴν ἑξαήμερον ἐμήνυσεν· ἐν γὰρ τῇ ἕκτῃ ἡμέρᾳ ὁ ἄνθρωπος ἐκ χοὸς πλασθεὶς γεγένηται. χρυσὸν μὲν οὖν ἐκτυπώσας Ναβουχοδονόσορ καὶ ἀντίμιμον εἰκόνα ποιησάμενος „ἔστησεν αὐτὴν ἐν πεδίῳ Δεειρᾷ ἐν χώρᾳ Βαβυλῶνος“, σημαίνων τὸ μὲν πεδίον εἶναι τὸν κόσμον, Βαβυλῶνα δὲ τὴν μεγάλην πόλιν. καὶ τότε μὲν Ναβουχοδονόσορ μίαν ἐποίησεν εἰκόνα, νυνὶ δὲ ὁ πλάνος πλείονας ἐν κόσμῳ ἐφεξεῦρεν, ἵνα διὰ τῶν πολλῶν θεαμάτων τοὺς πάντας ἀνθρώπους διοδεύσῃ, ἄλλον ἀλλαχοῦ φερόμενον, τοὺς μὲν τὸν χρύσεον προσκυνοῦντας, ἑτέρους δὲ τὸν ἀργύρεον, ἄλλους δὲ τὸν χάλκεον, τινὰς δὲ τὸν δι’ ἐλέφαντος συγκείμενον, πολλοὺς τὸν ὀστράκινον καὶ λίθινον σέβοντας· οἱ δὲ πάντες καταλιπόντες τὸν ἐπουράνιον θεὸν τοῖς κενοῖς καὶ ἀψύχοις καὶ ματαίοις εἰδώλοις ὑπετάγησαν, εἰς ὕψος ἀναβλέπειν μὴ θέλοντες, μηδὲ τὸ κάλλος τοῦ οὐρανοῦ κατανοεῖν, ἵνα μὴ τὸν τούτου θεὸν ἐπιγνόντες σωθῆναι [μὴ] δυνηθῶσιν.
ταῦτα τὰ τοῦ διαβόλου τεχνάσματα. οὐ μόνον πάλαι ἐν Βαβυλῶνι ἐνήργησεν, ἀλλὰ καὶ νῦν τὰ ὅμοια ποιεῖ καὶ χείρονα κατὰ τῶν δούλων τοῦ θεοῦ τολμᾶν ἐπιχειρεῖ, κάμινον πυρὸς ἑαυτῷ προετοιμάσας, ἵνα δι’ αὐτῆς ἐκφοβήσῃ τὸν ἄνθρωπον, μὴ εἰδὼς τὴν παρὰ θεοῦ παρεσκευασμένην αὐτῷ αἰώνιον διὰ πυρὸς κόλασιν.
Τούτων τοίνυν γεγενημένων φησὶν ἡ γραφή· „καὶ οἱ ἄνδρες οἱ τρεῖς οὗτοι Σεδράκ, Μισὰκ καὶ Ἀβδεναγὼ ἐπέπεσον εἰς μέσον τῆς καμίνου πεπεδημένοι καὶ περιεπάτουν ἐν μέσῳ τῆς φλογός, ὑμνοῦντες τὸν θεὸν καὶ εὐλογοῦντες τὸν κύριον“. τὰ μὲν οὖν δεσμὰ ἃ περιέθηκεν αὐτοῖς ὁ βασιλεύς, ταῦτα εὐθέως τὸ πῦρ κατεδαπάνησεν, τῶν δὲ ἱματίων αὐτῶν καὶ τῶν σαραβάρων „οὐχ ἥψατο“, ἵνα καὶ ἐν τούτῳ τὸ μεγαλεῖον τοῦ θεοῦ ἔργον δειχθῇ. ἐπειδὴ γὰρ τὰ ἱμάτια περὶ τὰ σώματα τῶν παίδων ἦν περικείμενα, καὶ ταῦτα σὺν αὐτοῖς ἡγιάσθη καὶ ὑπὸ τοῦ πυρὸς οὐκ ἐφθάρη, ἀλλὰ τῇ τούτων μαρτυρίᾳ σὺν <αὐτοῖς ἐτιμήθη>. —λεγέτωσάν μοι <οἱ> αἱρεσιάρχαι <οἱ> τ<ὴν> ἑαυτῶν ἀνάστασιν ἀρνούμενοι, πῶς λέγουσιν σαρκὸς ἀνάστασιν μὴ εἶναι, ὁπότε φθαρτὰ ἱμάτια καὶ ὑποδήματα ἐκ νεκρῶν ζώων γεγονότα ὑπὸ τοῦ πυρὸς οὐ διεφθάρη διὰ τὸ περὶ σῶμα ἅγιον περικεῖσθαι; πῶς οὐχὶ καὶ σὰρξ φθαρτὴ ὑπάρχουσα περὶ ψυχὴν ἁγίαν περικειμένη καὶ αὐτὴ σὺν αὐτῇ ἁγιασθήσεται καὶ εἰς ἀφθαρσίαν μετατεθήσεται; εἰ γὰρ τὰ φύσει φθαρτὰ ὄντα φθορὰν οὐκ ἐδέξαντο, πῶς τὸ μὴ γενάμενον φύσει φθαρτόν, ἀλλὰ διὰ τῆς παρακοῆς νεκρωθέν, πάλιν ζωοποιηθὲν δυνάμει θεοῦ <οὐκ> ἀναστήσεται; ὥστε κατὰ πάντα τρόπον πείθει ἡμᾶς ἡ γραφὴ πιστεύειν ἐξ ὅλης καρδίας θεῷ, ὃν τρόπον κἀκεῖνοι πιστεύσαντες ἐκ καμίνου πυρὸς ὁλόκληροι σὺν ἐσθῆτι καὶ σαραβάροις διεσώθησαν.
εἰ γὰρ ἐκείνους τότε τὸ πῦρ <οὐ>κ ἐ<δαμ>άσατο, πῶς τῶν ἁγίων καὶ ὁμοίως πιστευόντων θεῷ τὸ αἰώνιον πῦρ κυριεῦσαι δύναται;
Τότε μὲν οὖν „συστὰς Ἀζαρίας“ ἅμα τοῖς λοιποῖς δι’ ὕμνου καὶ εὐχῆς ἐξωμολογοῦντο τῷ θεῷ „ἐν μέσῳ“ τῆς καμίνου. καὶ τότε μὲν πρῶτον τὰς ἁμαρτίας ἑαυτῶν καὶ τῶν πατέρων διηγόρευον, διδόντες δόξαν τῷ θεῷ, ὡς ἀξίως καὶ δικαίως ταῦτα πάσχειν ἐν γῇ ἀλλοτρίᾳ αἰχμάλωτοι, παραδοθέντες „βασιλεῖ“ ἀνόμῳ „καὶ πονηροτάτῳ <παρὰ πᾶσαν τὴν γῆν>“, ἀνθ’ ὧν οὐκ ἐφύλαξαν οἱ πατέρες αὐτῶν τὸν νόμον κυρίου τοῦ θεοῦ αὐτῶν. ἔπειτα προσκαλούμενοι πᾶσαν τὴν κτίσιν „ὡς“ δι’ „ἑνὸς στόματος, ὕμνουν καὶ ἐδόξαζον καὶ ηὐλόγουν τὸν θεὸν λέγοντες· εὐλογητὸς εἶ κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας“. ἀρξάμενοι οὖν ἀπὸ τοῦ ἁγίου καὶ ἐνδόξου καὶ μεγαλοπρεποῦς ὀνόματος, ἦλθον ἐπ’ αὐτὰ τὰ ἔργα τοῦ κυρίου, πρῶτον τὰ ἐπουράνια ὀνομάζοντες, καὶ ἐδόξαζον λέγοντες· „εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας“. εἶτα καθεξῆς ἅπαντα, τοὺς ἑπτὰ οὐρανοὺς καὶ τὰς ἐν αὐτοῖς ἐξουσίας καὶ δυνάμεις προσκαλούμενοι καὶ τὸ ὕδωρ τὸ „ὑπεράνω τοῦ οὐρανοῦ“, ἦλθον ἐπὶ τὸ στερέωμα καὶ τοὺς ἐν αὐτῷ φωστῆρας ὀνομάσαντες, ἥλιον καὶ σελήνην καὶ ἄστρα, ἔλεγον· „εὐλογεῖτε“ πάντα τὰ στοιχεῖα τὰ κινούμενα ἐν τῷ οὐρανῷ, „ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας“.
ἔπειτα μετῆλθον ἐπὶ τὰς τροπὰς τοῦ ἀέρος καὶ „τὰ πνεύματα“ ἅτινά ἐστιν ἐν μέσῳ τῆς κτίσεως ὑπάρχοντα ἀνέμους ὄμβρους τε καὶ νιφετούς, ψῦχος καὶ καῦμα, φῶς καὶ σκότος, ἡμέρας τε καὶ νύκτας καὶ τὰ ὅμοια αὐτοῖς. εἶτα ἦλθον ἐπὶ τὸ ἕδρασμα τῆς γῆς. ἤρξαντο μὲν τὸ πρῶτον ἀπ’ αὐτῆς τῆς δόξης τοῦ θεοῦ <καὶ ἐδόξαζον·> ἔπει<τα δὲ „τὰ> ὑπερά<ν>ω <τοῦ οὐρανοῦ“, τ>ὰ λεγόμενα ὑπε<ρκόσ>μια· εἶτα τὸ στερέωμα <σὺν> τοῖς φωστῆρσιν ὠνόμασαν· εἶτα <τὰ> ἐν μέσῳ τῷ στερεώματι· εἶτα πρὸς τὴν γῆν λέγοντες „εὐλογείτω ἡ γῆ τὸν κύριον, ὑμνείτω καὶ ὑπερυψούτω αὐτὸν εἰς τοὺς αἰῶνας“· ἔπειτα „ὄρη καὶ βουνούς“· εἶτα „πάντα τὰ φυόμενα ἐν τῇ γῇ“. ἔπειτα μετῆλθον ἐπὶ τὰ ὕδατα, ποταμούς τε καὶ πηγὰς καὶ θαλάσσας· εἶτα „τὰ κινούμενα ἐν τοῖς ὕδασι“ „κήτη“ τε καὶ ἰχθύας· ἔπειτα „πετεινὰ <τοῦ> οὐρανοῦ“ „κτήνη“ τε καὶ „θηρία“. ἔπειτα μετῆλθον ἐπὶ „τοὺς υἱοὺς τῶν ἀνθρώπων“ κατὰ τάξιν τὸν ὕμνον ἀναφέροντες. ἔπειτα τὰ καταχθόνια ὠνόμασαν „πνεύματα“ ταρταρούχων ἀγγέλων καὶ ψυχὰς δικαίων, ἵνα καὶ αὐτοὶ σὺν αὐτοῖς τὸν θεὸν ὑμνήσωσιν.
καὶ μετὰ τὸ τελέσαι ἅπαντα ἑαυτοὺς ἐσχάτους ὡς ἐλαχίστους καὶ ταπεινοὺς ὠνόμασαν λέγοντες· „εὐλογεῖτε Ἀ<νανία, Ἀζαρί>α, Μισαὴλ τὸν <κύριον, ὑμνεῖτε> καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας· ὅτι ἐξείλετο ἡμᾶς ἐξ ᾅδου καὶ ἐκ χειρὸς θανάτου ἔσωσεν ἡμᾶς, καὶ ἐρρύσατο ἡμᾶς ἐκ μέσου καιομένης φλογὸς καὶ ἐκ μέσου πυρὸς ἐρρύσατο ἡμᾶς· ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ“.
Εἴπατέ μοι τρεῖς παῖδες—μνήσθητέ μου, παρακαλῶ, ἵνα κἀγὼ σὺν ὑμῖν τὸν αὐτὸν κλῆρον τὸν <τῆς> μαρτυρίας λάχω—, τίς ἦν τέταρτος σὺν ὑμῖν ὁ ἐν μέσῳ τῆς καμίνου περιπατῶν καὶ ὡς ἐξ ἑνὸς στόματος μεθ’ ὑμῶν τὸν θεὸν ὑμνῶν; διηγήσασθε ἡμῖν εἶδος αὐτοῦ καὶ κάλλος, ἵνα καὶ ἡμεῖς ἔνσαρκον αὐτὸν ἰδόντες ἐπιγνῶμεν. τίς ὁ οὕτως εὐτάκτως [ὁ] πᾶσαν κτίσιν διὰ στόματος ὑμῶν διηγησάμενος, ἵνα μηδὲν τῶν ὄντων καὶ γενομένων παραλείπητε; μίαν ὥραν ἐν καμίνῳ ποιήσαντες, τὴν τῆς κτίσεως δημιουργίαν ἐδιδ<άσκεσθε· ὁ> γὰρ λόγος ἦ<ν μεθ’ ὑ>μῶν <καὶ> δι’ ὑμῶν φθεγγόμενος, ὁ καὶ ἐπιστάμενος τὴν τῆς κτίσεως δημιουργίαν. θαυμαστὰ γάρ ἐστιν, ἀγαπητοί, τὰ ὑπὸ τῶν τριῶν παίδων ἐν τῇ καμίνῳ δι’ ὕμνων λελαλημένα· πῶς οὐδὲν παρέλιπον τῶν ἐκτισμένων, ἵνα μὴ ὡς ἐλεύθερόν τι ἢ ὡς αὐτεξούσιον νομισθῇ, ἀλλὰ πάντα συμπεριλαβόντες καὶ ὀνομάσαντες, τά τε ἐπουράνια καὶ τὰ ἐπίγεια καὶ τὰ καταχθόνια, πάντα δοῦλα ἔδειξαν εἶναι τοῦ θεοῦ τοῦ τὰ πάντα διὰ τοῦ λόγου κτίσαντος, ἵνα μή τις καυχήσηται ὡς ἀγέννητόν τι ἢ ἄναρχον εἴη τῶν κτισμάτων.
παυσάσθων τοίνυν οἱ τῶν αἱρεσιαρχῶν δογματισταί, οἳ δυνάμεις καὶ αἰῶνας καὶ προβολὰς ὀνομάζοντες κενὰ τερατολογήματα ἐφευρίσκουσιν, ἵνα διὰ τῶν ξένων ῥημάτων εὐκόλως τοὺς ἀνθρώπους ἀπατήσαντες ἀποκτείνωσιν καὶ τὰ μὴ ὄντα ὡς ὄντα προσκυνεῖν ἀν<αγκάσωσιν, ἑτέρας> πά<λιν> εἰ<κό>να<ς ἐν ταῖς> καρδίαις τῶν ἀνθρώπων ὥσπερ Ναβουχοδονόσορ ἀναπλάσσοντες. πάντα γὰρ συμπεριλαβοῦσα ἡ γραφή, εἴτε „ἀρχὰς“ εἴτε „ἐξουσίας“ εἴτε „δυνάμεις“ εἴτε „θρόνους“ εἴτε „κυριότητας“ εἴτε „πᾶν ὄνομα ὀνομαζόμενον“, ὑπέταξεν τὰ πάντα καὶ ἐδούλωσεν τῷ θεῷ ὡς κυρίῳ καὶ δεσπότῃ ἀνυμνεῖν καὶ εὐλογεῖν καὶ δοξάζειν τὸν πεποιηκότα. καὶ διὰ τοῦτο Ἀνανίας, Ἀζαρίας τε καὶ Μισαὴλ μετὰ <τὸ> πάντα τὰ ὄντα ἐξειπεῖν ἐπήνεγκαν λέγοντες· „εὐλογεῖτε πάντες οἱ σεβόμενοι κύριον τὸν θεὸν <τῶν θεῶν>, ὑμνεῖτε καὶ ἐξομολογεῖσθε, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ“.
Οἱ μὲν οὖν Βαβυλώνιοι ὁρῶντες τοὺς τρεῖς παῖδας ἐν τῇ καμίνῳ ὑμνοῦντας „οὐ διέλιπον“ „καίοντες νάφθαν καὶ πίσσαν, στυπίον καὶ κληματίδα καὶ διεχεῖτο ἡ φλὸξ ἐπάνω τῆς καμίνου πήχεις τεσσαράκοντα ἐννέα“, δυνάμει καὶ αὐτοὶ θεῷ ἀντιμαχόμενοι „καὶ διώδευσεν“ τὸ πῦρ, φησίν, „καὶ ἐνεπύρισεν οὓς εὗρεν περὶ τὴν κάμινον τῶν Χαλδαίων“. ὁρᾶτε πῶς αὐτὸ τὸ πῦρ φρόνιμον ὑπάρχει, ἐπιγινῶσκον καὶ κολάζον τοὺς αἰτίους; τῶν μὲν γὰρ δούλων τοῦ θεοῦ „οὐχ ἥψατο“, τοὺς δὲ ἀπίστους καὶ ἀθέους τῶν Χαλδαίων κατεφλόγισεν· καὶ οἱ μὲν ἔσω ὄντες ἐν τῇ καμίνῳ ὑπὸ τοῦ ἀγγέλου ἐδροσίζοντο, οἱ δὲ δοκοῦντες ἔξω τῆς καμίνου ἀμέριμνοι ἑστάναι αὐτοὶ ὑπὸ τοῦ πυρὸς διεφθάρησαν. καὶ ὡς ἡ γραφὴ λέγει· „ὁ δὲ ἄγγελος τοῦ θεοῦ συγκατέβη ἅμα τοῖς περὶ τὸν Ἀζαρίαν εἰς τὴν κάμινον καὶ ἐξετίναξεν τὴν φλόγα τοῦ πυρὸς τῆς καμίνου καὶ ἐποίησεν τὸ μέσον τῆς καμίνου ὡς πνεῦμα δρόσου διασυρίζον, καὶ οὐχ ἥψατο αὐτῶν τὸ καθόλου τὸ πῦρ οὐδὲ ἐλύπησεν οὐδὲ παρηνώχλησεν αὐτούς“.
Ζητεῖν οὖν χρή· τίς ἦν οὗτος ὁ ἄγγελος ὁ ἐν τῇ καμίνῳ φανεὶς καὶ ὡς τέκνα ἴδια ὑπὸ τὰς ἀγκάλας τοὺς παῖδας συντηρῶν, καὶ τοῖς μὲν ἔσω τὸ πῦρ εἰς δρόσον ὕδατος τρέψας, τοῖς δὲ ἔξω τὸ ἑαυτοῦ κριτήριον ἀπονείμας, ὡς γέγραπται „ᾧ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν“; οὐκ ἄλλος ἦν, μὴ πλανῶ, ἀλλ’ ἢ οὗτος ὁ καὶ τοὺς Αἰγυπτίους ἐν τῷ ὕδατι κρίνας. ἀνθ’ ὧν γὰρ ἐκεῖνοι τότε τὰ ἄρρενα τῶν Ἑβραίων βρέφη ἐν τῷ ποταμῷ ἔρριπτον, τῷ αὐτῷ τρόπῳ κἀκεῖνοι ἐν τῇ θαλάσσῃ ἀπώλοντο ἐν τῷ ὕδατι δικαίως βυθισθέντες, ἵνα ἰσόρροπος ἀμοιβὴ τοῖς κακῶς πράσσουσιν ἀποδοθῇ. οὗτος ἦν ὁ τὴν ἐξουσίαν τῆς κρίσεως παρὰ τοῦ πατρὸς λαβών· ὁ καὶ ἐν Σοδόμοις τὸ πῦρ καὶ τὸ θεῖον ἐπιβρέξας, καὶ τούτους διὰ τὴν αὐτῶν ἀνομίαν καὶ κακὴν ἀσέβειαν καταφθείρας. τοῦτον καὶ Ἰεζεκιὴλ ὁμολογεῖ τὸ πῦρ ἐν τῇ χειρὶ λαβόντα καὶ κρατοῦντα, περιμένοντα τὴν τοῦ πατρὸς φωνήν, ὅτε κελεύσει ἐπιρρῖψαι ἐπὶ τὸν κόσμον. τοῦτον ἰδὸν τὸ πῦρ ἐν τῇ καμίνῳ ἐδειλίασεν καὶ τὸ τούτου ὑπεραυγάζον φῶς ἰδὸν ἐτρόμασεν. περὶ τούτου Ἡσαΐας λέγει· „καὶ τὸ ὄνομα αὐτοῦ καλεῖται μεγάλης βουλῆς ἄγγελος“. τοῦτον ἡ γραφὴ καὶ ἄγγελον θεοῦ εἶναι ὡμολόγησεν· αὐτὸς γὰρ ἦν ὁ ἀναγγείλας ἡμῖν τὰ τοῦ πατρὸς μυστήρια. οὗτος „συγκατέβη ἅμα τοῖς περὶ τὸν Ἀζαρίαν εἰς τὴν κάμινον“.
τοῦτον τὸν ἄγγελον ἰδὸν τὸ πῦρ ἐπέγνω τὸν ἑαυτοῦ δεσπότην καὶ φοβηθὲν ἔφυγεν ἐκ τῆς καμίνου ἔξω καὶ διὰ τοῦτο εἰς „τεσσαράκοντα ἐννέα“ „πήχεις“ ὑψώθη· ἐλασθὲν γὰρ ἔσωθεν ἔξω ἐξέβλυσεν, καὶ ἐγένετο „τὸ μέσον τῆς καμίνου“ δρόσος λεπτὴ „διασυρίζουσα“, ὀσμὴν ὅλως ἔνδοθεν πυρὸς μὴ κεκτημένη. ὁ γὰρ „ἄγγελος“ ἐν τῇ καμίνῳ ἑστὼς ἤλαυνεν ἔσωθεν ἔξω „τὴν φλόγα“. καὶ τοῦτο ἐλαυνόμενον „διεχεῖτο“ κύκλῳ „τῆς καμίνου ἐπὶ πήχεις τεσσαράκοντα ἐννέα“.
Τότε ἰδὼν „Ναβουχοδονόσορ“ τὸ γενόμενον „ἐθαύμασεν καὶ ἐξανέστη ἐν σπουδῇ“ καὶ „ἤκουσεν ὑμνούντων αὐτῶν“ „καὶ εἶπεν τοῖς μεγιστᾶσιν αὐτοῦ· οὐχὶ τρεῖς ἄνδρας ἐβάλομεν εἰς τὸ μέσον τοῦ πυρὸς πεπεδημένους; οἱ δὲ εἶπαν· ἀληθῶς, βασιλεῦ. ὁ δὲ ἀποκριθεὶς ἔφη· ὧδε ἐγὼ ὁρῶ ἄνδρας τέσσαρας λελυμένους καὶ περιπατοῦντας ἐν μέσῳ τοῦ πυρὸς καὶ διαφθορὰ οὐκ ἔστιν ἐν αὐτοῖς καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοία υἱῷ θεοῦ“. εἰπέ μοι, Ναβουχοδονόσορ, πότε γὰρ εἶδες τὸν υἱὸν τοῦ θεοῦ, ἵνα υἱὸν θεοῦ τοῦτον ὁμολογήσῃς; τίς δὲ ὁ τὴν καρδίαν σου κατανύξας, ἵνα τοιοῦτον ῥῆμα ἀποφθέγξῃ; ποίοις δὲ ὀφθαλμοῖς ἠδυνήθης τὸ τούτου φῶς ἐσοπτρίσασθαι; διὰ τί δέ σοι μόνῳ καὶ οὐδενὶ τῶν ἄλλων σατραπῶν ἐπεδείχθη, ἀλλ’ <ἢ> ἐπεὶ γεγραμμένον ἦν „καρδία βασιλέως ἐν χειρὶ θεοῦ“; αὕτη ἡ τοῦ θεοῦ χείρ, ὅπερ ἦν ὁ λόγος, τὴν καρδίαν τούτου κατένυξεν, ἵνα ἐπιγνοὺς τοῦτον ἐν τῇ καμίνῳ δοξάσῃ. καὶ τοῦτο δὲ οὐκ ἀργὸν τὸ ὑφ’ ἡμῶν νενοημένον.
ἐπειδὴ γὰρ ἤμελλον οἱ υἱοὶ Ἰσραὴλ τὸν υἱὸν τοῦ θεοῦ ἰδόντες ἐν κόσμῳ μὴ πιστεύειν, προαπέδειξεν ἡ γραφὴ ὅτι μελλήσουσιν τὰ ἔθνη τοῦτον ἔνσαρκον ἐπιγινώσκειν, ὃν πάλαι ἄσαρκον ἰδὼν ἐπέγνω ἐν καμίνῳ ὁ Ναβουχοδονόσορ καὶ υἱὸν θεοῦ τοῦτον εἶναι ὡμολόγησεν. „Τότε προσῆλθεν Ναβουχοδονόσορ πρὸς τὴν θύραν τῆς καμίνου τῆς καιομένης καὶ εἶπεν· Σεδράκ, Μισὰκ καὶ Ἀβδεναγώ, οἱ δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε καὶ δεῦτε“. ἐπειδὴ γὰρ αὐτὸς εἰς τὴν κάμινον εἰσελθεῖν οὐκ ἠδύνατο, ἐκείνους ἐκάλει ἔξω ἐλθεῖν. καὶ τῶν μὲν τριῶν τὰ ὀνόματα ἐκάλεσεν, τοῦ δὲ τετάρτου οὐχ εὗρεν ἐξειπεῖν· οὐδέπω γὰρ ἦν ἐκ τῆς παρθένου γεγεννημένος ὁ Ἰησοῦς. „καὶ συνάγονται οἱ σατράπαι καὶ οἱ στρατηγοὶ καὶ τοπάρχαι καὶ δυνάσται τοῦ βασιλέως καὶ ἐθεώρουν τοὺς ἄνδρας, ὅτι οὐκ ἐκυρίευσεν τὸ πῦρ τοῦ σώματος αὐτῶν καὶ θρὶξ τῆς κεφαλῆς αὐτῶν οὐκ ἐφλογίσθη, καὶ τὰ σαράβαρα αὐτῶν οὐκ ἠλλοιώθη καὶ ὀσμὴ πυρὸς οὐκ ἦν ἐν αὐτοῖς“.
Ἀλλ’ ἴσως ἐρεῖ τις· διὰ τί οὖν τοὺς πάλαι μάρτυρας ἐρρύετο ὁ θεός, τοὺς δὲ νῦν οὐχ οὕτως; εὑρίσκομεν γὰρ τὸν μακάριον Δανιὴλ δὶς ἐν λάκκῳ λεόντων βληθέντα καὶ τοῦτον ὑπὸ τῶν θηρίων μὴ διαφθαρέντα, τοὺς δὲ τρεῖς παῖδας ἐν τῇ καμίνῳ καὶ τούτους ὑπὸ τοῦ πυρὸς μὴ ἀδικηθέντας. πρόσεχε, ὦ ἄ<νθρωπε, ὅτι> καὶ τότε οὓς <ἤ>θε<λεν ἔτι ζ>ῆν ὁ θεὸς ἐρρύετο, <ἵνα τὸ με>γαλεῖον <τοῦ θεοῦ ἔ>ργον <δ>ειχθῇ καὶ ἐν παντὶ <τῷ κόσμῳ> ἕως νῦν <κηρυχθῇ>. οὓς δὲ <ἤ>θελεν μαρτυρεῖν τού<του>ς στεφανώσας προσελάμβανεν. τοὺς μὲν γὰρ τρεῖς παῖδας ἐρρύσατο, ἵνα τὸ τοῦ Ναβουχοδονόσορ καύχημα μηδὲν ὂν φανῇ, ἐνδείξασθαι τοῦτο βουλόμενος, ὅτι „τὰ ἀδύνατα παρὰ ἀνθρώποις, δυνατὰ παρὰ θεῷ“. ἐπειδὴ γὰρ μεγαλοφρονῶν Ναβουχοδονόσορ εἶπεν· „καὶ τίς ἐστιν θεὸς ὃς“ δυνήσεται ῥύσασθαι „ὑμᾶς“ „ἐκ τῆς καμίνου τοῦ πυρός“, ἔδειξεν αὐτῷ ὁ θεός, ὅτι „δυνατός“ ἐστιν ῥύσασθαι τοὺς ἑαυτοῦ δούλους, ἡνίκα ἂν θέλῃ. καὶ γὰρ ὁμοίως ἐπὶ τοῦ Δανιὴλ συνέβη. τοῦ γὰρ Δαρείου εἰπόντος· „ὁ θεός, ᾧ σὺ λατρεύεις ἐνδελεχῶς, <εἰ> ἠδυνήθη ῥύσασθαί σε ἐκ τοῦ στόματος τῶν λεόντων;“ ἀπεκρίθη Δανιὴλ „καὶ εἶπεν“· „ὁ θεὸς ἐξαπέστειλεν τὸν ἄγγελον αὐτοῦ <καὶ ἐνέφραξ>εν τὰ στόματα <τῶν> λεόντων καὶ οὐκ ἐλυμήναντό με“.
καὶ γὰρ „οἱ τακτικοὶ καὶ οἱ σατράπαι“ πάντες ἐμ<η>χανήσαντο ἀφορμήν, ἵνα ἀποκτείνωσιν τὸν Δανιὴλ τοῖς θηρίοις παραδόντες· ὁ δὲ θεὸς εἰδὼς τὴν ἐκείνων κακομηχανίαν καὶ τὴν τοῦ μακαρίου Δανιὴλ ἁπλότητα ἐρρύσατο αὐτὸν „ἐκ στόματος τῶν λεόντων“, ὥστε οὓς μὲν θέλει ῥύεται, οὓς δὲ θέλει παραλαμβάνει. εὑρίσκομεν γὰρ καὶ τοὺς ἑπτὰ μάρτυρας ἐπὶ Ἀντιόχου δεινὰς κολάσεις ὑπομείναντας καὶ ἐκ τοῦ κόσμου παραληφθέντας. τί οὖν; οὐκ ἠδύνατο ὁ θεὸς πατάξαι τὸν βασιλέα Ἀντίοχον καὶ ῥύσασθαι τοὺς ἑπτὰ ἀδελφούς; ἠδύνατο· ἀλλ’ <οὐκ ἠθέλησεν,> ἵνα ἡμέτερος τοῦτο γένηται ὑπογραμμός. εἰ γὰρ πάντας ἐρρύετο, τίς ἤμελλεν μαρτυρεῖν; εἰ δὲ πάντες ἐμαρτύρουν ἀποθνήσκοντες, ἐλέγετο ἂν ὑπό τινων ἀπίστων ὡς ἀδυνατοῦντος τοῦ θεοῦ <τοῦτο γίνεται>.
Δεῖ <οὖν> τὸν ἄνθρωπον <τῇ βουλῇ τοῦ θεοῦ μὴ> ἀντιπ<ίπ>τειν. „ἐάν τε γὰρ ζῶμεν, τῷ κυρίῳ ζῶμεν· ἐάν τε ἀποθνήσκωμεν, τῷ κυρίῳ ἀποθνήσκομεν· ἐάν τε ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, τοῦ κυρίου ἐσμέν“. ἐρρύσατο τὸν Ἰωνᾶν ἐκ κοιλίας τοῦ κήτους, ἐπεὶ ἠθέλησεν. ἐρρύσατο καὶ τὸν Πέτρον ἐκ χειρὸς Ἡρώδου ἐξαγαγὼν αὐτὸν ἐκ τῆς φυλακῆς, ἐπεὶ καὶ τοῦτον ἔτι [καὶ] ζῆν ἠθέλησεν· παρέλαβεν κατὰ χρόνον ὑπὲρ τοῦ ὀνόματος σταυρωθέντα, ὅτε αὐτὸς ἠθέλησεν. Παῦλον ἐρρύσατο ἐκ κινδύνων πολλῶν ἐπεὶ ἠθέλησεν· παρέλαβεν αὐτὸν ἀποκεφαλισθέντα μετὰ χρόνον, καὶ τοῦτον ὅτε ἠθέλησεν. Στέφανον εἴασεν λιθασθῆναι ὑπὸ Ἰουδαίων. ἀλλὰ ὑπομείναντα τοῦτον ἐστεφάνωσεν. πῶς σὺ σήμερον ἤμελλες μαρτυρεῖν, εἰ μὴ ἐκεῖνοι πρῶτοι μαρτυρήσαντες ἐμακαρίσθησαν; ἔχεις οὖν ἐν τῇ παλαιᾷ διαθήκῃ <πολλοὺ>ς μὲν μαρτυρή<σαντας,> π<ολλοὺς> δὲ καὶ ῥυσθέντας, ἵνα εἷς καὶ ὁ αὐτὸς θεὸς πάλαι καὶ νῦν ὢν ἐπιδειχθῇ καὶ ἐξουσίαν ἔχων ἐκ τῶν δούλων αὐτοῦ ποιεῖν <ὅ>περ ἂν θέλῃ. ἔλθωμεν δὲ καὶ ἐπ’ αὐτὸν τὸν βασιλέα τῆς δόξης καὶ εἴπωμεν περὶ τοῦ υἱοῦ τοῦ θεοῦ. οὐκ ἠδύνατο ὁ θεὸς ῥύσασθαι τὸν Χριστὸν αὐτοῦ, „ἵνα μὴ παραδοθῇ τοῖς Ἰουδαίοις“; <ναί, ἠδύνατο>· ἀλλ’ εἴασεν αὐτὸν παθεῖν, ἵνα ἡμεῖς διὰ τοῦ θανάτου τοῦ σταυροῦ αὐτοῦ ζήσωμεν· καὶ διὰ τοῦτο εἰδὼς ὁ κύριος τὴν βουλὴν τοῦ θεοῦ ἔλεγεν· „πάτερ“, „μὴ τὸ ἐμὸν θέλημα, ἀλλὰ τὸ σὸν γενέσθω“.
Τί δέ σοι συμφέρει, ὦ ἄνθρωπε, μαρτυρήσαντα ἐν δόξῃ ἐξελθεῖν ἐκ τοῦ κόσμου τούτου, ἢ ῥυσθέντα καὶ ἐνθάδε ἀπομείναντα ἁμαρτάνειν; πολλοὺς γὰρ ἴσμεν ὁμολογήσαντας πρὸ βήματος καὶ δι’ ἀφορμῆς τινος κατὰ θεοῦ πρόνοιαν ἀπολυθέντας καὶ τούτους χρόνον ἐπιβιώσαντας <ἱκ>ανὸ<ν καὶ ἐν> παραπτώ<μασιν> εὑρεθέ<ντας>. τί τούτους ὠφέλησεν ἡ εἰς θεὸν ὁμολογία; συνέφερεν γὰρ αὐτοῖς μᾶλλον, εἰ ἐξεληλύθασιν ἐκ τοῦ κόσμου τούτου καθαροί, ἔχοντες τὸν ἐπουράνιον στέφανον ἢ ἀπομείναντας ἐπισωρεύειν ἑαυτοῖς ἁμαρτίας, περὶ ὧν λόγον ἀποδοῦναι ἔχουσιν. ὥστε εὐχέσθω ὁ ἕνεκεν τοῦ ὀνόματος προσφερόμενος οἵῳ δήποτε τρόπῳ μαρτυρήσας ἐξελθεῖν. οὗτος γὰρ οὐκέτι οὐδὲ κρίνεται ἀλλὰ κρινεῖ, „μέρος ἴδιον ἐν τῇ πρώτῃ ἀναστάσει ἔχων“. ἑδραῖος οὖν γενοῦ, ὦ ἄνθρωπε, μήποτε τῇ πίστει βαμβαίνων, καὶ ὅταν κληθῇς εἰς μαρτύριον προθύμως ἐπάκουσον, ἵνα ἡ πίστις σου φανῇ. τυχὸν δὲ ὁ θεὸς ἐπείρασέν σε ὡς τὸν Ἀβραάμ, ἡνίκα ᾔτησεν τὸν Ἰσαάκ. ἐάν σε προσενεχθέντα θελήσῃ ῥύσασθαι, καὶ ἐν τούτῳ τὸν θεὸν δόξαζε. μίμησαι καὶ σὺ τοὺς τρεῖς παῖδας καὶ τὴν τούτων πίστιν κα<τανόησον· εἶπαν> γὰρ τῷ βασιλεῖ· „δυ<νατὸς“ ὁ θεὸς „ἐξελέ>σθαι ἡμᾶς“, „ἐὰν“ δὲ „μὴ“ θελ<ήσῃ>, ἐν <τῇ> τοῦ θεοῦ ἐξουσίᾳ ἐσμέν· ἡδέως ἀποθνήσκομεν ἢ ποιοῦμεν τὸ ὑπό σου προστεταγμένον.
οὓς καὶ ἰδὼν τότε Ναβουχοδονόσορ καθαροὺς καὶ ἀμώμους ἐκ τῆς καμίνου ἐξελθόντας καταπλαγεὶς ἐθαύμασεν· οὔτε γὰρ „θρὶξ“ τούτων „ἐφλογίσθη“, οὔτε „τὰ σαράβαρα αὐτῶν ἠλλοιώθη“, ἀλλ’ οὐδὲ „ὀσμὴ πυρὸς ἦν ἐν αὐτοῖς“.
Οὕτως οὖν ἀποκριθεὶς Ναβουχοδονόσορ ἔφη· „εὐλογητὸς ὁ θεὸς τοῦ Σεδράκ, Μισὰκ καὶ Ἀβδεναγώ, ὃς ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ καὶ ἐρρύσατο τοὺς παῖδας αὐτοῦ ὅτι ἐπεποίθεισαν ἐπ’ αὐτῷ, καὶ τὸ ῥῆμα τοῦ βασιλέως ἠλλοίωσαν καὶ παρέδωκαν τὰ σώματα αὐτῶν, ὅπως μὴ λατρεύσωσιν παντὶ θεῷ, ἀλλ’ ἢ τῷ θεῷ αὐτῶν. κἀγὼ ἐκτίθεμαι δόγμα· πᾶς λαός, φυλή, γλῶσσα ἐὰν εἴπῃ βλασφημίαν κατὰ τοῦ <θεοῦ Σεδράκ, Μι>σὰκ καὶ Ἀβδεναγὼ εἰς ἀπώλειαν ἔσονται καὶ οἱ οἶκοι αὐτῶν εἰς διαρπαγήν· ὅτι οὐκ ἔστιν θεὸς ἕτερος, ὅστις δυνήσεται ῥύσασθαι οὕτως“. καὶ „κατεύθυνεν τὸν Σεδράκ, Μισὰκ καὶ Ἀβδεναγὼ ἐν τῇ χώρᾳ Βαβυλῶνος καὶ ηὔξησεν αὐτοὺς καὶ ἠξίωσεν ἡγεῖσθαι πάντων τῶν Ἰουδαίων τῶν ὄντων ἐν τῇ βασιλείᾳ αὐτοῦ“. —δεῖ οὖν ἐνορᾶν, ἀγαπητοί, πόσην χάριν παρέχει ἡ πρὸς <τὸν> θεὸν πίστις. ὥσπερ γὰρ αὐτὸν τὸν θεὸν ἐδόξασαν, ἑαυτοὺς τῷ θανάτῳ παραδόντες, οὕτως πάλιν καὶ αὐτοὶ οὐ μόνον ὑπὸ θεοῦ, ἀλλὰ καὶ ὑπὸ τοῦ βασιλέως ἐδοξάσθησαν καὶ τὰ ἀλλόφυλα καὶ βάρβαρα ἔθνη τὸν θεὸν σέβειν ἐδίδαξαν. καὶ γάρ ἐστιν ἀληθῶς καταλαβέσθαι ἕως νῦν τοῦτο γινόμενον. ἡνίκα γὰρ ἄν τις τῶν ἁγίων ἐπὶ μαρτύριον κληθῇ καὶ μεγαλεῖά τινα ὑπὸ θεοῦ εἰς αὐτὸν γενηθῇ, εὐθέως π<άν>τες <ἰδόν>τες θαυμάζουσιν, πολλοὶ δὲ δ<ι’> αὐτῶν πιστεύσαντες οὕ<τ>ως καὶ αὐτοὶ μάρτυρ<ες> θεοῦ γίνονται.
ᾧ πιστεύσαντες καὶ ἡμεῖς ἀξίους ἑαυτοὺς θεῷ παραστήσωμεν, σωφρονοῦντες σώματι καὶ ψυχῇ καὶ πνεύματι, ἵνα τὸν τῆς ἀφθαρσίας στέφανον καὶ ἡμεῖς λαβόντες ἅμα τοῖς μακαρίοις μάρτυσιν σὺν αὐτοῖς τὸν θεὸν ὑμνήσωμεν. αὐτῷ γὰρ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.