Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Εἰς τὸν Δανιήλ

Ἱππόλυτος Ῥώμης

Λόγος Δ΄: Η προσευχή του Δανιήλ και η αποκάλυψη των εβδομήντα εβδομάδων

Η ικεσία του προφήτη υπέρ της Ιερουσαλήμ και η ερμηνεία της προφητείας των εβδομήντα εβδομάδων για τη θεία οικονομία από τον άγγελο Γαβριήλ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 11 από 13

οὕτως οὖν διηγούμενος λέγει· „ἐν τῷ πρώτῳ ἔτει Δαρείου τοῦ υἱοῦ Ἀσουήρου ἀπὸ τοῦ σπέρματος τῶν Μήδων, ὃς ἐβασίλευσεν ἐπὶ τὴν βασιλείαν τῶν Χαλδαίων, ἐγὼ Δανιὴλ συνῆκα ἐν ταῖς βίβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν, ὡς ἐγενήθη λόγος κυρίου πρὸς Ἱερεμίαν τὸν προφήτην εἰς συμπλήρωσιν ἐρημώσεως Ἱερουσαλὴμ ἑβδομήκοντα ἔτη. καὶ ἔδωκα τὸ πρόσωπόν μου πρὸς κύριον τὸν θεόν μου, <τοῦ ἐκζητῆσαι προσευχὴν καὶ δεήσεις ἐν νηστείαις καὶ σάκκῳ· καὶ προσηυξάμην πρὸς κύριον τὸν θεόν μου> καὶ ἐξωμολογησάμην καὶ εἶπα· κύριε, ὁ θεὸς ὁ μέγας καὶ θαυμαστός, ὁ φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἔλεος τοῖς ἀγαπῶσίν σε καὶ τοῖς φυλάσσουσιν τὰς ἐντολάς σου, ἡμάρτομεν, ἠδικήσαμεν, ἠνομήσαμεν, καὶ ἀπέστημεν καὶ ἐξεκλίναμεν ἀπὸ τῶν ἐντολῶν σου καὶ ἀπὸ τῶν κριμάτων σου, καὶ <οὐκ> εἰσηκούσαμεν τῶν δούλων σου τῶν προφητῶν, οἳ ἐλάλουν ἐν τῷ ὀνόματί σου πρὸς τοὺς βασιλεῖς ἡμῶν καὶ [τοὺς] ἄρχοντας ἡμῶν καὶ πατέρας ἡμῶν καὶ πάντα τὸν λαὸν τῆς γῆς. σοὶ δέ, κύριε, ἡ δικαιοσύνη καὶ ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου, ὡς ἡ ἡμέρα αὕτη ἀνδρὶ Ἰούδα καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλήμ“.

Ταῦτα μὲν οὖν ἐκ προσώπου τοῦ λαοῦ ἐξομολογούμενος διηγεῖται, ἀναγγέλων τὰ τοῦ λαοῦ καὶ τὰ τῶν πατέρων αὐτῶν ἁμαρτήματα, οἳ οὐκ ἤκουον „τῶν δούλων αὐτοῦ τῶν προφητῶν“, οἳ ἐπέμποντο πρὸς αὐτοὺς λαλεῖν ἐν τῷ ὀνόματι τοῦ κυρίου. καὶ διεξαγγέλλοντος αὐτοῦ πᾶσαν τὴν δέησιν ἐν ταπεινοφροσύνῃ καὶ νηστείαις καὶ σάκκῳ, ἐξαπεστάλη πρὸς αὐτὸν ὁ ἄγγελος Γαβριήλ, ὅπως αὐτὸν συνετίσῃ πρὸς τὰ ὑπ’ αὐτοῦ ζητούμενα. φησὶν γὰρ Δανιὴλ οὕτως· „καὶ ἔτι μου λαλοῦντος καὶ προσευχομένου καὶ ἐξαγορεύοντος τὰς ἁμαρτίας μου καὶ τὰς ἁμαρτίας τοῦ λαοῦ μου καὶ ῥιπτοῦντος τὸν ἔλεόν μου ἐναντίον κυρίου τοῦ θεοῦ μου περὶ τοῦ ὄρους τοῦ ἁγίου, καὶ ἔτι μου λαλοῦντος ἐν τῇ προσευχῇ, καὶ ἰδοὺ ὁ ἀνὴρ Γαβριήλ, ὃν εἶδον ἐν τῇ ὁράσει ἐν τῇ ἀρχῇ, πετόμενος, καὶ ἥψατό μου ὡσεὶ ὥραν θυσίας ἑσπερινῆς καὶ συνέτισέν με καὶ ἐλάλησεν μετ’ ἐμοῦ καὶ εἶπεν· Δανιήλ, <νῦν> ἐξῆλθον συμβιβάσαι σε σύνεσιν· ἐν ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλθεν λόγος, καὶ ἐγὼ ἦλθον τοῦ ἀναγγεῖλαί σοι, ὅτι ἀνὴρ ἐπιθυμιῶν σὺ εἶ“.

