Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Ἱππόλυτος Ῥώμης

Βιβλίο Ε΄: Οφιτικές αιρέσεις (Ναασσηνοί, Περάτες, Σηθιανοί και Ιουστίνος)

Έκθεση και αναίρεση των διδασκαλιών των Ναασσηνών, των Περατών, των Σηθιανών και του ψευδογνωστικού Ιουστίνου, καθώς και των αλληγοριών τους περί του αρχέγονου ανθρώπου και της δημιουργίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 3 από 9

ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ Ε Τάδε ἔνεστιν ἐν τῇ πέμπτῃ τοῦ κατὰ πασῶν αἱρέσεων ἐλέγχου· Τίνα οἱ Να〈α〉σσηνοὶ λέγουσιν, οἱ ἑαυτοὺς γνωστικοὺς ἀποκαλοῦντες, καὶ ὅτι ἐκεῖνα δογματίζουσιν ἃ πρότερον οἱ Ἑλλήνων φιλόσοφοι ἐδογμάτισαν καὶ οἱ τὰ μυστικὰ παραδόντες, ἀφ᾽ ὧν τὰς ἀφορμὰς λαβόντες αἱρέσεις συνεστήσαντο.

Καὶ τίνα τὰ τοῖς Περάταις δοκοῦντα, καὶ ὅτι μὴ ἀπὸ τῶν ἁγίων γραφῶν τὸ δόγμα αὐτοῖς συνίσταται, ἀλλ᾽ ἀπὸ ἀστρολογικῆς. Τίς ὁ κατὰ τοὺς Σηθιανοὺς λόγος, καὶ ὅτι ἀπὸ τῶν καθ᾽ Ἕλληνας σοφῶν κλεψιλογήσαντες Μουσαίου καὶ Λίνου καὶ Ὀρφέως τὸ δόγμα ἑαυτῶν συνεκάττυσαν.

Τίνα τὰ Ἰουστίνῳ δοκοῦντα, καὶ ὅτι μὴ ἀπὸ τῶν ἁγίων γραφῶν τὸ δόγμα αὐτῷ συνίσταται, ἀλλ᾽ ἐκ τῶν Ἡροδότου τοῦ ἱστοριογράφου τερατολογιῶν. Πάνυ νομίζω πεπονημένως 〈ἡμᾶς〉 τὰ δόξαντα πᾶσι τοῖς καθ᾽ Ἕλληνάς τε καὶ βαρβάρους 〈φιλοσόφοις〉 περί τε τοῦ θείου καὶ τῆς τοῦ κόσμου δημιουργίας ἐκτεθεῖσθαι ἐν ταῖς πρὸ ταύτης τέσσαρσι βίβλοις· ὧν οὐδὲ τὰ περίεργα 〈*〉 ἀποκαλύψας, οὐ τὸν τυχόντα πόνον ἀναδέδεγμαι τοῖς ἐντυγχάνουσι, προτρεπόμενος πολλοὺς πρὸς φιλομάθ(ειαν) καὶ ἀσφάλειαν τῆς περὶ τὴν ἀλήθειαν γνώσεως. περιλείπεται τοίνυν ἐπὶ τὸν τῶν αἱρέσεων ἔλεγχον ὁρμᾶν· (τ)ού(του) 〈γὰρ〉 χάριν καὶ τὰ προειρημένα ἡμῖν ἐκτεθείμεθα· ἀφ᾽ ὧν τὰς ἀφορμὰς μετασχόντες οἱ αἱρεσιάρχαι, δίκην παλαιορράφων (συγκ)αττύσαντες πρὸς τὸν ἴδιον νοῦν, τὰ τῶν παλαιῶν σφάλματα ὡς καινὰ παρέθεσαν τοῖς πλανᾶσθαι δυναμένοις, ὡς ἐν τοῖς ἀκολούθοις δείξομεν.

Τὸ λοιπὸν προκαλεῖται ἡμᾶς ὁ χρόνος ἐπὶ τὴν τῶν προκειμένων πραγματείαν χωρεῖν, ἄρξασθαι δὲ ἀπὸ τῶν τετολμηκότων τὸν αἴτιον τῆς πλάνης γενόμενον ὄφιν ὑμνεῖν διά τινων ἐφηυρημένων κατὰ 〈τὴν〉 αὐτοῦ ἐνέργειαν λόγων. οἱ οὖν ἱερεῖς καὶ προστάται τοῦ δόγματος γεγένηνται πρῶτοι 〈οἱ〉 ἐπικληθέντες Ναασσηνοί, τῇ Ἑβραΐδι φωνῇ οὕτως ὠνομασμένοι—νάας γὰρ ὁ ὄφις καλεῖται· —μετὰ δὲ ταῦτα ἐπεκάλεσαν ἑαυτοὺς γνωστικούς, φάσκοντες μόνοι τὰ βάθη γινώσκειν. ἐξ ὧν ἀπομερισθέντες πολλοὶ πολυσχιδῆ τὴν αἵρεσιν ἐποίησαν 〈οὖσαν〉 μίαν, διαφόροις ὀνόμασι τὰ αὐτὰ διηγούμενοι, ὡς διελέγξει προβαίνων ὁ λόγος.

Οὗτοι 〈πρὸ〉 τῶν ἄλλων ἁπάντων παρὰ τὸν αὑτῶν λόγον τιμῶσιν ἄνθρωπον καὶ υἱὸν ἀνθρώπου· ἔστι δὲ 〈ὁ〉 ἄνθρωπος οὗτος ἀρσενόθηλυς, καλεῖται δὲ Ἀδάμας παρ᾽ αὐτοῖς. ὕμνοι δὲ εἰς αὐτὸν γεγόνασι πολλοὶ καὶ ποικίλοι· οἱ δὲ ὕμνοι, ὡς δι᾽ ὀλίγων εἰπεῖν, λέγονται παρ᾽ αὐτοῖς τοιοῦτόν τινα τρόπον· «ἀπὸ σοῦ πατὴρ καὶ διὰ σὲ μήτηρ, τὰ δύο ἀθάνατα ὀνόματα, αἰώνων γονεῖς, πολῖτα οὐρανοῦ, μεγαλώνυμε ἄνθρωπε». διαιροῦσι δὲ αὐτὸν ὡς Γηρυόνην τριχῇ· ἔστι γὰρ τούτου, φασί, τὸ μὲν νοερόν, τὸ δὲ ψυχικόν, τὸ δὲ χοϊκόν, καὶ νομίζουσιν εἶναι τὴν γνῶσιν αὐτοῦ ἀρχὴν τοῦ δύνασθαι γνῶναι τὸν θεόν, λέγοντες οὕτως· «ἀρχὴ τελειώσεως γνῶσις ἀ(νθρώπου, θεοῦ) δὲ γνῶσις ἀπηρτισμένη τελείωσις». ταῦτα δὲ πάντα, φησί, τὰ νοερὰ καὶ ψυχικὰ καὶ χοϊκὰ κατεχώρησε καὶ κατῆλ(θεν εἰ)ς ἕνα ἄνθρωπον ὁμοῦ, Ἰησοῦν τὸν ἐκ τῆς Μαρίας γεγεννημένον, καὶ ἐλάλ(ουν), φησίν, ὁμοῦ κατὰ τὸ αὐτὸ οἱ τρεῖς οὗτοι ἄνθρωποι ἀπὸ τῶν ἰδίων οὐσιῶν τοῖς ἰδίοις ἕκαστος. ἔστι γὰρ τῶν ὅλων τρία γένη κατ᾽ αὐτούς, ἀγγελικόν, ψυχικόν, χοϊκόν· καὶ τρεῖς ἐκκλησίαι, ἀγγελική, ψυχική, χοϊκή· ὀνόματα δὲ αὐταῖς ἐκλεκτή, κλητή, αἰχμάλωτος.

Ταῦτά ἐστιν ἀπὸ πολλῶν πάνυ λόγων τὰ κεφάλ(αια), ἅ φασι παραδεδωκέναι Μαριάμμῃ τὸν Ἰάκωβον, τοῦ κυρίου τὸν ἀδελφόν. Ἵν᾽ οὖν μήτε Μαριάμμη〈ς〉 ἔτι καταψεύδωνται οἱ ἀσεβεῖς, μήτε Ἰακώβου, μήτε τοῦ σωτῆρος αὐτοῦ, ἔλθωμεν ἐπὶ τὰς τελετάς—ὅθεν αὐτοῖς οὗτος ὁ μῦθος—, εἰ δοκεῖ, ἐπὶ τὰς βαρβαρικάς τε καὶ Ἑλληνικάς, καὶ ἴδωμεν ὡς τὰ κρυπτὰ καὶ ἀπόρρητα πάντων ὁμοῦ συναγ〈αγ〉όντες οὗτοι μυστήρια τῶν ἐθνῶν, καταψευδόμενοι τοῦ Χριστοῦ ἐξαπατῶσι τοὺς ταῦτα οὐκ εἰδότας 〈ὄν〉τα τῶν ἐθνῶν ὄργια. ἐπεὶ γοῦν ὑπόθεσις αὐτοῖς ὁ ἄνθρωπός ἐστιν Ἀδάμας καὶ λέγουσι γεγράφθαι περὶ αὐτοῦ «τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται», μάθετε πῶς κατὰ μέρος παρὰ τῶν ἐθνῶν τὴν ἀνεξεύρετον καὶ διάφορον τοῦ ἀνθρώπου γενεὰν λαβόντες ἐπιπλάσσουσι τῷ Χριστῷ.

Γῆ δή, φασὶν οἱ Ἕλληνες, ἄνθρωπον ἀνέδωκε πρώτη, καλὸν ἐνεγκαμένη γέρας, μὴ φυτῶν ἀναισθήτων μηδὲ θηρίων ἀλόγων, ἀλλὰ ἡμέρου ζῴου καὶ θεοφιλοῦς ἐθέλουσα μήτηρ γενέσθαι. χαλεπὸν δέ, φησίν, ἐξευρεῖν εἴτε Βοιωτοῖς Ἀλ〈αλ〉κομενεὺς ὑπὲρ λίμνης Κηφισίδος ἀνέσχε πρῶτος ἀνθρώπων· εἴτε Κουρῆτες ἦσαν Ἰδαῖοι, θεῖον γένος, ἢ Φρύγιο(ι) Κορύβαντες, οὓς πρώτους ἥλιος ἐπεῖδε δενδροφυεῖς ἀναβλαστάνοντας· εἴτε προσεληναῖον Ἀρκαδία Πελασγόν, ἢ Ῥαρίας οἰκήτορα Δυ〈σ〉αύλην Ἐλευσίν, ἢ Λῆμνος καλλίπαιδα Κάβιρον ἀρρήτῳ ἐτέκνωσεν ὀργιασμῷ· εἴτε Πελλήνη Φλεγραῖον Ἀλκυονέα, πρεσβύτατον Γιγάντων. Λίβ〈υ〉ες δὲ Ἰάρβαντά φασι πρωτόγονον αὐχμηρῶν ἀναδύντα πεδίω〈ν〉 γλυκείας ἀπάρξασθαι Διὸς βαλάνου· Αἰγυπτίαν δὲ Νεῖλος ἰλὺν ἐπιλιπαίνων 〈καὶ〉 μέχρι σήμερον ζωογονῶν, φησίν, ὑγρᾷ σαρκούμενα θερμότητι ζῷα [καὶ σῶμα] ἀναδίδωσιν· Ἀσσύριοι δὲ Ὠάννην ἰχθυοφάγον γενέσθαι παρ᾽ αὐτοῖς, Χαλδαῖοι δὲ τὸν Ἀδάμ. καὶ τοῦτον εἶναι φάσκουσι τὸν ἄνθρωπον, ὃν ἀνέδωκεν ἡ γῆ, 〈σῶμα〉 μόνον· κεῖσθαι δὲ αὐτὸν ἄπνουν, ἀκίνητον, ἀσάλευτον, ὡς ἀνδριάντα, εἰκόνα ὑπάρχοντα ἐκείνου τοῦ ἄνω, τοῦ ὑμνουμένου Ἀδάμαντος ἀνθρώπου, γενόμενον ὑπὸ δυνάμεων [τῶν] πολλῶν, περὶ ὧν ὁ κατὰ μέρος λόγος ἐστὶν 〈αὐτοῖς〉 πολύς.

Ἵν᾽ οὖν τελέως ᾖ κεκρατημένος ὁ μέγας ἄνθρωπος ἄνωθεν—«ἀφ᾽ οὗ», καθὼς λέγουσι, «πᾶσα πατριὰ ὀνομαζομένη ἐπὶ γῆς καὶ ἐν τοῖς οὐρανοῖς» συνέστηκεν—, ἐδόθη αὐτῷ καὶ ψυχή, ἵνα διὰ τῆς ψυχῆς πάσχῃ καὶ κολάζηται καταδουλούμενον τὸ πλάσμα τοῦ μεγάλου καὶ καλλίστου καὶ τελείου ἀνθρώπου—καὶ γὰρ οὕτως αὐτὸν καλοῦσι. — ζητοῦσιν οὖν αὖ πάλιν τίς ἐστιν ἡ ψυχὴ καὶ πόθεν καὶ ποταπὴ τὴν φύσιν, ἵν᾽ ἐλθοῦσα εἰς τὸν ἄνθρωπον καὶ κινήσασα καταδουλώσῃ καὶ κολάσῃ τὸ πλάσμα τοῦ τ(ε)λ(είου) ἀνθρώπου· ζητοῦσι δὲ οὐκ ἀπὸ τῶν γραφῶν, ἀλλὰ καὶ τοῦτο ἀπὸ τῶν μυστικῶν. εἶναι δέ φασι τὴν ψυχὴν δυσεύρετον πάνυ καὶ δυσκατανόητον· οὐ γὰρ μένει ἐπὶ σχήματος οὐδὲ μορφῆς τῆς αὐτῆς πάντοτε, οὐδὲ πάθους ἑνός, ἵνα τις αὐτὴν ἢ τύπῳ εἴπῃ ἢ οὐσίᾳ καταλήψεται. τὰς δὲ ἐξαλλαγὰς ταύτας τὰς ποικίλας ἐν τῷ ἐπιγραφομένῳ κατ᾽ Αἰγυπτίους εὐαγγελίῳ κειμένας ἔχουσιν. ἀποροῦσιν οὖν—καθάπερ 〈καὶ〉 οἱ ἄλλοι πάντες τῶν ἐθνῶν ἄνθρωποι—πότερόν ποτε ἐκ τοῦ προόντος ἐστὶν 〈ἢ〉 ἐκ τοῦ αὐτογενοῦς ἢ ἐκ τοῦ ἐκκεχυμένου χάους. καὶ πρῶτον ἐπὶ τὰς Ἀσσυρίων καταφεύγουσι τελετάς, τὴν τριχῇ διαίρεσιν τοῦ ἀνθρώπου κατανοοῦντες· πρῶτοι γὰρ Ἀσσύριοι τὴν ψυχὴν τριμερῆ νομίζουσιν εἶναι καὶ μίαν.

Ψυχῆ〈ς〉 δέ, φασί, πᾶσα φύσις, ἄλλη δὲ ἄλλως ὀρέγεται. ἔστι γὰρ ψυχὴ πάντων τῶν γινομένων αἰτία· πάντα γὰρ ὅσα τρέφεται, φησί, καὶ αὔξει, ψυχῆς δεῖται—οὐδὲν γὰρ οὔτε τροφῆς, φησίν, οὔτε αὐξήσεως οἷόν 〈τέ〉 ἐστιν ἐπιτυχεῖν ψυχῆς μὴ παρούσης. —καὶ δὲ οἱ λίθοι, φησίν, εἰσὶν ἔμψυχοι· ἔχουσι γὰρ τὸ αὐξητικόν· αὔξησις δὲ οὐκ ἄν ποτε γένοιτο χωρὶς τροφῆς—κατὰ προσθήκην γὰρ αὔξει τὰ αὐξανόμενα· ἡ δὲ προσθήκη τροφὴ τοῦ τρεφομένου. —πᾶσα οὖν φύσις «ἐπουρανίων», φησί, «καὶ ἐπιγείων καὶ καταχθονίων» ψυχῆς ὀρέγεται. καλοῦσι δὲ Ἀσσύριοι τὸ τοιοῦτον Ἄδωνιν ἢ Ἐνδυμίωνα· καὶ ὅταν μὲν Ἄδωνις καλῆται, Ἀφροδίτη, φησίν, ἐρᾷ καὶ ἐπιθυμεῖ τῆς ψυχῆς, 〈τουτέστι〉 τοῦ τοιούτου ὀνόματος—Ἀφροδίτη δὲ ἡ γένεσίς ἐστι κατ᾽ αὐτούς· —ὅταν δὲ ἡ Περσεφόνη—ἡ καὶ Κόρη—ἐρᾷ τοῦ Ἀδώνιδος, θνητή, φησί, τὶς τῆς Ἀφροδίτης κεχωρισμένη—〈τουτέστι〉 τῆς γενέσεως—ἐστὶν [ἡ] ψυχή· ἐὰν δὲ ἡ Σελήνη Ἐνδυμίωνος εἰς ἐπιθυμίαν ἔλθῃ καὶ ἔρωτα μορφῆς, ἡ τῶν ὑψηλοτέρων, φησί, κτίσις προσδεῖται καὶ 〈αὐτὴ〉 ψυχῆς. ἐὰν δέ, φησίν, ἡ μήτηρ τῶν θεῶν ἀποκόψῃ τὸν Ἄττιν—καὶ αὐτὴ τοῦτον ἔχουσα 〈ὡς〉 ἐρώμενον—, ἡ τῶν ὑπερκοσμίων, φησί, καὶ αἰωνίων ἄνω μακαρία φύσις τὴν ἀρρενικὴν δύναμιν τῆς ψυχῆς ἀνακαλεῖται πρὸς αὑτήν· ἔστι γάρ, φησίν, ἀρσενόθηλυς ὁ ἄνθρωπος.

κατὰ τοῦτον οὖν αὐτοῖς τὸν λόγον, πάνυ πονηρὸν καὶ κεκωλυμένον, 〈οὐ〉 κατὰ τὴν διδασκαλίαν ἡ γυναικὸς πρὸς ἄνδρα δεδειγμένη καθέστηκεν ὁμιλία. ἀπεκόπη γάρ, φησίν, ὁ Ἄττις—τουτέστιν ἀπὸ τῶν χοϊκῶν τῆς κτίσεως κάτωθεν 〈ἐχωρίσθη〉 μερῶν—, καὶ ἐπὶ τὴν αἰωνίαν ἄνω μετελήλυθεν οὐσίαν, ὅπου, φησίν, οὐκ ἔστιν οὔτε θῆλυ οὔτε ἄρσεν, ἀλλὰ «καινὴ κτίσις», «καινὸς ἄνθρωπος», ὅ〈ς〉 ἐστιν ἀρσενόθηλυς. ποῦ δὲ ἄνω λέγουσι, κατὰ τὸν οἰκεῖον ἐλθὼν δείξω τόπον.

Μαρτυρεῖν δέ φασιν αὑτῶν τῷ λόγῳ οὐχ ἁπλῶς μόνην τὴν Ῥέαν, ἀλλὰ γάρ, ὡς ἔπος εἰπεῖν, ὅλην τὴν κτίσιν. καὶ τοῦτο εἶναι τὸ λεγόμενον ὑπὸ τοῦ λόγου διασαφοῦσι· «τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ τῆς κτίσεως τοῦ κόσμου τοῖς ποιήμασιν αὐτοῦ νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, πρὸς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους· διότι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλ᾽ ἐματαιώθη〈σαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν καὶ ἐσκοτίσθη〉 ἡ ἀσύνετος αὐτῶν καρδία. φάσκοντες γὰρ εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώμασιν εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας· αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν»—τί δέ ἐστιν ἡ φυσικὴ κατ᾽ αὐτοὺς χρῆσις, ὕστερον ἐροῦμεν—, «ὁμοίως τε καὶ οἱ ἄρρενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρρενες ἐν ἄρρεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι»— ἀσχημοσύνη δέ ἐστιν ἡ πρώτη καὶ μακαρία κατ᾽ αὐτοὺς ἀσχημάτιστος οὐσία, ἡ πάντων σχημάτων τοῖς σχηματιζομένοις αἰτία—«καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.»

ἐν γὰρ τούτοις τοῖς λόγοις, οἷς εἴρηκεν ὁ Παῦλος, ὅλον φασὶ συνέχεσθαι τὸ κρύφιον αὑτῶν καὶ ἄρρητον τῆς μακαρίας μυστήριον ἡδονῆς· ἡ γὰρ ἐπαγγελία τοῦ λουτροῦ οὐκ ἄλλη τίς ἐστι κατ᾽ αὐτοὺς ἢ τὸ εἰσαγαγεῖν εἰς τὴν ἀμάραντον ἡδονὴν τὸν λουόμενον κατ᾽ αὐτοὺς ζῶντι ὕδατι καὶ χριόμενον ἀλ〈ά〉λῳ χρίσματι.

Οὐ μόνον 〈δὲ〉 αὑτῶν ἐπιμαρτυρεῖν φασι τῷ λόγῳ τὰ Ἀσσυρίων μυστήρια καὶ Φρυγῶν, 〈ἀλλὰ καὶ τὰ Αἰγυπτίων〉 περὶ τὴν τῶν γεγονότων καὶ γινομένων καὶ ἐσομένων ἔτι μακαρίαν κρυβομένην ὁμοῦ καὶ φανερουμένην φύσιν, ἥνπερ φασὶν 〈τὴν〉 ἐντὸς ἀνθρώπου βασιλείαν 〈τῶν〉 οὐρανῶν ζητουμένην. περὶ ἧς διαρρήδην ἐν τῷ κατὰ Θωμᾶν ἐπιγραφομένῳ εὐαγγελίῳ παραδιδόασι λέγοντες οὕτως· «ἐμὲ ὁ ζητῶν εὑρήσει ἐν παιδίοις ἀπὸ ἐτῶν ἐπτά· ἐκεῖ γὰρ ἐν τῷ τεσσαρεσκαιδεκάτῳ αἰῶνι κρυβόμενος φανεροῦμαι». τοῦτο δὲ οὐκ ἔστιν Χριστοῦ, ἀλλὰ Ἱπποκράτους λέγοντος «ἑπτὰ ἐτῶν παῖς πατρὸς ἥμισυ»· ὅθεν οὗτοι, τὴν ἀρχέγονον φύσιν τῶν ὅλων ἐν ἀρχεγόνῳ τιθέμενοι σπέρματι, τὸ Ἱπποκράτειον ἀκηκοότες ὅτι ἐστὶν ἥμισυ πατρὸς παιδίον ἑπτὰ ἐτῶν, ἐν τοῖς τέσσαρσι 〈καὶ δέκα〉 φασὶν ἔτεσι, κατὰ τὸν Θωμᾶν, εἶναι φανερούμενον.

Οὗτος 〈δέ〉 ἐστιν ὁ ἀπόρρητος αὐτοῖς λόγος καὶ μυστικός. λέγουσι γοῦν ὅτι Αἰγύπτιοι, πάντων ἀνθρώπων μετὰ τοὺς Φρύγας ἀρχαιότεροι καθεστῶτες καὶ πᾶσι τοῖς ἄλλοις ἀνθρώποις ὁμολογουμένως τελετὰς καὶ ὄργια θεῶν πάντων ὁμοῦ μετ᾽ αὐτοὺς πρῶτον κατηγγελκότες 〈καὶ θεῶν〉 ἰδέας καὶ ἐνεργείας, ἱερὰ καὶ σεβάσμια καὶ ἀνεξαγόρευτα τοῖς μὴ τετελεσμένοις τὰ Ἴσιδος ἔχουσι μυστήρια. τὰ δ᾽ εἰσὶν οὐκ ἄλλο τι ἢ 〈τὸ〉 ἡρπασμένον καὶ ζητούμενον ὑπὸ τῆς ἑπταστόλου καὶ μελανείμονος, 〈ὅπερ ἐστὶν〉 αἰσχύνη Ὀσίριδος. Ὄσιριν δὲ λέγουσιν ὕδωρ· ἡ δὲ Ἶσις ἑπτάστολος, περὶ αὑτὴν ἔχουσα καὶ ἐστολισμένη ἑπτὰ στολὰς αἰθ〈ε〉ρίους —τοὺς πλάνητας γὰρ ἀστέρας οὕτω προσαγορεύουσιν ἀλληγοροῦντες καὶ 〈διὰ τοῦτο〉 αἰθ〈ε〉ρίους καλοῦντες, καθὼς 〈*〉—, ἡ μεταβλητὴ γένεσίς 〈ἐστιν, ἣ〉 ὑπὸ τοῦ ἀρρήτου καὶ ἀνεξεικονίστου καὶ ἀνεννοήτου καὶ ἀμόρφου μεταμορφουμένη κτίσις ἀναδείκνυται. καὶ τοῦτ᾽ ἔστι τὸ εἰρημένον, φησίν, ἐν τῇ γραφῇ· «ἑπτάκις πεσεῖται ὁ δίκαιος καὶ ἀναστήσεται»· αὗται γὰρ αἱ πτώσεις, φησίν, 〈εἰσὶν〉 αἱ τῶν ἄστρων μεταβολαί, ὑπὸ τοῦ πάντα κινοῦντος κινούμεναι.

Λέγουσιν οὖν περὶ τῆς τοῦ πνεύματος οὐσίας, ἥτις ἐστὶ π(ά)ντων τῶν γινομένων αἰτία, ὅτι τούτων ἐστὶν οὐδέν, γεννᾷ δὲ καὶ ποιεῖ πάντα τὰ γινόμενα, λέγοντες οὕτως· «γίνομαι ὃ θέλω καὶ εἰμὶ ὃ εἰμί». διὰ τοῦτό φησιν ἀκίνητον εἶναι τὸ πάντα κινοῦν· μένει γὰρ ὅ ἐστι, ποιοῦν τὰ πάντα, καὶ οὐδὲν τῶν γινομένων γίνεται. τοῦτον 〈δ᾽〉 εἶναί φησιν ἀγαθὸν μόνον, καὶ περὶ τούτου λελέχθαι τὸ ὑπὸ τοῦ σωτῆρος λεγόμενον· «τί με λέγεις ἀγαθόν; εἷς ἐστιν ἀγαθός, ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς· ὃς ἀνατέλ〈λ〉ει τὸν ἥλιον αὐτοῦ ἐπὶ δικαίους καὶ ἀδίκους καὶ βρέχει ἐπὶ ὁσίους καὶ ἁμαρτωλούς»—τίνες δέ εἰσιν οἱ ὅσιοι οἷς βρέχει καὶ οἱ ἁμαρτωλοὶ οἷς ὁ αὐτὸς βρέχει, καὶ τοῦτο μετὰ τῶν ἄλλων ὕστερον ἐροῦμεν. —καὶ τοῦτ᾽ εἶναι τὸ μέγα καὶ κρύφιον τῶν ὅλων 〈καὶ〉 ἄγνωστον μυστήριον παρὰ τοῖς Αἰγυπτίοις, κεκαλυμμένον καὶ ἀνακεκαλυμμένον. οὐδεὶς γάρ, φησίν, ἔστι ναὸς ἐν 〈ᾧ〉 πρὸ τῆς εἰσόδου οὐχ ἕστηκε γυμνὸν τὸ κεκρυμμένον, κάτωθεν ἄνω βλέπον καὶ πάντας τοὺς καρποὺς τῶν 〈ἐξ〉 αὐτοῦ γινομένων στεφανούμενον.

ἑστάναι δὲ οὐ μόνον ἐν τοῖς ἁγιωτάτοις πρὸ τῶν ἀγαλμάτων ναοῖς λέγουσι τὸ τοιοῦτον, ἀλλὰ γὰρ καὶ εἰς τὴν ἁπάντων ἐπίγνωσιν—οἱονεὶ φῶς 〈οὐχ〉 ὑπὸ τὸν μόδιον, ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν ἐπικείμενον, 〈καὶ〉 κήρυγμα κηρυσσόμενον ἐπὶ τῶν δωμάτων—ἐν πάσαις ὁδοῖς καὶ πάσαις ἀγυιαῖς καὶ παρ᾽ αὐταῖς ταῖς οἰκίαις, 〈ὡς〉 ὅρον τινὰ καὶ τέρμα τῆς οἰκίας προτεταγμένον. καὶ τοῦτο εἶναι τὸ ἀγαθὸν ὑπὸ πάντων λεγόμενον· ἀγαθηφόρον γὰρ αὐτὸ καλοῦσιν—ὃ λέγουσιν οὐκ εἰδότες. —καὶ τοῦτο Ἕλληνες μυστικὸν ἀπὸ Αἰγυπτίων παραλαβόντες φυλάσσουσι μέχρι σήμερον· τοὺς γοῦν Ἑρμ(ᾶς), φησί, παρ᾽ αὐτοῖς τοιούτῳ τετιμημένους σχήματι θεωροῦμεν. Κυλλήνιοι δὲ διαφερόντως τιμῶντες 〈τὸν Ἑρμῆν〉 λό(γ)ον φασὶ〈ν εἶναι· ὁ〉 γὰρ Ἑρμῆς ἐστι λόγος. 〈ὃς〉 ἑρμηνεὺς ὢν καὶ δημιουργὸς τῶν γεγονότων ὁμοῦ καὶ γινομένων καὶ ἐσομένων παρ᾽ αὐτοῖς τιμώμενος ἕστηκε τοιούτῳ τινὶ κεχαρακτηρισμένος σχήματι, ὅπερ ἐστὶν αἰσχύνη ἀνθρώπου, ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω ὁρμὴν ἔχων.

Καὶ ὅτι οὗτος—τουτέστιν ὁ τοιοῦτος Ἑρμῆς—ψυχαγωγός, φησίν, ἐστὶ καὶ ψυχοπομπὸς καὶ ψυχῶν αἴτιος, οὐδὲ τοὺς ποιητὰς τῶν ἐθνῶν λανθάνει, λέγοντας οὕτως· Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο ἀνδρῶν μνηστήρων· οὐ τῶν 〈δὲ〉 Πηνελόπης, φησίν, ὦ κακοδαίμονες, μνηστήρων, ἀλλὰ τῶν ἐξυπνισμένων καὶ ἀνεμνησμένων ἐξ οἵης τιμῆς 〈τε〉 καὶ ὅσ〈σ〉ου μήκεος ὄλβου· τουτέστιν 〈τῶν〉 ἀπὸ τοῦ μακαρίου ἄνωθεν ἀνθρώπου ἢ ἀρχανθρώπου ἢ Ἀδάμαντος, ὡς ἐκείνοις δοκεῖ, κατενεχθεισῶν ὧδε εἰς πλάσμα τὸ πήλινον, ἵνα δουλεύσωσι τῷ ταύτης τῆς κτίσεως δημιουργῷ Ἠσαλδαίῳ, θεῷ πυρίνῳ, ἀριθμὸν τετάρτῳ—οὕτως γὰρ τὸν δημιουργὸν καὶ πατέρα τοῦ ἰδικοῦ κόσμου καλοῦσιν. — ἔχε δὲ ῥάβδον μετὰ χερσὶ καλήν, χρυσείην, τῇ τ᾽ ἀνδρῶν ὄμματα θέλγει, ὧν ἐθέλει, τοὺς δ᾽ αὖτε καὶ ὑπνώοντας ἐγείρει. οὗτος, φησίν, ἐστὶν ὁ τῆς ζωῆς καὶ τοῦ θανάτου μόνος ἔχων ἐξουσίαν· περὶ τούτου, φησί, γέγραπται· «ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ»— ὁ δὲ ποιητής, φησί, κοσμῆσαι βουλόμενος τὸ ἀπερινόητον τῆς μακαρίας φύσεως τοῦ Λόγου, οὐ σιδηρᾶν ἀλλὰ χρυσῆν παρέθηκε [τὴν] ῥάβδον αὐτῷ. —θέλγει δὲ ὄμματα τῶν νεκρῶν, ὥς φησι, τοὺς δ᾽ αὖτε καὶ ὑπνώοντας ἐγείρει, 〈τουτέστι〉 τοὺς ἐξυπνισμένους καὶ γεγονότας μνηστῆρας· περὶ τούτων, φησίν, ἡ γραφὴ λέγει· «ἔγειραι, ὁ καθεύδων, καὶ ἐξεγέρθητι 〈ἐκ τῶν νεκρῶν〉, καὶ ἐπιφαύσει σοι ὁ Χριστός».

οὗτος 〈δέ〉 ἐστιν ὁ Χριστὸς ὁ ἐν πᾶσι, φησί, τοῖς γενητοῖς υἱὸς ἀνθρώπου, 〈ὁ〉 κεχαρακτηρισμένος ἀπὸ τοῦ ἀχαρακτηρίστου Λόγος· 〈καὶ〉 τοῦτο, φησίν, ἐστὶ τὸ μέγα καὶ ἄρρητον 〈τῶν〉 Ἐλευσινίων μυστήριον «ὕε, κύε». καὶ ὅτι, φησίν, αὐτῷ «πάντα ὑποτέτακται», ὥς τε «τῇ ῥάβδῳ 〈ἄγει〉 κινήσας» ὁ Ἑρμῆς, «αἱ δὲ τρίζουσαι ἕπονται», αἱ ψυχαὶ συνεχῶς, οὕτως [ὡς] διὰ [τῆς] εἰκόνος ὁ ποιητὴς ἐπιδέδειχε λέγων· ὡς δ᾽ ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο τρίζουσ〈α〉ι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν ὁρμαθοῦ ἐκ πέτρης, ἀνά τ᾽ ἀλλήλῃσιν ἔχονται. καὶ τοῦτ᾽ ἔστι, 〈φησί〉, τὸ εἰρημένον· «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν».

Πέτρης 〈δέ〉, φησί, τοῦ Ἀδάμαντος λέγει· οὗτος 〈γάρ〉, φησίν, ἐστὶν ὁ Ἀδάμας «ὁ λίθος ἀκρογωνιαῖος», «ὁ εἰς κεφαλὴν γεγενημένος γωνίας»—ἐν κεφαλῇ γὰρ εἶναι τὸν χαρακτηριστικὸν ἐγκέφαλον, τὴν 〈πάντων〉 οὐσίαν, «ἐξ οὗ πᾶσα πατριὰ» χαρακτηρίζεται· —«ὅν», φησίν, «ἐντάσσω»—〈τουτέστι τὸν〉 Ἀδάμαντα—«εἰς τὰ θεμέλια Σιών». ἀλληγορῶν, φησί, τὸ πλάσμα τοῦ ἀνθρώπου λέγει· ὁ γὰρ ἐντασσόμενος Ἀδάμας ἐστὶν 〈«ὁ ἔσω ἄνθρωπος», «τὰ δὲ θεμέλια Σιὼν» οἱ〉 ὀδόντες, ὡς 〈καὶ〉 Ὅμηρος, 〈φησί〉, λέγει «ἕρκος ὀδόντων», τουτέστι τεῖχος καὶ χαράκωμα, ἐν ᾧ ἐστιν ὁ ἔσω ἄνθρωπος, 〈ὁ〉 ἐκεῖθεν ἀποπεπτωκώς, ἀπὸ τοῦ ἀρχανθρώπου 〈ἢ τοῦ〉 ἄνωθεν Ἀδάμαντος, «ὁ τμηθεὶς ἄνευ χειρῶν» τεμνουσῶν καὶ κατενηνεγμένος εἰς τὸ πλάσμα τῆς λήθης, τὸ χοϊκόν, τὸ «ὀστράκινον». καί, φη(σ)ίν, ὅτι τετριγυῖαι αὐτῷ ἠκολούθουν αἱ ψυχαί— 〈τουτέστι〉 τῷ Λόγῳ—, 〈οὕτως λέγει·〉 ὣς αἳ τετριγυῖαι ἅμ᾽ ἤϊσαν, ἦρχε δ᾽ ἄρα σφιν —τουτέστιν ἡγεῖτο— Ἑρμείας ἀκάκητα κατ᾽ εὐρώεντα κέλευθα —τουτέστι, φησίν, εἰς τὰ πάσης κακίας ἀπηλλαγμένα αἰώνια χωρία. — Ποῦ δέ, φησίν, ἦλθον; πὰρ δ᾽ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην, ἠ〈δὲ〉 παρ᾽ Ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων. οὗτος, φησίν, ἐστὶν 〈ὁ〉 Ὠκεανὸς γένεσίς 〈τε〉 θεῶν, γένεσίς τ᾽ ἀνθρώπων, ἐκ παλιρροίας στρεφόμενος αἰεί, ποτὲ ἄνω ποτὲ κάτω.

ἀλλ᾽ ὅταν, φησί, κάτω ῥέῃ ὁ Ὠκεανός, γένεσίς ἐστιν ἀνθρώπων, ὅταν δὲ ἄνω, ἐπὶ τὸ τεῖχος καὶ τὸ χαράκωμα καὶ τὴν Λευκάδα πέτρην, γένεσίς 〈ἐσ〉τι θεῶν. τοῦτό ἐστιν, φησί, τὸ γεγραμμένον· «ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες», ἐὰν ἀπὸ τῆς Αἰγύπτου φυγεῖν σπεύδητε καὶ γένησθε πέραν τῆς Ἐρυθρᾶς θαλάσσης εἰς τὴν ἔρημον—τουτέστιν ἀπὸ τῆς κάτω μίξεως ἐπὶ «τὴν ἄνω Ἱερουσαλήμ, ἥτις ἐστὶ μήτηρ 〈πάντων τῶν〉 ζώντων»· —ἐ(ὰ)ν δὲ πάλιν ἐπιστραφῆτε ἐπὶ τὴν Αἴγυπτον—τουτέστιν ἐπὶ τὴν κάτω μίξιν—, «ὡς ἄνθρωποι ἀποθνῄσκετε». θνητὴ γάρ, φησί, 〈ἐστὶ〉 πᾶσα ἡ κάτω γένεσις, ἀθάνατος δὲ ἡ ἄνω γεννωμένη· γεννᾶται γὰρ «ἐξ ὕδατος» μόνου «καὶ πνεύματος» πνευματικὸς 〈ἄνθρωπος〉, οὐ σαρκικός· ὁ δὲ κάτω σαρκικός. τοῦτ᾽ ἔστι, φησί, τὸ γεγραμμένον· «τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι, καὶ τὸ 〈γε〉γεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν». αὕτη 〈δ᾽〉 ἔστιν ἡ κατ᾽ αὐτοὺς πνευματικὴ γένεσις 〈καὶ〉 οὗτος, φησίν, ἐστὶν ὁ μέγας Ἰορδάνης, ὃν κάτω ῥέοντα καὶ κωλύοντα ἐξελθεῖν τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου— ἤγουν ἐκ τῆς κάτω μίξεως· Αἴγυπτος γάρ ἐστι τὸ σῶμα κατ᾽ αὐτούς— ἀνέστειλεν Ἰησοῦς καὶ ἐποίησεν ἄνω ῥέειν.

Τούτοις καὶ τοῖς τοιούτοις ἑπόμενοι οἱ θαυμασιώτατοι γνωστικοί, ἐφευρεταὶ καινῆς τέχνης γραμματικῆς, τὸν ἑαυτῶν προφήτην Ὅμηρον ταῦτα προφαίνοντα ἀρρήτως δοξάζουσι καὶ τοὺς ἀμυήτους τὰς ἁγίας γραφὰς εἰς τοιαύτας ἐννοίας συνάγοντες ἐνυβρίζουσι. λέγουσι γάρ· ὁ λέγων τὰ πάντα ἐξ ἑνὸς συνεστάναι πλανᾶται, ὁ 〈δὲ〉 λέγων ἐκ τριῶν ἀληθεύει καὶ περὶ τῶν ὅλων τὴν ἀπόδειξιν δώσει· μία γάρ ἐστι, φησίν, ἡ μακαρία φύσις τοῦ μακαρίου ἀνθρώπου τοῦ ἄνω, τοῦ Ἀδάμαντος· μία δὲ ἡ θνητὴ 〈ἡ〉 κάτω· μία δὲ ἡ ἀβασίλευτος γενεὰ ἡ ἄνω γενομένη— ὅπου, φησίν, ἐστὶ Μαριὰμ ἡ ζητουμένη καὶ Ἰοθὼρ ὁ μέγας σοφὸς καὶ Σεπφώρα ἡ βλέπουσα καὶ Μωσῆς, οὗ γένεσις οὐκ ἔστιν ἐν Αἰγύπτῳ· γεγόνασι γὰρ αὐτῷ παῖδες ἐν Μαδιάμ. —καὶ τοῦτο, φησίν, οὐδὲ τοὺς ποιητὰς λέληθε 〈λέγοντας〉· τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δ᾽ ἔμμορε τιμῆς. δεῖ γάρ, φησί, λαλεῖσθαι τὰ μεγέθη, λαλεῖσθαι δὲ οὕτως ὑπὸ πάντων πανταχῇ, «ἵνα ἀκούοντες μὴ ἀκούωσι καὶ βλέποντες μὴ βλέπωσιν». εἰ μὴ γὰρ ἐλαλεῖτο, φησί, τὰ μεγέθη, ὁ κόσμος συνεστάναι οὐκ ἠδύνατο. οὗτοι, 〈φησίν,〉 εἰσὶν οἱ τρεῖς ὑπέρογκοι λόγοι· Καυλακαῦ, Σαυλασαῦ, Ζεησάρ· Καυλακαῦ τοῦ ἄνω, τοῦ Ἀδάμαντος· Σαυλασαῦ τοῦ κάτω, 〈τοῦ〉 θνητοῦ· Ζεησὰρ τοῦ ἐπὶ τὰ ἄνω ῥεύσαντος Ἰορδάνου.

οὗτός ἐστι, φησίν, ὁ ἐν πᾶσιν ἀρσενόθηλυς ἄνθρωπος, ὃν οἱ ἀγνοοῦντες Γηρυόνην καλοῦσι τρισώματον—ὡς «ἐκ γῆς ῥέοντα» 〈ὄντα〉 Γηρυόνην—, κοινῇ δὲ Ἕλληνες «(ἐ)πουράνιον Μηνὸς κέρας», ὅτι καταμέμιχε καὶ κεκέρακε πάντα πᾶσι. «πάντα» γάρ, φησί, «δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· ὃ δὲ γέγονεν ἐν αὐτῷ ζωή ἐστιν». αὕτη, φησίν, ἐστὶν «ἡ ζωὴ» ἡ ἄρρητος γενεὰ τῶν τελείων ἀνθρώπων, ἣ «ταῖς προτέραις γενεαῖς οὐκ ἐγνω〈ρί〉σθη»· τὸ δὲ «οὐδέν», ὃ χωρὶς αὐτοῦ γέγονεν, ὁ κόσμος, 〈φησίν,〉 ἐστίν, 〈ὁ〉 ἰδικός· γέγονε 〈μ〉ὲν γὰρ χωρὶς αὐτοῦ, ὑπὸ τρίτου καὶ τετάρτου 〈θεοῦ〉.

Τοῦτο, φησίν, ἐστὶ τὸ ποτήριον «τὸ κόνδυ», «ἐν ᾧ 〈ὁ〉 βασιλεὺς πίνων οἰωνίζεται», 〈καὶ〉 τοῦτο, φησί, κεκρυμμένον εὑρέθη ἐν τοῖς καλοῖς τοῦ Βενιαμὶν σπέρμασι. λέγουσι δὲ 〈τ〉αὐτὸ καὶ Ἕλληνες, φησίν, οὕτως «μαινομένῳ στόματι»· Φέρ᾽ ὕδωρ, φέρ᾽ οἶνον, ὦ παῖ, μέθυσόν με καὶ κάρωσον· τὸ ποτήριον λέγει μοι ποδαπόν με δεῖ γενέσθαι, 〈ἀλάλῳ λαλοῦν ⏑–×〉. τοῦτο, φησίν, ἤρκει μόνον νοηθὲν ἀνθρώποις τὸ τοῦ Ἀνακρέοντος ποτήριον, 〈τὸ〉 ἀλάλως λαλοῦν μυστήριον ἄρρητον· ἄλαλον γάρ, φησίν, 〈ἐστὶ μυστήριον〉 τὸ Ἀνακρέοντος [φησὶ] ποτήριον, ὅ〈τι〉περ αὐτῷ, 〈ὥς〉 φησιν Ἀνακρέων, λαλεῖ ἀλάλῳ φθέγματι ποδαπὸν αὐτὸν δεῖ γενέσθαι, τουτέστι πνευματικόν, οὐ σαρκικόν, ἐὰν ἀκούσῃ τὸ κεκρυμμένον μυστήριον ἐν σιωπῇ. καὶ τοῦτό ἐστι, 〈φησί,〉 τὸ ὕδωρ τὸ ἐν τοῖς καλοῖς ἐκείνοις γάμοις, ὃ στρέψας ὁ Ἰησοῦς ἐποίησεν οἶνον, 〈καὶ〉 αὕτη, φησίν, ἐστὶν ἡ μεγάλη καὶ ἀληθινὴ «ἀρχὴ τῶν σημείων», ἣν ἐποίησεν «ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἐφανέρωσε» τὴν βασιλείαν τῶν οὐρανῶν. αὕτη 〈δέ〉, φησίν, ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ἡμῶν κατακειμένη ὡς θησαυρός, ὡς «ζύμη εἰς ἀλεύρου τρία σάτα κεκρυμμένη».

Τοῦτ᾽ ἔστι, φησί, τὸ μέγα καὶ ἄρρητον 〈τῶν〉 Σαμοθρᾴκων μυστήριον, ὃ μόνοις ἔξεστιν εἰδέναι τοῖς τελείοις, φησίν, 〈τουτέστιν〉 ἡμῖν· διαρρήδην γὰρ οἱ Σαμόθρᾳκες τὸν Ἀδάμ〈να〉 ἐκεῖνον παραδιδόασιν ἐν τοῖς μυστηρίοις τοῖς ἐπιτελουμένοις παρ᾽ αὐτοῖς 〈ὡς〉 ἀρχάνθρωπον. ἕστηκε δὲ ἀγάλματα δύο ἐν τῷ 〈τῶν〉 Σαμοθρᾴκων ἀνακτόρῳ ἀνθρώπων γυμνῶν, ἄνω τεταμένας ἐχόντων τὰς χεῖρας ἀμφοτέρας εἰς οὐρανὸν καὶ τὰς αἰσχύνας ἄνω ἐστραμμένας, καθάπερ ἐν Κυλλήνῃ τὸ τοῦ Ἑρμοῦ· εἰκόνες δέ εἰσι τὰ προειρημένα ἀγάλματα τοῦ ἀρχανθρώπου καὶ τοῦ ἀναγεννωμένου πνευματικοῦ, κατὰ πάνθ᾽ ὁμοουσίου ἐκείνῳ τῷ ἀνθρώπῳ. τοῦτο, φησίν, ἐστὶ τὸ εἰρημένον ὑπὸ τοῦ σωτῆρος· «ἐὰν μὴ πίνητέ μου τὸ αἷμα καὶ φάγητέ μου τὴν σάρκα», «οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν»· ἀλλὰ κἂν «πίητε», φησί, «τὸ ποτήριον ὃ ἐγὼ πίνω», «ὅπου ἐγὼ ὑπάγω, ἐκεῖ ὑμεῖς εἰσελθεῖν οὐ δύνασθε». ᾔδει γάρ, φησίν, ἐξ (ὁ)ποίας φύσεως ἕκαστος τῶν μαθητῶν αὐτοῦ ἐστι καὶ ὅτι ἕκαστον αὐτῶν εἰς τὴν ἰδίαν φύσιν ἐλθεῖν ἀνάγκη. ἀπὸ γὰρ τῶν δώδεκα, φησί, φυλῶν μαθητὰς ἐξελέξατο δώδεκα, καὶ δι᾽ αὐτῶν ἐλάλησε πάσῃ φυλῇ· διὰ τοῦτο, φησί, τὰ τῶν δώδεκα μαθητῶν κηρύγματα οὔτε πάντες ἀκηκόασι〈ν〉 οὔτε, ἐὰν ἀκούσωσι, παραδέξασθαι δύνανται· ἔστι γὰρ αὐτοῖς παρὰ φύσιν τὰ μὴ κατὰ φυλήν.

Τοῦτον, φησί, Θρᾷκες οἱ περὶ τὸν Αἷμον οἰκοῦντες Κορύβαντα καλοῦσι, καὶ Θρᾳξὶν οἱ Φρύγες παραπλησίως, ὅτι ἀπὸ τῆς κορυφῆς ἄνωθεν καὶ ἀπὸ τοῦ ἀχαρακτηρίστου ἐγκεφάλου τὴν ἀρχὴν τῆς καταβάσεως λαμβάνων καὶ πάσας τὰς τῶν ὑποκειμένων διερχόμενος ἀρχάς, πῶς καὶ τίνα τρόπον κατέρχεται οὐ νοοῦμεν. τοῦτ᾽ ἔστι, φησί, τὸ εἰρημένον· «φωνὴν μὲν αὐτοῦ ἠκούσαμεν, εἶδος δὲ αὐτοῦ οὐχ ἑωράκαμεν». ἀποτεταγμένου γάρ, φησίν, αὐτοῦ καὶ 〈κε〉χαρακτηρισμένου ἀκούεται φωνή, τὸ δὲ εἶδος τὸ κατελθὸν ἄνωθεν, ἀπὸ τοῦ ἀχαρακτηρίστου, ὁποῖόν ἐστιν, οἶδεν οὐδείς· ἔστι δὲ ἐν τῷ πλάσματι τῷ χοϊκῷ, γινώσκει δὲ αὐτὸ οὐδείς.

Οὗτος, φησίν, ἐστὶν «ὁ τὸν κατακλυσμὸν 〈κατ〉οικ〈ι〉ῶν θεός», κατὰ τὸ ψαλτήριον, καὶ φθεγγόμενος 〈καὶ〉 κεκραγὼς ἀπὸ «ὑδάτων πολλῶν». ὕδατα 〈δέ〉, φησίν, ἐστὶ πολλὰ ἡ πολυσχιδὴς τῶν θνητῶν γένεσις ἀνθρώπων, ἀφ᾽ ἧς, 〈φησί,〉 βοᾷ καὶ κέκραγε πρὸς τὸν ἀχαρακτήριστον ἄνθρωπον, «ῥῦσαι» λέγων «ἀπὸ λεόντων τὴν μονογενῆ μου». πρὸς τοῦτον, φησίν, ἐστὶν εἰρημένον· «παῖς μου εἶ σύ, Ἰσραήλ· μὴ φοβοῦ· ἐὰν διὰ ποταμῶν διέλθῃς, οὐ μή σε συγκλύσουσιν· ἐὰν διὰ πυρὸς διέλθῃς, οὐ μή σε συγκαύσει·» —ποταμούς, φησί, λέγει τὴν ὑγρὰν τῆς γενέσεως οὐσίαν, πῦρ δὲ τὴν ἐπὶ τὴν γένεσιν ὁρμὴν καὶ ἐπιθυμίαν· — «σὺ ἐμὸς εἶ, μὴ φοβοῦ». καὶ πάλιν, φησίν· «εἰ ἐπιλήσεται μήτηρ τῶν τέκνων αὐτῆς 〈τοῦ〉 μὴ ἐλεῆσαι» μηδὲ ἐπιδοῦναι μαστόν, «κἀγὼ ἐπιλήσομαι ὑμῶν·» —ὁ Ἀδάμας, φησί, λέγει πρὸς τοὺς ἰδίους ἀνθρώπους· —«ἀλλ᾽ εἰ καὶ ἐπιλήσεται ταῦτα γυνή, ἀλλ᾽ ἐγὼ οὐκ ἐπιλήσομαι ὑμῶν· ἐπὶ τῶν χειρῶν μου ἐζωγράφηκα ὑμᾶς».

Περὶ δὲ τῆς ἀνόδου αὐτοῦ—τουτέστι τῆς ἀναγεννήσεως—, ἵνα γένηται πνευματικός, οὐ σαρκικός, λέγει, φησίν, ἡ γραφή· «ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης·» —τουτέστι θαῦμα θαυμάτων· —«τίς» δέ, φησίν, «ἐστὶν οὗτος ὁ βασιλεὺς τῆς δόξης;» «σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπου καὶ ἐξουθένημα λαοῦ». «αὐτός» 〈δέ, φησίν,〉 «ἐστὶν ὁ βασιλεὺς τῆς δόξης» «ὁ ἐν πολέμῳ δυνατός». πόλεμον δὲ λέγει τὸν ἐν σώματι 〈γινόμενον〉, ὅτι ἐκ μαχίμων στοιχείων πέπλασται τὸ πλάσμα, καθὼς γέγραπται, φησί· «μνήσθητι πόλεμον τὸν γινόμενον ἐν σώματι». ταύτην 〈δέ〉, φησί, τὴν εἴσοδον καὶ ταύτην τὴν πύλην εἶδεν εἰς Μεσοποταμίαν πορευόμενος ὁ Ἰακώβ—ὅπερ ἐστὶν ἀπὸ τοῦ παιδὸς ἔφηβος ἤδη γινόμενος καὶ ἀνήρ—〈*〉 τουτέστιν ἐγνωρίσθη τῷ εἰς Μεσοποταμίαν πορευομένῳ· Μεσοποταμία δέ, φησίν, ἐστὶν ἡ τοῦ μεγάλου Ὠκεανοῦ ῥοή, ἀπὸ τῶν μέσων ῥέουσα τοῦ τελείου ἀνθρώπου. καὶ ἐθαύμασε, 〈φησί,〉 τὴν οὐράνιον πύλην εἰπών· «ὡς φοβερὸς ὁ τόπος οὗτος· οὐκ ἔστι τοῦτο ἀλλ᾽ ἢ οἶκος θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ». διὰ τοῦτο, φησί, λέγει ὁ Ἰησοῦς· «ἐγώ εἰμι ἡ πύλη» ἡ ἀληθινή. ἔστι δὲ ὁ ταῦτα λέγων ὁ ἀπὸ τοῦ ἀχαρακτηρίστου, φησίν, ἄνωθεν κεχαρακτηρισμένος τέλειος ἄνθρωπος. οὐ δύναται οὖν, φησί, σωθῆναι ὁ τέλειος ἄνθρωπος, ἐὰν μὴ ἀναγεν〈ν〉ηθῇ διὰ ταύτης εἰσελθὼν τῆς πύλης.

Τὸν αὐτὸν δὲ τοῦτον, φησί, Φρύγες καὶ Πάπαν καλοῦσιν, ὅτι 〈τὰ〉 πάντα ἔπαυσεν, ἀτάκτως καὶ πλημμελῶς πρὸ τῆς ἑαυτοῦ φανερώσεως κεκινημένα· τὸ γὰρ ὄνομα, φησί, τοῦ Πάπα πάντων ὁμοῦ ἐστι «τῶν ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων» 〈φωνὴ〉 λεγόντων· παῦε, παῦε τὴν ἀσυμφωνίαν τοῦ κόσμου καὶ ποίησον «εἰρήνην τοῖς μακράν»— τουτέστι τοῖς ὑλικοῖς (κ)αὶ χοϊκοῖς—καὶ «εἰρήνην τοῖς ἐγγύς»—τουτέστι τοῖς πνευματικοῖς καὶ νοεροῖς τελείοις ἀνθρώποις. — Λέγουσι δὲ οἱ Φρύγες 〈τὸν〉 αὐτὸν τοῦτον καὶ νέκυν, οἱονεὶ ἐν μνήματι καὶ τάφῳ ἐγκατωρυγμένον ἐν τῷ σώματι. τοῦτο, φησίν, ἐστὶ τὸ εἰρημένον· «τάφοι ἐστὲ κεκονιαμένοι, γέμοντες ἔσωθεν ὀστέων νεκρῶν», ὅτι οὐκ ἔστιν, φησίν, ἐν ὑμῖν ἄνθρωπος ὁ ζῶν. καὶ πάλιν, φησί〈ν〉· «ἐξαλοῦνται ἐκ τῶν μνημείων οἱ νεκροί»—τουτέστιν ἐκ τῶν σωμάτων τῶν χοϊκῶν, ἀναγεννηθέντες πνευματικοί, οὐ σαρκικοί. —αὕτη, φησίν, ἐστὶν ἡ ἀνάστασις ἡ διὰ τῆς πύλης γινομένη τῶν οὐρανῶν, δι᾽ ἧς οἱ μὴ εἰσελθόντες, φησί, πάντες μένουσι νεκροί.

Οἱ δὲ αὐτοί, φησί, Φρύγες τὸν αὐτὸν τοῦτον πάλιν ἐκ μεταβολῆς λέγουσι θεόν· γίνεται γάρ, φησί, θεός, ὅταν ἐκ νεκρῶν ἀναστὰς διὰ τῆς τοιαύτης πύλης εἰσελεύσεται εἰς τὸν οὐρανόν. ταύτην, φησί, τὴν πύλην Παῦλος οἶδεν ὁ ἀπόστολος, παρανοίξας ἐν μυστηρίῳ καὶ εἰπὼν «ἡρπάσθαι» ὑπὸ ἀγγέλου καὶ γεγονέναι «ἕως» δευτέρου καὶ «τρίτου οὐρανοῦ εἰς τὸν παράδεισον» αὐτόν, καὶ ἑωρακέναι ἃ ἑώρακε «καὶ ἀκηκοέναι ῥήματα ἄρρητα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ εἰπεῖν». ταῦτά ἐστι, φησί, τὰ ἄρρητα ὑπὸ πάντων λεγόμενα μυστήρια, «ἃ 〈καὶ λαλοῦμεν〉 οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ᾽ ἐν διδακτοῖς πνεύματος, πνευματικοῖς πνευματικὰ συγκρίνοντες. ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστι».

Καὶ ταῦτα, φησίν, ἐστὶ τὰ τοῦ πνεύματος ἄρρητα μυστήρια, ἃ ἡμεῖς ἴσμεν μόνοι. περὶ τούτων, φησίν, εἴρηκεν ὁ σωτήρ· «οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μή τινα ἑλκύσῃ ὁ πατήρ μου ὁ οὐράνιος»· πάνυ γάρ, φησί, δύσκολόν ἐστι παραδέξασθαι καὶ λαβεῖν τὸ μέγα τοῦτο καὶ ἄρρητον μυστήριον. καὶ πάλιν, φησίν, εἴρηκεν ὁ σωτήρ· «οὐ πᾶς ὁ λέγων μοι, Κύριε κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾽ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς»· ὃ δη〈λοῖ, φησί,〉 ποιήσαντας, οὐχὶ ἀκούσαντας μόνον, εἰς τὴν βασιλείαν εἰσελθεῖν τῶν οὐρανῶν. καὶ πάλιν, φησίν, εἴρηκεν· «οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». τελῶναι γάρ, φησίν, εἰσὶν οἱ τὰ τέλη τῶν ὅλων λαμβάνοντες· ἡμεῖς δέ, φησίν, ἐσμὲν οἱ τελῶναι, «εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκε». τέλη γάρ, φησίν, εἰσὶ τὰ ἀπὸ τοῦ ἀχαρακτηρίστου εἰς τὸν κόσμον κατεσπαρμένα σπέρματα, δι᾽ ὧν ὁ πᾶς συντελεῖται κόσμος· διὰ γὰρ αὐτῶν καὶ ἤρξατο γενέσθαι. καὶ τοῦτό ἐστι, φησί, τὸ εἰρημένον· «ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι· καὶ τὰ μὲν ἔπεσε παρὰ τὴν ὁδὸν καὶ κατεπατήθη, τὰ δὲ ἐπὶ τὰ πετρώδη καὶ ἐξανέτειλε», φησί, «καὶ διὰ τὸ μὴ ἔχειν βάθος γῆς ἐξηράνθη καὶ ἀπέθανε· τὰ δὲ ἔπεσε», φησίν, «ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἀγαθήν, καὶ ἐποίει καρπόν, ὃ μὲν ἑκατόν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα.

ὁ ἔχων», φησίν, «ὦτα ἀκούειν ἀκουέτω». τουτέστι, φησίν, οὐδεὶς τούτων τῶν μυστηρίων ἀκροατὴς γέγονεν εἰ μὴ μόνοι 〈οἱ〉 γνωστικοὶ τέλειοι. αὕτη, φησίν, ἐστὶν ἡ γῆ ἡ καλὴ καὶ ἀγαθή, ἣν λέγει Μωϋσῆς· «εἰσάξω ὑμᾶς εἰς γῆν καλὴν καὶ ἀγαθήν, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι». τοῦτο, φησίν, ἐστὶ τὸ μέλι καὶ τὸ γάλα, οὗ δεῖ γευσαμένους τοὺς τελείους ἀβασιλεύτους γενέσθαι καὶ μετασχεῖν τοῦ πληρώματος. τοῦτο, φησίν, ἐστὶ τὸ πλήρωμα δι᾽ οὗ πάντα τὰ γινόμενα γεν〈ν〉ητὰ ἀπὸ τοῦ ἀγεννήτου γέγονέ τε καὶ πεπλήρωται.

Ὁ δὲ αὐτὸς οὗτος ὑπὸ τῶν Φρυγῶν καὶ ἄκαρπος καλεῖται· ἔστι γὰρ ἄκαρπος ὅταν ᾖ σαρκικὸς καὶ τὴν «ἐπιθυμίαν τῆς σαρκὸς» ἐργάζηται. τοῦτο, φησίν, ἐστὶ τὸ εἰρημένον· «πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται». καρποὶ δὲ οὗτοι, φησίν, εἰσὶ μόνοι οἱ λογικοί, 〈οἱ〉 ζῶντες ἄνθρωποι, οἱ διὰ τῆς πύλης εἰσερχόμενοι τῆς τρίτης. λέγουσι γοῦν· «εἰ νεκρὰ ἐφάγετε καὶ ζῶντα ἐποιήσατε, τί, ἂν ζῶντα φάγητε, ποιήσετε;» ζῶντα δὲ λέγουσι καὶ λόγους καὶ νόας καὶ 〈τοὺς τελείους〉 ἀνθρώπους, τοὺς μαργαρίτας ἐκείνου τοῦ ἀχαρακτηρίστου ἐρ〈ρ〉ιμμένους εἰς τὸ πλάσμα 〈ὡς〉 καρπούς. 〈καὶ〉 τοῦτ᾽ ἔστιν ὃ 〈ὁ Ἰησοῦς〉 λέγει, φησί· «μὴ βάλητε τὸ ἅγιον τοῖς κυσί, μηδὲ τοὺς μαργαρίτας τοῖς χοίροις», χοίρων καὶ κυνῶν ἔργον λέγοντες εἶναι τὴν γυναικὸς πρὸς ἄνδρα ὁμιλίαν.

Τὸν αὐτὸν δὲ τοῦτον, φησίν, οἱ Φρύγες καλοῦσιν αἰπόλον, οὐχ ὅτι, φησίν, ἔβοσκεν αἶγας καὶ τράγους, ὡς οἱ ψυχικοὶ ὀνομάζουσιν, ἀλλ᾽ 〈ὅ〉τι, φησίν, ἐστὶν ἀ〈ε〉ιπόλος, τουτέστιν ὁ ἀεὶ πολῶν καὶ στρέφων καὶ περιελαύνων τὸν κόσμον ὅλον στροφῇ. πολεῖν γάρ ἐστι τὸ στρέφειν καὶ μεταβάλλειν τὰ πράγματα· ἔνθε〈ν〉, φησί, καὶ τὰ δύο κέντρα τοῦ οὐρανοῦ ἅπαντες προσαγορεύουσι πόλους. καὶ ὁ ποιητὴς δέ, φησί, 〈λέγων〉 πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτής, ἀθάνατος Πρωτεὺς Αἰγύπτιος, οὐ πιπράσκεται, φησίν, ἀλλὰ στρέφεται αὐτοῦ, οἱονεὶ [καὶ] περιέρχεται λέγει. καὶ πόλεις, 〈φησίν,〉 ἐν αἷς οἰκοῦμεν, ὅτι στρεφόμεθα καὶ πολοῦμεν ἐν αὐταῖς, [καὶ] καλοῦνται πόλεις. οὕτως, φησίν, 〈κ〉αὶ Φρύγες αἰπόλον τοῦτον καλοῦσι, τὸν πάντοτε 〈πάντα〉 πανταχῇ στρέφοντα καὶ μεταβάλλοντα πρὸς τὰ οἰκεῖα.

Καλοῦσι δὲ α(ὐ)τόν, φησί, καὶ πολύκαρπον οἱ Φρύγες, ὅτι «πλείονα», φησί, «τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα»· τουτέστι, 〈φησί,〉 τὰ ἀναγεννώμενα ἀθάνατα καὶ ἀεὶ διαμένοντα ἐστὶ πολλά, κἂν ὀλίγα ᾖ τὰ γεννώμενα· τὰ δὲ σαρκικά, φησίν, 〈ἐστὶ〉 φθαρτὰ πάντα, κἂν ᾖ πολλὰ πάνυ 〈τὰ〉 γεννώμενα. διὰ τοῦτο, φησίν, «ἔκλαιε Ῥαχὴλ τὰ τέκνα 〈αὐτῆς〉 καὶ οὐκ ἤθελε», φησί, «παρακαλεῖσθαι κλαίουσα ἐπ᾽ αὐτοῖς»· ᾔδει γάρ, φησίν, «ὅτι οὐκ εἰσί». θρηνεῖ δὲ καὶ Ἱερεμίας τὴν κάτω Ἱερουσαλήμ, οὐ τὴν 〈δ᾽〉 ἐν Φοινίκῃ πόλιν, 〈φησίν,〉 ἀλλὰ τὴν κάτω γένεσιν, τὴν φθαρτήν· ἔγνω γάρ, φησί, καὶ Ἱερεμίας τὸν τέλειον ἄνθρωπον, τὸν ἀναγεννώμενον «ἐξ ὕδατος καὶ πνεύματος», οὐ σαρκικόν. αὐτὸς γοῦν ὁ Ἱερεμίας ἔλεγε, 〈φησίν·〉 «ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν;» οὕτως, φησίν, ἐστὶ πάνυ βαθεῖα καὶ δυσκατάληπτος ἡ τοῦ τελείου ἀνθρώπου γνῶσις. «ἀρχὴ» γάρ, φησί, «τελειώσεως γνῶσις ἀνθρώπου, θεοῦ δὲ γνῶσις ἀπηρτισμένη τελείωσις».

Λέγουσι δὲ αὐτόν, φησί, Φρύγες καὶ «χλοερὸν στάχυν τεθερισμένον», καὶ μετὰ τοὺς Φρύγας Ἀθηναῖοι, μυοῦντες Ἐλευσίνια καὶ ἐπιδεικνύντες τοῖς ἐποπτεύουσι τὸ μέγα καὶ θαυμαστὸν καὶ τελεώτατον ἐποπτικὸν ἐκεῖ μυστήριον ἐν σιωπῇ, τεθερισμένον στάχυν. ὁ δὲ στάχυς οὗτός ἐστι, 〈φησί,〉 καὶ παρὰ Ἀθηναίοις ὁ παρὰ τοῦ ἀχαρακτηρίστου φωστὴρ τέλειος μέγας, καθάπερ αὐτὸς ὁ ἱεροφάντης—οὐκ ἀποκεκομμένος μέν, ὡς ὁ Ἄττις, 〈φησίν,〉 εὐνουχισμένος δὲ διὰ κωνείου καὶ πᾶσαν ἀπηρτημένος τὴν σαρκικὴν γένεσιν—νυκτὸς ἐν 〈Ἐ〉λευσῖνι ὑπὸ πολλῷ πυρὶ τελῶν τὰ μεγάλα καὶ ἄρρητα μυστήρια βοᾷ καὶ κέκραγε λέγων· «ἱερὸν ἔτεκε πότνια κοῦρον Βριμὼ Βριμόν», τουτέστιν ἰσχυρὰ ἰσχυρόν. πότνια δέ ἐστι, φησίν, ἡ γένεσις ἡ πνευματική, ἡ ἐπουράνιος, ἡ ἄνω· ἰσχυρὸς δέ ἐστιν ὁ οὕτω γεννώμενος. ἔστι δὲ λεγόμενον τὸ μυστήριον Ἐλευσὶν καὶ ἀνακτόρειον· Ἐλευσὶν 〈μέν〉, ὅτι ἤλθομεν, φησίν, οἱ πνευματικοὶ ἄνωθεν, ἀπὸ τοῦ Ἀδάμαντος ῥυέντες κάτω—ἐλεύσεσθαι γάρ, φησίν, ἐστὶν ἐλθεῖν—, ἀνακτόρειον δὲ 〈διὰ〉 τὸ 〈ἀνάγεσθαι ἡμᾶς καὶ〉 ἀνελθεῖν ἄνω. τοῦτο, φησίν, ἐστὶν ὃ λέγουσιν οἱ κατωργιασμένοι τῶν Ἐλευσινίων τὰ 〈μεγάλα〉 μυστήρια. θέ〈σ〉μιον δέ ἐστι, 〈φησί, τοὺς〉 τὰ μικρὰ μεμυημένους αὖθις 〈καὶ〉 τὰ μεγάλα μυεῖσθαι· «μόροι γὰρ μείζονες μείζονας μοίρας λαγχάνουσι». μικρὰ 〈δέ,〉 φησίν, ἐστὶ [τὰ] μυστήρια τὰ τῆς Περσεφόνης, 〈τὰ〉 κάτω.

περὶ ὧν μυστηρίων καὶ τῆς ὁδοῦ τῆς ἀγούσης ἐκεῖ, οὔσης «πλατείας καὶ εὐρυχώρου» καὶ φερούσης τοὺς ἀπολλυμένους ἐπὶ τὴν Περσεφόνην, καὶ ὁ ποιητὴς δή, φησίν, 〈λέγει·〉 αὐτὰρ ὑπ᾽ αὐτήν ἐστιν ἀταρπιτὸς ὀκριόεσσα, κοίλη, πηλώδης· ἣ δ᾽ ἡγήσασθαι ἀρίστη ἄλσος ἐς ἱμερόεν πολυτιμήτου Ἀφροδίτης. ταῦτ᾽ ἔστι, φησί, τὰ μικρὰ μυστήρια, τὰ τῆς σαρκικῆς γενέσεως, ἃ μυηθέντες οἱ ἄνθρωποι μικρὸν παύσασθαι ὀφείλουσι 〈πρὶν〉 καὶ μυεῖσθαι τὰ μεγάλα, τὰ ἐπουράνια. οἱ γὰρ τοὺς ἐκεῖ, φησί, λαχόντες «μόρους μείζονας μοίρας λαγχάνουσιν».

Αὕτη δέ, φησίν, ἐστὶν «ἡ πύλη τοῦ οὐρανοῦ» καὶ οὗτος 〈ὁ〉 «οἶκος θεοῦ», ὅπου ὁ ἀγαθὸς θεὸς κατοικεῖ μόνος· εἰς ὃν οὐκ εἰσελεύσεται, φησίν, ἀκάθαρτος οὐδείς, οὐ ψυχικός, οὐ σαρκικός, ἀλλὰ τηρεῖται πνευματικοῖς μόνοις. ὅπου δεῖ γενομένους λαβεῖν τὰ «ἐνδύματα 〈γάμων〉» καὶ πάντας γενέσθαι νυμφίους ἀπηρσενωμένους διὰ τοῦ παρθενικοῦ πνεύματος. αὕτη δέ ἐστιν, 〈φησίν,〉 ἡ παρθένος «ἡ ἐν γαστρὶ ἔχουσα καὶ συλλαμβάνουσα καὶ τίκτουσα υἱόν», οὐ ψυχικόν, οὐ σωματικόν, ἀλλὰ μακάριον Αἰῶνα Αἰώνων. περὶ τούτων, φησί, διαρρήδην εἴρηκεν ὁ σωτὴρ ὅτι «στενὴ καὶ τεθλιμμένη ἐστὶν ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εἰσερχόμενοι εἰς αὐτήν, πλατεῖα δὲ καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ διερχόμενοι δι᾽ αὐτῆς».

Ἔτι δὲ οἱ Φρύγες λέγουσι τὸν πατέρα τῶν ὅλων εἶναι ἀμύγδαλον· οὐχὶ δένδρον, φησίν, ἀλλ᾽ εἶναι ἀμύγδαλον ἐκεῖνον τὸν προόντα, ὃς ἔχων ἐν ἑαυτῷ τὸν τέλειον καρπόν, οἱονεὶ διασφύζοντα καὶ κινούμενον ἐν βάθει, διήμυξε τοὺς κόλπους αὑτοῦ καὶ ἐγέννησε τὸν ἀόρατον καὶ ἀκατονόμαστον 〈καὶ〉 ἄρρητον παῖδα ἑαυτοῦ, περὶ οὗ λαλοῦμεν. ἀμύξαι γάρ, 〈φησίν,〉 ἐστὶ(ν) οἱονεὶ ῥῆξαι καὶ διατεμεῖν· καθάπερ 〈γάρ〉, φησίν, ἐπὶ τῶν φλεγμαινόντων σωμάτων καὶ ἐχόντων ἐν ἑαυτοῖς τινα συστροφήν, [ἃς] ἀμυχὰς οἱ ἰατροὶ λέγουσιν ἀνατεμόντες, οὕτως, φησί, Φρύγες τὸν 〈πατέρα〉 ἀμύγδαλον καλοῦσιν, ἀφ᾽ οὗ προῆλθε καὶ ἐγεννήθη ὁ ἀόρατος, «δι᾽ οὗ τὰ πάντα ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν».

Συρικτὰν δέ φασιν εἶναι Φρύγες τὸν ἐκεῖθεν γεγεννημένον, ὅτι πνεῦμα ἐναρμόνιόν ἐστι, 〈φησί,〉 τὸ γεγεννημένον· «πνεῦμα» γάρ, φησίν, ἐστὶν «ὁ θεός»· διό, φησίν, «οὔτε ἐν τῷ ὄρει τούτῳ προσκυνοῦσιν οὔτε ἐν Ἱερουσαλὴμ» «οἱ ἀληθινοὶ προσκυνηταί», ἀλλὰ «ἐν πνεύματι»· πνευματικὴ γάρ, φησίν, ἐστὶ τῶν τελείων ἡ προσκύνησις, οὐ σαρκική. τὸ δὲ πνεῦμα, φησίν, ἐκεῖ ὅπου καὶ ὁ πατὴρ ὀνομάζεται, [καὶ] ὁ υἱὸς ἐκ τούτου τοῦ πατρὸς ἐκεῖ γεννώμενος. οὗτος, φησίν, ἐστὶν ὁ πολυώνυμος μυριόμματος ἀκατάληπτος, οὗ πᾶσα φύσις, ἄλλη δὲ ἄλλως ὀρέγεται. 〈καὶ〉 τοῦτο, φησίν, ἐστὶ τὸ ῥῆμα τοῦ θεοῦ, ὅ, φησίν, ἐστὶ ῥῆμα Ἀποφάσεως τῆς μεγάλης δυνάμεως. διὸ ἔσται ἐσφραγισμένον καὶ κεκρυμμένον καὶ κεκαλυμμένον, κείμενον ἐν τῷ οἰκητηρίῳ οὗ ἡ ῥίζα τῶν ὅλων τεθεμελίωται [ἀπό τε]—αἰώνων δυνάμεων ἐπινοιῶν, θεῶν ἀγγέλων πνευμάτων ἀπεσταλμένων, ὄντων μὴ ὄντων, γεγονότων 〈ἀ〉γενήτων, καταληπτῶν ἀκαταλήπτων, ἐνιαυτῶν μηνῶν ἡμερῶν ὡρῶν—, στιγμὴ ἀμέριστος 〈οὖσα〉, ἐξ ἧς, 〈φησίν,〉 ἐνάρχεται τὸ ἐλάχιστον αὐξῆσαι κατὰ μέρος. ἣ 〈γάρ,〉 μηδὲν οὖσα, φησί, καὶ ἐκ μηδενὸς συνεστῶσα [στιγμὴ ἀμέριστος οὖσα], γενήσεται ἑαυτῆ〈ς〉 ἐπινοίᾳ μέγεθός τι ἀκατάληπτον. αὕτη, φησίν, ἐστὶν «ἡ βασιλεία τῶν οὐρανῶν», «ὁ κόκκος τοῦ σινάπεως», ἡ ἀμέριστος ἐνυπάρχουσα τῷ σώματι στιγμή, ἣν οἶδε, φησίν, οὐδεὶς 〈ἀλλ᾽〉 ἢ οἱ πνευματικοὶ μόνοι.

τοῦτο, φησίν, ἐστὶ τὸ εἰρημένον· «οὐκ εἰσὶ λόγοι οὐδὲ λαλιαί, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν».

Ταῦθ᾽ οὕτως σχεδιάζουσι, τὰ ὑπὸ πάντων ἀνθρώπων λεγόμενά τε καὶ γινόμενα πρὸς 〈τὸν〉 ἴδιον νοῦν 〈*〉 πνευματικῶς φάσκοντες πάντα γίνεσθαι· ὅθεν καὶ τοὺς 〈ἐν τοῖς〉 θεάτροις ἐπιδεικνυμένους λέγουσι μη〈δ᾽〉 αὐτοὺς ἀπρονοήτως τι λέγειν ἢ ποιεῖν. τοιγαροῦν, φησίν, ἐπὰν συνέλθῃ ὁ δῆμος ἐν τοῖς θεάτροις, εἰσιών τις ἠμφιεσμένος στολὴν ἔξαλλον, κιθάραν φέρων καὶ ψάλλων, οὕτως λέγει ᾄδων τὰ μεγάλα μυστήρια, οὐκ εἰδὼς ἃ λέγει· Εἴτε Κρόνου γένος, εἴτε Διὸς μάκαρ, εἴτε Ῥέας, μέγα χαῖρε 〈θεός〉, τὸ κατηφὲς ἄκουσμα Ῥέας Ἄττι· σὲ καλοῦσι μὲν Ἀσσύριοι τριπόθητον Ἄδωνιν, ὅλη δ᾽ Αἴγυπτος Ὄσιριν, ἐπουράνιον Μηνὸς κέρας Ἑλληνὶς σοφία, Σαμόθρᾳκες Ἀδάμ〈να〉 σεβάσμιον, Αἱμόνιοι Κορύβαντα, καὶ οἱ Φρύγες ἄλλοτε μὲν Πάπαν, ποτὲ δ᾽ 〈αὖ〉 νέκυν ἢ θεὸν ἢ τὸν ἄκαρπον ἢ αἰπόλον ἢ χλοερὸν στάχυν ἀμηθέντ᾽ ἢ 〈τ〉ὸν πολύκαρπον ἔτικτεν ἀμύγδαλος, ἀνέρα συρικτάν.

Τοῦτον 〈οὖν καὶ τοιοῦτόν〉 φησιν εἶναι 〈τὸν〉 πολύμορφον Ἄττιν, ὃν ὑμνοῦντες λέγουσιν οὕτως· Ἄττιν ὑμνήσω τὸν Ῥείης, οὐ 〈κ〉ωδώνων σὺμ βόμβοις, οὐδ᾽ αὐλῷ 〈τῶν〉 Ἰδαίων Κουρήτων 〈σὺμ〉 μυκητᾷ, ἀλλ᾽ εἰς Φοιβείαν μίξω μοῦσαν φορμίγγων· εὐοῖ, εὐάν, ὡς Πάν, ὡς Βακχεύς, ὡς ποιμὴν λευκῶν ἄστρων.

Διὰ τούτους καὶ τοὺς τοιούτους λόγους παρεδρεύουσιν οὗτοι τοῖς λεγομένοις Μητρὸς μεγάλης μυστηρίοις, μάλιστα καθορᾶν νομίζοντες διὰ τῶν ἐκεῖ δρωμένων τὸ ὅλον μυστήριον 〈αὑτῶν〉. οὐδὲν δὲ ἔχουσι πλέον οὗτοι τῶν ἐκεῖ δρωμένων, πλὴν ὅτι οὔκ εἰσιν ἀποκεκομμένοι, μόνον 〈δὲ〉 τὸ ἔργον τῶν ἀποκεκομμένων ἐκτελοῦσιν—πάνυ γὰρ πικρῶς καὶ πεφυλαγμένως παραγγέλλουσιν ἀπέχεσθαι, ὡσ〈ὰν〉 ἀποκεκομμένοι, τῆς πρὸς γυναῖκα ὁμιλίας· —τὸ δὲ λοιπόν [ἔργον], ὡς εἰρήκαμεν διὰ πολλῶν, ὥσπερ οἱ ἀπόκοποι δρῶσι.

Τιμῶσι δὲ οὐκ ἄλλο τι ἢ τὸν νάας οὗτοι, Να〈α〉σσηνοὶ καλούμενοι. νάας δέ ἐστιν ὁ ὄφις· ἀφ᾽ οὗ φασι πάντας εἶναι τοὺς ὑπὸ τὸν οὐρανὸν προσαγορευομένους ναοὺς [ἀπὸ τοῦ νάας], κἀκείνῳ μόνῳ τῷ νάας ἀνακεῖσθαι πᾶν ἱερὸν καὶ πᾶσαν τελετὴν καὶ πᾶν μυστήριον, καὶ καθόλου μὴ δύνασθαι τελετὴν εὑρεθῆναι ὑπὸ τὸν οὐρανὸν, ἐν ᾗ ναὸς οὐκ ἔστι καὶ ὁ νάας ἐν αὐτῷ, ἀφ᾽ οὗ ἔλαχε ναὸς καλεῖσθαι.

Εἶναι δὲ τὸν ὄφιν λέγουσιν οὗτοι τὴν ὑγρὰν οὐσίαν, καθάπερ καὶ Θαλῆς 〈ἔφη〉 ὁ Μιλήσιος, καὶ μηδὲν δύνασθαι τῶν ὄντων ὅλως, ἀθανάτων ἢ θνητῶν, [τῶν] ἐμψύχων ἢ ἀψύχων, συνεστηκέναι χωρὶς αὐτοῦ. ὑποκεῖσθαι δὲ αὐτῷ τὰ πάντα, καὶ εἶναι αὐτὸν ἀγαθόν, καὶ ἔχειν πάντων ἐν αὑτῷ, ὥσπερ «ἐν κέρατι ταύρου μονοκέρωτος», τὸ κάλλος [τῶν ἄλλων], καὶ τὴν ὡραιότητα ἐπιδιδόναι πᾶσι τοῖς οὖσι κατὰ φύσιν τὴν ἑαυτῶν καὶ οἰκειότητα. 〈*〉 οἱονεὶ διὰ πάντων ὁδεύοντα, ὥσπερ «〈ποταμὸν〉 ἐκπορευόμενον ἐξ Ἐδὲμ 〈ποτίζειν τὸν παράδεισον〉» καὶ «σχιζόμενον εἰς ἀρχὰς τέσσαρας». Ἐδὲμ δὲ εἶναι λέγουσι τὸν ἐγκέφαλον, οἱονεὶ δεδεμένον καὶ κατεσφιγμένον ἐν τοῖς περικειμένοις χιτῶσιν ὥσπερ οὐρανοῖς, παράδεισον 〈δὲ〉 εἶναι νομίζουσι τὸν μέχρι μόνης τῆς κεφαλῆς ἄνθρωπον. ἐξερχόμενον οὖν τοῦτον τὸν ποταμὸν ἐξ Ἐδέμ—τουτέστιν ἀπὸ τοῦ ἐγκεφάλου—«ἀφορίζεσθαι εἰς ἀρχὰς τέσσαρας· καλεῖσθαι δὲ τὸ ὄνομα τοῦ πρώτου ποταμοῦ Φεισών· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Εὐϊλάτ· ἐκεῖ οὖν ἐστι τὸ χρυσίον· τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν· καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ καὶ 〈ὁ〉 λίθος ὁ πράσινος»· οὗτος, φησίν, 〈ἐστὶν〉 ὀφθαλμός, τῇ τιμῇ καὶ τοῖς χρώμασι μαρτυρῶν τῶν λεγομένων. τὸ δὲ «ὄνομα τοῦ δευτέρου ποταμοῦ Γεών· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Αἰθιοπίας»· οὗτος, φησίν, ἐστὶν ἀκοή, λαβυρινθώδης τις ὤν.

καὶ ὄνομα «τῷ τρίτῳ 〈ποταμῷ〉 Τίγρις· οὗτος [ἐστὶν] ὁ πορευόμενος κατέναντι Ἀσσυρίων»· οὗτος, φησίν, ἐστὶν ὄσφρησις, ὀξυτάτῃ χρώμενος τῇ φορᾷ τοῦ ῥεύματος· πορεύεται δὲ κατέναντι Ἀσσυρίων, ὅτι, 〈φησίν,〉 ἐκπνέοντι τῷ πνεύματι κατὰ τὴν ἀναπνοὴν τὸ ἔξωθεν, ἀπὸ τοῦ ἀέρος 〈ἀνα〉συρόμενον, ὀξύτερον καὶ βιαιότερον ἐπεισέρχεται πνεῦμα· ἀναπνοῆς γάρ, φησίν, αὕτη 〈ἡ〉 φύσις. «ὁ δὲ ποταμὸς ὁ τέταρτος Εὐφράτης»· τοῦτον λέγουσιν 〈εἶναι〉 στόμα, δι᾽ οὗ ἡ τῆς προσευχῆς ἔξοδος καὶ ἡ τῆς τροφῆς εἴσοδος· 〈ὃς〉 εὐφραίνει καὶ τρέφει καὶ χαρακτηρίζει τὸν πνευματικὸν τέλειον ἄνθρωπον.

Τοῦτο, φησίν, ἐστὶ «τὸ ὕδωρ τὸ ὑπεράων τοῦ στερεώματος», περὶ οὗ, φησίν, εἴρηκεν ὁ σωτήρ· «εἰ ᾔδεις τίς ἐστιν ὁ αἰτῶν, σὺ ἂν ᾔτησας παρ᾽ αὐτοῦ καὶ ἔδωκεν ἄν σοι πιεῖν ζῶν ὕδωρ ἁλλόμενον». ἐπὶ τοῦτο, φησί, τὸ ὕδωρ πᾶσα φύσις ἔρχεται τὰς ἑαυτῆς οὐσίας ἐκλέγουσα, καὶ προσέρχεται ἑκάστῃ φύσει ἀπὸ τοῦ ὕδατος τούτου τὸ οἰκεῖον, φησί, μᾶλλον ἢ 〈ὁ〉 σίδηρος τῇ Ἡρακλείᾳ λίθῳ καὶ ὁ χρυσὸς τῇ τοῦ θαλασσίου ἱέρακος κερκίδι καὶ τὸ ἄχυρον τῷ ἠλέκτρῳ. εἰ δέ τις, φησίν, ἐστὶ «τυφλὸς ἐκ γενετῆς» καὶ μὴ τεθεαμένος «〈τὸ〉 φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον», δι᾽ ἡμῶν, 〈φησίν,〉 ἀναβλεψάτω καὶ ἰδέτω οἱονεὶ διά τινος παραδείσου συμφύτου καὶ πολυσπερμάτου ὕδωρ διερχόμενον διὰ πάντων τῶν φυτῶν καὶ τῶν σπερμάτων, καὶ ὄψεται ὅτι ἐξ ἑνὸς καὶ τοῦ αὐτοῦ ὕδατος ἐκλέγεται καὶ ἐπισπᾶται ἡ ἐλαία τὸ ἔλαιον καὶ ἡ ἄμπελος τὸν οἶνον καὶ τῶν ἄλλων κατὰ γένος ἕκαστον φυτῶν. ἔστι δέ, φησίν, ὁ ἄνθρωπος ἐκεῖνος ἄτιμος ἐν τῷ κόσμῳ, καὶ πολύτιμος 〈*〉 ὑπὸ τῶν οὐκ εἰδότων τοῖς οὐκ εἰδόσιν αὐτόν, «λελογισμένος ὥσπερ σταγὼν ἀπὸ κάδου» 〈*〉 οἵτινες ἐσμέν, φησίν, οἱ πνευματικοί, οἱ ἐκλεγόμενοι ἀπὸ τοῦ «ζῶντος ὕδατος» τοῦ ῥέοντος Εὐφράτου διὰ τῆς Βαβυλῶνος μέσης τὸ οἰκεῖον, 〈οἱ〉 διὰ τῆς πύλης ὁδεύοντες 〈τῆς〉 ἀληθινῆς, ἥτις ἐστὶν Ἰησοῦς ὁ μακάριος.

καὶ ἐσμέν, 〈φησίν,〉 ἐξ ἁπάντων ἀνθρώπων ἡμεῖς Χριστιανοὶ μόνοι, 〈οἱ〉 ἐν τῇ τρίτῃ πύλῃ ἀπαρτίζοντες τὸ μυστήριον καὶ χριόμενοι ἐκεῖ ἀλάλῳ χρίσματι ἐκ κέρατος, ὡ〈ς〉 Δαβίδ, οὐκ 〈ἐξ〉 ὀστρακίνου φακοῦ, φησίν, ὡς ὁ Σαούλ, ὁ συμπολιτευόμενος τῷ πονηρῷ δαίμονι, 〈τῷ〉 «τῆς σαρκικῆς ἐπιθυμίας».

Ταῦτα μὲν οὖν ἐκ πολλῶν ὡς ὀλίγα παρεθέμεθα· ἔστι γὰρ ἀναρίθμητα 〈τὰ〉 τῆς μωρίας ἐπιχειρήματα, ὄντα φλύαρα καὶ μανιώδη. ἀλλ᾽ ἐπειδὴ 〈τῇ〉 δυνάμει τὴν ἄγνωστον αὐτῶν γνῶσιν ἐξεθέμεθα, καὶ τοῦτο ἔδοξε παραθεῖναι· ψαλμὸς αὐτοῖς ἐσχεδίασται οὗτος, δι᾽ οὗ πάντα [αὐτοῖς] τὰ τῆς πλάνης μυστήρια δοκοῦσι [διὰ ὕμνου] ᾄδειν οὕτως· Νόμος ἦν γενικὸς τοῦ παντὸς ὁ πρωτό〈τοκο〉ς Νόος, ὁ δὲ δεύτερος ἦν τοῦ πρωτοτόκου τὸ χυθὲν Χάος, τριτάτη〈ν〉 Ψυχὴ δ᾽ ἔλαβ᾽ 〈ἐξ〉εργαζομένη νόμον· διὰ τοῦτ᾽ ἐλάφου μορφὴν περικειμένη κοπιᾷ, θανάτῳ μελέτημα, κρατουμένη· ποτὲ 〈μὲν〉 βασίλ(ειον) ἔχουσα βλέπει τὸ φῶς, ποτὲ δ᾽ εἰς 〈σπ〉ήλαιον ἐκρι〈πτο〉μένη κλάει. [〈ποτὲ μὲν〉 χαίρει, ποτὲ δὲ κλαίεται, 〈ποτὲ μὲν〉 κρίνει, ποτὲ δὲ κρίνεται, ποτὲ μὲν θνῄσκει, ποτὲ δὲ γίνεται.] 〈κ〉ἀνέξοδον ἡ μελέα κακῶ〈ν〉 λαβύρινθον ἐσῆλθε πλανωμένη. εἶπεν δ᾽ Ἰησοῦς· ἐσόρ〈α〉, πάτερ, ζήτημα κακῶν 〈τόδ᾽〉 ἐπὶ χθόνα ἀπὸ σῆς πνο〈ι〉ῆς ἀποπλάζεται· ζητεῖ δὲ φυγεῖν τὸ πικρὸν Χάος κοὐκ οἶδε〈ν ὅ〉πως διελεύσεται. τούτου με χάριν πέμψον, πάτερ· σφραγῖδας ἔχων καταβήσομαι, Αἰῶνας ὅλους διοδεύσω, μυστήρια πάντα δ᾽ ἀνοίξω μορφάς τε θεῶν ἐπιδείξω· [καὶ] τὰ κεκρυμμένα τῆς ἁγίας ὁδοῦ γνῶσιν καλέσας παραδώσω.

Ταῦτα μὲν οὖν οἱ Ναασσηνοὶ ἐπιχειροῦσιν, ἑαυτοὺς γνωστικοὺς ὀνομάζοντες. ἀλλ᾽ ἐπεὶ πολυκέφαλός ἐστιν ἡ πλάνη καὶ πολυσχιδὴς ἀληθῶς ὡς 〈ἡ〉 ἱστορουμένη ὕδρα, κατὰ μίαν ταύτης 〈τὰς〉 κεφαλὰς πατάξαντες διὰ τοῦ ἐλέγχου, τῇ τῆς ἀληθείας ῥάβδῳ χρησάμενοι, ἅπαν τὸ θηρίον ἀναιρήσομεν· οὐδὲ γὰρ αἱ λοιπαὶ αἱρέσεις πολὺ ταύτης ἀπεμφαίνουσι, συνεχόμεναι ἑν〈ὶ〉 πλάνης πνεύματι. ἀλλ᾽ ἐπειδὴ τὰ ῥήματα καὶ τὰ ὀνόματα [τοῦ ὄφεως] ἐνδιαλλάξαντες πολλὰς εἶναι κεφαλὰς τοῦ ὄφεως ἠθέλησαν, οὐδὲ οὕτως ἐνδεήσομεν διελέγξαι, ὡς βούλονται.

Ἔστι γοῦν καὶ ἑτέρα τις 〈αἵρεσις, ἡ〉 Περατική, 〈ἧς ἀρχηγοὶ γεγόνασιν Ἀκεμβὴς ὁ Καρύστιος καὶ Εὐφράτης ὁ Περατικός,〉 ὧν πολλοῖς ἔτεσιν ἔλαθεν ἡ κατὰ Χριστοῦ δυσφημία· ὧν νῦν εἰς φανερὸν ἄγειν ἔδοξε τὰ ἀπόρρητα μυστήρια. οὗτοι φάσκουσι τὸν κόσμον εἶναι ἕνα, τριχῇ διῃρημένον. ἔστι δὲ τῆς τριχῇ διαιρέσεως παρ᾽ αὐτοῖς [τὸ μὲν ἓν μέρος] οἱον〈εὶ〉 μία τις ἀρχή, καθάπερ πηγὴ μεγάλη, εἰς ἀπείρους τῷ λόγῳ τμηθῆναι τομὰς δυναμένη. ἡ δὲ πρώτη τομὴ καὶ προσεχεστέρα κατ᾽ αὐτούς ἐστι〈ν ἡ〉 τριάς· καὶ 〈τὸ μὲν ἓν μέρος〉 καλεῖται ἀγαθὸν τέλειον, μέγεθος πατρικόν· τὸ δὲ δεύτερον τῆς τριάδος αὐτῶν μέρος οἱονεὶ δυνάμεων ἄπειρόν τι πλῆθος, ἐξ αὑτῶν γεγενημένων· τὸ 〈δὲ〉 τρίτον ἰδικόν. καὶ ἔστι τὸ μὲν πρῶτον ἀγέννητον, ὅπερ ἐστὶν ἀγαθὸν 〈τέλειον〉· τὸ δὲ δεύτερον [ἀγαθὸν] αὐτογενές· τὸ 〈δὲ〉 τρίτον γεννητόν. ὅθεν διαρρήδην λέγουσι τρεῖς θεούς, τρεῖς λόγους, τρεῖς νοῦς, τρεῖς ἀνθρώπους· ἑκάστῳ γὰρ μέρει τοῦ κόσμου, τῆς διαιρέσεως διακεκριμένης, διδόασι καὶ θεοὺς καὶ λόγους καὶ νοῦς καὶ ἀνθρώπους καὶ τὰ λοιπά.

Ἄνωθεν δέ, ἀπὸ τῆς ἀγεν〈ν〉ησίας καὶ 〈τῆς〉 πρώτης τοῦ κόσμου τομῆς, καθεστηκότος λοιπὸν τοῦ κόσμου ἐπὶ συντελείᾳ, κατεληλυθέναι, δι᾽ αἰτίας ἃς ὕστερον ἐροῦμεν, ἐν τοῖς Ἡρώδου χρόνοις τριφυῆ τινα καὶ τρισώμ〈ατ〉ον καὶ τριδύναμον ἄνθρωπον καλούμενον Χριστόν, ἀπὸ τῶν τριῶν ἔχοντα τοῦ κόσμου μερῶν ἐν ἑαυτῷ πάντα τὰ συγκρίματα καὶ τὰς δυνάμεις. καὶ τοῦτο εἶναί φησι τὸ λεγόμενον· «πᾶν τὸ πλήρωμα εὐδόκησε κατοικῆσαι ἐν αὐτῷ» «σωματικῶς» καὶ πᾶσά ἐστιν ἐν αὐτῷ «ἡ θεότης», 〈τουτέστι〉 τῆς οὕτω διῃρημένης τριάδος. κατενηνέχθαι γάρ φησιν ἀπὸ τῶν ὑπερκειμένων κόσμων δύο, τοῦ τε ἀγεννήτου καὶ τοῦ αὐτογενοῦς, εἰς τοῦτον τὸν κόσμον ἐν ᾧ ἐσμεν ἡμεῖς παντοίων δυνάμεων σπέρματα· τίς δέ ἐστιν ὁ τρόπος τῆς καταβάσεως αὐτῶν, ὕστερον ἐροῦμεν. κατεληλυθέναι οὖν φησι τὸν Χριστὸν ἄνωθεν, ἀπὸ τῆς ἀγεννησίας, ἵνα διὰ τῆς καταβάσεως αὐτοῦ πάντα σωθῇ τὰ τριχῇ διῃρημένα· τὰ μὲν γάρ, φησίν, ἄνωθεν κατενηνεγμένα [κάτω] ἀνελεύσεται δι᾽ αὐτοῦ, τὰ δὲ ἐπιβουλεύσαντα τοῖς κατενηνεγμένοις ἄνωθεν ἀφίε〈τα〉ι 〈εἰκῇ〉 καὶ κολασθέντα ἀπολέγεται. τοῦτό ἐστι, φησί, τὸ εἰρημένον· «οὐ γὰρ ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὸν κόσμον ἀπολέσαι τὸν κόσμον, ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος δι᾽ αὐτοῦ»· κόσμον, φησί, καλεῖ τὰς δύο μοίρας τὰς ὑπερκειμένας, τήν τε ἀγέννητον καὶ τὴν αὐτογέννητον.

ὅταν δὲ ἡ γραφὴ λέγῃ, φησίν· «ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν», τὴν τρίτην μοῖραν λέγει, τὸν κόσμον τὸν ἰδικόν· τὴν μὲν γὰρ τρίτην δεῖ φθαρῆναι, ἣν καλεῖ κόσμον 〈ἰδικόν〉, τὰς δὲ δύο τῆς φθορᾶς ἀπαλλαγῆναι, τὰς ὑπερκειμένας.

Μάθωμεν 〈μὲν〉 οὖν πρῶτον πῶς ταύτην τὴν διδαχὴν παρὰ τῶν ἀστρολόγων εἰληφότες ἐπηρεάζουσι Χριστόν, ἐργαζόμενοι φθορὰν τοῖς ἑπομένοις αὐτοῖς ἐν τῇ τοιαύτῃ πλάνῃ. οἱ γὰρ ἀστρολόγοι ἕνα τὸν κόσμον εἰρηκότες διαιροῦσιν αὐτὸν εἰς τὰ τῶν ἀπλανῶν ζῳδίων μέρη δώδεκα, καὶ καλοῦσι τὸν κόσμον τῶν ζῳδίων τῶν ἀπλανῶν ἕνα κόσμον ἀπλανῆ· ἕτερον δὲ εἶναι τὸν τῶν πλανωμένων, 〈καὶ ἕτερον τὸν καθ᾽ ἡμᾶς, ὃν〉 καὶ δυνάμει καὶ θέσει καὶ ἀριθμῷ κόσμον λέγουσιν, ὅ ἐστι μέρος 〈μέχρι〉 σελήνης. λαμβάνειν δὲ κόσμον ἀπὸ κόσμου δύναμίν τινα καὶ μετουσίαν, καὶ μετέχειν [ἀπὸ] τῶν ὑπερκειμένων τὰ ὑποκείμενα. ἵνα δὲ ἔσται τὸ λεγόμενον ἐμφανές, αὐταῖς ἐκείναις ταῖς τῶν ἀστρολόγων ἐκ μέρους χρήσομαι φωναῖς, ὑπομνήσων τοὺς ἐντυγχάνοντας τὰ προειρημένα ἐν τῷ τόπῳ οὗ ἐξεθέμεθα τὴν τῶν ἀστρολόγων πᾶσαν τέχνην. ἃ μὲν οὖν [ὡς] ἐκείνοις δοκεῖ, ἔστι τάδε· ἀπὸ τῆς τῶν ἄστρων ἀπορροίας τὰς γενέσεις τῶν ὑποκειμένων ἀποτελεῖσθαι.

Περιεργότερον γὰρ ἀναβλέψαντες εἰς τὸν οὐρανὸν οἱ Χαλδαῖοι ἔφασαν δραστικῶν μὲν αἰτιῶν ἐπέχειν λόγον εἰς 〈τὸ〉 ἕκαστον τῶν καθ᾽ ἡμᾶς συμβαινόντων 〈ἐκβαίνειν τοὺς ἑπτὰ ἀστέρας,〉 συνεργεῖν δὲ τὰ τῶν ἀπλανῶν ζῳδίων μέρη. 〈τὸν μὲν οὖν ζῳδιακὸν κύκλον διαιροῦσιν εἰς ζῴδια〉 δώδεκα, ἕκαστον δὲ ζῴδιον εἰς μοίρας τριάκοντα, ἑκάστην δὲ μοῖραν εἰς ἑξήκοντα λεπτά· οὕτω γὰρ καλοῦσι τὰ ἐλάχιστα καὶ [τὰ] ἀμερῆ. τῶν δὲ ζῳδίων τὰ μὲν ἀρρενικὰ καλοῦσι, τὰ δὲ θηλυκά, καὶ τὰ μὲν δίσωμα, τὰ δὲ οὔ, καὶ τὰ μὲν τροπικά, τὰ δὲ στερεά. ἀρρενικὰ μὲν οὖν ἐστιν ἢ θηλυκὰ ἅπερ συνεργὸν ἔχει φύσιν πρὸς ἀρρενογονίαν 〈ἢ θηλυγονίαν〉· Κριὸς γὰρ ἀρρενικόν ἐστι ζῴδιον, Ταῦρος δὲ θηλυκόν, καὶ τὰ λοιπὰ κατὰ τὴν αὐτὴν ἀναλογίαν, ἃ μὲν ἀρρενικά, ἃ δὲ θηλυκά. ἀφ᾽ ὧν, οἴομαι, 〈καὶ οἱ〉 Πυθαγορικοὶ κινηθέντες τὴν μὲν μονάδα ἄρρεν προσαγορεύουσι, τὴν δὲ δυάδα θῆλυ, τὴν δὲ τριάδα πάλιν ἄρρεν, καὶ ἀναλόγως τοὺς λοιποὺς τῶν τε ἀρτίων [τε] καὶ περισσῶν ἀριθμῶν. ἔνιοι δὲ καὶ ἕκαστον ζῴδιον εἰς δωδεκατημόρια διελόντες τῇ αὐτῇ σχεδὸν ἐφόδῳ χρῶνται· οἷον ἐπὶ Κριοῦ 〈τὸ μὲν πρῶτον δωδεκατημόριον αὐτοῦ Κριόν τε〉 καλοῦσιν 〈καὶ〉 ἄρρεν, τὸ δὲ δεύτερον Ταῦρόν [ἄρρεν] τε καὶ θῆλυ, τὸ δὲ τρίτον Διδύμους 〈τε〉 καὶ ἄρρεν, καὶ ἐπὶ τῶν ἄλλων μοιρῶν [δὶς] ὁ αὐτὸς λόγος.

δίσωμα δὲ εἶναι λέγουσι ζῴδια 〈Διδύμους τε καὶ〉 τὸν διαμετροῦντα τούτοις Τοξότην, Παρθένον τε καὶ Ἰχθύας, οὐ δίσωμα δὲ τὰ λοιπά. καὶ ὡσαύτως τροπικὰ μὲν ἐν οἷς γινόμενος ὁ ἥλιος μεταλ〈λ〉άσ〈σ〉ει καὶ ποιεῖ τοῦ περιέχοντος 〈τ〉ροπάς, οἷόν ἐστι ζῴδιον ὅ τε Κριὸς καὶ τὸ τούτου διάμετρον, καθάπερ Ζυγός, Αἰγόκερώς τε καὶ Καρκίνος· ἐν Κριῷ μὲν γὰρ ἐαρινὴ γίνεται τροπή, ἐν Αἰγοκέρῳ δὲ χειμερινή, ἐν Καρκίνῳ δὲ θερινή, ἐν Ζυγῷ δὲ φθινοπωρινή.

Ταῦτα δὲ καὶ τὸν περὶ τούτων λόγον λεπτομερῶς ἐξεθέμεθα ἐν τῇ πρὸ ταύτης βίβλῳ· ὅθεν ἔστι μαθεῖν τὸν φιλομαθῆ ὡς οἱ τῆς Περατικῆς αἱρέσεως ἀρχηγοί, Εὐφράτης ὁ Περατικὸς καὶ Κέλβης ὁ Καρύστιος, μεταγαγόντες ὀνόμασι μόνον διήλλαξαν, δυνάμει δὲ τὰ ὅμοια 〈ὑπ〉έθεντο, καὶ αὐτοὶ τῇ τέχνῃ κατακόρως προσέχοντες. καὶ γὰρ ὅρια τῶν ἀστέρων οἱ ἀστρολόγοι λέγουσιν, ἐν οἷς μᾶλλον δύνασθαι φάσκουσι τοὺς ἄρχοντας ἀστέρας, οἷον ἔν 〈τισι μὲν κακοποιοῦσιν, ἔν〉 τισι δὲ ἀγαθοποιοῦσιν, ὧν καί τινας κακοποιοὺς λέγουσι, τινὰς δὲ ἀγαθοποιούς. ἐπιβλέπειν δὲ λέγονται ἀλλήλους καὶ συμφωνεῖν ἀλλήλοις 〈ὡς〉 οἱ κατὰ τρίγωνον 〈ἢ τετράγωνον φαινόμενοι. κατὰ τρίγωνον μὲν οὖν〉 συσχηματίζονται ἐπιθεωροῦντες ἀλλήλους ἀστέρες ἐπὶ τριῶν ζῳδίων ἔχοντες τὸ μεταξὺ διάλειμμα, κατὰ τετράγωνον δὲ δυεῖν. 〈οὐ μὴν δὲ ὃν τρόπον〉 ἐν τῷ ἀνθρώπῳ 〈τῇ〉 κεφαλῇ τὰ [δὲ] ὑποκείμενα μέρη [πάσχειν] συμπάσχειν [συμπάσχειν δὲ] καὶ τοῖς ὑποκειμένοις τὴν κεφαλήν, οὕτως καὶ τοῖς ὑπερσεληναίοις τὰ ἐπίγεια, ἀλλὰ γάρ τίς ἐστι τούτων διαφορὰ καὶ 〈ἀ〉συμπάθεια, ὡς 〈ἂν〉 μὴ μίαν καὶ τὴν αὐτὴν ἐχόντων ἕνωσιν.

Ταύτην τὴν σύστασιν καὶ τὴν διαφορὰν τῶν ἄστρων, Χαλδαϊκὴν ὑπάρχουσαν, πρὸς ἑαυτοὺς ἐπισπασάμενοι 〈οἱ Περάται〉 οὓς προείπομεν, ἐπιψευσάμενοι τῷ τῆς ἀληθείας ὀνόματι ὡς Χριστοῦ λόγον κατήγγειλαν. αἰώνων 〈οὖν〉 στάσιν καὶ ἀποστασίας ἀγαθῶν δυνάμεων εἰς κακὰ καὶ συμφωνίας ἀγαθῶν μετὰ πονηρῶν προσαγορεύουσι, καλοῦντες τοπάρχας καὶ προαστείους καὶ ἄλλα πλεῖστα ὀνόματα ἀναπλάσσοντες, ἑαυτοῖς οὐχ ὑποκείμενα. ἀλλὰ 〈μὴν〉 τὴν τῶν ἀστρολόγων περὶ τοὺς ἀστέρας πᾶσαν φαντασίαν ἀτέχνως τεχνολογοῦντες, μεγάλης πλάνης ὑπόθεσιν ἐπεισάγοντες, ἐξελεγχθήσονται σὺν τῇ ἡμετέρᾳ ἐμμελ(είᾳ). ἀντιπαραθήσω γὰρ τῇ προλελεγμένῃ τῶν ἀστρολόγων Χαλδαϊκῇ τέχνῃ ἔνια τῶν Περατικῶν συνταγμάτων, ἀφ᾽ ὧν ὑπάρξει συγκρίναντας κατανοῆσαι ὡς οἱ Περατ〈ικ〉οὶ λόγοι τῶν ἀστρολόγων ὁμολογουμένως εἰσίν, οὐ Χριστοῦ.

Δοκεῖ οὖν παρατάξαι μίαν τινὰ τῶν παρ᾽ αὐτοῖς δοξαζομένων βίβλων, ἐν ᾗ λέγει· «Ἐγὼ φωνὴ ἐξυπνισμοῦ ἐν τῷ αἰῶνι τῆς νυκτός· λοιπὸν ἄρχομαι γυμνοῦν τὴν ἀπὸ τοῦ Χάους δύναμιν. ἡ δύναμις τοῦ ἀβυσσικοῦ θολοῦ, ἡ τὸν πηλὸν ἀναβαστάζουσα τοῦ ἀφθάρτου ἀχανοῦς διύγρου, ἡ τοῦ σπάσματος ὅλη δύναμις ὑδατόχρους ἀεικίνητος, 〈ἡ〉 φέρουσα τὰ μένοντα, κατέχουσα τὰ τρέμοντα, ἀπολύουσα τὰ ἐρχόμενα, κουφίζουσα τὰ γέμοντα, καθαιροῦσα τὰ αὔξοντα, 〈ἡ〉 πιστὴ οἰκονόμος τοῦ ἴχνους τῶν ἀέρων, ἡ τὰ ἀνερευγόμενα ἀπὸ τῶν δώδεκα ὀφθαλμῶν 〈τῆς〉 ἐντολῆς ἀπολαύουσα, 〈ἡ〉 σφραγῖδα δηλοῦσα πρὸς τὴν μετ᾽ αὐτῆς οἰκονομοῦσαν τῶν ἐπιφερομένων ἀοράτων ὑδάτων δύναμιν, ἐκλήθη Θάλασσα. ταύτην τὴν δύναμιν ἡ ἀγνωσία ἐκάλεσε Κρόνον, δεσμοῖς φρουρούμενον, ἐπεὶ ἔσφιγγε τὸ σύμπλεγμα τοῦ πυκνοῦ καὶ ὀμιχλώδους, ἀδήλου 〈καὶ〉 σκοτεινοῦ Ταρτάρου. ταύτης ἐγένοντο κατ᾽ εἰκόνα Κηφεύς, Προμηθεύς, Ἰαπετός. δύναμις πεπιστευμένη τὴν Θάλασσαν, ἀρσενόθηλυς· ἡ τὸν ἀνατρέχοντα συριγμὸν ἀπὸ τῶν δώδεκα στομάτων τοῖς δώδεκα αὐλίσκοις ἁρμόζουσα· δ〈ι〉αχύνει λεπτύ〈ν〉ουσα καὶ καθαιρεῖ τὴν κατέχουσαν λάβρον 〈ὄμβρον〉 ἀναφοράν· καὶ σφραγίζει 〈σ〉ατραπῶν ὁδοὺς αὐτῆς, πρὸς τὸ μὴ πολεμῆσαι ἢ ἐναλλάξαι τό〈πους〉 μὴ δι〈ασημαινούσης〉 αὐτῆς· θυγάτηρ Τυφωνική, πιστὴ φύλαξ ὑδάτων παντοίων· ὄνομα αὐτῇ Χορζάρ.

ταύτην ἡ ἀγνωσία ἐκάλεσε Ποσειδῶνα· οὗ κατ᾽ εἰ(κ)όνα ἐγένοντο Γλαῦκος, Μελικέρτης, Ἰν〈ώ〉, Νεβρών. 〈*〉 περιεσφαιρωκὼς τὴν δωδεκαγώνιον πυραμίδα, πύλην εἰς 〈τὴν〉 πυραμίδα σκοτίζων ποικίλαις χρόαις καὶ ἀπαρτίζων πᾶσαν [τὴν] νυκτόχρουν. τοῦτον ἡ ἀγνωσία ἐκάλεσε Κόρην. οὗ λειτουργοὶ πέντε· πρῶτος Οὔ, δεύτερος Ἀοαί, τρίτος Οὐώ, τέταρτος Οὐωάβ, πέμπτος † ἄλλοι· † 〈οἱ〉 πιστοὶ οἰκονόμοι αὐτοῦ τῆς τοπαρχίας, ἡμέρας καὶ νυκτὸς οἱ ἀναπαυόμενοι ἐν τῇ ἐξουσίᾳ αὐτῶν. τούτους ἡ ἀγνωσία ἐκάλεσε τοὺς πλάνητας ἀστέρας, ἐφ᾽ ὧν ἡ φθαρτὴ γένεσις ᾐώρηται.

Ἀέρος ἀνατολῆς 〈καὶ ἀέρος δύσεως〉 οἰκονόμοι Καρφακασημεοχεὶρ 〈καὶ〉 Ἐκκαββάκαρα· τούτους ἐκάλεσεν ἡ ἀγνωσία Κουρῆτας. ἄρχων ἀνέμων τρίτος Ἀριήλ· οὗ κατ᾽ εἰκόνα ἐγένοντο Αἴολος, Β〈ρ〉ιάρη〈ο〉ς. καὶ ἄρχων δωδεκαώρου νυκτερινῆς Σοκλάν· ὃν ἐκάλεσεν ἡ ἀγνωσία Ὄσιριν. τούτου κατ᾽ εἰκόνα ἐγένοντο Ἄδμητος, Μήδεια, Ἕλλην, Αἴθουσα. ἄρχων ἡμερινῆς δωδεκαώρου Εὐνώ· οὗτος οἰκονόμος τῆς πρωτοκαμάρου ἀνατολ〈ικ〉ῆς καὶ αἰθερίου· ὃ〈ν〉 ἐκάλεσεν ἡ ἀγνωσία Ἶσιν. τούτου σημεῖον τὸ Κυνὸς ἄστρον· οὗ κατ᾽ εἰκόνα ἐγένοντο Πτολεμαῖος ὁ Ἀρσινόης, Διδύμη, Κλεοπάτρα, Ὀλυμπιάς. δύναμις θεοῦ δεξιά· ἣν ἐκάλεσεν ἡ ἀγνωσία Ῥέαν· οὗ κατ᾽ εἰκόνα ἐγένοντο Ἄττις, Μυγδών, Οἰνώνη. δύναμις 〈θεοῦ〉 ἀριστερά· τροφῆς ἐξουσιάζει· ἣν ἐκάλεσεν ἡ ἀγνωσία Δήμητραν, ὄνομα 〈δ᾽〉 αὐτῇ Βένα. τούτου κατ᾽ εἰκόνα ἐγένοντο Κελεός, Τριπτόλεμος, Μίσυρ, Πραξι〈θέ〉α. δύναμις 〈πυρὸς〉 δεξι(ά)· ἐξουσιάζει καρπῶν. τοῦτον ἡ ἀγνωσία ἐκάλεσε Μῆνα· οὗ κατ᾽ εἰκόνα ἐγένοντο Βουμέγας, Ὀστάνης, Ἑρμῆς Τρισμέγιστος, Κουρίτη(ς), Πετόσιρις, Ζῳδάριον, Βηρωσός, Ἀστράμψουχος, Ζωρόαστρις. δύναμις πυρὸς εὐώνυμος· τοῦτον ἡ ἀγνωσία ἐκάλεσεν Ἥφαιστον· οὗ κατ᾽ εἰκόνα ἐγένοντο Ἐριχθόνιος, Ἀχιλλεύς, Καπανεύς, Φλεγύας, Μελέαγρος, Παδ〈ο〉υήλ, Ἐγκέλαδος, Ῥαφαήλ, Σουριήλ, Ὀμφάλη. δυνάμεις τρεῖς μέσαι, 〈ἐκ〉 τοῦ ἀέρος κρεμάμεναι· αἰτίαι γενέσεως.

ταύτας ἡ ἀγνωσία ἐκάλεσε Μοίρας· ὧν κατ᾽ εἰκόνα ἐγένοντο οἶκος Πριάμου, οἶκος Λαΐου, Ἰνώ, Αὐτονόη, Ἀγαυή, Ἀθάμας, Πρόκνη, Δαναΐδες, Πελιάδες. δύναμις ἀρσενόθηλυς ἀεὶ νηπιάζουσα, ἀγήρατος· αἰτία κάλλους, ἡδονῆς, ἀκμῆς, ὀρέξεως, ἐπιθυμίας. ὃν ἐκάλεσεν ἡ ἀγνωσία Ἔρωτα· οὗ κατ᾽ εἰκόνα ἐγένοντο Πάρις, Νάρκισσος, Γανυμήδης, Ἐνδυμίων, Τιθωνός, Ἰκάριος, Λήδα, Ἀμυμώνη, Θέτις, Ἑσπερίδες, Ἰασ〈ί〉ων, Λέανδρος, Ἡρώ. οὗτοί εἰσιν οἱ προάστειοι ἕως αἰθέρος»· οὕτω γὰρ καὶ ἐπιγράφει τὸ βιβλίον.

Καταφανὴ〈ς μὲν οὖν〉 σύμπασιν εὐκόλως γεγένηται ἡ τῶν Περατῶν αἵρεσις ἀπὸ τῆς τῶν ἀστρολόγων μεθηρμοσμένη, 〈ἐνηλλαγμένη〉 τοῖς ὀνόμασι μόνοις· τὸν δὲ αὐτὸν τρόπον περιέχει καὶ τὰ ἕτερα αὐτῶν βιβλία, εἴ τινι φίλον εἴη διὰ πάντων ἐλθεῖν. πάντων γάρ, ὡς ἔφην, τῶν γεννητῶν τῆς γενέσεως αἴτια νομίζουσιν εἶναι τὰ ἀγέννητα καὶ τὰ ὑπερκείμενα, καὶ γεγονέναι κατ᾽ ἀπόρροιαν 〈αὐτῶν〉 τὸν κόσμον τὸν καθ᾽ ἡμᾶς—ὃν ἰδικὸν ἐκεῖνοι καλοῦσι—, καὶ τούτους πάντας ὁμοῦ τοὺς ἀστέρας τοὺς θεωρουμένους ἐν τῷ οὐρανῷ τῆς γενέσεως αἰτίους γεγονέναι τοῦδε τοῦ κόσμου, ἐναλλάξαντες αὐτῶν τὰ ὀνόματα, ὡς ἀπὸ τῶν προαστείων ἔστι συγκρίναντας εὑρεῖν. δεύτερον δὲ δή, κατὰ τὸν αὐτὸν τρόπον, ὡς γέγονεν ὁ κόσμος ἀπὸ τῆς ἀπορροίας τῆς ἄνω, οὕτως 〈καὶ πάντα〉 τὰ ἐνθάδε ἀπὸ τῆς ἀπορροίας τῶν ἀστέρων γένεσιν ἔχειν καὶ φθορὰν λέγουσι καὶ διοικεῖσθαι. ἐπεὶ γοῦν οἱ ἀστρολόγοι ἴσασιν ὡροσκόπον καὶ μεσουράνημα καὶ δύσιν καὶ ἀντιμεσουράνημα, καὶ τούτων 〈ἑκάστῳ,〉 τῶν ἄστρων ἄλλοτε ἄλλων γινομένων διὰ τὴν στροφὴν ἀεὶ τοῦ παντός, ἄλλοτε ἄλλα ἀποκλίματα εἶναι κατὰ 〈τὸ〉 κέντρον καὶ 〈ἄλλας〉 [κέντροις] ἐπαναφοράς, ἀλληγοροῦντες τὴν διαταγὴν τῶν ἀστρολόγων 〈οὗτοι〉 τὸ μὲν κέντρον οἱονεὶ θεὸν καὶ μονάδα καὶ κύριον τῆς πάσης γενέσεως ὑποτυποῦσι, τὸ δὲ ἀπόκλιμα ἀριστερόν, τὴν δ᾽ ἐπαναφορὰν δεξιόν.

ὅταν οὖν τοῖς γράμμασιν αὐτῶν ἐντυχών τις δύναμιν εὑρίσκῃ παρ᾽ αὐτοῖς λεγομένην δεξιὰν ἢ ἀριστεράν, ἀνατρεχέτω ἐπὶ τὸ κέντρον καὶ τὸ ἀπόκλιμα καὶ τὴν 〈ἐπ〉αναφοράν, 〈καὶ〉 κατόψεται σαφῶς πᾶσαν αὐτῶν τὴν πραγματείαν ἀστρολογικὴν διδασκαλίαν καθεστῶσαν.

Καλοῦσι δὲ αὑτοὺς Περάτας, μηδέν〈α〉 δύνασθαι νομίζοντες τῶν ἐν γενέσει καθεστηκότων διαφυγεῖν τὴν ἀπὸ τῆς γενέσεως τοῖς γεγενημένοις ὡρισμένην μοῖραν—εἰ γάρ τι, φησί, γενητόν, ὅλως καὶ φθείρεται, καθάπερ καὶ Σιβύλλῃ δοκεῖ· —μόνοι δέ, φησίν, ἡμεῖς οἱ τὴν ἀνάγκην τῆς γενέσεως ἐγνωκότες, καὶ τὰς ὁδοὺς δι᾽ ὧν εἰσελήλυθεν ὁ ἄνθρωπος εἰς τὸν κόσμον ἀκριβῶς δεδιδαγμένοι, διελθεῖν καὶ περᾶσαι τὴν φθορὰν μόνοι δυνάμεθα. ἔστι δὲ ἡ φθορά, φησί, τὸ ὕδωρ, οὐδὲ ἄλλῳ τινί, φησίν, ἐφθάρη τάχιον ὁ κόσμος ἢ ὕδατι. τὸ δὲ ὕδωρ ἐστί, τὸ περιεσφαιρωκὸς ἐν τοῖς προαστείοις, λέγουσιν, ὁ Κρόνος. δύναμις γάρ 〈ἐστι,〉 φησίν, ὑδατόχρους, ἥντινα δύναμιν, φησί, —τουτέστι τὸν Κρόνον—οὐδεὶς τῶν ἐν γενέσει καθεστώτων διαφυγεῖν δύναται. πάσῃ γὰρ γενέσει, 〈φησί,〉 πρὸς τὸ ὑποπεσεῖν τῇ φθορᾷ αἴτιος ἐφέστηκεν ὁ Κρόνος, καὶ οὐκ ἂν γένοιτο γένεσις [ἐν] ᾗ 〈ὁ〉 Κρόνος οὐκ ἐμποδίζει. τοῦτό ἐστι, φησίν, 〈τὸ ὕδωρ〉 ὃ καὶ οἱ ποιηταὶ λέγουσι, τὸ καὶ τοὺς θεοὺς ἐκφοβοῦν· ἴστω γάρ—φησί—τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν καὶ τὸ κατ〈ε〉ιβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος ὅρκος δεινότατός τε πέλει μακάρεσ〈σ〉ι θεοῖσιν. οὐ μόνον δὲ τοῦτο, φησίν, οἱ ποιηταὶ λέγουσιν, ἀλλ᾽ ἤδη καὶ οἱ σοφώτατοι τῶν Ἑλλήνων, ὧν ἐστι καὶ Ἡράκλειτος εἷς, λέγων· «ψυχῇσι γὰρ θάνατος ὕδωρ γενέσθαι».

οὗτος, φησίν, ὁ θάνατος καταλαμβάνει τοὺς Αἰγυπτίους ἐν 〈τῇ〉 Ἐρυθρᾷ θαλάσσῃ μετὰ τῶν ἁρμάτων αὐτῶν· πάντες γὰρ οἱ ἀγνοοῦντες, φησίν, εἰσὶν Αἰγύπτιοι. καὶ τοῦτό ἐστι, λέγουσι, τὸ ἐξελθεῖν ἐξ Αἰγύπτου—〈τουτέστιν〉 ἐκ τοῦ σώματος· Αἴγυπτον γὰρ εἶναι [μικρὰν] τὸ σῶμα νομίζουσι—, καὶ περᾶσαι τὴν θάλασσαν τὴν Ἐρυθράν—τουτέστι τῆς φθορᾶς τὸ ὕδωρ, ὅ ἐστιν ὁ Κρόνος—, καὶ γενέσθαι πέραν τῆς Ἐρυθρᾶς θαλάσσης—τουτέστι τῆς γενέσεως—, καὶ ἐλθεῖν εἰς τὴν ἔρημον—τουτέστιν ἔξω 〈τῆς〉 γενέσεως γενέσθαι, ὅπου εἰσίν, 〈φησίν,〉 ὁμοῦ πάντες οἱ θεοὶ τῆς ἀπωλείας καὶ ὁ θεὸς τῆς σωτηρίας. — Εἰσὶ δέ, φησίν, οἱ θεοὶ τῆς ἀπωλείας οἱ ἀστέρες, οἱ τῆς μεταβλητῆς γενέσεως ἐπιφέροντες τοῖς γινομένοις τὴν ἀνάγκην. τούτους, φησίν, ἐκάλεσε Μωϋσῆς ὄφεις τῆς ἐρήμου, δάκνοντας καὶ διαφθείροντας τοὺς πεπερακέναι νομίζοντας τὴν Ἐρυθρὰν θάλασσαν. δακνομένοις οὖν, φησίν, ἐν τῇ ἐρήμῳ τοῖς υἱοῖς Ἰσραὴλ ἐπέδειξε Μωϋσῆς τὸν ἀληθινὸν ὄφιν, τὸν τέλειον, εἰς ὃν οἱ πιστεύοντες οὐκ〈έτι〉 ἐδάκνοντο ἐν τῇ ἐρήμῳ—τουτέστιν ὑπὸ τῶν δυνάμεων. —οὐδεὶς οὖν 〈ἐστι,〉 φησίν, ὁ δυνάμενος σῶσαι καὶ ῥύσασθαι τοὺς ἐκπορευομένους ἐκ γῆς Αἰγύπτου— τουτέστιν ἐκ σώματος καὶ ἐκ τοῦδε τοῦ κόσμου—, εἰ μὴ μόνος ὁ τέλειος, ὁ πλήρης τῶν πληρῶν ὄφις.

ἐπὶ τοῦτον, φησίν, ὁ ἐλπίσας ὑπὸ τῶν ὄφεων τῆς ἐρήμου οὐ διαφθείρεται—τουτέστιν 〈ὑπὸ〉 τῶν θεῶν τῆς γενέσεως—, 〈ὡς〉 γέγραπται, φησίν, ἐν βίβλῳ Μωσέως. οὗτος, φησίν, ὁ ὄφις ἐστὶν ἡ δύναμις ἡ παρακολουθήσασα τῷ Μωσεῖ, ἡ ῥάβδος ἡ στρεφομένη εἰς ὄφιν. ἀνθεστήκεισαν δέ, φησί, τῇ δυνάμει Μωσέως 〈ἐν〉 Αἰγύπτῳ τῶν μάγων οἱ ὄφεις—〈τουτέστιν〉 οἱ θεοὶ τῆς ἀπωλείας· — ἀλλὰ πάντας αὐτοὺς ὑπέταξε καὶ διέφθειρεν ἡ ῥάβδος Μωσέως.

Ὁ 〈δὲ〉 καθολικὸς ὄφις, φησίν, οὗτός ἐστιν ὁ σοφὸς τῆς Εὔας λόγος. τοῦτ(ο), φ(ησ)ίν, ἐστὶ 〈τὸ〉 μυστήριον Ἐδέμ, τοῦτο ποταμὸς 〈ἐκπορευόμενος〉 ἐξ Ἐδέμ, τοῦτο σημεῖον τὸ τεθὲν τῷ Κάϊν, ἵνα πᾶς ὁ εὑρίσκων αὐτὸν μ(ὴ) ἀποκτείνῃ 〈αὐτόν〉. οὗτος, φησίν, ἐστὶν 〈ὁ〉 Κάϊν οὗ τὴν θυσίαν οὐ π(ρο)σεδέξατο ὁ θεὸς τοῦδε τοῦ κόσμου, τὴν δὲ ᾑμαγμένην προσήκατο τοῦ Ἄβελ· αἵμασι γάρ, 〈φησί,〉 χαίρει ὁ τοῦδε τοῦ κόσμου δ(ε)σπότης. οὗτός ἐστι, φησίν, ὁ ἐν ἐσχάταις ἡμέραις ἐν ἀνθρώπου μορφῇ φανεὶς ἐν τοῖς χρόνοις Ἡρώδου, 〈ὁ〉 γενόμενος κατ᾽ εἰκόνα Ἰωσὴφ τοῦ πεπραμένου ἐκ χειρὸς ἀδελφῶν, οὗ μόνου τὸ ἔνδυμα ἦν ποικίλον. οὗτός ἐστι, φησίν, ὁ 〈γενόμενος〉 κατ᾽ εἰκόνα Ἠσαῦ, οὗ καὶ μὴ παρόντος ἡ στολὴ εὐλόγηται· ὃς οὐκ ἐδέξατο, φησί, τὴν ἀμβλυωπὸν εὐλογίαν, ἀλλ᾽ ἐπλούτησεν ἔξωθεν, οὐδὲν ἀπὸ τοῦ ἀμβλυωποῦντος λαβών· οὗ εἶδε τὸ πρόσωπον Ἰακὼβ «ὡς ἂν ἴδοι ἄνθρωπος πρόσωπον θεοῦ». περὶ τούτου, φησί, γέγραπται· «ὡς Νεβρὼδ γίγας κυνηγὸς ἔναντι κυρίου». εἰσὶ δέ, φησί, τούτου ἀντίμιμοι πολλοί, τοσοῦτοι ὅσοι ὄφεις ἦσαν ἐν τῇ ἐρήμῳ τοὺς υἱοὺς Ἰσραὴλ δάκνοντες, ἀφ᾽ ὧν ἐρ〈ρ〉ύσατο τοὺς δακνομένους ὁ τέλειος ἐκεῖνος 〈ὄφις〉, ὃν ἔστησε Μωϋσῆς. τοῦτό ἐστι, φησί, τὸ εἰρημένον· «καὶ ὃν τρόπον ὕψωσε Μωϋσῆς τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου».

τούτου 〈γάρ, φησί,〉 κατ᾽ εἰκόνα γέγονεν ὁ ὄφις ἐν τῇ ἐρήμῳ 〈ὁ〉 χαλκοῦς, ὃν ἔστησε Μωϋσῆς.

Τούτου, φησί, μόνου τὸ ὁμοίωμα ἐν τῷ οὐρανῷ διὰ παντός ἐστιν 〈ἐν〉 φωτὶ ὁρώμενον. οὗτος, φησίν, ἐστὶν ἡ μεγάλη ἀρχὴ περὶ ἧς γέγραπται, 〈καὶ〉 περὶ τούτου, φησίν, εἴρηται· «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· ὃ γέγονεν ἐν αὐτῷ ζωή ἐστιν». ἐν αὐτῷ γάρ, φησίν, ἡ Εὔα γέγονεν, ἡ Εὔα 〈δὲ〉 ζωή. αὕτη δέ, φησίν, ἐστὶν ἡ Εὔα «μήτηρ πάντων τῶν ζώντων», τουτέστι κοινὴ φύσις θεῶν ἀγγέλων, ἀθανάτων θνητῶν, λογικῶν ἀλόγων· ὁ γὰρ «πάντων», φησίν, εἰπὼν εἴρηκε «πάντων 〈τῶν ὄντων〉». καὶ εἴ τινος, φησίν, «οἱ ὀφθαλμοὶ μακάριοι», οὗτος ὄψεται ἀναβλέψας εἰς τὸν οὐρανὸν τοῦ ὄφεως τὴν καλὴν εἰκόνα ἐν τῇ μεγάλῃ ἀρχῇ τοῦ οὐρανοῦ στρεφομένην καὶ γινομένην ἀρχὴν πάσης κινήσεως πᾶσι τοῖς γινομένοις, 〈καὶ〉 γνώσεται ὅτι χωρὶς αὐτοῦ 〈οὐδὲν〉 οὔτε τῶν οὐρανίων οὔτε τῶν ἐπιγείων οὔτε τῶν καταχθονίων συνέστηκεν—οὐ νύξ, οὐ σελήνη, οὐ καρποί, οὐ γένεσις, οὐ πλοῦτος, οὐχ ὁδοιπορία—, οὐδ᾽ ὅλως τι τῶν ὄντων ἐστὶ δίχα σημαίνοντος ἐκείνου. ἐπὶ τούτου, φησίν, ἐστὶ τὸ «μέγα θαῦμα» ὁρώμενον ἐν τῷ οὐρανῷ τοῖς δυναμένοις ἰδεῖν· κατὰ γάρ, φησίν, αὐτὴν τὴν ἄκραν αὐτοῦ [τὴν] κεφαλήν—ὅπερ πάντων ἀπιστότερον τοῖς οὐκ εἰδόσι—μίσγονται δύσις τε καὶ ἀνατολὴ ἀλλήλαις.

τοῦτ᾽ ἔστι, 〈φησί,〉 περὶ οὗ εἶπεν ἡ ἀγνωσία· ἐν οὐρανῷ «εἱλεῖται μέγα θαῦμα Δράκον〈τος〉», «δεινοῖο πελώρου». ἑκατέρωθεν δὲ αὐτοῦ παρατέτακται Στέφανος καὶ Λύρα, καὶ κατ᾽ αὐτὴν ἄνωθεν τὴν κεφαλὴν ἄκραν ἐλεεινὸς ἄνθρωπος, ὁ Ἐν γόνασιν 〈καλούμενος〉, ἐστὶν ὁρώμενος, δεξιτεροῦ ποδὸς ἄκρον ἔχων σκολιοῖο Δράκοντος. κατὰ δὲ τὸν νῶτον τοῦ Ἐν γόνασίν ἐστιν 〈ὁ〉 ἀτελὴς Ὄφις, ἀμφοτέραις ταῖς χερσὶ κατεσφιγμένος ὑπὸ τοῦ Ὀφιούχου καὶ κωλυόμενος ἐφάψασθαι τοῦ Στεφάνου, παρακειμένου τῷ τελείῳ Ὄφει.

Αὕτη ἡ παμποίκιλος σοφία 〈τῆς〉 Περατικῆς αἱρέσεως, ἣν ἐξειπεῖν πᾶσαν δυσχερές, οὕτως οὖσαν σκολιὰν διὰ τὸ ἐκ τῆς ἀστρολογικῆς δοκεῖν συνεστάναι. καθὸ οὖν δυνατὸν ἦν, δι᾽ ὀλίγων πᾶσαν αὐτῆς τὴν δύναμιν ἐκτεθείμεθα. ἵνα δὲ (κἂν) δι᾽ ἐπιτομῆς τὴν πᾶσαν αὐτῶν γνώμην ἐκθώμεθα, δοκεῖ προσθεῖναι ταῦτα. ἔστι κατ᾽ αὐτοὺς τὸ πᾶν πατήρ, υἱός, ὕλη· τούτων τῶν τριῶν ἕκαστον ἀπείρους ἔχει δυνάμεις ἐν ἑαυτῷ. καθέζεται οὖν μέσος τῆς ὕλης καὶ τοῦ πατρὸς ὁ υἱός, ὁ λόγος, ὁ ὄφις ἀεὶ κινούμενος πρὸς ἀκίνητον τὸν πατέρα καὶ κινουμένην τὴν ὕλην· καὶ ποτὲ μὲν στρέφεται πρὸς τὸν πατέρα καὶ ἀναλαμβάνει τὰς δυνάμεις εἰς τὸ πρόσωπον ἑαυτοῦ, ἀναλαβὼν δὲ τὰς δυνάμεις στρέφεται πρὸς τὴν ὕλην· καὶ ἡ ὕλη ἄποιος οὖσα καὶ ἀσχημάτιστος ἐκτυποῦται τὰς ἰδέας ἀπὸ τοῦ υἱοῦ, ἃς ὁ υἱὸς ἀπὸ τοῦ πατρὸς 〈ἐξ〉ετυπώσατο. ἐκτυποῦται δὲ ὁ μὲν υἱὸς ἀπὸ τοῦ πατρὸς ἀρρήτως καὶ ἀλάλως καὶ ἀμεταστάτως, οὕτως ὡς, φησί, 〈λέγει〉 Μωϋσῆς ἀπὸ τῶν ῥάβδων τῶν ἐπὶ τῶν ποτιστηρίων ῥερευκέναι τὰ χρώματα τοῖς ἐγκεκισσημένοις. ὁμοίως δ᾽ αὖ καὶ ἀπὸ τοῦ υἱοῦ ἐπὶ τὴν ὕλην ῥερευκέναι τὰς δυνάμεις κατὰ τὸ ἐγκίσσημα τῆς δυνάμεως τῆς ἀπὸ τῶν ῥάβδων ἐπὶ τὰ ἐγκεκισσημένα. ἡ δὲ διαφορὰ τῶν χρωμάτων καὶ ἡ ἀνομοιότης ῥεύσασα ἀπὸ τῶν ῥάβδων διὰ τῶν ὑδάτων ἐπὶ τὰ πρόβατα διαφορά, φησί, γενέσεώς ἐστι φθαρτῆς καὶ ἀφθάρτου.

μᾶλλον δὲ ὥσπερ, 〈φησίν, ὁ〉 ζωγραφῶν ἀπὸ τῶν ζῴων μηδὲν ἀφαιρούμενος τῇ γραφίδι πάσας ἐπὶ τὸν πίνακα μεταφέρει τὰς ἰδέας 〈αὐτῶν〉 ἐγγράφων, οὕτω〈ς〉 ὁ υἱὸς τῇ δυνάμει τῇ ἑαυτοῦ ἀπὸ τοῦ πατρὸς ἐπὶ τὴν ὕλην τοὺς πατρικοὺς μεταφέρει χαρακτῆρας. ἔστιν οὖν πάντα τὰ ἐνθάδε πατρικὰ καὶ οὐδέν· εἰ γάρ τι, φησίν, τῶν ἐνθάδε ἐξισχύσει κατανοηθῆναι ὅτι ἐστὶ πατρικὸς χαρακτήρ, ἄνωθεν μετενηνεγμένος ἐνθάδε 〈καὶ〉 σωματοποιηθείς, ὥσπερ ἐγκίσσημα [τι] τὸ ἀπὸ τῆς ῥάβδου λευκὸν γέγονεν, ὁμοούσιον τῷ πατρὶ τῷ ἐν τοῖς οὐρανοῖς ὅλως, καὶ ἐκεῖ ἀνέρχεται· ἐὰν δὲ μὴ τύχῃ τῆς διδασκαλίας ταύτης μηδὲ τὴν ἀνάγκην τῆς γενέσεως ἐπιγνῷ, ὥσπερ ἔκτρωμα «ὑπὸ νύκτα γεννώμενον ὑπὸ νύκτα ἀπολεῖται».

Ὅταν οὖν, φησί, λέγῃ ὁ σωτήρ· «ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς», ἐκεῖνον λέγει ἀφ᾽ οὗ ὁ υἱὸς μεταλαβὼν τοὺς χαρακτῆρας μετενήνοχεν ἐνθάδε. ὅταν δὲ λέγῃ· «ὁ ὑμέτερος πατὴρ ἀπ᾽ ἀρχῆς ἀνθρωποκτόνος ἐστί», τὸν ἄρχοντα καὶ δημιουργὸν τῆς ὕλης λέγει, ὃς ἀναλαβὼν τοὺς διαδοθέντας ὑπὸ τοῦ υἱοῦ χαρακτῆρας ἐγέννησεν ἐνθάδε. ο〈ὗτο〉ς 〈δέ〉 ἐστιν, 〈φησίν,〉 ἀπ᾽ ἀρχῆς ἀνθρωποκτόνος· τὸ γὰρ ἔργον αὐτοῦ φθορὰν καὶ θάνατον 〈ἀπ〉εργάζεται. οὐδεὶς οὖν, φησί, δύναται σωθῆναι οὐδ᾽ ἀνελθεῖν 〈εἰ μὴ〉 διὰ τοῦ υἱοῦ, ὅς ἐστιν ὁ ὄφις· ὡς γάρ, 〈φησί,〉 κατήνεγκεν ἄνωθεν τοὺς πατρικοὺς χαρακτῆρας, οὕτως πάλιν ἐντεῦθεν ἀναφέρει τοὺς ἐξυπνισμένους καὶ γεγονότας 〈μνηστῆρας〉 πατρικοὺς χαρακτῆρας, ὑποστατοὺς ἐκ τοῦ ἀνυποστάτου ἐντεῦθεν ἐκεῖ μεταφέρων. τοῦτ᾽ ἔστι, φησί, τὸ εἰρημένον· «ἐγώ εἰμι ἡ θύρα»· μεταφέρει γάρ, φησίν, 〈ἀνοίγων τοῖς〉 καμμ〈ύ〉ουσιν ὀφθαλμῶν βλέφαρα. ὥσπερ 〈γὰρ〉 ὁ νάφθας τὸ πῦρ πανταχόθεν εἰς ἑαυτὸν ἐπισπώμενος 〈ὁρᾶται, ἄλλο δὲ οὐδέν〉, μᾶλλον δὲ ὥσπερ ἡ Ἡρακλεία λίθος τὸν σίδηρον, ἄλλο 〈δὲ〉 οὐδέν, ἢ ὥσπερ ἡ τοῦ θαλασσίου ἱέρακος κερκὶς τὸ χρυσίον, ἕτερον δὲ οὐδέν, ἢ ὥσπερ ἄγεται ὑπὸ τοῦ ἠλέκτρου τὸ ἄχυρον 〈μόνον〉, οὕτω, φησίν, ὑπὸ τοῦ ὄφεως ἄγεται πάλιν ἀπὸ τοῦ κόσμου τὸ ἐξεικονισμένον τέλειον γένος ὁμοούσιον, ἄλλο δὲ οὐδέν, καθὼς ὑπ᾽ αὐτοῦ 〈καὶ〉 κατεπέμφθη.

Πρὸς τούτων τὴν ἀπόδειξιν φέρουσι 〈καὶ〉 τὴν τοῦ ἐγκεφάλου ἀνατομήν, αὐτὸν μὲν τὸν ἐγκέφαλον ἀπεικονίζοντες τῷ πατρὶ διὰ τὸ ἀκίνητον 〈εἶναι〉, τὴν δὲ παρεγκεφαλίδα τῷ υἱῷ διά τε τὸ κινεῖσθαι καὶ δρακοντοειδῆ ὑπάρχειν. ἣν ἀρρήτως καὶ ἀσημάντως ἐπισπᾶσθαι διὰ τοῦ κωναρίου φάσκουσι τὴν ἐκ τοῦ καμαρίου ἀπορρέουσαν πνευματικὴν καὶ ζωογόνον οὐσίαν· ἣν ὑποδεξαμένη ἡ παρεγκεφαλίς, ὥσπερ ὁ υἱός, ἀλάλως μεταδίδωσι τῇ ὕλῃ τὰς ἰδέας—τουτέστιν ἐπὶ τὸν νωτιαῖον μυελὸν διαρρεῖ τὰ σπέρματα καὶ τὰ γένη τῶν γενομένων κατὰ σάρκα. — τούτῳ τῷ παραδείγματι χρώμενοι εὐφυῶς δοκοῦσι παρεισάγειν τὰ ἄρρητα αὑτῶν, ἀλάλως παραδιδόμενα μυστήρια· ἃ ἐξειπεῖν ἡμῖν οὐ θέμις, πολλοῖς δὲ νοῆσαι διὰ τῶν εἰρημένων εὔκολον.

Ἀλλ᾽ ἐπεὶ καὶ τὴν Περατικὴν αἵρεσιν νομίζω φανερῶς ἐκτεθεῖσθαι καὶ διὰ πολλῶν ἔκδηλον πεποιηκέναι, 〈ὡσὰν ὕδραν〉 ἀεὶ λα〈ν〉θ〈άν〉ουσαν καὶ παντάπασι συντιθεμένην ἀποκρύπτουσάν τε τὸν ἴδιον ἰόν, δοκεῖ μηδὲν περαιτέρω τούτων κατηγορεῖν, ἱκανῶν ὄντων πρὸς κατηγορίαν αὐτῶν τῶν ὑπ᾽ αὐτῶν δογματιζομένων.

Ἴδωμεν οὖν τί λέγουσιν οἱ Σηθιανοί. τούτοις δοκεῖ τῶν ὅλων εἶναι τρεῖς ἀρχὰς περιωρισμένας, ἑκάστην δὲ τῶν ἀρχῶν ἀπείρους ἔχειν δυνάμεις. δυνάμεις δὲ αὐτῶν [λεγόντων] λογιζέσθω ὁ ἀκούων τοῦτο αὐτοὺς λέγειν· πᾶν ὅ τι νοήσει ἐπινοεῖς ἢ καὶ παραλείπεις μὴ νοηθέν, τοῦτο ἑκάστη τῶν ἀρχῶν πέφυκε γενέσθαι, ὡς ἐν ἀνθρωπί〈νῃ〉 ψυχῇ πᾶσα ἡτισοῦν διδασκομένη τέχνη· οἷον εἰ, φησί, γενή〈σε〉ται [τοῦτο] τὸ παιδίον αὐλητὴς ἐγχρονίσαν αὐλητῇ, ἢ γεωμέτρης γεωμέτρῃ, γραμματικὸς γραμματικῷ, τέκτων τέκτονι, καὶ ταῖς ἄλλαις ἁπάσαις τέχναις ἐγγὺς γινομένῳ ὁμοίως συμβήσεται. αἱ δὲ τῶν ἀρχῶν, φησίν, οὐσίαι 〈εἰσὶ〉 φῶς καὶ σκότος· τούτων δέ ἐστιν ἐν μέσῳ πνεῦμα ἀκέραιον. τὸ δὲ πνεῦμα, τὸ τεταγμένον ἐν μέσῳ τοῦ σκότους, ὅπερ ἐστὶ κάτω, καὶ τοῦ φωτός, ὅπερ ἐστὶν ἄνω, οὐκ ἔστι πνεῦμα ὡς ἄνεμος ἢ ῥιπὴ ἢ λεπτή τις αὔρα νοηθῆναι δυναμένη, ἀλλ᾽ οἱονεὶ μύρου τις ὀσμὴ ἢ θυμιάματος ἐκ συνθέσεως κατεσκευ(α)σμένου, λεπτὴ διοδεύουσα δύναμις ἀνεπινοήτῳ τινὶ καὶ κρείττονι ἢ λόγῳ ἔστιν ἐξειπεῖν 〈φορᾷ〉 εὐωδία〈ς〉.

ἐπειδὴ 〈δὲ〉 ἄνω ἐστὶ τὸ φῶς καὶ κάτω 〈τὸ〉 σκότος καὶ τούτων, ὡς ἔφην, τοιουτότροπον ὂν μέσον τὸ πνεῦμα, τὸ δὴ φῶς πέφυκε καθάπερ ἀκτὶς ἡλίου ἄνωθεν ἐλλάμπειν εἰς τὸ ὑποκείμενον σκότος· ἀνάπαλιν δὲ ἡ τοῦ πνεύματος εὐωδία, μέση〈ν〉 ἔχουσα τάξιν, ἐκτείνεται καὶ φέρεται πανταχῇ—ὥσ〈περ〉 [ἐπὶ] τῶν ἐν πυρὶ θυμιαμάτων τὴν εὐωδίαν πανταχῇ φερομένην ἐπεγνώκαμεν. —τοιαύτης δὲ οὔσης τῆς δυνάμεως τῶν 〈δι〉ῃρημένων τριχῶς, τοῦ πνεύματος καὶ τοῦ φωτὸς ὁμοῦ ἡ δύναμίς ἐστιν ἐν τῷ σκότει τῷ κάτωθεν αὐτῶν τεταγμένῳ.

Τὸ δὲ σκότος ὕδωρ ἐστί, 〈φησί,〉 φοβερόν, εἰς ὃ κατέσπασται καὶ μετενήνεκται εἰς τὴν τοιαύτην φύσιν μετὰ τοῦ πνεύματος τὸ φῶς. τὸ δὲ σκότος ἀσύνετον οὐκ ἔστιν, ἀλλὰ φρόνιμον παντελῶς, καὶ οἶδεν ὅτι, ἂν ἀπαρθῇ τὸ φῶς ἀπὸ τοῦ σκότους, μενεῖ τὸ σκότος ἔρημον, ἀφανές, ἀλαμπές, ἀδύναμον, ἄπρακτον, ἀσθενές. διὸ 〈δὴ〉 πάσῃ φρονήσει καὶ συνέσει βιάζεται κατέχειν εἰς ἑαυτὸ τὴν λαμπηδόνα καὶ 〈τὸν〉 σπινθῆρα τοῦ φωτὸς μετὰ τῆς τοῦ πνεύματος εὐωδίας. καὶ τούτων ἔστιν, 〈φησίν,〉 ἰδεῖν τῆς φύσεως εἰκόνα κατὰ πρόσωπον ἀνθρώπου, κόρην ὀφθαλμοῦ, σκοτεινὴν 〈μὲν φαινομένην〉 ἐκ τῶν ὑποκειμένων ὑδάτων, πεφωτισμένην 〈δὲ τῷ〉 πνεύματι. ὡς οὖν ἀντιποιεῖται τὸ σκότος τῆς λαμπηδόνος, ἵνα ἔχῃ τὸν σπινθῆρα δουλεύοντα καὶ βλέπῃ, οὕτως ἀντιποιεῖται τὸ φῶς καὶ τὸ πνεῦμα τῆς δυνάμεως τῆς ἑαυτῶν, καὶ σπεύδουσιν ἆραι καὶ ἀνακομίσασθαι πρὸς ἑαυτὰ τὰς μεμιγμένας αὑτῶν δυνάμεις εἰς τὸ ὑποκείμενον ὕδωρ σκοτεινὸν καὶ φοβερόν.

Πᾶσαι δὲ αἱ δυνάμεις τῶν τριῶν ἀρχῶν, οὖσαι κατ᾽ ἀριθμὸν ἀπειράκις ἄπειροι, εἰσὶν ἑκάστη κατὰ τὴν οὐσίαν τὴν ἑαυτῆς φρόνιμοι 〈καὶ〉 νοεραί. ἀναρίθμητοι 〈δὲ〉 τὸ πλῆθος φρόνιμοί τε οὖσαι καὶ νοεραί, ἐπειδὰν 〈μὲν〉 μένωσι καθ᾽ αὑτάς, ἡσυχάζουσι πᾶσαι, ἐὰν δὲ πλησιάσῃ δύναμις δυνάμει, ἡ ἀνομοιότης τῆς παραθέσεως ἐργάζεται κίνησίν τινα καὶ ἐνέργειαν ἀπὸ τῆς κινήσεως, μεμορφωμένην κατὰ τὴν συνδρομὴν [τῆς παραθέσεως] τῶν συνελθουσῶν δυνάμεων. γίνεται γὰρ τῶν δυνάμεων ἡ συνδρομὴ οἱονεί τις τύπος ἀπὸ πληγῆς σφραγῖδος [κατὰ συνδρομήν], παραπλησίως [πρὸς] τῷ 〈εἰς κηρὸν〉 ἐκτυποῦντι τὰς ἀναφερομένας οὐσίας. ἐπεὶ οὖν ἄπειροι μὲν κατ᾽ ἀριθμὸν τῶν τριῶν ἀρχῶν αἱ δυνάμεις 〈εἰσίν〉, ἐκ δὲ τῶν ἀπείρων δυνάμεων ἄπειροι συνδρομαί, ἀναγκαίως γεγόνασιν ἀπείρων σφραγίδων εἰκόνες. αὗται οὖν εἰσιν αἱ εἰκόνες αἱ τῶν διαφόρων ζῴων ἰδέαι. γέγονεν οὖν ἐκ 〈τῆς〉 πρώτης τῶν τριῶν ἀρχῶν συνδρομῆς μεγάλης [μεγάλη τις] ἰδέα σφραγῖδος, οὐρανὸς καὶ γῆ. σχῆμα δὲ ἔχουσιν ὁ οὐρανὸς καὶ ἡ γῆ μήτρᾳ παραπλήσιον, τὸν ὀμφαλὸν ἐχούσῃ μέσον. καὶ εἰ, φησίν, ὑπὸ ὄψιν ἀγαγεῖν θέλει τις τὸ σχῆμα τοῦτο, ἔγκυον μήτραν ὁποίου βούλεται ζῴου τεχνικῶς ἐρευνησάτω, καὶ εὑρήσει τὸ ἐκτύπωμα τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ τῶν ἐν μέσῳ πάντων ἀπαραλ〈λ〉άκτως ὑποκείμενον.

γέγονε δὴ οὐρανοῦ καὶ γῆς τὸ (σ)χῆμα τοιοῦτον οἱονεὶ μήτρᾳ παραπλήσιον κατὰ τὴν πρώτην συνδρομήν· ἐν 〈δ᾽〉 αὖ τῷ μέσῳ τοῦ οὐρανοῦ καὶ τῆ〈ς〉 γῆ〈ς〉 γεγόνασιν ἄπειροι δυνάμεων συνδρομαί. καὶ ἑκάστη συνδρομὴ οὐκ ἄλλο τι εἰργάσατο καὶ ἐξετύπωσεν ἢ σφραγῖδα οὐρανοῦ καὶ γῆ〈ς〉 παραπλήσιον μήτρᾳ. ἐν αὐτῇ δὲ 〈τῇ γῇ〉 ἀνέφυσαν ἐκ τῶν ἀπείρων σφραγίδων διαφόρων ζῴων ἄπειρα πλήθη. εἰς δὲ ταύτην πᾶσαν τὴν ὑπὸ τὸν οὐρανὸν [ἐν] τῶν διαφόρων ζῴων ἀπειρίαν κατέσπαρται καὶ καταμεμέρισται μετὰ τοῦ φωτὸς ἡ τοῦ πνεύματος ἄνωθεν εὐωδία.

Γέγονεν οὖν ἐκ τοῦ ὕδατος πρωτόγονος ἀρχή, ἄνεμος σφοδρὸς καὶ λάβρος καὶ πάσης γενέσεως αἴτιος. βρασμὸν γάρ τινα ἐμποιῶν τοῖς ὕδασιν ἀπὸ τῶν ὑδάτων διεγείρει κύματα· ἡ δὲ τῶν κυμάτων κίνησις, οἱονεί τις οὖσα ὁρμή, 〈ἀρχὴ τῇ φύσει ἐστὶ τοῦ〉 ἐγκύμονα γεγονέναι τοῦ ἀνθρώπου ἢ τοῦ νοῦ, ὁπόταν ὑπὸ τῆς τοῦ πνεύματος ὁρμῆς ὀργήσασα 〈πρὸς γένεσιν〉 ἐπείγηται. ἐπὰν δὲ τοῦτο τὸ κῦμα ὑπὸ τοῦ ἀνέμου ἐκ τοῦ ὕδατος ἐγερθὲν καὶ ἐγκύμονα ἐργασάμενον τὴν φύσιν γέννημα θηλείας εἰλήφῃ [ἐν] ἑαυτῷ, κατέχει τὸ κατεσπαρμένον φῶς ἄνωθεν μετὰ τῆς τοῦ πνεύματος εὐωδίας, τουτέστι νοῦν μεμορφωμένον ἐν τοῖς διαφόροις εἴδεσιν, ὅ〈ς〉 ἐστι τέλειος θεός. 〈ὃς〉 ἐξ ἀγεννήτου φωτὸς ἄνωθεν καὶ πνεύματος κατενηνεγμένος εἰς ἀνθρωπίνην φύσιν ὥσπερ εἰς ναόν, φορᾷ φύσεως καὶ ἀνέμου κινήματι γεννηθεὶς ἐξ ὕδατος, συγκεκραμένος καὶ καταμεμιγμένος τοῖς σώμασιν—οἱονεὶ ἅλα〈ς〉 τῶν γενομένων ὑπάρχων καὶ φῶς τοῦ σκότους—, ἀπὸ τῶν σωμάτων σπεύδει λυθῆναι, καὶ μὴ δυνάμενος τὴν λύσιν εὑρεῖν καὶ τὴν διέξοδον ἑαυτῷ— καταμέμικται γάρ, σπινθήρ τις ἐλάχιστος 〈ὤν〉, ἀπ〈οκριθὲν ἀπόσπας〉μα ἄνωθεν ἀ〈πὸ τοῦ φωτός, ἀκτῖ〉νος δίκην ἐν το〈ῖς πο〉λυσυγκρίτοις 〈τοῦ σώματος〉—, 〈«ἐβόα ἐξ ὑδάτων〉 πολλῶν», ὡς, φησίν, ἐν τῷ ψαλμῷ λέγεται.

πᾶσα οὖν 〈ἡ〉 φροντὶς καὶ ἐπιμέλεια τοῦ φωτὸς 〈τοῦ〉 ἄνω ἐστί, πῶς καὶ τίνα τρόπον ἀπ(ὸ) τοῦ θανάτου τοῦ πονηροῦ καὶ σκοτεινοῦ σώματος ἀπολυθείη ὁ νοῦς, 〈τουτέστιν〉 ἀπὸ τοῦ πατρὸς τοῦ κάτω, ὅ〈ς〉 ἐστιν ὁ ἄνεμος [ἐν] βρ〈α〉σμῷ καὶ ταράχῳ ἐπεγείρας κύματα καὶ γεννήσας νοῦν τέλειον υἱὸν ἑαυτῷ, οὐκ ὄντα ἴδιον αὐτοῦ κατ᾽ οὐσίαν. ἄνωθεν γὰρ ἦν ἀκτὶς ἀπὸ τοῦ τελείου φωτὸς ἐκείνου, ἐν τῷ σκοτει〈ν〉ῷ καὶ φοβερῷ καὶ πικρῷ καὶ μιαρῷ ὕδατι κεκρατημένος, ὅ〈σ〉περ ἐστὶ «πνεῦμα» φωτεινὸν «ἐπιφερόμενον ἐπάνω τοῦ ὕδατος». ἐπεὶ οὖν *ημάτων κύματα * διαφόροις γ*εσι μήτρα τις * κατεσπαρμέν- * ὡς ἐπὶ πάντων τῶν ζῴων θεωρεῖται. ὁ δὲ ἄνεμος, λάβρος ὁμοῦ καὶ 〈σ〉φοδρὸς φερόμενος, ἐστὶ [τῷ] σύρματι ὄφεως παραπλήσιος, πτερωτός, 〈καὶ〉 ἀπὸ τοῦ ἀνέμου—τουτέστιν ἀπὸ τοῦ ὄφεως—ἡ ἀρχὴ τῆς γεννήσεως τὸν εἰρημένον τρόπον γέγονε, πάντων ὁμοῦ τὴν ἀρχὴν τῆς γεννήσεως 〈ἀπ᾽ αὐτοῦ〉 εἰληφότων.

Ἐπεὶ οὖν κατείληπται τὸ φῶς καὶ τὸ πνεῦμα εἰς τὴν ἀκάθαρτον, φησί, καὶ πολυπήμονα μήτραν ἄτακτον, εἰς ἣν ὁ ὄφις εἰσερχόμενος, ὁ ἄνεμος τοῦ σκότους, ὁ πρωτόγονος τῶν ὑδάτων, γεννᾷ τὸν ἄνθρωπον, καὶ ἄλλο οὐδὲν εἶδος οὔτε ἀγαπᾷ οὔτε γνωρίζει ἡ ἀκάθαρτος μήτρα, ὁμοιωθεὶς οὖν ὁ ἄνωθεν τοῦ φωτὸς τέλειος λόγος τῷ θηρίῳ, τῷ ὄφει, εἰσῆλθεν εἰς τὴν ἀκάθαρτον μήτραν, ἐξαπατήσας αὐτὴν τοῦ θηρίου τῷ ὁμοιώματι, ἵνα λύσῃ τὰ δεσμὰ τὰ περικείμενα τῷ τελείῳ νοΐ, τῷ γεννωμένῳ ἐν ἀκαθαρσίᾳ μήτρας ὑπὸ τοῦ πρωτοτόκου 〈τοῦ〉 ὕδατος ὄφεως, ἀνέμου, θηρίου. αὕτη, φησίν, ἐστὶν «ἡ τοῦ δούλου μορφή», καὶ αὕτη ἡ ἀνάγκη τοῦ κατελθεῖν τὸν λόγον τοῦ θεοῦ εἰς μήτραν παρθένου. ἀλλ᾽ οὐκ ἔστι, φησίν, ἀρκετὸν τὸ εἰσεληλυθέναι τὸν τέλειον ἄνθρωπον, 〈τὸν〉 λόγον, εἰς μήτραν παρθένου καὶ «λῦσαι τὰς ὠδῖνας» τὰς ἐν ἐκείνῳ τῷ σκότει· ἀλλὰ γὰρ μετὰ τὸ 〈εἰς τὰ〉 ἐν μήτρᾳ μυστήρια μυσερὰ εἰσελθεῖν ἀπελούσατο καὶ ἔπιε τὸ ποτήριον «ζῶντος ὕδατος» «ἁλλομένου», ὃ δεῖ πάντα πιεῖν τὸν μέλλοντα ἀποδιδύσκεσθαι τὴν δουλικὴν μορφὴν καὶ ἐπενδύσασθαι ἔνδυμα οὐράνιον.

Ταῦτά ἐστιν ἃ λέγουσιν, ὡς δι᾽ ὀλίγων ἔστιν εἰπεῖν, οἱ προστάται τῶν Σηθιανῶν λόγων. ἔστι δὲ ὁ λόγος αὐτῶν συγκείμενος ἐκ φυσικῶν καὶ πρὸς ἕτερα εἰρημένων ῥημάτων, ἃ εἰς τὸν ἴδιον λόγον μετάγοντες διηγοῦνται καθάπερ εἴπομεν. λέγουσι δὲ καὶ Μωσέα αὑτῶν συναίρεσθαι τῷ λόγῳ, ἐπὰν εἴπῃ· «σκότος καὶ γνόφος καὶ θύελλα»—οὖτοι 〈γάρ εἰσι,〉 φησίν, οἱ τρεῖς λόγοι· —ἢ ὅταν εἴπῃ ἐν παραδείσῳ γεγονέναι τρεῖς· Ἀδάμ, Εὔαν, ὄφιν· ἢ ὅταν λέγῃ τρεῖς 〈υἱούς〉· Κάϊν, Ἄβελ, Σήθ, καὶ πάλιν τρεῖς· Σήμ, Χάμ, Ἰάφεθ· ἢ ὅταν λέγῃ τρεῖς πατριάρχας· Ἀβραάμ, Ἰσαάκ, Ἰακώβ· ἢ ὅταν λέγῃ τρεῖς ἡμέρας πρὸ ἡλίου καὶ σελήνης γεγονέναι· ἢ ὅταν λέγῃ τρεῖς νόμους· ἀπαγορευτικόν, ἐφετικόν, διατιμητικόν. ἀπαγορευτικὸς δέ ἐστι νόμος· «ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγεῖν, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ μὴ φάγητε». ἐν δὲ τῷ λέγειν· «ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς 〈τὴν〉 γῆν ἣν ἄν σοι δείξω» ἐφετικός 〈ἐστι〉, φησίν, οὗτος ὁ νόμος· ἑλομένῳ γὰρ ἔστιν ἐξελθεῖν, μὴ ἑλομένῳ δὲ μένειν. διατιμητικὸς δὲ νόμος ἐστὶν ὁ λέγων· «οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις»· διατετίμηται γὰρ ἑκάστου τῶν ἀδικημάτων 〈ἡ〉 ζημία.

Ἔστι δὲ αὐτοῖς ἡ πᾶσα διδασκαλία τοῦ λόγου ἀπὸ τῶν παλαιῶν θεολόγων, Μουσαίου καὶ Λίνου καὶ τοῦ τὰς τελετὰς καὶ τὰ μυστήρια μάλιστα καταδείξαντος Ὀρφέως. ὁ γὰρ περὶ τῆς μήτρας αὐτῶν καὶ τοῦ ὄφεως λόγος κα(ὶ) 〈τοῦ〉 ὀμφαλοῦ—ὅ〈σ〉περ ἐστὶν ἁρμονία—διαρρήδην αὑτός ἐστιν 〈τῷ〉 ἐν τοῖς Βακχικοῖς τοῦ Ὀρφέως. τετέλεσται δὲ ταῦτα καὶ παραδέδοται ἀνθρώποις πρὸ τῆς Κελεοῦ καὶ Τριπτολέμου καὶ Δήμητρος καὶ Κόρης καὶ Διονύσου ἐν Ἐλευσῖνι τελετῆς, ἐν Φλειοῦντι τῆς Ἀττικῆς· πρὸ γὰρ τῶν Ἐλευσινίων μυστηρίων ἐστὶν ἐν τῇ Φλειοῦντι 〈τὰ τῆς〉 λεγομένη〈ς〉 Μεγάλη〈ς〉 ὄργια. ἔστι δὲ παστὰς ἐν αὐτῇ, ἐπὶ δὲ τῆς παστάδος ἐγγέγραπται μέχρι σήμερον ἡ [τὰ τῶν] πάντων τῶν εἰρημένων λόγων ἰδέα. πολλὰ μὲν οὖν ἐστι τὰ ἐπὶ τῆς παστάδος ἐκείνης ἐγγεγραμμένα—περὶ ὧν καὶ Πλούταρχος ποιεῖται λόγους ἐν ταῖς πρὸς Ἐμπεδοκλέα δέκα βίβλοις—, ἔστι δὲ 〈ἐν〉 τοῖς πλείοσι〈ν ἄλλοις〉 καὶ πρεσβύτης τις ἐγγεγραμμένος πολιός, πτερωτός, ἐντεταμένην ἔχων τὴν αἰσχύνην, γυναῖκα ἀποφεύγουσαν διώκων κυνοειδῆ. ἐπιγέγραπται δὲ ἐπὶ τοῦ πρεσβύτου· Φάος ῥυέτης, ἐπὶ δὲ τῆς γυναικός· †περεη† Φικόλα. ἔοικε δὲ εἶναι κατὰ τὸν 〈τῶν〉 Σηθιανῶν λόγον ὁ Φάος ῥυέτης τὸ φῶς, τὸ δὲ σκοτεινὸν ὕδωρ ἡ Φικόλα, τὸ δὲ ἐν μέσῳ τούτων διάστημα ἁρμονία πνεύματος 〈τοῦ〉 μεταξὺ τεταγμένου.

τὸ δὲ ὄνομα τοῦ Φάο〈υ〉ς ῥυέτου τὴν ῥύσιν ἄνωθεν τοῦ φωτός, ὡς λέγουσι, δηλοῖ κάτω· ὥστε εὐλόγως ἄν τις εἴποι τοὺς Σηθιανοὺς ἐγγύς που τελεῖν παρ᾽ αὑτοῖς τὰ τῆς Μεγάλης Φλειασίων ὄργια.

Τῇ δὲ διαιρέσει τῇ τριχῇ μαρτυρεῖν ἔοικε καὶ ὁ ποιητὴς λέγων· τριχθὰ δὲ πάντα δέδασται, ἕκαστον δ᾽ ἔμμορε τιμῆς —τουτέστι τῶν τριχῇ διῃρημένων ἕκαστον εἴληφε δύναμιν. —καὶ τὸ ὕδωρ δὲ τὸ ὑποκείμενον κάτω 〈τὸ〉 σκοτεινόν, ὅπ〈ο〉ι δέδυκε τὸ φῶς, ὡς ἀνακομίσασθαι καὶ λαβεῖν ἄνω δεῖ τὸν κατενηνεγμένον σπινθῆρα ἀπ᾽ αὐτοῦ, 〈ὡσ〉αύτως ἐοίκασιν οἱ πάνσοφοι Σηθιανοὶ παρ᾽ Ὁμήρου λαβόντες λέγειν· ἴστω γάρ—φησί—τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι· τουτέστιν ἀποτρόπαιόν τι καὶ φρικτὸν οἱ θεοὶ καθ᾽ Ὅμηρον εἶναι τὸ 〈κάτω〉 ὕδωρ νομίζουσιν, ὅπερ ὁ λόγος τῶν Σηθιανῶν φοβερὸν εἶναί φησι τῷ νοΐ.

Ταῦτ᾽ ἔστιν ἃ λέγουσι καὶ τοιούτοις παραπλήσια ἐν ἀπείροις συγγράμμασι· πείθουσι δὲ 〈διὰ τοῦ〉 ἐντυγχάνειν τῷ περὶ κράσεως καὶ μίξεως λόγῳ τοὺς μαθητευομένους, ὃς 〈μέντοι〉 μεμελέτηται πολλοῖς 〈τε〉 ἄλλοις καὶ Ἀνδρονίκῳ τῷ Περιπατητικῷ. λέγουσιν οὖν οἱ Σηθιανοὶ τὸν περὶ κράσεως καὶ μίξεως λόγον συνεστάναι τῷδε τῷ τρόπῳ· τὴν ἀκτῖνα τὴν φωτεινὴν ἄνωθεν ἐγκεκρᾶσθαι καὶ τὸν σπινθῆρα τὸν ἐλάχιστον [ἐν] τοῖς σκοτεινοῖς ὕδασι κάτω καταμεμῖχθαι λεπτῶς καὶ συνηνῶσθαι καὶ γεγονέναι [ἐν] ἓν φύραμά τι, ὥσ〈περ〉 μίαν ὀσμὴν ἐκ πολλῶν καταμεμιγμένων ἐπὶ τοῦ πυρὸς 〈ὀσμώμεθα〉 θυμιαμάτων. καὶ δεῖ τὸν ἐπιστήμονα, τῆς ὀσφρήσεως ἔχοντα κριτήριον εὐαγές, ἀπὸ τῆς μιᾶς τοῦ θυμιάματος ὀσμῆς διακρίνειν λεπτῶς ἕκαστον τῶν καταμεμιγμένων ἐπὶ τοῦ πυρὸς θυμιαμάτων, οἱονεὶ στύρακα καὶ σμύρναν καὶ λίβανον ἢ εἴ τι ἄλλο εἴη μεμιγμένον. χρῶνται δὲ καὶ ἑτέροις παραδείγμασι, λέγοντες καταμεμῖχθαι [καὶ] χρυσίῳ χαλκόν, καὶ τέχνη τις εὕρηται ἡ διακρίνουσα τὸν χαλκὸν ἀπὸ τοῦ χρυσίου. ὁμοίως δὲ κἂν [ἐν] ἀργύρῳ κασσίτερος ἢ χαλκὸς ἤ τι τῶν ὁμογενῶν καταμεμιγμένον εὑρεθῇ, μίξεώς τινι τέχνῃ κρείττονι καὶ ταῦτα διακρίνεται. ἤδη δέ τις καὶ ὕδωρ μεμιγμένον οἴνῳ διακρίνει· οὕτω, φησί, καὶ [κἂν] πάντα τὰ συγκεκραμένα διακρίνεται.

Καὶ δὴ ἀπὸ τῶν ζῴων, φησί, 〈τοῦτο〉 καταμάνθανε· τελευτήσαντος γὰρ τοῦ ζῴου ἕκαστα διακρίνεται καὶ λυθὲν οὕτω τὸ ζῷον ἀφανίζεται. τοῦτό ἐστι, φησί, τὸ εἰρημένον· «οὐκ ἦλθον εἰρήνην βαλεῖν ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν», τουτέστι [τὸ] διχάσαι καὶ χωρίσαι τὰ συγκεκραμένα. διχάζεται γὰρ καὶ διακρίνεται ἕκαστα τῶν συγκεκραμένων οἰκείου χωρίου τυχόντα· ὡς γάρ ἐστι, 〈φησί,〉 χωρίον συγκράσεως τοῖς ζῴοις ἅπασιν ἕν, οὕτω καὶ τῆς διακρίσεως καθέστηκεν ἕν, ὃ οἶδεν οὐδείς, φησίν, 〈ἀλλ᾽〉 ἢ μόνοι ἡμεῖς, οἱ ἀναγεννώμενοι πνευματικοί, οὐ σαρκικοί, ὧν ἐστι «τὸ πολίτευμα ἐν οὐρανοῖς» ἄνω. οὕτω〈ς ὡς ἰὸς〉 παρεισδύοντες διαφθείρουσι τοὺς ἀκροωμένους, ὁτὲ μὲν ἀποχρώμενοι 〈τοῖς εὐαγγελικοῖς〉 ῥητοῖς, εἰς ὃ θέλουσι συνάγοντες κακῶς τὰ καλῶς εἰρημένα, 〈ὁτὲ δὲ〉 φωλεύοντες [τε] τὸ ἑαυτῶν ἀδίκημα διὰ παραβολῶν ὧν βούλονται. πάντα οὖν, φησί, τὰ συγκεκραμένα, καθὼς εἴρηται, ἔχει 〈χωρί〉ον ἴδιον καὶ τρέχει πρὸς τὰ οἰκεῖα, ὥσ〈περ ὁ〉 σίδηρος 〈πρὸς〉 τὴν Ἡρακλείαν λίθον καὶ τὸ ἄχυρον 〈τοῦ〉 ἠλέκτρου πλησίον καὶ τοῦ κέντρου τοῦ θαλασσίου ἱέρακος τὸ χρυσίον.

οὕτως 〈καὶ〉 ἡ τοῦ καταμεμιγμένου τῷ ὕδατι φωτὸς 〈ἀκτίς, φησίν,〉 οἰκείου χωρίου ἐκ διδασκαλίας καὶ μαθήσεως μεταλαβοῦσα, σπεύδει πρὸς τὸν λόγον τὸν ἄνωθεν ἐλθόντα ἐν εἰκόνι δουλικῇ, μᾶλλον ἢ ὁ σίδηρος πρὸς τὴν Ἡρακλείαν λίθον, καὶ γίνεται μετὰ τοῦ λόγου λόγος ἐκεῖ, ὅπου 〈ὁ〉 λόγος ἐστί.

Καὶ ὅτι ταῦθ᾽ οὕτως ἔχει, φησί, καὶ 〈ὅτι〉 πάντα διακρίνεται τὰ συγκεκραμένα ἐπὶ τῶν οἰκείων τόπων 〈ὄντα, ἐκ τούτων〉 μάνθανε. φρέαρ ἐστὶν ἐν Πέρσαις ἐν Ἄμ〈π〉ῃ πόλει παρὰ τὸν Τίγριν ποταμόν· ᾠκοδόμηται δὲ παρὰ τὸ φρέαρ [ἄνω] δεξαμενή τις ἔχουσα τρεῖς ἀφετηρίας ἀφ᾽ αὑτῆς. οὗ φρέατος ἀντλήσας 〈τις καὶ〉 κάδδῳ ἀνενέγκας τὸ ἀπὸ τοῦ φρέατος ἀντληθὲν ὅ τι ποτέ ἐστιν, ἔχεεν εἰς τὴν παρακειμένην δεξαμενήν· τὸ δὲ χυθὲν ἐλθὸν ἐπὶ τὰς ἀφετηρίας καὶ ἑνὶ σκεύει ἀναληφθὲν διακρίνεται, καὶ ἐν μὲν 〈τῇ πρώτῃ〉 ἅλας πηγνύμενον δείκνυται, ἐν ἑτέρᾳ δὲ τῶν ἀφετηριῶν ἄσφαλτος, ἐν δὲ τῇ τρίτῃ ἔλαιον. μέλαν δέ ἐστι τὸ ἔλαιον, ὡς, φησί, καὶ Ἡρόδοτος ἱστορεῖ, καὶ ὀσμὴν παρεχόμενον βαρεῖαν· ῥαδινάκην δὲ αὐτὸ οἱ Πέρσαι καλοῦσιν. ἤρκει, φασὶν οἱ Σηθιανοί, πρὸς ἀπόδειξιν τοῦ προκειμέν(ου) ἡ τοῦ φρέατος ὁμοιότης πάντων μᾶλλον τῶν προειρημένων.

Ἱκανῶς δοκεῖ ἡμῖν σεσαφηνίσθαι ἡ τῶν Σηθιανῶν γνώμη· εἰ δέ τις ὅλην τὴν κατ᾽ αὐτοὺς πραγματείαν βούλεται μαθεῖν, ἐντυχέτω 〈τῷ〉 βιβλ〈ί〉ῳ ἐπιγραφομένῳ Παράφρασις Σήθ· πάντα γὰρ τὰ ἀπόρρητα αὐτῶν ἐκεῖ εὑρήσει ἐγκείμενα. ἀλλ᾽ ἐπεὶ τὰ κατὰ τοὺς Σηθιανοὺς ἐξεθέμεθα, ἴδωμεν τίνα ἐστὶ καὶ τὰ Ἰουστίνῳ δοκοῦντα.

Ἰουστῖνος πάντῃ ἐναντίος τῇ τῶν ἁγίων γραφῶν γενόμενος διδαχῇ, προσέτι δὲ καὶ τῇ τῶν μακαρίων εὐαγγελι〈στ〉ῶν [γραφῇ ἢ] φωνῇ 〈*〉 ὡς ἐδίδασκεν ὁ Λόγος τοὺς μαθητὰς λέγων· «εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε»—ὅπερ δηλοῖ μὴ προσέχειν τῇ τῶν ἐθνῶν ματαίᾳ διδασκαλίᾳ—, οὗτος ἐπὶ τὰ ἐθνῶν τερατολογούμενα καὶ διδασκόμενα ἀπαγαγεῖν πειρᾶται τοὺς ἀκροωμένους, αὐτολεξεὶ τὰ παρ᾽ Ἕλλησι μυθευόμενα διηγούμενος, οὐ 〈δέ〉 γε πρότερον διδάξας οὔτε παραδοὺς τὸ τέλειον αὐτοῦ μυστήριον, εἰ μὴ ὅρκῳ δήσῃ τὸν πλανώμενον. ἔπειτα τοὺς μύθους παρατίθησι ψυχαγωγίας χάριν, ὅπως οἱ ἐντυγχάνοντες τῇ τῶν βίβλων 〈αὐτοῦ〉 ἀναριθμ〈ήτ〉ῳ φλυαρίᾳ παραμύθιον ἔχωσι τὰ μυθευόμενα—ὃν τρόπον εἴ τις ὁδὸν μακρὰν βαδίζων, παρατυχὼν καταλύματι ἀναπαύεσθαι δοκεῖ—, καὶ οὕτως πάλιν ἐπὶ τὴν τῶν ἀναγνωσμάτων 〈ὁδὸν〉 τραπέντες πολυμάθειαν μὴ μισήσωσιν, ἕως ἐπὶ τὸ ὑπ᾽ αὐτοῦ τεχναζόμενον ἀνόμημα 〈καὶ〉 διὰ πλειόνων ἐξηχηθὲν ὁρμήσωσι τετυφωμένοι. οὓς φρικτοῖς καταδήσας πρότερον ὅρκοις μήτε ἐξειπεῖν μήτε ἀποστῆναι 〈καὶ〉 ὁμολογεῖν ἀναγκάσας, οὕτω παραδίδωσι τὰ ὑπ᾽ αὐτοῦ ἐφευρημένα μετὰ ἀσεβείας μυστήρια, πῇ μέν, καθὰ προείπομεν, μύθοις Ἑλληνικοῖς χρησάμενος, πῇ δὲ παραπεποιημένοις βιβλίοις, κατά τι παρεμφαίνουσι 〈τὰ δόξαντα〉 ταῖς προειρημέναις αἱρέσεσιν.

οἱ πάντες γὰρ 〈γνωστικοὶ〉 ἑνὶ πνεύματι συνωθούμενοι εἰς ἕνα βυθὸν ἀμάρας συνάγονται, ἄλλοι ἄλλως τὰ αὐτὰ διηγούμενοι καὶ μυθεύοντες· οὗτοι δὲ ἰδίως [οἳ πάντες] γνωστικοὺς ἑαυτοὺς ἀποκαλοῦσιν, 〈ὡσὰν〉 τὴν θαυμασίαν γνῶσιν τοῦ τελείου καὶ ἀγαθοῦ μόνοι καταπεπωκότες.

Ὄμνυε δέ, φησὶν Ἰουστῖνος, εἰ γνῶναι θέλεις «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσεν οὐδ᾽ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη», τὸν ἐπάνω πάντων, 〈τὸν〉 ἀγαθόν, [τὸν ἀνώτερον] ἄρρητα φυλάξαι τὰ τῆς διδασκαλίας σιγώμενα. καὶ γὰρ καὶ ὁ πατὴρ ἡμῶν, ἰδὼν τὸν ἀγαθὸν καὶ τελεσθεὶς παρ᾽ αὐτῷ, τὰ τῆς σιγῆς ἄρρητα ἐφύλαξε καὶ ὤμοσε, καθὼς γέγραπται· «ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται». ταῦτα τοίνυν οὕτω κατασφραγισάμενος πλείοσι μύθοις ψυχαγωγεῖ διὰ πλειόνων βιβλίων καὶ οὕτως ἐπὶ τὸν ἀγαθὸν ἄγει, τελειῶν τοὺς μύστας τὰ ἄλ〈α〉λα μυστήρια. ἵνα 〈δ᾽ εὐθὺ〉 καὶ μὴ διὰ πλειόνων ὁδεύσωμεν, ἐκ μιᾶς αὐτοῦ βίβλου τὰ ἄρρητα ἐπιδείξομεν, οὔσης, καθὼς 〈αὐτὸς〉 νομίζει, ἐνδόξου. αὕτη δὲ ἐπιγράφεται Βαρούχ· ἐν ᾗ μίαν τῶν πολλῶν μυθολογίαν ἐκτιθεμένην ὑπ᾽ αὐτοῦ δηλώσομεν 〈προ〉οῦσαν παρὰ Ἡροδότῳ· ἣν ὡς ξένην τοῖς ἀκροαταῖς παραπλάσας διηγεῖται, ἐξ αὐτῆς πᾶσαν σύστασιν τοῦ κατ᾽ αὐτὸν διδασκαλ〈ε〉ίου ποιούμενος.

Ἡρόδοτος μὲν οὖν τὸν Ἡρακλέα φησὶν ἀπὸ τῆς Ἐρυθείας τοῦ Γηρυόνου τὰς βοῦς ἄγοντα εἰς τὴν Σκυθίαν ἐλθεῖν, κεκμηκότα δὲ ἀπὸ τῆς πορείας εἰς ἔρημόν τι χωρίον κατακλιθέντα κοιμηθῆναι ὀλίγον· ὑπνώσαντος δὲ αὐτοῦ ