Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Ἱππόλυτος Ῥώμης

Βιβλίο Α΄: Ανασκόπηση της αρχαίας ελληνικής και βαρβαρικής φιλοσοφίας

Παρουσίαση των φυσικών, ηθικών και διαλεκτικών φιλοσόφων, από τον Θαλή έως τους Στωικούς και Επικούρειους, καθώς και των δοξασιών των Βραχμάνων, των Δρυϊδών και του Ησιόδου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 1 από 9

〈ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ Α〉 Τάδε ἔνεστιν ἐν τῇ πρώτῃ τοῦ κατὰ πασῶν αἱρέσεων ἐλέγχου· Τίνα τὰ δόξαντα τοῖς φυσικοῖς φιλοσόφοις καὶ τίνες οὗτοι· καὶ τίνα τὰ τοῖς ἠθικοῖς καὶ τίνες οὗτοι· καὶ τίνα τὰ τοῖς διαλεκτικοῖς καὶ τίνες οἱ διαλεκτικοί.

Φυσικοὶ μὲν οὖν Θαλῆς, Πυθαγόρας, Ἐμπεδοκλῆς, Ἡράκλειτος, Ἀναξίμανδρος, Ἀναξιμένης, Ἀναξαγόρας, Ἀρχέλαος, Παρμενίδης, Λεύκιππος, Δημόκριτος, Ξενοφάνης, Ἔκφαντος, Ἵππων. Ἠθικοὶ Σωκράτης Ἀρχελάου μαθητὴς τοῦ φυσικοῦ, Πλάτων Σωκράτους μαθητής· οὗτος τὰς τρεῖς φιλοσοφίας ἔμιξεν.

Διαλεκτικοὶ Ἀριστοτέλης Πλάτωνος μαθητής· οὗτος τὴν διαλεκτικὴν συνεστήσατο. Στωϊκοὶ δὲ Χρύσιππος, Ζήνων. Ἐπίκουρος δὲ σχεδὸν ἐναντίαν δόξαν πᾶσιν ἐπεχείρησεν. Πύρρων ὁ Ἀκαδήμιος· οὗτος ἀκαταληψίαν τῶν πάντων λέγει.

Βραχμᾶνες οἱ ἐν Ἰνδοῖς, Δρυΐδαι οἱ ἐν Κελτοῖς, καὶ Ἡσίοδος. Οὐδένα μῦθον τῶν παρ᾽ Ἕλλησιν ὠνομασμένων παραιτητέον· πιστὰ γὰρ καὶ 〈πιθανὰ〉 τὰ ἀσύστατα αὐτῶν δόγματα ἡγητέον διὰ τὴν ὑπερβάλλουσαν τῶν αἱρετικῶν μανίαν, οἳ διὰ τὸ σιωπᾶν ἀποκρύπτειν τε τὰ ἄρρητα ἑαυτῶν μυστήρια ἐνομίσθησαν πολλοῖς θεὸν σέβειν. ὧν καὶ πάλαι μετρίως τὰ δόγματα ἐξεθέμεθα, οὐ κατὰ λεπτὸν ἐπιδείξαντες, ἀλλὰ ἁδρομερῶς ἐλέγξαντες—μὴ [ἂν] ἄξιον ἡγησάμενοι τὰ ἄρρητα αὐτῶν εἰς φῶς ἄγειν—, ὅπως, δι᾽ αἰνιγμάτων ἡμῶν ἐκθεμένων τὰ δόξαντα αὐτοῖς, αἰσχυνθέντες μήποτε καὶ τὰ ἄρρητα ἐξειπόντες ἀθέους 〈αὐτοὺς〉 ἐπιδείξωμεν, παύσωνταί τι τῆς ἀλογίστου γνώμης καὶ ἀθεμίτου ἐπιχειρήσεως. ἀλλ᾽ ἐπεὶ ὁρῶ μὴ δυσωπουμένους αὐτοὺς τὴν ἡμετέραν ἐπιείκειαν μηδὲ λογιζομένους ὡς θεὸς μακροθυμεῖ ὑπ᾽ αὐτῶν βλασφημούμενος, ὅπως ἢ αἰδεσθέντες μετανοήσωσιν ἢ ἐπιμείναντες δικαίως κριθῶσι, βιασθεὶς πρόειμι δείξων αὐτῶν τὰ ἀπόρρητα μυστήρια.

Ἃ τοῖς μυουμένοις μετὰ μεγάλης ἀξιοπιστίας παραδιδόασιν, οὐ πρότερον ὁμολογήσαντες εἰ μὴ τὸν τοιοῦτον δουλώσωνται, χρόνῳ ἀνακρεμάσαντες καὶ βλάσφημον πρὸς τὸν ὄντως θεὸν κατασκευάσαντες, καὶ περιεργίᾳ γλιχόμενον τῆς ἐπαγγελίας ἴδωσι. καὶ τότε, δοκιμάσαντες δέσμιον εἶναι τῆς ἁμαρτίας, μυοῦσι τὸ τέλειον τῶν κακῶν παραδιδόντες, ὅρκοις δήσαντες μήτε ἐξειπεῖν μήτε τῷ τυχόντι μεταδοῦναι εἰ μὴ ὁμοίως δουλωθείη. οὗ μόνον παραδοθέντος οὐκέτι ὅρκος ἀναγκαῖος ἦν· ὁ γὰρ ὑπομείνας παθεῖν καὶ παραλαβεῖν τὰ τέλεια αὐτῶν μυστήρια ἱκανῶς αὐτῷ τῷ ἔργῳ πρός τε τὴν ἰδίαν συνείδησιν καὶ πρὸς τὸ ἑτέροις μὴ ἐξειπεῖν ἔσται δεδεμένος. εἰ γὰρ ἐξείποι τινὶ ἀνθρώπων τὸ τοιοῦτον ἀνόμημα, οὔτε ἐν ἀνθρώποις λογισθήσεται, οὔτε τὸ φῶς ὁρᾶν ἄξιος ἡγηθήσεται 〈*〉 ἃ καὶ ἄλογα ὄντα τοιοῦτον ἀνόμημα οὐκ ἐπιχειρεῖ, καθὼς ἐν τοῖς τόποις γενόμενοι ἐροῦμεν.

Ἀλλ᾽ ἐπεὶ ἀναγκάζει ἡμᾶς ὁ λόγος εἰς μέγαν βυθὸν διηγήσεως ἐπιβῆναι, οὐχ ἡγούμεθα σιγᾶν, ἀλλὰ τὰ πάντων δόγματα κατὰ λεπτὸν ἐκθέμενοι οὐδὲν σιωπήσομεν. δοκεῖ δέ, εἰ καὶ μακρότερος ἔσται ὁ λόγος, μὴ καμεῖν· οὐδὲ γὰρ μικράν τινα βοήθειαν τῷ τῶν ἀνθρώπων βίῳ καταλείψομεν πρὸς τὸ μηκέτι πλανᾶσθαι, φανερῶς πάντων ὁρώντων τὰ κρύφια αὐτῶν καὶ ἄρρητα ὄργια, ἃ ταμιευόμενοι μόνοις τοῖς μύσταις παραδιδόασιν.

Ταῦτα δὲ ἕτερος οὐκ ἐλέγξει ἢ τὸ ἐν ἐκκλησίᾳ παραδοθὲν ἅγιον πνεῦμα, οὗ τυχόντες πρότεροι οἱ ἀπόστολοι μετέδοσαν τοῖς ὀρθῶς πεπιστευκόσιν. ὧν ἡμεῖς διάδοχοι τυγχάνοντες, τῆς τε αὐτῆς χάριτος μετέχοντες ἀρχιερατείας τε καὶ διδασκαλίας, καὶ φρουροὶ τῆς ἐκκλησίας λελογισμένοι, οὐκ ὀφθαλμῷ νυστάζομεν οὐδὲ λόγον ὀρθὸν σιωπῶμεν, ἀλλ᾽ οὐδὲ πάσῃ ψυχῇ καὶ σώματι ἐργαζόμενοι κάμνομεν ἄξια ἀξίως θεῷ τῷ εὐεργέτῃ ἀνταποδιδόναι πειρώμενοι· καὶ οὐδὲ οὕτως κατ᾽ ἀξίαν ἀμειβόμενοι, πλὴν ἐν οἷς πεπιστεύμεθα μὴ ἀτονοῦντες, ἀλλὰ τοῦ ἰδίου καιροῦ τὰ μέτρα ἐπιτελοῦντες καὶ ὅσα παρέχει τὸ ἅγιον πνεῦμα πᾶσιν ἀφθόνως κοινωνοῦντες. οὐ 〈γὰρ〉 μόνον ἀλλότρια δι᾽ ἐλέγχου εἰς φανερὸν ἄγοντες, ἀλλὰ καὶ ὅσα ἡ ἀλήθεια ὑπὸ τῆς τοῦ πατρὸς χάριτος παραλαβοῦσα ἀνθρώποις διηκόνησε, ταῦτα καὶ διὰ λόγου σημειούμενοι καὶ διὰ γραμμάτων ἐμμάρτυρα ποιούμενοι ἀνεπαισχύντως κηρύσσομεν.

Ἵνα οὖν, καθὼς φθάσαντες εἴπομεν, ἀθέους αὐτοὺς ἐπιδείξωμεν καὶ κατὰ γνώμην καὶ κατὰ τρόπον καὶ κατὰ ἔργον, ὅθεν τε τὰ ἐπιχειρήματα αὐτοῖς γεγένηται, καὶ ὅτι μηθὲν ἐξ ἁγίων γραφῶν λαβόντες ταῦτα ἐπεχείρησαν, ἤ τινος ἁγίου διαδοχὴν φυλάξαντες ἐπὶ ταῦτα ὥρμησαν, ἀλλ᾽ ἔστιν αὐτοῖς τὰ δοξαζόμενα 〈τὴν〉 ἀρχὴν μὲν ἐκ τῆς Ἑλλήνων σοφίας λαβόντα, ἐκ δογμάτων φιλοσοφουμένων καὶ μυστηρίων ἐπικεχειρημένων καὶ ἀστρολόγων ῥεμβομένων· δοκεῖ οὖν πρότερον ἐκθεμένους τὰ δόξαντα τοῖς τῶν Ἑλλήνων φιλοσόφοις ἐπιδεῖξαι τοῖς ἐντυγχάνουσιν ὄντα τούτων παλαιότερα καὶ πρὸς τὸ θεῖον σεμνότερα, ἔπειτα συμβαλεῖν ἑκάστην αἵρεσιν ἑκάστῳ 〈*〉 ὡς τούτοις τοῖς ἐπιχειρήμασιν ἐπιβαλόμενος ὁ πρωτοστατήσας τῆς αἱρέσεως ἐπλεονέκτησε [λαβόμενος] τὰς ἀρχὰς καὶ ἐκ τούτων ἐπὶ τὰ χείρονα ὁρμηθεὶς 〈τὸ〉 δόγμα συνεστήσατο.

Ἔστι μὲν οὖν πόνου μεστὸν τὸ ἐπιχειρούμενον καὶ πολλῆς δεόμενον ἱστορίας, ἀλλ᾽ οὐκ ἐνδεήσομεν· ὕστερον γὰρ εὐφρανεῖ, ὡς ἀθλητὴν μετὰ πολὺν πόνον στεφάνου τυχόντα ἢ ἔμπορον μετὰ μέγαν θαλάσσης σάλον κερδάναντα ἢ γεωργὸν μετὰ ἱδρῶτα προσώπου καρπῶν ἀπολαύσαντα ἢ προφήτην μετὰ ὀνειδισμοὺς καὶ ὕβρεις ὁρῶντα τὰ λαληθέντα ἀποβαίνοντα. ἀρξάμενοι τοίνυν ἐροῦμεν, τίνες οἱ παρ᾽ Ἕλλησι πρῶτοι φιλοσοφίαν φυσικὴν ἐπιδείξαντες—τούτων γὰρ μάλιστα γεγένηνται κλεψίλογοι οἱ τῶν αἱρέσεων πρωτοστατήσαντες, ὡς μετέπειτα ἐν τῇ πρὸς ἀλλήλους συμβολῇ ἐπιδείξομεν—, ἑκάστῳ τε τῶν προαρξαμένων τὰ ἴδια ἀποδιδόντες γυμνοὺς καὶ ἀσχήμονας τοὺς αἱρεσιάρχας παραστήσομεν.

Λέγεται Θαλῆν τὸν Μιλήσιον, ἕνα τῶν ἑπτὰ σοφῶν, πρῶτον ἐπικεχειρηκέναι φιλοσοφίαν φυσικήν. οὗτος ἔφη ἀρχὴν τοῦ παντὸς εἶναι καὶ τέλος τὸ ὕδωρ· ἐκ γὰρ αὐτοῦ τὰ πάντα συνίστασθαι πηγνυμένου καὶ πάλιν διανιεμένου, ἐπιφέρεσθαί τε αὐτῷ τὰ πάντα. ἀφ᾽ οὗ καὶ σεισμοὺς καὶ πνευμάτων 〈συ〉στροφὰς καὶ ἄστρων κινήσεις 〈γίνεσθαι〉. καὶ τὰ πάντα φέρεσθαί τε καὶ ῥεῖν, τῇ τοῦ πρώτου ἀρχηγοῦ τῆς γενέσεως αὐτῶν φύσει συμφερόμενα. θεὸν δὲ τοῦτ᾽ εἶναι, τὸ μήτε ἀρχὴν μήτε τελευτὴν ἔχον. οὗτος περὶ τὸν τῶν ἄστρων λόγον καὶ τὴν ζήτησιν ἀσχοληθεὶς Ἕλλησι ταύτης τῆς μαθήσεως αἴτιος πρῶτος γίνεται. ὃς ἀποβλέπων πρὸς τὸν οὐρανὸν καὶ τὰ ἄνω ἐπιμελῶς κατανοεῖν λέγων, εἰς φρέαρ ἐνέπεσεν· ὃν ἐγγελῶσά τις θεραπαινὶς Θρᾷττα τοὔνομα ἔφη· τὰ ἐν οὐρανῷ προθυμούμενος εἰδέναι, τὰ ἐν ποσὶν οὐκ εἶδεν. ἐγένετο δὲ κατὰ Κροῖσον.

Ἔστι δὲ καὶ ἑτέρα φιλοσοφία οὐ μακρὰν τῶν αὐτῶν χρόνων, ἧς ἦρξε Πυθαγόρας, ὃν Σάμιόν τινες λέγουσιν. ἣν Ἰταλικὴν προσηγόρευσαν διὰ τὸ τὸν Πυθαγόραν φεύγοντα Πολυκράτην τὸν Σαμίων τύραννον οἰκῆσαι πόλιν τῆς Ἰταλίας κἀκεῖ τὸν βίον πληρῶσαι. οὗ τὴν αἵρεσιν οἱ διαδεξάμενοι οὐ πολὺ διήνεγκαν τοῦ αὐτοῦ φρονήματος. καὶ αὐτὸς δὲ περὶ φυσικῶν ζητήσας ἔμιξεν ἀστρονομίαν καὶ γεωμετρίαν καὶ μουσικὴν 〈καὶ ἀριθμητικήν〉· καὶ οὕτως μονάδα μὲν εἶναι ἀπεφήνατο τὸν θεόν, ἀριθμοῦ δὲ φύσιν περιέργως καταμαθὼν μελῳδεῖν ἔφη τὸν κόσμον καὶ 〈καθ᾽〉 ἁρμονίαν συγκεῖσθαι, καὶ τῶν ἑπτὰ ἄστρων πρῶτος τὴν κίνησιν εἰς ῥυθμὸν καὶ μέλος 〈ἀν〉ήγαγεν. θαυμάσας δὲ τὴν διοίκησιν τῶν ὅλων ἠξίωσε τὰ πρῶτα σιγᾶν τοὺς μαθητάς, οἱονεὶ μύστας τοῦ παντὸς εἰς τὸν κόσμον ἥκοντας· εἶτα ἐπειδὰν αὐτοῖς ἱκανῶς παιδείας τῆς τῶν λόγων δόξῃ μετεῖναι καὶ δυνατῶς περὶ ἄστρων καὶ φύσεως φιλοσοφήσωσι, καθαροὺς κρίνας τότε κελεύει φθέγγεσθαι. οὗτος τοὺς μαθητὰς διεῖλε καὶ τοὺς μὲν ἐσωτερικούς, τοὺς δὲ ἐξωτερικοὺς ἐκάλεσεν· τοῖς μὲν γὰρ τὰ τελεώτερα μαθήματα ἐπίστευε, τοῖς δὲ τὰ μετριώτερα. ἐφήψατο δὲ καὶ μαγικῆς, ὥς φασι, καὶ φυσιογνωμονικὴν αὐτὸς ἐξεῦρεν.

Ἀριθμοὺς 〈δέ〉 τινας καὶ μέτρα ὑποθέμενος λέγει τὴν ἀρχὴν τῆς ἀριθμητικῆς 〈τὴν〉 φιλοσοφίαν κατὰ σύνθεσιν περιέχειν τόνδε τὸν τρόπον. ἀριθμὸς γέγονε πρῶτος ἀρχή—ὅπερ ἐστὶν ἕν, ἀόριστον, ἀκατάληπτον—, ἔχων ἐν ἑαυτῷ πάντας τοὺς ἐπ᾽ ἄπειρον δυναμένους ἐλθεῖν ἀριθμοὺς κατὰ τὸ πλῆθος. τῶν δὲ ἀριθμῶν ἀρχὴ γέγονε καθ᾽ ὑπόστασιν ἡ πρώτη μονάς, ἥτις ἐστὶ μονὰς ἄρσην, γεννῶσα πατρικῶς πάντας τοὺς ἄλλους ἀριθμούς. δεύτερον ἡ δυάς, θῆλυς ἀριθμός, ὁ δὲ αὐτὸς καὶ ἄρτιος ὑπὸ τῶν ἀριθμητικῶν καλεῖται. τρίτον ἡ τριάς, ἀριθμὸς ἄρσην· οὗτος καὶ περισσὸς ὑπὸ τῶν ἀριθμ〈ητικ〉ῶν νενομοθέτηται καλεῖσθαι. ἐπὶ πᾶσι δὲ τούτοις ἡ τετράς, θῆλυς ἀριθμός, ὁ δὲ αὐτὸς καὶ ἄρτιος καλεῖται, ὅτι θῆλύς ἐστιν. γεγόνασιν οὖν οἱ πάντες ἀριθμοὶ ληφθέντες ἀπὸ γένους τέσσαρες—ἀριθμὸς δ᾽ ἦν τὸ γένος ἀόριστος—, ἀφ᾽ ὧν ὁ τέλειος αὐτοῖς συνέστηκεν ἀριθμός, ἡ δεκάς· τὸ γὰρ ἕν, δύο, τρία, τέσσαρα γίνεται δέκα, ἐὰν ἑκάστῳ τῶν ἀριθμῶν φυλάσσηται κατ᾽ οὐσίαν τὸ οἰκεῖον ὄνομα. ταύτην ὁ Πυθαγόρας ἔφη ἱερὰν τετρακτύν, πηγὴν ἀενάου φύσεως [ὡς] ῥιζώματ᾽ ἔχουσαν ἐν ἑαυτῇ, καὶ ἐκ τούτου τοῦ ἀριθμοῦ πάντας ἔχειν τοὺς ἀριθμοὺς τὴν ἀρχήν· ὁ γὰρ ἕνδεκα καὶ ὁ δώδεκα καὶ οἱ λοιποὶ τὴν ἀρχὴν τοῦ εἶναι ἐκ τοῦ δέκα μετέχουσιν. ταύτης τῆς δεκάδος, τοῦ τελείου ἀριθμοῦ, τὰ τέσσαρα καλεῖται μέρη· ἀριθμός, μονάς, δύναμις, κύβος.

ὧν καὶ ἐπιπλοκαὶ καὶ μίξεις πρὸς γένεσιν αὐξήσεως γίνονται, κατὰ φύσιν τὸν γόνιμον ἀριθμὸν ἀποτελοῦσαι· ὅταν γὰρ δύναμις αὐτὴ ἐφ᾽ ἑαυτὴν κυβισθῇ, γέγονε δυναμοδύναμις· ὅταν δὲ δύναμις ἐπὶ κύβον, [γέγονε δυναμόκυβος· ὅταν δὲ κύβος ἐπὶ κύβον,〉 γέγονε κυβόκυβος· ὡς γίνεσθαι τοὺς πάντας ἀριθμούς, ἐξ ὧν ἡ τῶν γινομένων γένεσις γίνεται, ἑπτά· ἀριθμόν, μονάδα, δύναμιν, κύβον, δυναμοδύναμιν, δυναμόκυβον, κυβόκυβον.

Οὗτος καὶ ψυχὴν ἀθάνατον εἶπε καὶ μετενσωμάτωσιν· διὸ ἔλεγεν ἑαυτὸν πρὸ μὲν τῶν Τρωϊκῶν 〈Αἰ〉θαλίδην γεγονέναι, ἐν δὲ τοῖς Τρωϊκοῖς Ε〈ὔ〉φορβον, μετὰ δὲ ταῦτα Ἑρμότιμον Σάμιον, μεθ᾽ ὃν Πύρρον Δήλιον, πέμπτον Πυθαγόραν. Διόδωρος δὲ ὁ Ἐρετριεὺς καὶ Ἀριστόξενος ὁ μουσικός φασι πρὸς Ζαράταν τὸν Χαλδαῖον ἐληλυθέναι Πυθαγόραν. τὸν δὲ ἐκθέσθαι αὐτῷ δύο εἶναι ἀπ᾽ ἀρχῆς τοῖς οὖσιν αἴτια, πατέρα καὶ μητέρα· καὶ πατέρα μὲν φῶς, μητέρα δὲ σκότος· τοῦ δὲ φωτὸς μέρη θερμόν, ξηρόν, κοῦφον, ταχύ· τοῦ δὲ σκότους ψυχρόν, ὑγρόν, βαρύ, βραδύ· ἐκ δὲ τούτων πάντα τὸν κόσμον συνεστάναι, ἐκ θηλείας καὶ ἄρρενος. εἶναι δὲ τὸν κόσμον κατὰ φύσιν μουσικὴν ἁρμονίαν· διὸ καὶ τὸν ἥλιον ποιεῖσθαι τὴν περίοδον ἐναρμόνιον. περὶ δὲ τῶν ἐκ γῆς καὶ κόσμου γινομένων τάδε φασὶ λέγειν τὸν Ζαράταν· δύο δαίμονας εἶναι, τὸν μὲν οὐράνιον, τὸν δὲ χθόνιον· καὶ τὸν μὲν χθόνιον ἀνιέναι τὴν γένεσιν ἐκ τῆς γῆς—εἶναι γὰρ ὕδωρ—, τὸν δὲ οὐράνιον 〈ἐκ τοῦ κόσμου —εἶναι γὰρ〉 πῦρ μετέχον τοῦ ἀέρος—· θερμὸν καὶ ψυχρόν. διὸ καὶ τούτων οὐδὲν ἀναιρεῖν οὐδὲ μιαίνειν φησὶ τὴν ψυχήν· ἔστι γὰρ ταῦτα οὐσία τῶν πάντων.

Κυάμους δὲ λέγεται παραγγέλλειν μὴ ἐσθίειν αἰτίᾳ τοῦ τὸν Ζαράταν εἰρηκέναι κατὰ τὴν ἀρχὴν καὶ σύγκρισιν τῶν πάντων, συνισταμένης τῆς γῆς ἔτι καὶ συνσεσημμένης, γενέσθαι 〈ἅμα τὸν ἄνθρωπον καὶ〉 τὸν κύαμον. τούτου δὲ τεκμήριόν φησιν, εἴ τις καταμασησάμενος λεῖον τὸν κύαμον καταθείη πρὸς ἥλιον χρόνον τινά—τοῦτο〈ν〉 γὰρ εὐθέως ἀντιλήψεσθαι—, προσφέρειν ἀνθρωπίνου γόνου ὀσμήν. σαφέστερον δὲ εἶναι καὶ ἕτερον παράδειγμα λέγει· εἰ ἀνθοῦντος τοῦ κυάμου λαβόντες τὸν κύαμον καὶ τὸ ἄνθος αὐτοῦ καὶ καταθέντες εἰς χύτραν ταύτην τε καταχρίσαντες εἰς γῆν κατορύξαιμεν καὶ μετ᾽ ὀλίγας ἡμέρας ἀνακαλύψαιμεν, ἴδοιμεν 〈ἂν〉 αὐτὸ εἶδος ἔχον τὸ μὲν πρῶτον ὡς αἰσχύνην γυναικός, μετὰ δὲ ταῦτα κατανοούμενον παιδίου κεφαλὴν συμπεφυκυῖαν.

Οὗτος ἐν Κρότωνι τῆς Ἰταλίας ἅμα τοῖς μαθηταῖς ἐμπυρισθεὶς διεφθάρη. ἔθος δὲ τοῦτο ἦν παρ᾽ αὐτῷ, ἐπειδὰν προσίῃ τις μαθητευθησόμενος, πιπράσκειν τὰ ὑπάρχοντα καὶ τὸ ἀργύριον κατατιθέναι ἐσφραγισμένον παρὰ τῷ Πυθαγόρᾳ. καὶ ὑπέμενε σιωπῶν ὁτὲ μὲν ἔτη τρία, ὁτὲ δὲ πέντε καὶ μανθάνων· αὖθις δὲ λυθεὶς ἐμίσγετο τοῖς ἑτέροις καὶ παρέμενε μαθητὴς καὶ συνειστιᾶτο ἅμα· εἰ δ᾽ οὔ, ἀπελάμβανε τὸ ἴδιον καὶ ἀπεβάλλετο. οἱ μὲν οὖν ἐσωτερικοὶ ἐκαλοῦντο Πυθαγόρειοι, οἱ δὲ ἕτεροι Πυθαγορισταί. τῶν δὲ μαθητῶν αὐτοῦ οἱ διαφυγόντες τὸν ἐμπρησμὸν Λῦσις ἦν καὶ Ἄρχιππος καὶ ὁ τοῦ Πυθαγόρου οἰκέτης Ζάμολξις, ὃς καὶ τοὺς παρὰ Κελτοῖς Δρυΐδας λέγεται διδάξαι φιλοσοφεῖν τὴν Πυθαγόρειον φιλοσοφίαν. τοὺς δὲ ἀριθμοὺς καὶ τὰ μέτρα παρ᾽ Αἰγυπτίων φασὶ τὸν Πυθαγόραν μαθεῖν· ὃς καταπλαγεὶς τῇ τῶν ἱερέων ἀξιοπίστῳ καὶ φαντασιώδει καὶ δυσχερῶς ἐξαγορευομένῃ σοφίᾳ, μιμησάμενος ὁμοίως καὶ αὐτὸς σιγᾶν προσέταττεν καὶ ἐν ἀδύτοις καταγ〈εί〉οις ἠρεμεῖν ἐποίει 〈τὸν〉 μανθάνοντα.

Ἐμπεδοκλῆς δὲ μετὰ τούτους γενόμενος καὶ 〈αὐτὸς〉 περὶ δαιμόνων φύσεως εἶπε πολλά, 〈καὶ〉 ὡς ἀναστρέφονται διοικοῦντες τὰ κατὰ τὴν γῆν, ὄντες πλεῖστοι. οὗτος τὴν τοῦ παντὸς ἀρχὴν νεῖκος καὶ φιλίαν ἔφη, καὶ τὸ τῆς μονάδος νοερὸν πῦρ τὸν θεόν, καὶ συνεστάναι ἐκ πυρὸς τὰ πάντα καὶ εἰς πῦρ ἀναλυθήσεσθαι· ᾧ σχεδὸν καὶ οἱ Στωϊκοὶ συντίθενται δόγματι, ἐκπύρωσιν προσδοκῶντες. μάλιστα δὲ πάντων συγκατατίθεται τῇ μετενσωματώσει, οὕτως εἰπών· ἤτοι μὲν γὰρ ἐγὼ γενόμην κοῦρός τε κόρη τε θάμνος τ᾽ οἰωνός τε καὶ ἐξ ἁλὸς ἔμπορος ἰχθύς. οὗτος πάσας εἰς πάντα τὰ ζῷα μεταλλάττειν εἶπε τὰς ψυχάς. καὶ γὰρ ὁ τούτων διδάσκαλος Πυθαγόρας ἔφη ἑαυτὸν Ε〈ὔ〉φορβον γεγονέναι τὸν ἐπὶ Ἴλιον στρατεύσαντα, φάσκων ἐπιγινώσκειν τὴν ἀσπίδα. ταῦτα μὲν οὖν ὁ Ἐμπεδοκλῆς.

Ἡράκλειτος δὲ φυσικὸς φιλόσοφος ὁ Ἐφέσιος τὰ πάντα ἔκλαιεν, ἄγνοιαν τοῦ παντὸς βίου καταγινώσκων καὶ πάντων ἀνθρώπων, ἐλεῶν τε τὸν τῶν θνητῶν βίον· αὑτὸν μὲν γὰρ ἔφασκεν τὰ πάντα εἰδέναι, τοὺς δὲ ἄλλους ἀνθρώπους οὐδέν. καὶ αὐτὸς δὲ σχεδὸν σύμφωνα τῷ Ἐμπεδοκλεῖ ἐφθέγξατο, στάσιν καὶ φιλίαν φήσας 〈τὴν〉 τῶν ἁπάντων ἀρχὴν εἶναι, καὶ πῦρ νοερὸν τὸν θεόν, συμφέρεσθαί τε τὰ πάντα ἀλλήλοις καὶ οὐχ ἑστάναι. καὶ ὥσπερ ὁ Ἐμπεδοκλῆς πάντα τὸν καθ᾽ ἡμᾶς τόπον ἔφη κακῶν μεστὸν εἶναι καὶ μέχρι μὲν σελήνης τὰ κακὰ φθάνειν ἐκ τοῦ περὶ γῆν τόπου ταθέντα, περαιτέρω δὲ μὴ χωρεῖν, ἅτε καθαρωτέρου τοῦ ὑπὲρ τὴν σελήνην παντὸς ὄντος τόπου, οὕτω καὶ τῷ Ἡρακλείτῳ ἔδοξεν.

Μετὰ τούτους ἐγένοντο καὶ ἕτεροι φυσικοί, ὧν οὐκ ἀναγκαῖον ἡγησάμεθα τὰς δόξας εἰπεῖν, μηδὲν τῶν προειρημένων ἀπεμφαινούσας. ἀλλ᾽ ἐπεὶ καθόλου οὐ μικρὰ γεγένηται ἡ σχολὴ πολλοί τε οἱ μετέπειτα φυσικοὶ ἐξ αὐτῆς γεγένηνται, ἄλλοι ἄλλως περὶ φύσεως τοῦ παντὸς διηγούμενοι, [καὶ] δοκεῖ ἡμῖν τὴν ἀπὸ Πυθαγόρου ἐκθεμένους φιλοσοφίαν κατὰ διαδοχὴν ἀναδραμεῖν ἐπὶ τὰ δόξαντα τοῖς μετὰ Θαλῆν, καὶ ταῦτα ἐξειπόντας ἐλθεῖν ἐπί τε τὴν ἠθικὴν καὶ 〈τὴν〉 λογικὴν φιλοσοφίαν, ὧν ἦρξαν Σωκράτης μὲν ἠθικῆς, Ἀριστοτέλης δὲ διαλεκτικῆς.

Θαλοῦ τοίνυν Ἀναξίμανδρος γίνεται ἀκροατής· Ἀναξίμανδρος Πραξιάδου Μιλήσιος. οὗτος ἀρχὴν ἔφη τῶν ὄντων φύσιν τινὰ τοῦ ἀπείρου, ἐξ ἧς γίνεσθαι τοὺς οὐρανοὺς καὶ τοὺς ἐν αὐτοῖς κόσμους. ταύτην δὲ ἀίδιον εἶναι καὶ ἀγήρω, ἣν καὶ πάντας περιέχειν τοὺς κόσμους. λέγει δὲ 〈καὶ〉 χρόνον, ὡς ὡρισμένης καὶ τῆς γενέσεως τοῖς οὖσι καὶ τῆς φθορᾶς. οὗτος μὲν οὖν ἀρχὴν καὶ στοιχεῖον εἴρηκεν τῶν ὄντων τὸ ἄπειρον, πρῶτος τοὔνομα καλέσας τῆς ἀρχῆς. πρὸς δὲ τούτῳ κίνησιν ἀίδιον εἶναι, ἐν ᾗ συμβαίνει〈ν〉 γίνεσθαι τοὺς οὐρανούς. τὴν δὲ γῆν εἶναι μετέωρον, ὑπὸ μηδενὸς κρατουμένην, μένουσαν 〈δὲ〉 διὰ τὴν ὁμοίαν πάντων ἀπόστασιν. τὸ δὲ σχῆμα αὐτῆς γυρόν, στρογγύλον, κίονι λίθῳ παραπλήσιον· τῶν δὲ ἐπιπέδων ᾧ μὲν ἐπιβεβήκαμεν, ὃ δὲ ἀντίθετον ὑπάρχει.

Τὰ δὲ ἄστρα γίνεσθαι κύκλον πυρός, ἀποκριθέντα 〈ἐκ〉 τοῦ κατὰ τὸν κόσμον πυρός, περιληφθέντα δ᾽ ὑπὸ ἀέρος. ἐκπνοὰς δ᾽ ὑπάρξαι, πόρους τινὰς αὐλώδεις, καθ᾽ οὓς φαίνεσθαι τὰ ἄστρα· διὸ καὶ ἐπιφρασσομένων τῶν ἐκπνοῶν τὰς ἐκλείψεις γίνεσθαι. τὴν δὲ σελήνην ποτὲ μὲν πληρουμένην φαίνεσθαι, ποτὲ δὲ μειουμένην κατὰ τὴν τῶν πόρων ἐπίφραξιν ἢ ἄνοιξιν. εἶναι δὲ τὸν κύκλον τοῦ ἡλίου ἑπτακαιεικοσαπλασίονα 〈τῆς γῆς〉, 〈*〉 τῆς σελήνης, καὶ ἀνωτάτω μὲν εἶναι τὸν ἥλιον, 〈*〉 κατωτάτω δὲ τοὺς τῶν ἀπλανῶν 〈καὶ πλανήτων〉 ἀστέρων κύκλους.

Τὰ δὲ ζῷα γίνεσθαι 〈ἐξ ὑγροῦ〉, ἐξατμιζομένου ὑπὸ τοῦ ἡλίου. τὸν δὲ ἄνθρωπον ἑτέρῳ ζῴῳ γεγονέναι—τουτέστιν ἰχθύι—παραπλήσιον κατ᾽ ἀρχάς. ἀνέμους δὲ γίνεσθαι τῶν λεπτοτάτων ἀτμῶν 〈ἐκ〉 τοῦ ἀέρος ἀποκρινομένων καὶ ὅταν ἀθροισθῶσι κινουμένων· ὑετοὺς δὲ ἐκ 〈τῆς ἀτμίδος〉 τῆς ἐκ γῆς ὑφ᾽ ἥλιον ἀναδιδομένης· ἀστραπὰς δέ, ὅταν ἄνεμος ἐκπίπτων διιστᾷ τὰς νεφέλας. οὗτος ἐγένετο κατὰ ἔτος τρίτον τῆς τεσσαρακοστῆς δευτέρας ὀλυμπιάδος.

Ἀναξιμένης δέ, καὶ αὐτὸς ὢν Μιλήσιος, υἱὸς δὲ Εὐρυστράτου, ἀέρα ἄπειρον ἔφη τὴν ἀρχὴν εἶναι, ἐξ οὗ [τὰ γινόμενα 〈καὶ〉 τὰ γεγονότα καὶ τὰ ἐσόμενα καὶ] θεοὺς καὶ θεῖα γίνεσθαι, τὰ δὲ λοιπὰ ἐκ τῶν τούτου ἀπογόνων. τὸ δὲ εἶδος τοῦ ἀέρος τοιοῦτον· ὅταν μὲν ὁμαλώτατος ᾖ, ὄψει ἄδηλον, δηλοῦσθαι δὲ τῷ ψυχρῷ καὶ τῷ θερμῷ καὶ τῷ νοτερῷ καὶ τῷ κινουμένῳ. κινεῖσθαι δὲ ἀεί· οὐ γὰρ 〈ἂν〉 μεταβάλλειν ὅσα μεταβάλλει, εἰ μὴ κινοῖτο. πυκνούμενον δὲ καὶ ἀραιούμενον διάφορον φαίνεσθαι· ὅταν γὰρ εἰς τὸ ἀραιότερον διαχυθῇ, πῦρ γίνεσθαι· 〈ἄνεμον〉 δὲ πάλιν εἶναι ἀέρα μέσως πυκνούμενον· ἐξ ἀέρος 〈δὲ〉 νέφος ἀποτελε〈ῖ〉σθαι κατὰ τὴν πίλησιν· ἔτι δὲ μᾶλλον ὕδωρ, ἐπὶ πλεῖον 〈δὲ〉 πυκνωθέντα γῆν καὶ εἰς τὸ μάλιστα [πυκνότατον] λίθους. ὥστε τὰ κυριώτατα τῆς γενέσεως ἐναντία εἶναι, θερμόν τε καὶ ψυχρόν.

Τὴν δὲ γῆν πλατεῖαν εἶναι, ἐπ᾽ ἀέρος ὀχουμένην· ὁμοίως δὲ καὶ ἥλιον καὶ σελήνην καὶ τὰ ἄλλα ἄστρα πάντα [γὰρ] πύρινα ὄντα ἐποχεῖσθαι τῷ ἀέρι διὰ πλάτος. γεγονέναι δὲ τὰ ἄστρα ἐκ γῆς διὰ τὸ τὴν ἰκμάδα ἐκ ταύτης ἀνίστασθαι· ἧς ἀραιουμένης τὸ πῦρ γίνεσθαι, ἐκ δὲ τοῦ πυρὸς μετεωριζομένου τοὺς ἀστέρας συνίστασθαι. εἶναι δὲ καὶ γεώδεις φύσεις ἐν τῷ τόπῳ τῶν ἀστέρων συμ〈περι〉φερομένας ἐκείνοις. οὐ κινεῖσθαι δὲ ὑπὸ γῆν τὰ ἄστρα λέγει, καθὼς ἕτεροι ὑπειλήφασιν, ἀλλὰ περὶ γῆν, ὡσπερεὶ περὶ τὴν ἡμετέραν κεφαλὴν στρέφεται τὸ πιλίον. κρύπτεσθαι δὲ τὸν ἥλιον οὐχ ὑπὸ γῆν φερόμενον, ἀλλ᾽ ὑπὸ τῶν τῆς γῆς ὑψηλοτέρων μερῶν σκεπόμενον, καὶ διὰ τὴν πλείονα ἡμῶν αὐτοῦ γενομένην ἀπόστασιν. τὰ δὲ ἄστρα μὴ θερμαίνειν διὰ τὸ μῆκος τῆς ἀποστάσεως.

Ἀνέμους δὲ γεννᾶσθαι, ὅταν ἐκ 〈μέρους〉 πεπυκνωμένος ὁ ἀὴρ ἀρθεὶς φέρηται· συνελθόντα δὲ καὶ ἐπὶ πλεῖον παχυ〈ν〉θέντα νέφη γεννᾶσθαι, καὶ οὕτως εἰς ὕδωρ μεταβάλλειν. χάλαζαν δὲ γίνεσθαι, ὅταν ἀπὸ τῶν νεφῶν τὸ ὕδωρ καταφερόμενον παγῇ· χιόνα δέ, ὅταν αὐτὰ ταῦτα ἐνυγρότερα ὄντα πῆξιν λάβῃ· ἀστραπὴν δ᾽, ὅταν τὰ νέφη διϊστῆται βίᾳ πνευμάτων· τούτων γὰρ διϊσταμένων λαμπρὰν καὶ πυρώδη γίνεσθαι τὴν αὐγήν. ἶριν δὲ γεννᾶσθαι τῶν ἡλιακῶν αὐγῶν εἰς ἀέρα συνεστῶτα πιπτουσῶν· σεισμὸν δὲ τῆς γῆς ἐπὶ πλεῖον ἀλλοιουμένης ὑπὸ θερμασίας καὶ ψύξεως. ταῦτα μὲν οὖν Ἀναξιμένης. οὗτος ἤκμασεν περὶ ἔτος πρῶτον τῆς πεντηκοστῆς ὀγδόης ὀλυμπιάδος.

Μετὰ τοῦτον γίνεται Ἀναξαγόρας Ἡγησιβούλου ὁ Κλαζομένιος. οὗτος ἔφη τὴν τοῦ παντὸς ἀρχὴν νοῦν καὶ ὕλην· τὸν μὲν νοῦν ποιοῦντα, τὴν δὲ ὕλην γινομένην· ὄντων γὰρ πάντων ὁμοῦ, νοῦς ἐπελθὼν διεκόσμησεν. τὰς δὲ ὑλικὰς ἀρχὰς ἀπείρους ὑπάρχειν καὶ τὰς σμικροτάτας αὐτῶν ἄπειρα λέγει. κινήσεως δὲ μετέχειν τὰ πάντα ὑπὸ τοῦ νοῦ κινούμενα συνελθεῖν τε τὰ ὅμοια. καὶ τὰ μὲν κατὰ τὸν οὐρανὸν κεκοσμῆσθαι ὑπὸ τῆς ἐγκυκλίου κινήσεως· τὸ μὲν οὖν πυκνὸν καὶ 〈τὸ〉 ὑγρὸν καὶ τὸ σκοτεινὸν καὶ 〈τὸ〉 ψυχρὸν καὶ πάντα τὰ βαρέα συνελθεῖν ἐπὶ τὸ μέσον, ἐξ ὧν παγέντων τὴν γῆν ὑποστῆναι· τὰ δ᾽ ἀντικείμενα τούτοις, 〈τὸ ἀραιὸν καὶ〉 τὸ θερμὸν καὶ τὸ λαμπρὸν καὶ τὸ ξηρὸν καὶ τὸ κοῦφον, εἰς τὸ πρόσω τοῦ αἰθέρος ὁρμῆσαι.

Τὴν δὲ γῆν τῷ σχήματι πλατεῖαν εἶναι καὶ μένειν μετέωρον διὰ τὸ μέγεθος καὶ διὰ τὸ μηδὲν εἶναι κενὸν καὶ διὰ τὸ τὸν ἀέρα ἰσχυρότατον ὄντα φέρειν ἐποχουμένην τὴν γῆν. τῶν δὲ ἐπὶ γῆς ὑγρῶν τὴν μὲν θάλασσαν ὑπάρξαι 〈τῆς γενέσεως ἐκ〉 τε τῶν ἐν αὐτῇ ὑδάτων, 〈ὧν〉 ἐξατμισθέν〈των〉 τὰ ὑποστάντα οὕτως γεγονέναι, καὶ ἀπὸ τῶν καταρρευσάντων ποταμῶν. τοὺς δὲ ποταμοὺς καὶ ἀπὸ τῶν ὄμβρων λαμβάνειν τὴν ὑπόστασιν καὶ ἐξ ὑδάτων τῶν ἐν τῇ γῇ· εἶναι γὰρ αὐτὴν κοίλην καὶ ἔχειν ὕδωρ ἐν τοῖς κοιλώμασιν. τὸν δὲ Νεῖλον αὔξεσθαι κατὰ τὸ θέρος καταφερομένων εἰς αὐτὸν ὑδάτων ἀπὸ τῶν ἐν τοῖς ἀρκτ〈ικ〉οῖς χιόνων. ἥλιον δὲ καὶ σελήνην καὶ πάντα τὰ ἄστρα λίθους εἶναι ἐμπύρους, συμπεριληφθέντας ὑπὸ τῆς 〈τοῦ〉 αἰθέρος περιφορᾶς. εἶναι δ᾽ ὑποκάτω τῶν ἄστρων ἡλίῳ καὶ σελήνῃ σώματά τινα συμπεριφερόμενα, ἡμῖν ἀόρατα. τῆς δὲ θερμότητος μὴ αἰσθάνεσθαι τῶν ἄστρων διὰ τὸ μακρὰν εἶναι [καὶ διὰ] τὴν ἀπόστασιν τῆς γῆς· ἔτι δὲ οὐχ ὁμοίως θερμὰ τῷ ἡλίῳ διὰ τὸ χώραν ἔχειν ψυχροτέραν. εἶναι δὲ τὴν σελήνην κατωτέρω τοῦ ἡλίου, πλησιώτερον ἡμῶν. ὑπερέχειν δὲ τὸν ἥλιον μεγέθει τὴν Πελοπόννησον. τὸ δὲ φῶς τὴν σελήνην μὴ ἴδιον ἔχειν, ἀλλὰ ἀπὸ τοῦ ἡλίου. τὴν δὲ τῶν ἄστρων περιφορὰν ὑπὸ γῆν γίνεσθαι. ἐκλείπειν δὲ τὴν σελήνην γῆς ἀντιφραττούσης, ἐνίοτε δὲ καὶ τῶν ὑποκάτω τῆς σελήνης, τὸν δὲ ἥλιον ταῖς νουμηνίαις σελήνης ἀντιφραττούσης.

τροπὰς δὲ ποιεῖσθαι καὶ ἥλιον καὶ σελήνην ἀπωθουμένους ὑπὸ τοῦ ἀέρος. σελήνην δὲ πολλάκις τρέπεσθαι διὰ τὸ μὴ δύνασθαι κρατεῖν τοῦ ψυχροῦ. οὗτος ἀφώρισε πρῶτος τὰ περὶ τὰς ἐκλείψεις καὶ φωτισμούς. ἔφη δὲ γηίνην εἶναι τὴν σελήνην ἔχειν τε ἐν αὑτῇ πεδία 〈καὶ ὄρη〉 καὶ φάραγγας. τὸν δὲ γαλαξίαν ἀνάκλασιν εἶναι τοῦ φωτὸς τῶν ἄστρων, τῶν μὴ καταλαμπομένων ὑπὸ τοῦ ἡλίου. τοὺς δὲ μεταβαίνοντας ἀστέρας ὡσεὶ σπινθῆρας ἀφαλλομένους γίνεσθαι ἐκ τῆς κινήσεως τοῦ πόλου.

Ἀνέμους δὲ γίνεσθαι λεπτυνομένου τοῦ ἀέρος ὑπὸ τοῦ ἡλίου καὶ τῶν ἐκκαιομένων πρὸς τὸν πόλον ὑποχωρούντων καὶ ἀποφερομένων. Βροντὰς δὲ καὶ ἀστραπὰς ἀπὸ 〈τοῦ〉 θερμοῦ γίνεσθαι, ἐμπίπτοντος εἰς τὰ νέφη. σεισμοὺς δὲ γίνεσθαι τοῦ ἄνωθεν ἀέρος εἰς τὸν ὑπὸ γῆν ἐμπίπτοντος· τούτου γὰρ κινουμένου καὶ τὴν ὀχουμένην γῆν ὑπ᾽ αὐτοῦ σαλεύεσθαι. ζῷα δὲ τὴν μὲν ἀρχὴν ἐν ὑγρῷ γενέσθαι, μετὰ ταῦτα δὲ ἐξ ἀλλήλων· καὶ ἄρρενας μὲν γίνεσθαι, ὅταν ἀπὸ τῶν δεξιῶν μερῶν ἀποκριθὲν τὸ σπέρμα τοῖς δεξιοῖς μέρεσι τῆς μήτρας κολληθῇ, τὰ δὲ θήλεα κατὰ τοὐναντίον. οὗτος ἤκμασεν ἔτους πρώτου τῆς ὀγδοηκοστῆς ὀγδόης ὀλυμπιάδος, καθ᾽ ὃν καιρὸν καὶ Πλάτωνα λέγουσι γεγενῆσθαι. τοῦτον λέγουσι καὶ προγνωστικὸν γεγονέναι.

Ἀρχέλαος τὸ μὲν γένος Ἀθηναῖος, υἱὸς δὲ Ἀπολλοδώρου. οὗτος ἔφη τὴν μίξιν τῆς ὕλης ὁμοίως Ἀναξαγόρᾳ, τάς τε ἀρχὰς ὡσαύτως, αὐτὸς δὲ τοῦ νοῦ ἐνυπάρχειν τι εὐθέως 〈τῷ〉 μίγμα〈τι〉. εἶναι 〈δὲ〉 ἀρχὴν τῆς κινήσεως 〈τὸ〉 ἀποκρίνεσθαι ἀπ᾽ ἀλλήλων τὸ θερμὸν καὶ τὸ ψυχρόν, καὶ τὸ μὲν θερμὸν κινεῖσθαι, τὸ δὲ ψυχρὸν ἠρεμεῖν. τηκόμενον δὲ τὸ ὕδωρ εἰς μέσον ῥεῖν, ἐν ᾧ [καὶ] κατακαιόμενον ἀέρα γίνεσθαι καὶ γῆν· ὧν τὸ μὲν ἄνω φέρεσθαι, τὸ δὲ ὑφίστασθαι κάτω. τὴν μὲν οὖν γῆν ἠρεμεῖν καὶ 〈ψυχρὰν〉 γενέσθαι διὰ ταῦτα· κεῖσθαι δὲ ἐν μέσῳ, οὐδὲν μέρος οὖσαν, ὡς εἰπεῖν, τοῦ παντός· 〈τὸν δὲ ἀέρα〉 〈*〉 ἐκδεδομένον ἐκ τῆς πυρώσεως. ἀφ᾽ οὗ πρῶτον ἀποκαιομένου τὴν τῶν ἀστέρων εἶναι φύσιν, ὧν μέγιστον μὲν ἥλιον, δεύτερον δὲ σελήνην, τῶν δὲ ἄλλων τὰ μὲν ἐλάττω, τὰ δὲ μείζω.

Ἐπικλιθῆναι δὲ τὸν οὐρανόν φησι καὶ οὕτως τὸν ἥλιον ἐπὶ τῆς γῆς ποιῆσαι φῶς, καὶ τόν τε ἀέρα ποιῆσαι διαφανῆ καὶ τὴν γῆν ξηράν. λίμνην γὰρ εἶναι τὸ πρῶτον, ἅτε κύκλῳ μὲν οὖσαν ὑψηλήν, μέσον δὲ κοίλην· σημεῖον δὲ φέρει τῆς κοιλότητος, ὅτι ὁ ἥλιος οὐχ ἅμα ἀνατέλλει τε καὶ δύεται πᾶσιν, ὅπερ ἔδει συμβαίνειν εἴπερ ἦν ὁμαλή. περὶ δὲ ζῴων φησὶν ὅτι θερμαινομένης τῆς γῆς τὸ πρῶτον ἐν τῷ κάτω μέρει, ὅπου τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐμίσγετο, ἀνεφαίνετο τά τε ἄλλα ζῷα πολλὰ καὶ 〈οἱ〉 ἄνθρωποι, ἅπαντα τὴν αὐτὴν δίαιταν ἔχοντα, ἐκ τῆς ἰλύος τρεφόμενα— ἦν δὲ ὀλιγοχρόνια—· ὕστερον δὲ αὐτοῖς ἡ ἐξ ἀλλήλων γένεσις συνέστη. καὶ διεκρίθησαν ἄνθρωποι ἀπὸ τῶν ἄλλων 〈ζῴων〉 καὶ ἡγεμόνας καὶ νόμους καὶ τέχνας καὶ πόλεις καὶ τὰ ἄλλα συνέστησαν. νοῦν δὲ λέγει πᾶσιν ἐμφύεσθαι ζῴοις ὁμοίως· χρῆσθαι γὰρ ἕκαστον 〈τῷ νῷ, ὥσπερ〉 καὶ τῷ σώματι [ὅσω], τὸ μὲν βραδυτέρως, τὸ δὲ ταχυτέρως.

Ἡ μὲν οὖν φυσικὴ φιλοσοφία ἀπὸ Θάλητος ἕως Ἀρχελάου διέμεινε· τούτου γίνεται Σωκράτης ἀκροατής. εἰσὶ δὲ καὶ ἕτεροι πλεῖστοι διαφόρους δόξας προενεγκάμενοι περί τε τοῦ θείου καὶ τῆς τοῦ παντὸς φύσεως· ὧν εἰ πάσας τὰς δόξας ἐβουλόμεθα παραθεῖναι, πολλὴν ἂν ὕλην βιβλίων ἔδει κατασκευάζειν. ὧν δὲ ἔδει, μάλιστα ἐπ᾽ ὀνόματος ὄντων καί, ὡς εἰπεῖν, κορυφαίων γενομένων, πᾶσι τοῖς μετέπειτα φιλοσοφήσασι〈ν〉 ἀφορμὰς δεδωκότων πρὸς τὰ ἐπιχειρούμενα, ὑπομνησθέντες ἐπὶ τὰ ἑξῆς ὁρμήσομεν.

Καὶ γὰρ καὶ Παρμενίδης ἓν μὲν τὸ πᾶν ὑποτίθεται ἀίδιόν τε καὶ ἀγένητον καὶ σφαιροειδές, οὐδ᾽ αὐτὸς 〈δὲ〉 ἐκφυγὼν τὴν τῶν πολλῶν δόξαν πῦρ λέγει καὶ γῆν τὰς τοῦ παντὸς ἀρχάς, τὴν μὲν γῆν ὡς ὕλην, τὸ δὲ πῦρ ὡς αἴτιον καὶ ποιοῦν. τὸν 〈δὲ〉 κόσμον ἔφη φθείρεσθαι, ᾧ δὲ τρόπῳ, οὐκ εἶπεν. ὁ αὐτὸς δὲ εἶπεν ἀίδιον εἶναι τὸ πᾶν καὶ οὐ γενόμενον καὶ σφαιροειδὲς καὶ ὅμοιον, οὐκ ἔχον δὲ τόπον ἐν ἑαυτῷ, καὶ ἀκίνητον καὶ πεπερασμένον.

Λεύκιππος δὲ Ζήνωνος ἑταῖρος οὐ τὴν αὐτὴν δόξαν διετήρησεν, ἀλλά φησιν ἄπειρα 〈τὰ ὄντα〉 εἶναι καὶ ἀεὶ κινούμενα, καὶ γένεσιν καὶ μεταβολὴν συνεχῶς οὖσαν. στοιχεῖα δὲ λέγει τὸ πλῆρες καὶ 〈τὸ〉 κενόν. κόσμους δὲ 〈ὧδε〉 γίνεσθαι λέγει· ὅταν εἰς μέγα κενὸν ἐκ τοῦ περιέχοντος ἀθροισθῇ πολλὰ σώματα καὶ συρρυῇ, προσκρούοντα ἀλλήλοις συμπλέκεσθαι τὰ ὁμοιοσχήμονα καὶ παραπλήσια τὰς μορφάς, καὶ περιπλεχθέντων 〈αὐτῶν κατ᾽ αὔξησιν〉 ἄστρα γίνεσθαι· αὔξειν δὲ καὶ φθίνειν διὰ τὴν ἀνάγκην· τίς δ᾽ ἂν εἴη ἡ ἀνάγκη, οὐ διώρισεν.

Δημόκριτος δὲ Λευκίππου γίνεται γνώριμος· Δημόκριτος Δαμασίππου Ἀβδηρίτης, πολλοῖς συμβαλών, γυμνοσοφισταῖς ἐν Ἰνδοῖς καὶ ἱερεῦσιν ἐν Αἰγύπτῳ καὶ ἀστρολόγοις καὶ μάγοις ἐν Βαβυλῶνι. λέγει δὲ ὁμοίως Λευκίππῳ περὶ στοιχείων, πλήρους καὶ κενοῦ, τὸ μὲν πλῆρες λέγων ὄν, τὸ δὲ κενὸν οὐκ ὄν· ἔλεγε δὲ ὡς ἀεὶ κινουμένων τῶν ὄντων ἐν τῷ κενῷ. ἀπείρους δὲ εἶναι κόσμους καὶ μεγέθει διαφέροντας· ἔν τισι δὲ μὴ εἶναι ἥλιον μηδὲ σελήνην, ἔν τισι δὲ μείζω τῶν παρ᾽ ἡμῖν καὶ ἔν τισι πλείω. εἶναι δὲ τῶν κόσμων ἄνισα τὰ διαστήματα, καὶ τῇ μὲν πλείους, τῇ δὲ ἐλάττους, καὶ τοὺς μὲν αὔξεσθαι, τοὺς δὲ ἀκμάζειν, τοὺς δὲ φθίνειν, καὶ τῇ μὲν γίνεσθαι, τῇ δὲ 〈ἐκ〉λείπειν· φθείρεσθαι δὲ αὐτοὺς ὑπ᾽ ἀλλήλων προσπίπτοντας. εἶναι δὲ ἐνίους κόσμους ἐρήμους ζῴων καὶ φυτῶν καὶ παντὸς ὑγροῦ. τοῦ δὲ παρ᾽ ἡμῖν κόσμου πρότερον τὴν γῆν τῶν ἄστρων γενέσθαι. εἶναι δὲ τὴν μὲν σελήνην κάτω, ἔπειτα τὸν ἥλιον, εἶτα τοὺς ἀπλανεῖς ἀστέρας· τοὺς δὲ πλάνητας οὐδ᾽ αὐτοὺς ἔχειν ἴσον ὕψος. ἀκμάζειν δὲ κόσμον ἕως ἂν μηκέτι δύνηται ἔξωθέν τι προσλαμβάνειν. οὗτος ἐγέλα πάντα, ὡς γέλωτος ἀξίων 〈ὄντων〉 πάντων τῶν ἐν ἀνθρώποις.

Ξενοφάνης δὲ ὁ Κολοφώνιος Ὀρθομένους υἱός· οὗτος ἕως Κύρου διέμεινεν. οὗτος ἔφη πρῶτος ἀκαταληψίαν εἶναι πάντων, εἰπὼν οὕτως· εἰ γὰρ καὶ τὰ μάλιστα τύχῃ τετελεσμένον εἰπών, αὐτὸς ὅμως οὐκ οἶδε· δόκος δ᾽ ἐπὶ πᾶσι τέτυκται. λέγει δὲ ὅτι οὐδὲν γίνεται οὐδὲ φθείρεται οὐδὲ κινεῖται καὶ ὅτι ἓν τὸ πᾶν ἐστιν ἔξω μεταβολῆς. φησὶ δὲ καὶ τὸν θεὸν εἶναι ἀίδιον καὶ ἕνα καὶ ὅμοιον πάντῃ καὶ πεπερασμένον καὶ σφαιροειδῆ καὶ πᾶσι τοῖς μορίοις αἰσθητικόν. τὸν δὲ ἥλιον ἐκ μικρῶν πυριδίων ἀθροιζομένων γίνεσθαι καθ᾽ ἑκάστην ἡμέραν· τὴν δὲ γῆν ἄπειρον εἶναι καὶ μήτε ὑπ᾽ ἀέρος μήτε ὑπὸ τοῦ οὐρανοῦ περιέχεσθαι. καὶ ἀπείρους ἡλίους εἶναι καὶ σελήνας, τὰ δὲ πάντα εἶναι ἐκ γῆς. οὗτος τὴν θάλασσαν ἁλμυρὰν ἔφη διὰ τὸ πολλὰ μίγματα συρρέειν ἐν αὐτῇ· ὁ δὲ Μητρόδωρος διὰ τὸ ἐν τῇ γῇ διηθεῖσθαι, τούτου χάριν γίνεσθαι ἁλμυράν.

Ὁ δὲ Ξενοφάνης μίξιν τῆς γῆς πρὸς τὴν θάλασσαν γίνεσθαι δοκεῖ καὶ τῷ χρόνῳ ὑπὸ τοῦ ὑγροῦ λύεσθαι, φάσκων τοιαύτας ἔχειν ἀποδείξεις, ὅτι ἐν μέσῃ γῇ καὶ ὄρεσιν εὑρίσκονται κόγχαι· καὶ ἐν Συρακούσαις δὲ ἐν ταῖς λατομίαις λέγει εὑρῆσθαι τύπον ἰχθύος [καὶ φωκῶν], ἐν δὲ Πάρῳ τύπον ἀφύης ἐν τῷ βάθει τοῦ λίθου, ἐν δὲ Μελίτῃ πλάκας 〈φωκῶν καὶ〉 συμπάντων τῶν θαλασσίων. ταῦτα δέ φησι γενέσθαι ὅτε πάντα ἐπηλώθησαν πάλαι, τὸν δὲ τύπον ἐν τῷ πηλῷ ξηρανθῆναι. ἀναιρεῖσθαι δὲ τοὺς ἀνθρώπους πάντας, ὅταν ἡ γῆ κατενεχθεῖσα εἰς τὴν θάλασσαν πηλὸς γένηται· εἶτα πάλιν ἄρχεσθαι τῆς γενέσεως, καὶ ταύτην πᾶσι τοῖς κόσμοις γίνεσθαι καταβολήν.

Ἔκφαντός τις Συρακούσιος ἔφη μὴ εἶναι ἀληθινὴν τῶν ὄντων λαβεῖν γνῶσιν, ὁρίζει〈ν〉 δὲ 〈ἕκαστον〉 ὡς νομίζει〈ν〉. τὰ μὲν 〈γὰρ〉 πρῶτα ἀδιαίρετα εἶναι σώματα καὶ παραλλαγὰς αὐτῶν τρεῖς ὑπάρχειν, μέγεθος σχῆμα δύναμιν, ἐξ ὧν τὰ αἰσθητὰ γίνεσθαι· εἶναι δὲ τὸ πλῆθος αὐτῶν, ὡρισμένων κατὰ τοῦτο, ἄπειρον. κινεῖσθαι δὲ τὰ σώματα μήτε ὑπὸ βάρους μήτε πληγῆς, ἀλλ᾽ ὑπὸ θείας δυνάμεως, ἣν νοῦν καὶ ψυχὴν προσαγορεύει. τού〈του〉 μὲν οὖν τὸν κόσμον εἶναι ἰδέαν, δι᾽ ὃ καὶ σφαιροειδῆ ὑπὸ θείας δυνάμεως γεγονέναι. τὴν δὲ γῆν μέσον κόσμου κινεῖσθαι περὶ τὸ αὑτῆς κέντρον ὡς πρὸς ἀνατολήν.

Ἵππων δὲ 〈ὁ〉 Ῥηγῖνος ἀρχὰς ἔφη ψυχρὸν τὸ ὕδωρ καὶ θερμὸν τὸ πῦρ. γεννώμενον δὲ τὸ πῦρ ὑπὸ 〈τοῦ〉 ὕδατος κατανικῆσαι τὴν τοῦ γεννήσαντος δύναμιν συστῆσαί τε τὸν κόσμον. τὴν δὲ ψυχὴν ποτὲ μὲν ἐγκέφαλον λέγει, ποτὲ δὲ ὕδωρ· καὶ γὰρ τὸ σπέρμα εἶναι τὸ φαινόμενον ἡμῖν ἐξ ὑγροῦ, ἐξ οὗ φησι ψυχὴν γίνεσθαι.

Ταῦτα μὲν οὖν ἱκανῶς δοκοῦμεν παρατεθεικέναι· διὸ δοκεῖ λοιπὸν αὐτάρκως διαδραμόντων ἡμῶν τὰ τοῖς φυσικοῖς δόξαντα ἀναδραμεῖν ἐπὶ Σωκράτην καὶ Πλάτωνα, οἳ τὸ ἠθικὸν μάλιστα προετίμησαν. Ὁ μὲν οὖν Σωκράτης γίνεται Ἀρχελάου τοῦ φυσικοῦ ἀκροατής· ὃς τὸ «γνῶθι σαυτὸν» προτιμήσας καὶ μεγάλην σχολὴν συστήσας ἔσχε πάντων τῶν μαθητῶν ἱκανώτατον τὸν Πλάτωνα, αὐτὸς μὲν μηδὲ〈ν〉 σύγγραμμα καταλιπών· ὁ δὲ Πλάτων τὴν πᾶσαν αὐτοῦ σοφίαν ἀπομαξάμενος συνέστησε τὸ διδασκαλεῖον μίξας ὁμοῦ φυσικὴν ἠθικὴν διαλεκτικήν. ἃ δὲ ὁ Πλάτων ὁρίζει, ἐστὶ ταῦτα. [Πλάτων] Ἀρχὰς εἶναι τοῦ παντὸς θεὸν καὶ ὕλην καὶ παράδειγμα· θεὸν μὲν τὸν ποιητὴν καὶ διακοσμήσαντα τόδε τὸ πᾶν καὶ προνοούμενον αὐτοῦ· ὕλην δὲ τὴν πᾶσιν ὑποκειμένην, ἣν καὶ δεξαμενὴν καὶ τιθήνην καλεῖ. ἐξ ἧς διακοσμηθείσης γενέσθαι τὰ τέσσαρα στοιχεῖα, ἐξ ὧν συνέστηκεν ὁ κόσμος, πυρὸς ἀέρος γῆς ὕδατος, ἐξ ὧν καὶ τὰ ἄλλα πάντα συγκρίματα καλούμενα, ζῷά τε καὶ φυτά, συνεστηκέναι. τὸ δὲ παράδειγμα τὴν διάνοιαν τοῦ θεοῦ εἶναι· ὃ καὶ ἰδέαν καλεῖ, οἷον εἰκόνισμά τι, 〈ᾧ〉 προσέχων ἐν τῇ ψυχῇ ὁ θεὸς τὰ πάντα ἐδημιούργει. 〈Καὶ〉 τὸν μὲν θεόν φησιν ἀσώματόν τε καὶ ἀνείδεον καὶ μόνοις σοφοῖς ἀνδράσι καταληπτὸν εἶναι· τὴν δὲ ὕλην δυνάμει μὲν σῶμα, ἐνεργείᾳ δὲ οὐδέπω· ἀσχημάτιστον γὰρ αὐτὴν οὖσαν καὶ ἄποιον, προσλαβοῦσαν σχήματα καὶ ποιότητας γενέσθαι σῶμα.

τὴν μὲν οὖν ὕλην 〈ᾗ〉 ἀρχὴν εἶναι καὶ σύγχρονον τῷ θεῷ, ταύτῃ καὶ ἀγένητον τὸν κόσμον· ἐκ γὰρ αὐτῆς συνεστάναι φησὶν αὐτόν, τῷ δὲ ἀγενήτῳ ἀκολουθεῖν πάντως καὶ τὸ ἄφθαρτον. ᾗ δὲ σῶμά τε καὶ ἐκ πολλῶν ποιοτήτων καὶ ἰδεῶν συγκείμενον ὑποτίθεται, ταύτῃ καὶ γενητὸν καὶ φθαρτόν.

Τινὲς δὲ τῶν Πλατωνικῶν ἀμφότερα ἔμιξαν, χρησάμενοι παραδείγματι τοιούτῳ· ὅτι ὥσπερ ἅμαξα δύναται ἀεὶ διαμένειν ἄφθαρτος κατὰ μέρος ἐπισκευαζομένη—κἂν 〈γὰρ〉 τὰ μέρη φθείρηται ἑκάστοτε, αὐτὴ δὲ ὁλόκληρος ἀεὶ μένει—, τοῦτον τὸν τρόπον καὶ ὁ κόσμος κατὰ μέρη μὲν εἰ καὶ φθείρεται, ἐπισκευαζομένων 〈δὲ〉 καὶ ἀντανισουμένων τῶν ἀφαιρουμένων ἀίδιος μένει.

Τὸν δὲ θεὸν οἱ μὲν ἕνα φασὶν αὐτὸν εἰπεῖν, ἀγένητον καὶ ἄφθαρτον, ὡς λέγει ἐν τοῖς Νόμοις· «ὁ μὲν δὴ θεός, ὥσπερ καὶ ὁ παλαιὸς λόγος, ἀρχήν τε καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων»—οὕτως 〈γὰρ〉 ἕνα αὐτὸν τὸν διὰ πάντων κεχωρηκότα ἀποφαίνεσθαι—· οἱ δὲ καὶ πολλοὺς ἀορίστους, ὅταν λέγῃ· «θεοὶ θεῶν, 〈ὧν〉 ἐγὼ δημιουργός τε καὶ πατήρ»· οἱ δὲ καὶ ὡρισμένους, ὅταν λέγῃ· «ὁ μὲν δὴ μέγας ἐν οὐρανῷ Ζεύς, πτηνὸν ἅρμα ἐλαύνων» καὶ ὅταν γενεαλογῇ τοὺς Οὐρανοῦ παῖδας καὶ Γῆς. οἱ δὲ συστήσασθαι μὲν αὐτὸν θεοὺς γενητούς, καὶ διὰ μὲν τὸ γεγενῆσθαι πάντως αὐτοὺς φθαρῆναι ἀνάγκην ἔχειν, διὰ δὲ τὴν βούλησιν τοῦ θεοῦ ἀθανάτους εἶναι, ἐν ᾧ προσθεὶς λέγει· «θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργός τε καὶ πατήρ, ἄλυτα ἐμοῦ γε θέλοντος», ὡς ἂν εἰ λυθῆναι αὐτὰ θέλει, ῥᾳδίως λυθησόμενα. δαιμόνων δὲ φύσεις ἀποδέχεται, καὶ τοὺς μὲν ἀγαθοὺς εἶναί φησιν αὐτῶν, τοὺς δὲ φαύλους.

Καὶ τὴν ψυχὴν οἱ μέν φασιν αὐτὸν ἀγένητον λέγειν καὶ ἄφθαρτον, ὅταν λέγῃ· «ψυχὴ πᾶσα ἀθάνατος· τὸ γὰρ ἀεικίνητον ἀθάνατον» καὶ ὅταν αὐτοκίνητον αὐτὴν ἀποδεικνύῃ καὶ ἀρχὴν κινήσεως· οἱ δὲ γενητὴν μέν, ἄφθαρτον δὲ διὰ τὴν τοῦ θεοῦ βούλησιν. οἱ δὲ σύνθετον καὶ γενητὴν καὶ φθαρτήν· καὶ γὰρ κρατῆρα αὐτῆς ὑποτίθεσθαι, καὶ σῶμα αὐτὴν ἔχειν αὐγοειδές, τὸ δὲ γενόμενον πᾶν ἀνάγκην ἔχειν φθαρῆναι. οἱ δὲ ἀθάνατον αὐτὴν εἶναι λέγοντες μάλιστα ἐκείνοι〈ς〉 ἰσχυρίζονται, 〈ἐν〉 ὅσοι〈ς〉 καὶ κρίσεις φησὶν εἶναι μετὰ τελευτὴν καὶ ἐν Ἅιδου δικαστήρια, καὶ τὰς μὲν ἀγαθὰς ἀγαθοῦ μισθοῦ τυγχάνειν, τὰς δὲ πονηρὰς ἀκολούθων δικῶν. τινὲς μὲν οὖν φασιν καὶ μετενσωμάτωσιν αὐτὸν ὁμολογεῖν καὶ μεταβαίνειν τὰς ψυχὰς ὡρισμένας οὔσας ἄλλας εἰς ἄλλα σώματα κατ᾽ ἀξίαν ἑκάστη〈ν〉, καὶ κατά τινας περιόδους ὡρισμένας ἀναπέμπεσθαι εἰς τοῦτον τὸν κόσμον πάλιν πεῖραν παρεξομένας τῆς ἑαυτῶν προαιρέσεως. οἱ δὲ οὔ, ἀλλὰ τόπον λαγχάνειν κατ᾽ ἀξίαν ἑκάστη〈ν〉, καὶ χρῶνται μαρτυρίῳ, ὅτι φησὶ μετὰ Διός τινας εἶναι, ἄλλους δὲ μετὰ ἄλλων θεῶν συμπεριπολοῦντας τῶν ἀγαθῶν ἀνδρῶν, τοὺς δὲ ἐν κολάσεσιν ὑπάρχειν αἰωνίαις, ὅσοι πονηρὰ καὶ ἄδικα παρὰ τοῦτον τὸν βίον εἰσὶν ἐξειργασμένοι.

Φασὶ δὲ αὐτὸν τὰ μὲν ἄμεσα λέγειν, τὰ δὲ ἔμμεσα, τὰ δὲ μέσα τῶν πραγμάτων· ἐγρήγορσιν μὲν καὶ ὕπνον ἄμεσα, καὶ ὅσα τοιαῦτα· ἔμμεσα δὲ οἷον ἀγαθὰ καὶ κακά· καὶ μέσα οἷον τοῦ λευκοῦ καὶ μέλανος τὸ φαιὸν ἤ τι ἄλλο χρῶμα. ἀγαθὰ δὲ μόνα κυρίως λέγειν φασὶν αὐτὸν τὰ περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα καὶ τὰ ἐκτὸς οὐκέτι κυρίως ἀγαθά, ἀλλὰ λεγόμενα ἀγαθά, πολλαχοῦ δὲ καὶ μέσα ὠνομακέναι αὐτά· εἶναι γὰρ αὐτοῖς καὶ καλῶς καὶ κακῶς χρῆσθαι.

Τὰς μὲν οὖν ἀρετὰς κατὰ τιμὴν ἀκρότητας εἶναί φησιν—τιμιώτερον [μὲν] γὰρ οὐδὲν ἀρετῆς—, κατὰ δὲ οὐσίαν μεσότητας· τὸ γὰρ ὑπερβάλλον αὐτῶν ἢ ἐνδέον εἰς κακίαν τελευτᾶν. οἷον τέσσαράς φησιν εἶναι ἀρετάς, φρόνησιν σωφροσύνην δικαιοσύνην ἀνδρείαν· τούτων 〈δὲ〉 ἑκάστῃ παρακολουθεῖν δύο κακίας καθ᾽ ὑπερβολὴν καὶ μείωσιν. οἷον τῇ μὲν φρονήσει ἀφροσύνη〈ν〉 κατὰ μείωσιν, πανουργίαν δὲ καθ᾽ ὑπερβολήν, τῇ δὲ σωφροσύνῃ σκαιότητα κατὰ μείωσιν, ἀκολασίαν καθ᾽ ὑπερβολήν, τῇ δὲ δικαιοσύνῃ μειονεξίαν κατὰ μείωσιν, πλεονεξίαν καθ᾽ ὑπερβολήν, τῇ δὲ ἀνδρείᾳ δειλίαν κατὰ μείωσιν, θρασύτητα καθ᾽ ὑπερβολήν.

Ταύτας δὲ ἐγγενομένας τὰς ἀρετὰς ἀνθρώπῳ ἀπεργάζεσθαι αὐτὸν τέλειον καὶ παρέχειν αὐτῷ εὐδαιμονίαν. τὴν δὲ εὐδαιμονίαν εἶναί φησιν ὁμοίωσιν θεῷ κατὰ τὸ δυνατόν· τὴν δὲ ὁμοίωσιν τῷ θεῷ, ὅταν τις ὅσιός τε καὶ δίκαιος γένηται μετὰ φρονήσεως· τέλος γὰρ τοῦτο τῆς ἄκρας σοφίας καὶ ἀρετῆς ὑποτίθεται. λέγει δὲ ἀντακολουθεῖν τὰς ἀρετὰς ἀλλήλαις καὶ μονοειδεῖς εἶναι καὶ μηδέποτε ἐναντιοῦσθαι ἀλλήλαις· τὰς δὲ κακίας πολυτρόπους τε εἶναι καὶ ποτὲ μὲν ἀντακολουθεῖν, ποτὲ δὲ ἐναντιοῦσθαι ἀλλήλαις. εἱμαρμένην 〈δέ〉 φησιν εἶναι, οὐ μὴν πάντα καθ᾽ εἱμαρμένην γίνεσθαι, ἀλλ᾽ εἶναί τι καὶ ἐφ᾽ ἡμῖν, ἐν οἷς φησιν· «αἰτία ἑλομένου, θεὸς ἀναίτιος» καὶ «θεσμός τε Ἀδραστείας ὅδε»· οὕτω τὸ καθ᾽ εἱμαρμένην οἶδε καὶ τὸ ἐφ᾽ ἡμῖν.

Ἀκούσια δέ φησιν εἶναι τὰ ἁμαρτήματα· εἰς γὰρ τὸ κάλλιστον τῶν ἐν ἡμῖν, ὅπερ ἐστὶν ἡ ψυχή, οὐκ ἄν τινα τὸ κακὸν παραδέξασθαι, τουτέστι τὴν ἀδικίαν· κατὰ ἄγνοιαν δέ 〈τινας〉 καὶ σφάλμα τοῦ ἀγαθοῦ, οἰομένους καλόν τι ποιεῖν, ἐπὶ τὸ κακὸν ἔρχεσθαι. καὶ λέξις τούτου ἐμφανεστάτη ἐστὶν ἐν τῇ Πολιτείᾳ, ἐν ᾗ φησιν· «πάλιν δ᾽ αὖ τολμᾶτε λέγειν ὡς αἰσχρὸν καὶ θεομισὲς ἡ ἀδικία· πῶς οὖν δή τις τό 〈γε〉 τοιοῦτον κακὸν 〈ἐκὼν〉 αἱροῖτ᾽ ἄν; ἥττων ὃς ἂν ᾖ, φατέ, τῶν ἡδονῶν. οὐκοῦν καὶ τοῦτο ἀκούσιον, εἴπερ τὸ νικᾶν ἑκούσιον; ὥστε ἐκ παντὸς τρόπου τό γε ἀδικεῖν ἀκούσιον 〈ὁ〉 λόγος αἱρεῖ». ἀντιτίθεται δέ τις αὐτῷ πρὸς τοῦτο· διὰ τί οὖν κολάζονται 〈ἄνθρωποι〉, εἰ ἀκουσίως ἁμαρτάνουσιν; ὁ δὲ λέγει· ἵνα τε αὐτὸς ὅτι τάχιστα ἀπαλλαγῇ κακίας καὶ κόλασιν ὑπόσχῃ—τὸ γὰρ κόλασιν ὑποσχεῖν οὐ κακὸν εἶναι ἀλλ᾽ ἀγαθόν, εἴπερ μέλλει κάθαρσις τῶν κακῶν γίνεσθαι—καὶ ἵνα μηδὲ〈ν〉 ἁμαρτάνωσιν οἱ λοιποὶ ἀκούοντες ἄνθρωποι, ἀλλὰ φυλάσσωνται τὴν τοιαύτην πλάνην. κακοῦ δὲ φύσιν οὔτε ὑπὸ θεοῦ γενέσθαι οὔτε καθ᾽ αὑτὴν ὑπόστασιν ἔχειν, ἀλλὰ κατ᾽ ἐναντίωσιν καὶ παρακολούθησιν τοῦ ἀγαθοῦ γενέσθαι ἢ καθ᾽ ὑπερβολὴν ἢ κατὰ μείωσιν, ὡς περὶ τῶν ἀρετῶν προείπομεν. ὁ μὲν οὖν Πλάτων, καθὼς προείπομεν, συναγαγὼν τὰ τρία μέρη τῆς κατὰ πάντα φιλοσοφίας οὕτως ἐφιλοσόφησεν.

Ἀριστοτέλης τούτου γενόμενος ἀκροατὴς εἰς τέχνην τὴν φιλοσοφίαν ἤγαγεν καὶ λογικώτερος ἐγένετο, τὰ μὲν στοιχεῖα τῶν πάντων ὑποθέμενος οὐσίαν καὶ συμβεβηκός· τὴν μὲν οὐσίαν μίαν τὴν πᾶσιν ὑποκειμένην, τὰ δὲ συμβεβηκότα ἐννέα· ποσὸν ποιὸν πρός τι ποῦ πότε ἔχειν κεῖσθαι ποιεῖν πάσχειν. τὴν μὲν οὖν οὐσίαν τοιαύτην εἶναι οἷον θεόν, ἄνθρωπον καὶ ἕκαστον τῶν τῷ ὁμοίῳ λόγῳ ὑποπεσεῖν δυναμένων· περὶ δὲ τὰ συμβεβηκότα θεωρεῖται τὸ μὲν ποιὸν οἷον λευκόν, μέλαν, τὸ δὲ ποσὸν οἷον δίπηχυ, τρίπηχυ, τὸ δὲ πρός τι οἷον πατήρ, υἱός, τὸ δὲ ποῦ οἷον Ἀθήνησι, Μεγαροῖ, τὸ δὲ πότε οἷον ἐπὶ τῆς δεκάτης ὀλυμπιάδος, τὸ δὲ ἔχειν οἷον κεκτῆσθαι, τὸ δὲ κεῖσθαι οἷον κατακεῖσθαι, τὸ δὲ ποιεῖν οἷον γράφειν καὶ ὅλως ἐνεργεῖν τι, τὸ δὲ πάσχειν οἷον τύπτεσθαι.

Ὑποτίθεται καὶ αὐτὸς τὰ μὲν μεσότητα ἔχειν, τὰ δὲ ἄμεσα εἶναι, ὡς εἴπομεν καὶ περὶ τοῦ Πλάτωνος. καὶ σχεδὸν τὰ πλεῖστα τῷ Πλάτωνι σύμφωνός ἐστιν πλὴν τοῦ περὶ ψυχῆς δόγματος· ὁ μὲν γὰρ Πλάτων ἀθάνατον, ὁ δὲ Ἀριστοτέλης ἐπιδιαμένειν 〈*〉 καὶ μετὰ ταῦτα καὶ ταύτην ἐναφανίζεσθαι τῷ πέμπτῳ σώματι, ὃ ὑποτίθεται εἶναι [μετὰ] τῶν ἄλλων τεσσάρων—τοῦ τε πυρὸς καὶ τῆς γῆς καὶ τοῦ ὕδατος καὶ τοῦ ἀέρος— λεπτότερον, οἷον πνεῦμα.

Ὁ μὲν οὖν Πλάτων μόνα ἀγαθὰ ὄντως τὰ περὶ ψυχὴν εἶναί φησιν καὶ ἀρκεῖν πρὸς τὴν εὐδαιμονίαν· ὁ δὲ Ἀριστοτέλης τριγένειαν τῶν ἀγαθῶν εἰσάγει καὶ λέγει μὴ εἶναι τέλειον τὸν σοφόν, ἐὰν μὴ παρῇ αὐτῷ καὶ τὰ τοῦ σώματος ἀγαθὰ καὶ τὰ ἐκτός. ἅ ἐστι κάλλος ἰσχὺς εὐαισθησία ἀρτιότης· τὰ δὲ ἐκτός, πλοῦτος εὐγένεια δόξα δύναμις εἰρήνη φιλία. τὰ δὲ ἐντὸς περὶ ψυχήν, καθὼς καὶ Πλάτωνι ἔδοξεν, φρόνησιν σωφροσύνην δικαιοσύνην ἀνδρείαν. τὰ δὲ κακά φησι καὶ οὗτος κατ᾽ ἐναντίωσιν τῶν ἀγαθῶν γενέσθαι, καὶ εἶναι ὑπὸ τὸν περὶ σελήνην τόπον, ὑπὲρ δὲ σελήνην μηκέτι. τὴν δὲ ψυχὴν τὴν μὲν ὅλου τοῦ κόσμου ἀθάνατον εἶναι, καὶ αὐτὸν τὸν κόσμον ἀίδιον, τὴν δὲ καθ᾽ ἕκαστον, ὡς προείπομεν, ἀφανίζεσθαι.

Οὗτος μὲν οὖν ἐν τῷ Λυκείῳ ποιούμενος τὰς διατριβὰς ἐφιλοσόφει, ὁ δὲ Ζήνων ἐν τῇ Ποικίλῃ στοᾷ. ἐκτήσαντο δὲ οἱ μὲν ἀπὸ τοῦ Ζήνωνος ἀπὸ τοῦ τόπου τὸ ὄνομα, τουτέστιν ἀπὸ τῆς στοᾶς, Στωϊκοὶ κληθέντες, οἱ δὲ ἀπὸ τοῦ Ἀριστοτέλους ἀπὸ τοῦ ἔργου· ἐπειδὴ γὰρ περιπατοῦντες ἐν τῷ Λυκείῳ ἐζήτουν, διὰ τοῦτο Περιπατητικοὶ ἐκλήθησαν. ταῦτα μὲν οὖν καὶ ὁ Ἀριστοτέλης.

Στωϊκοὶ καὶ αὐτοὶ μὲν ἐπὶ τὸ συλλογιστικώτερον τὴν φιλοσοφίαν ηὔξησαν καὶ σχεδὸν ὅροις περιέλαβον, ὁμόδοξοι γενόμενοι ὅ τε Χρύσιππος καὶ 〈ὁ〉 Ζήνων. οἳ ὑπέθεντο καὶ αὐτοὶ ἀρχὴν μὲν τῶν πάντων θεόν, σῶμα ὄντα τὸ καθαρώτατον, διὰ πάντων δὲ διήκειν τὴν πρόνοιαν αὐτοῦ. καὶ αὐτοὶ δὲ τὸ καθ᾽ εἱμαρμένην εἶναι πάντα διεβεβαιώσαντο, παραδείγματι χρησάμενοι τοιούτῳ· ὅτι ὥσπερ ὀχήματος ἐὰν ᾖ ἐξηρτημένος κύων, ἐὰν μὲν βούληται ἕπεσθαι, καὶ ἕλκεται καὶ ἕπεται, ποιῶν καὶ τὸ αὐτεξούσιον μετὰ τῆς ἀνάγκης [οἷον τῆς εἱμαρμένης]· ἐὰν δὲ μὴ βούληται ἕπεσθαι, πάντως ἀναγκασθήσεται. τὸ αὐτὸ δήπου καὶ ἐπὶ τῶν ἀνθρώπων· καὶ μὴ βουλόμενοι γὰρ ἀκολουθεῖν ἀναγκασθήσονται πάντως εἰς τὸ πεπρωμένον εἰσελθεῖν.

Τὴν δὲ ψυχὴν λέγουσι μὲν ἀθάνατον, εἶναι δὲ σῶμα καὶ γενέσθαι ἐκ τῆς περιψύξεως τοῦ ἀέρος τοῦ περιέχοντος· διὸ καὶ καλεῖσθαι ψυχήν. ὁμολογοῦσι δὲ καὶ μετενσωμάτωσιν γίνεσθαι, ὡρισμένων οὐσῶν τῶν ψυχῶν. προσδέχονται δὲ ἐκπύρωσιν ἔσεσθαι καὶ κάθαρσιν τοῦ κόσμου τούτου, οἱ μὲν παντός, οἱ δὲ μέρους· καὶ κατὰ μέρος γὰρ αὐτὸν καθαίρεσθαι λέγουσιν. καὶ σχεδὸν τὴν φθορὰν καὶ τὴν ἑτέρου ἐξ αὐτῆς γένεσιν κάθαρσιν ὀνομάζουσιν. σώματα δὲ πάντα ὑπέθεντο καὶ σῶμα διὰ σώματος μὲν χωρεῖν, ἀλλὰ ἀνάκρασιν εἶναι καὶ πεπληρῶσθαι πάντα καὶ μηδὲν εἶναι κενόν. ταῦτα καὶ οἱ Στωϊκοί.

Ἐπίκουρος δὲ σχεδὸν ἐναντίαν πᾶσι δόξαν ἔθετο. ἀρχὰς μὲν τῶν ὅλων ὑπέθετο ἀτόμους καὶ κενόν—κενὸν μὲν οἷον τόπον τῶν ἐσομένων, ἀτόμους δὲ τὴν ὕλην, ἐξ ἧς τὰ πάντα—, ἐκ δὲ τῶν ἀτόμων συνελθουσῶν γενέσθαι καὶ τὸν θεόν, καὶ τὰ στοιχεῖα [πάντα], καὶ 〈τοὺς κόσμους, καὶ〉 τὰ ἐν αὐτοῖς πάντα, καὶ ζῷα καὶ 〈τ〉ἆλλα, ὡς μηδὲν 〈μήτε〉 γίνεσθαι μήτε συνεστάναι, εἰ μὴ ἐκ τῶν ἀτόμων εἴη. τὰς δὲ ἀτόμους τὸ λεπτομερέστατον καὶ καθ᾽ οὗ οὐκ ἂν γένοιτο κέντρον οὐδὲ σημεῖον οὐδέν, οὐδὲ διαίρεσις οὐδεμία, ἔφη εἶναι· διὸ καὶ ἀτόμους αὐτὰς ὠνόμασεν.

Τὸν δὲ θεὸν ὁμολογῶν εἶναι ἀίδιον καὶ ἄφθαρτόν φησι μηδενὸς προνοεῖν, καὶ ὅλως πρόνοιαν μὴ εἶναι μηδὲ εἱμαρμένην, ἀλλὰ πάντα κατὰ αὐτοματισμὸν γίνεσθαι. καθῆσθαι γὰρ τὸν θεὸν ἐν τοῖς μετακοσμίοις οὕτω καλουμένοις ὑπ᾽ αὐτοῦ—ἔξω γάρ τι τοῦ κόσμου οἰκητήριον τοῦ θεοῦ ἔθετο εἶναι, λεγόμενον τὰ μετακόσμια—, ἥδεσθαί τε καὶ ἡσυχάζειν ἐν τῇ ἀκροτάτῃ εὐφροσύνῃ, καὶ οὔτε αὐτὸν πράγματα ἔχειν οὔτε ἄλλῳ παρέχειν. ᾧ ἀκόλουθον καὶ τὸν περὶ τῶν σοφῶν ἀνδρῶν πεποίηται λόγον, λέγων τὸ τέλος τῆς σοφίας εἶναι ἡδονήν. ἄλλοι δὲ ἄλλως τὸ ὄνομα τῆς ἡδονῆς ἐξέλαβον· οἱ μὲν γὰρ 〈τὴν〉 κατὰ 〈τὰς〉 θνητὰς ἐπιθυμίας, οἱ δὲ τὴν ἐπὶ τῇ ἀρετῇ ἡδονήν.

Τὰς δὲ ψυχὰς τῶν ἀνθρώπων λύεσθαι ἅμα τοῖς σώμασιν, ὥσπερ καὶ συγγεννᾶσθαι αὐτοῖς τίθεται· αἷμα γὰρ αὐτὰς εἶναι, οὗ ἐξελθόντος ἢ τραπέντος ἀπόλλυσθαι ὅλον τὸν ἄνθρωπον. ᾧ ἀκολουθεῖ μήτε κρίσεις εἶναι ἐν Ἅιδου μήτε δικαστήρια, ὡς ὅ τι ἂν δράσῃ τις ἐν τῷ βίῳ τούτῳ καὶ διαλάθῃ, ἀνεύθυνον εἶναι παντελῶς. οὕτως οὖν καὶ ὁ Ἐπίκουρος.

Ἄλλη δὲ αἵρεσις φιλοσόφων ἐκλήθη Ἀκαδημαϊκὴ διὰ τὸ ἐν τῇ Ἀκαδημίᾳ τὰς διατριβὰς αὐτοὺς ποιεῖσθαι. ὧν ἄρξας ὁ Πύρρων, ἀφ᾽ οὗ Πυρρώνειοι ἐκλήθησαν φιλόσοφοι, τὴν ἀκαταληψίαν ἁπάντων πρῶτος εἰσήγαγεν, ὡς ἐπιχειρεῖν μὲν εἰς ἑκάτερα, μὴ μέντοι ἀποφαίνεσθαι μηδέν. οὐδὲν γὰρ εἶναι οὔτε τῶν νοητῶν οὔτε τῶν αἰσθητῶν ἀληθές, ἀλλὰ δοκεῖν τοῖς ἀνθρώποις οὕτως ἔχειν· ῥευστὴν γὰρ εἶναι τὴν οὐσίαν πᾶσαν καὶ μεταβλητὴν καὶ μηδέποτε ἐν τῷ αὐτῷ μένειν.

Οἱ μὲν οὖν τῶν Ἀκαδημαϊκῶν λέγουσι μὴ δεῖν τὴν ἀρχὴν περὶ μηδενὸς ἀποφαίνεσθαι, ἀλλ᾽ ἁπλῶς ἐπιχειρήσαντας ἐᾶν· οἱ δὲ τὸ 〈οὐ〉 μᾶλλον προσέθεσαν, λέγοντες οὐ μᾶλλον τὸ πῦρ 〈πῦρ〉 εἶναι ἢ ἄλλο τι· οὐ μέντοι ἀπεφήναντο αὐτὸ 〈τὸ〉 τί ἐστιν, ἀλλὰ τὸ τοιόνδε.

Ἔστι δὲ καὶ παρὰ Ἰνδοῖς αἵρεσις φιλοσοφουμένων ἐν τοῖς Βραχμάναις. οἳ βίον μὲν αὐτάρκη προβάλλονται, ἐμψύχων δὲ καὶ τῶν διὰ πυρὸς βρωμάτων πάντων ἀπέχονται, ἀκροδρύοις ἀρκούμενοι—μηδὲ αὐτὰ ταῦτα τρυγῶντες, ἀλλὰ τὰ πίπτοντα εἰς τὴν γῆν βαστάζοντες ζῶσιν—, ὕδωρ 〈τε〉 ποταμοῦ Ταγαβενὰ πίνοντες. διαβιοῦσι δὲ γυμνοί, τὸ σῶμα ἔνδυμα τῇ ψυχῇ ὑπὸ τοῦ θεοῦ γεγονέναι λέγοντες.

Οὗτοι τὸν θεὸν φῶς εἶναι λέγουσιν, οὐχ ὁποῖόν τις ὁρᾷ οὐδ᾽ οἷον ἥλιος ἢ πῦρ, ἀλλ᾽ ἔστιν αὐτοῖς ὁ θεὸς λόγος, οὐχ ὁ ἔναρθρος, ἀλλ᾽ ὁ τῆς γνώσεως, δι᾽ οὗ τὰ κρυπτὰ τῆς φύσεως μυστήρια ὁρᾶται σοφοῖς. τοῦτο δὲ τὸ φῶς, ὅ φασι λόγον καὶ θεόν, αὑτοὺς μόνους εἰδέναι Βραχμᾶνες λέγουσιν διὰ τὸ ἀπορρῖψαι μόνους τὴν κενοδοξίαν, ὅ〈ς〉 ἐστι χιτὼν τῆς ψυχῆς ἔσχατος. οὗτοι θανάτου καταφρονοῦσιν, ἀεὶ δὲ ἰδίᾳ φωνῇ 〈φῶς τὸν〉 θεὸν ὀνομάζουσιν, καθὼς προείπομεν, ὕμνους τε ἀναπέμπουσιν. οὔτε δὲ γυναῖκες παρ᾽ αὐτοῖς οὔτε τεκνοῦσιν.

Οἱ δὲ τοῦ ὁμοίου αὐτοῖς βίου ὀρεχθέντες, ἐκ τῆς ἀντιπέραν χώρας τοῦ ποταμοῦ διαπεράσαντες ἐκεῖσε ἐναπομένουσιν, ἀναστρέφοντες μηκέτι. καὶ αὐτοὶ δὲ Βραχμᾶνες καλοῦνται, βίον δὲ οὐχ ὁμοίως διάγουσιν· εἰσὶ γὰρ καὶ γυναῖκες ἐν τῇ χώρᾳ, ἐξ ὧνπερ οἱ ἐκεῖ κατοικοῦντες γεννῶνται καὶ γεννῶσιν.

Τοῦτον δὲ τὸν λόγον, ὃν θεὸν ὀνομάζουσιν, 〈*〉 σωματικὸν εἶναι περικείμενόν τε σῶμα ἔξωθεν ἑαυτοῦ—καθάπερ εἴ τις τὸ ἐκ προβάτων ἔνδυμα—φορεῖ〈ν〉· ἀπεκδυσάμενον δὲ τὸ σῶμα, ὃ περίκειται, ὀφθαλμοφανῶς φαίνεσθαι.

Πόλεμον δὲ εἶναι ἐν τῷ περικειμένῳ αὐτῶν σώματι οἱ Βραχμᾶνες λέγουσι καὶ πλῆρες εἶναι πολεμ〈ί〉ων αὐτοῖς τὸ σῶμα νενομίκασιν, πρὸς ὃ ὡς πρὸς πολεμίους παρατεταγμένοι μάχονται, καθὼς προδεδηλώκαμεν. πάντας δὲ ἀνθρώπους λέγουσιν αἰχμαλώτους εἶναι τῶν ἰδίων συγγενῶν πολεμίων, γαστρὸς καὶ αἰδοίων, λαιμοῦ, ὀργῆς, χαρᾶς, λύπης, ἐπιθυμίας καὶ τῶν ὁμοίων· μόνος δὲ πρὸς τὸν θεὸν χωρεῖ ὁ κατὰ τούτων ἐγείρας τρόπαιον. διὸ Δάνδαμιν μέν, πρὸς ὃν Ἀλέξανδρος ὁ Μακεδὼν εἰσῆλθεν, ὡς νενικηκότα τὸν πόλεμον τὸν ἐν τῷ σώματι Βραχμᾶνες θεολογοῦσιν, Καλάνου δὲ καταφέρονται ὡς ἀσεβῶς ἀποστατήσαντος τῆς κατ᾽ αὐτοὺς φιλοσοφίας. ἀποθέμενοι δὲ Βραχμᾶνες τὸ σῶμα, ὥσπερ ἐξ ὕδατος ἰχθύες ἀνακύψαντες εἰς ἀέρα καθαρὸν ὁρῶσι τὸν ἥλιον.

Δρυΐδαι 〈δὲ〉 οἱ ἐν Κελτοῖς τῇ Πυθαγορείῳ φιλοσοφίᾳ κατ᾽ ἄκρον ἐγκύψαντες, αἰτίου αὐτοῖς γενομένου ταύτης τῆς ἀσκήσεως Ζαμόλξιδος δούλου Πυθαγόρου, γένει Θρᾳκίου· ὃς μετὰ τὴν Πυθαγόρου τελευτὴν ἐκεῖ χωρήσας αἴτιος τούτοις ταύτης τῆς φιλοσοφίας ἐγένετο. τούτους Κελτοὶ ὡς προφήτας καὶ προγνωστικοὺς δοξάζουσιν διὰ τὸ ἐκ ψήφων καὶ ἀριθμῶν Πυθαγορικῇ τέχνῃ προαγορεύειν αὐτοῖς τινα, ἧς καὶ αὐτῆς τέχνης τὰς ἐφόδους οὐ σιωπήσομεν, ἐπεὶ καὶ ἐκ τούτων τινὲς αἱρέσεις παρεισάγειν ἐτόλμησαν. χρῶνται δὲ Δρυΐδαι καὶ μαγείαις.

Ἡσίοδος δὲ ὁ ποιητὴς καὶ αὐτὸς περὶ φύσεως οὕτω λέγει ἀκηκοέναι παρὰ Μουσῶν. Διὸς δὲ εἶναι τὰς Μούσας θυγατέρας· ἐννέα γὰρ νύκτας ὁμοῦ καὶ ἡμέρας δι᾽ ὑπερβολὴν ἐπιθυμίας ἀδιαλείπτως συνευνηθέντος τῇ Μνημοσύνῃ τοῦ Διός, ἐννέα ταύτας τὴν Μνημοσύνην συλλαβεῖν ἐν μιᾷ γαστρί, ἐφ᾽ ἑκάστης νυκτὸς ὑποδεξαμένην μίαν. καλέσας οὖν τὰς ἐννέα Μούσας ἀπὸ τῆς Πιερίας, τουτέστιν ἀπὸ τοῦ Ὀλύμπου, διδαχθῆναι παρεκάλει ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος οἶδμά τε πόντου ἄστρα τε λ〈αμ〉πετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν· ὥς τ᾽ ἄφενον δάσ〈σ〉αντο καὶ ὡς τιμὰς διέλοντο, ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον. ταῦτά μοι Μοῦσαι, φησίν, ἔσπετ᾽ ἐξ ἀρχῆς, καὶ ἔπειθ᾽ ὅ τι περ πρῶτον γένετ᾽ αὐτῶν.

Ἤτοι μὲν [γὰρ] πρώτιστα Χάος γένετ᾽· αὐτὰρ ἔπειτα Γαῖ᾽ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ ἀθανάτων, οἳ ἔχουσι κάρην νιφόεντος Ὀλύμπου, Τάρταρά τ᾽ ἠνεμόεντα μυχῷ χθονὸς εὐρ〈υ〉οδείης, ἠδ᾽ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσιν, λυσιμελής, πάντων τε θεῶν πάντων τ᾽ ἀνθρώπων δάμναται ἐν στήθεσφι νόον καὶ ἐπίφρονα βουλήν.

Ἐκ Χάεος δ᾽ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένο〈ν〉το· Νυκτὸς δ᾽ αὖτ᾽ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο. Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ Οὐρανὸν ἀστερόενθ᾽, ἵνα μιν περὶ πάντα καλύπτοι, ὄφρ᾽ ε〈ἴ〉η μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί, γείνατο δ᾽ Οὔρεα μακρά, θεᾶ〈ν〉 χαρίεντας ἐναύλους Νυμφέων, αἳ ναίουσι κατ᾽ οὔρεα βησ〈σ〉ήεντα, ἠδὲ καὶ ἀτρύγετον πέλαγος τέκεν οἴδματι θυ〈ῖ〉ον, Πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειτα Οὐρανῷ εὐνηθεῖσα τέκ᾽ Ὠκεανὸν βαθυδίνην Κοῖόν τε Κρεῖόν θ᾽ Ὑπερίονά τ᾽ Ἰαπετόν τε Θεία〈ν〉 τε Ῥείαν τε Θέμιν τε Μνημοσύνην τε Φοίβην 〈τε〉 χρυσοστέφανον Τηθύν τ᾽ ἐρατεινήν. τοὺς δὲ μέτ᾽ ἀκρότατος γένετο Κρόνος ἀγκυλομήτης, δεινότατος παίδων, θαλερὸν δ᾽ ἤχθηρε τοκῆα.

Γείνατο δ᾽ αὖ Κύκλωπας ὑπέρβιον ἦτορ ἔχοντας, καὶ τοὺς ἄλλους πάντας ἀπὸ τοῦ Κρόνου καταριθμεῖ Γίγαντας· ὕστερον δέ που ἐκ τῆς Ῥέας γεγονέναι τὸν Δία. Οὗτοι μὲν οὖν πάντες περὶ τῆς τοῦ παντὸς φύσεώς τε καὶ γενέσεως ταῦτα, καθὼς ἐξεθέμεθα, τῇ αὐτῶν δόξῃ ἐξεῖπον. οἳ δὲ πάντες κάτω τοῦ θείου χωρήσαντες περὶ τὴν τῶν γενομένων οὐσίαν ἠσχολήθησαν, τὰ μεγέθη τῆς κτίσεως καταπλαγέντες καὶ αὐτὰ τὸ θεῖον εἶναι νομίσαντες, ἕτερος ἕτερον μέρος τῆς κτίσεως προκρίναντες, τὸν δὲ θεὸν τούτων 〈κτίστην〉 καὶ δημιουργὸν μὴ ἐπιγνόντες.

Τὰς μὲν οὖν τῶν καθ᾽ Ἕλληνας φιλοσοφεῖν ἐπικεχειρηκότων δόξας ἱκανῶς ἐκτεθεῖσθαι νομίζω, παρ᾽ ὧν τὰς ἀφορμὰς λαβόντες οἱ αἱρετικοὶ τὰ μετ᾽ οὐ πολὺ ῥηθησόμενα ἐπεχείρησαν. δοκεῖ δὲ πρότερον ἐκθεμένους τὰ μυστικὰ καὶ ὅσα περιέργως περὶ ἄστρα τινὲς ἢ μεγέθη ἐφαντάσθησαν εἰπεῖν—καὶ γὰρ ἐξ αὐτῶν λαβόντες ἀφορμὰς τερατολογεῖν νομίζονται πολλοῖς—, ἔπειτα 〈δὲ〉 ἀκολούθως τὰ [ὑπ᾽] αὐτῶν ἀδρανῆ δόγματα φανερώσομεν.