Ὅρα πῶς ὁ προφήτης τὴν ὀξύτητα τῶν ἀγγέλων πετεινῷ πτερωτῷ ὡμοίωσεν διὰ τὸ κοῦφον καὶ ἐλαφρὸν τῶν ἀγγέλων, οἵτινές „εἰσιν“ „πνεύματα“ πετόμενα ταχέως, πρὸς τὰ κελευόμενα ὑπακούοντα, ὡς Σολομὼν λέγει· „μὴ καταράσῃ ἐν ταμείῳ σου βασιλέα, μή ποτε πετεινὸν πτερωτὸν ἀποίσει τοὺς λόγους σου πρὸς αὐτόν“. φησὶν οὖν πρὸς αὐτὸν Γαβριὴλ [ὁ ἄγγελος] οὕτως· „ἀφ’ ἧς ἡμέρας ἔδωκας τὸ πρόσωπόν σου ταπεινωθῆναι πρὸ προσώπου κυρίου τοῦ θεοῦ σου εἰσηκούσθη ἡ δέησίς σου“ καὶ ἀπεστάλην ἐγὼ συνετίσαι σε, ἵνα μὴ πρὸ καιροῦ καιρὸν ἐπιζητῇς· „ἀνὴρ“ γὰρ „ἐπιθυμιῶν σὺ εἶ“· ταῦτα γὰρ ἰδεῖν ἐπιθυμεῖς, ἅπερ μέλλεις δι’ ἐμοῦ διακονεῖσθαι· καιρῷ δὲ ἰδίῳ ταῦτα πληρωθήσεται. καὶ ἐπήνεγκεν λέγων· „ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τοῦ συντελεσθῆναι ἁμαρτίας καὶ τοῦ σφραγίσαι ἁμαρτίας καὶ τοῦ ἀπαλεῖψαι ἀδικίας <καὶ τοῦ ἐξιλάσασθαι ἀνομίας> καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων· καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο“. ἑβδομήκοντα οὖν ἑβδομάδας ὀνομάσας διεῖλεν αὐτὰς εἰς δύο, ἵνα μᾶλλον νοηθῇ τὸ ὑπ’ αὐτοῦ πρὸς τὸν προφήτην λαλούμενον.

φησὶν γὰρ οὕτως· „ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτά“, ἅ ἐστιν ἔτη τεσσαράκοντα ἐννέα· εἰκοστῷ γὰρ καὶ πρώτῳ ἔτει θεωρεῖ ταῦτα ἐν Βαβυλῶνι Δανιήλ. τῶν οὖν τεσσαράκοντα ἐννέα ἐτῶν πρὸς τῷ εἰκοστῷ πρώτῳ ἔτει ψηφιζομένων, πληροῦνται ἑβδομήκοντα ἔτη, ἅπερ εἴρηκεν ὁ μακάριος [προφήτης] Ἱερεμίας, ὅτι „ἑβδομήκοντα ἔτη“ ἔσται ἔρημον τὸ ἁγίασμα ἀπὸ τῆς αἰχμαλωσίας τῆς γενομένης αὐτοῖς ἐπὶ Ναβουχοδονόσορ, καὶ μετὰ ταῦτα ἐπιστρέψει ὁ λαός, καὶ προσενεχθήσεται θυσία καὶ προσφορὰ „χριστοῦ ἡγουμένου“ αὐτῶν. χριστοῦ δὲ τίνος λέγει, ἀλλ’ ἢ Ἰησοῦ τοῦ Ἰωσεδέκ, ὃς ὑπέστρεψεν ἅμα τῷ λαῷ τότε, καὶ ἑβδομηκοστῷ ἔτει οἰκοδομηθέντος τοῦ ἁγιάσματος προσήνεγκεν θυσίαν κατὰ τὸν νόμον; πάντες γὰρ οἱ βασιλεῖς καὶ οἱ ἱερεῖς χριστοὶ προσηγορεύοντο διὰ τὸ χρίεσθαι αὐτοὺς τῷ ἐλαίῳ τῷ ἁγίῳ, ὃ ἐσκεύασεν πάλαι Μωϋσῆς. οὗτοι οὖν τὸ κύριον ὄνομα ἔφερον μεθ’ ἑαυτῶν τὸν τύπον προμηνύοντες καὶ τὴν εἰκόνα προφαίνοντες, ἕως οὗ ὁ ἀπ’ οὐρανῶν τέλειος βασιλεὺς καὶ ἱερεὺς Χριστὸς παρεγένετο, ὃ μόνος τὸ θέλημα τοῦ πατρὸς ἐποίησεν, ὡς ἐν ταῖς Βασιλείαις γέγραπται· „καὶ ἀναστήσω ἐμαυτῷ ἱερέα πιστόν, ὃς ποιήσει πάντα κατὰ τὴν καρδίαν μου“.

Ἵνα οὖν ἐπιδείξῃ τὸν χρόνον πότε μέλλει παραγίνεσθαι, ὃν ἐπεθύμει ὁ μακάριος Δανιὴλ ἰδεῖν, λέγει· „καὶ μετὰ τὰς“ ἑπτὰ „ἑβδομάδας“ ἄλλαι „ἑβδομάδες ἑξήκοντα δύο“, αἳ περιέχουσιν χρόνον ἐτῶν τετρακοσίων τριάκοντα τεσσάρων. μετὰ γὰρ τὸ ἐπιστρέψαι τὸν λαὸν ἐκ Βαβυλῶνος ἡγουμένου αὐτῶν Ἰησοῦ τοῦ Ἰωσεδὲκ καὶ Ἔσδρα τοῦ γραμματέως καὶ Ζοροβάβελ τοῦ Σαλαθιήλ, ὄντος ἐκ φυλῆς Ἰούδα, τετρακόσια τριάκοντα τέσσαρα ἔτη γεγένηται, ἕως τῆς παρουσίας τοῦ Χριστοῦ, ἵνα ὁ ἱερεὺς τῶν ἱερέων ἐν κόσμῳ φανῇ καὶ „ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου“ φανερῶς ἐπιδειχθῇ, ὡς Ἰωάννης περὶ αὐτοῦ λέγει· „ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου“. ὁμοίως δὲ καὶ Γαβριὴλ λέγει, „καὶ τοῦ ἀπαλεῖψαι ἀδικίας καὶ τοῦ ἐξιλάσασθαι ἁμαρτίας“. τίς δὲ ἀπήλειψεν τὰς ἀδικίας ἡμῶν, διδάσκει σε Παῦλος ὁ ἀπόστολος λέγων· „αὐτὸς ἐγενήθη ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ διαλύσας, τὴν ἔχθραν ἐν τῇ σαρκί, τὸν νόμον τῶν ἐντολῶν [ἐν] τοῖς δόγμασιν καταργήσας“ καὶ „ἀπαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον τῶν ἁμαρτιῶν, ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου, προσηλώσας αὐτὸ τῷ σταυρῷ“, „τοῦ ἀπαλεῖψαι“ οὖν „τὰς ἀδικίας καὶ τοῦ ἐξιλάσασθαι τὰς ἀδικίας“.

τίνες δέ εἰσιν οἱ τὰς ἀδικίας αὐτῶν ἐξιλασκόμενοι, εἰ μὴ οἱ εἰς τὸ ὄνομα αὐτοῦ πιστεύοντες καὶ δι’ ἀγαθοεργίας τὸ πρόσωπον αὐτοῦ ἐξιλασκόμενοι;

Ὅτι δὲ μετὰ τὸ ἐπιστρέψαι τὸν λαὸν ἐκ Βαβυλῶνος τετρακόσια τριάκοντα καὶ τέσσαρα ἔτη γεγένηται ἕως γενέσεως Χριστοῦ, εὐκόλως ἐστὶ νοῆσαι <κατὰ> τὰ προκείμενα. ἐπειδὴ γὰρ ἡ πρώτη διαθήκη τοῖς υἱοῖς Ἰσραὴλ „μετὰ τετρακόσια τριάκοντα“ τέσσαρα „ἔτη“ ἐδόθη, ἀναγκαίως ἔδει καὶ τὴν δευτέραν ὁμοίως τῷ αὐτῷ χρόνῳ ὁρίζεσθαι, ἵνα ὑπὸ τοῦ λαοῦ προσδόκιμος γενηθῇ καὶ ὑπὸ τῶν πιστευόντων εὐκόλως ἐπιγνωσθῇ. καὶ διὰ τοῦτο Γαβριὴλ λέγει· „καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων“. ἅγιος δὲ ἁγίων οὐδείς, εἰ μὴ μόνος ὁ υἱὸς τοῦ θεοῦ, ὃς παρὼν καὶ ἐπιδεικνὺς ἑαυτὸν εἶναι τὸν κεχρισμένον ὑπὸ τοῦ πατρὸς καὶ „εἰς τὸν κόσμον“ ἀπεσταλμένον, ἔφη πρὸς αὐτούς· „πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέν με, ἰάσασθαι τοὺς συντετριμμένους τῇ καρδίᾳ, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν“. ὅσοι οὖν ἐπίστευον τῷ ἐπουρανίῳ ἱερεῖ, ὑπ’ αὐτοῦ τοῦ ἱερέως ἐκαθαρίζοντο, καὶ τούτων αἱ ἁμαρτίαι ἀπηλείφοντο· ὅσοι δὲ ἠπίστουν αὐτῷ, ὡς ἄνθρωπον ψιλὸν αὐτὸν ἐξουδενοῦντες, τούτων αἱ ἁμαρτίαι ὡς ἀναφαίρετοι ἐσφραγίζοντο. ὅθεν προορῶν ὁ ἄγγελος, ὅτι οὐ πάντες μέλλουσι πιστεύειν αὐτῷ, ἔφη· „τοῦ συντελέσαι ἁμαρτίας καὶ τοῦ σφραγίσαι ἁμαρτίας“.

ὅσοι γὰρ ἕως τέλους ἠπείθησαν αὐτῷ, τούτων συνετελέσθησαν αἱ ἁμαρτίαι καὶ ἐσφραγίσθησαν εἰς κρίσιν τηρούμεναι· ὅσοι δὲ ἤμελλον πιστεύειν αὐτῷ καὶ ἐξομολογεῖσθαι αὐτῷ ὡς δυναμένῳ ἀφιέναι ἁμαρτίας, τούτων ἀπηλείφοντο αἱ ἁμαρτίαι.

Καὶ διὰ τοῦτο λέγει· „καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην“. ἐπειδὴ γὰρ πλήρωμα νόμου καὶ προφητῶν αὐτὸς παρῆν, „ὁ νόμος γὰρ καὶ οἱ προφῆται ἕως Ἰωάννου“, ἔδει τὰ ὑπ’ ἐκείνων λαλούμενα σφραγίζεσθαι, ἵνα ἐν τῇ τοῦ κυρίου παρουσίᾳ πάντα λυθέντα φωτισθῇ καὶ τὰ ἐσφραγισμένα καὶ γνωσθῆναι μὴ δυνάμενα εὐκόλως ἐπιγνωσθῇ, καὶ τὰ πάλαι δεδεμένα νῦν ὑπ’ αὐτοῦ λυθῇ. ὡς αὐτὸς ὁ κύριος εἴρηκεν πρὸς τοὺς ἄρχοντας τοῦ λαοῦ, οἳ ἡνίκα εἶδον αὐτὸν δυνάμεις ἐπιτελοῦντα ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου καὶ θεραπεύοντα „πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν“ ἠγανάκτουν· ὁ δὲ πρὸς αὐτοὺς ἔφη· „ὑποκριταί, ἕκαστος ὑμῶν τὸν βοῦν καὶ τὸν ὄνον λύει ἀπὸ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζει· ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ σατανᾶς ἔτη δέκα καὶ ὀκτώ, οὐκ ἔδει λυθῆναι τῇ ἡμέρᾳ τοῦ σαββάτου;“ ὅσους οὖν ὁ σατανᾶς ἔδησεν βροχίσας, τούτους ἐλθὼν ὁ κύριος ἔλυσεν ἐκ τῶν τοῦ θανάτου δεσμῶν, αὐτὸν μὲν τὸν καθ’ ἡμῶν „ἰσχυρὸν“ δήσας, τὴν δὲ ἀνθρωπότητα ἐλευθερώσας· ὡς καὶ Ἡσαΐας λέγει· „τότε ἐρεῖ τοῖς ἐν δεσμοῖς· ἐξέλθατε, καὶ τοῖς ἐν τῷ σκότει· φωτίσθητε“.

ὅτι δὲ τὰ πάλαι διὰ νόμου καὶ προφητῶν λελαλημένα πάντα ἦν ἐσφραγισμένα καὶ ἄγνωστα τοῖς ἀνθρώποις ὑπάρχοντα Ἡσαΐας λέγει· „καὶ δώσουσιν τὸ βιβλίον τὸ ἐσφραγισμένον ἀνθρώπῳ ἐπισταμένῳ γράμματα καὶ ἐροῦσιν αὐτῷ· ἀνάγνωθι τοῦτο, καὶ ἐρεῖ· οὐ δύναμαι ἀναγνῶναι, ἐσφράγισται γάρ“. ἀναγκαίως· ἔδει γὰρ τὰ πάλαι διὰ προφητῶν λελαλημένα τοῖς μὲν ἀπίστοις Φαρισαίοις, οἳ ἐδόκουν τὰ τοῦ νόμου γράμματα γινώσκειν, ἐσφραγίσθαι, τοῖς δὲ πιστεύουσιν τὰ πάντα ἠνεῷχθαι.

Τὰ μὲν οὖν πάλαι ἐσφραγισμένα νῦν διὰ τῆς χάριτος τοῦ κυρίου πάντα τοῖς ἁγίοις ἀνέῳγεν· αὐτὸς γὰρ ἦν ἡ τελεία σφραγὶς καὶ ἡ κλεὶς ἡ ἐκ „Δαυΐδ, ὁ ἀνοίγων καὶ οὐδεὶς κλείει καὶ κλείων καὶ οὐδεὶς ἀνοίγει“. ὡς καὶ Ἰωάννης λέγει· „καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τὸν θρόνον βιβλίον γεγραμμένον ἔσωθεν καὶ ἔξωθεν, ἐσφραγισμένον σφραγῖσιν ἑπτά. καὶ εἶδον ἄγγελον κηρύσσοντα ἐν φωνῇ μεγάλῃ· τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ; καὶ οὐδεὶς ἠδύνατο ἐν τῷ οὐρανῷ οὔτε ἐπὶ τῆς γῆς οὔτε ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὐδὲ βλέπειν αὐτό· καὶ ἔκλαιον πολλοί, ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό. καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· μὴ κλαῖε· ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα καὶ τὸ γένος Δαυΐδ, ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ. καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίον ἑστηκὸς ἐσφαγμένον, ἔχον κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, ἅ ἐστιν τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ τὰ ἀπεσταλμένα εἰς πᾶσαν τὴν γῆν.

καὶ ἦλθεν καὶ ἔλαβεν τὸ βιβλίον ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου· καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἰκοσιτέσσαρες πρεσβύτεροι ἔπεσον ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, ἅ εἰσιν προσευχαὶ τῶν ἁγίων, καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες· ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης καὶ ἠγόρασας ἡμᾶς τῷ θεῷ ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους καὶ ἐποίησας τῷ θεῷ ἡμῶν βασιλείαν καὶ ἱερεῖς καὶ βασιλεύσουσιν ἐπὶ τῆς γῆς“. ἔλαβεν οὖν τὸ βιβλίον καὶ ἔλυσεν, ἵνα τὰ πάλαι περὶ αὐτοῦ ἀποκρύφως λαλούμενα νῦν μετὰ παρρησίας „ἐπὶ τῶν δωμάτων“ κηρυχθῇ. καὶ διὰ τοῦτο τῷ μὲν Δανιὴλ ἔλεγεν ὁ ἄγγελος· „σφράγισον“ „τοὺς λόγους“ τούτους, „ὅτι εἰς“ καιροῦ πέρας ἡ ὅρασις· τῷ δὲ Χριστῷ οὐκ ἐλέγετο σφράγισον, ἀλλά· λῦσον τὰ πάλαι δεδεμένα, ἵνα διὰ τῆς χάριτος αὐτοῦ ἐπιγνῶμεν ἡμεῖς „τὸ θέλημα τοῦ πατρὸς“ καὶ πιστεύσωμεν „εἰς ὃν ἐκεῖνος ἀπέστειλεν“ Ἰησοῦν Χριστὸν τὸν κύριον ἡμῶν ἐπὶ τῇ τῶν ἀνθρώπων σωτηρίᾳ.

Λέγει γοῦν „καὶ ἐπιστρέψει καὶ οἰκοδομηθήσεται πλατεῖα καὶ τεῖχος“. καὶ ὄντως γεγένηται. ἐπιστρέψας γὰρ ὁ λαὸς ᾠκοδόμησεν τὴν πόλιν καὶ τὸν ναὸν καὶ τὸ τεῖχος αὐτῆς κύκλῳ. ἔπειτα λέγει· „μετὰ τὰς ἑβδομάδας τὰς ἑξήκοντα δύο“ „ἐκκενωθήσονται οἱ καιροὶ“ „καὶ διαθήσει διαθήκην πολλοῖς ἑβδομὰς μία· καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδὴ καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων“. τῶν γὰρ ἑξήκοντα δύο ἑβδομάδων πληρωθεισῶν καὶ Χριστοῦ παραγενομένου καὶ τοῦ εὐαγγελίου ἐν παντὶ τόπῳ κηρυχθέντος ἐκκενωθέντων τῶν καιρῶν μία ἑβδομὰς περιλειφθήσεται ἡ ἐσχάτη, ἐν ᾗ παρέσται Ἠλίας καὶ Ἑνὼχ καὶ ἐν τῷ ἡμίσει αὐτῆς ἀναφανήσεται τὸ „βδέλυγμα τῆς ἐρημώσεως“ ὁ ἀντίχριστος, ἐρήμωσιν τῷ κόσμῳ καταγγέλλων· οὗ παραγενομένου „ἀρθήσεται θυσία καὶ σπονδὴ“ ἡ νῦν κατὰ πάντα τόπον ὑπὸ τῶν ἐθνῶν τῷ θεῷ προσφερομένη.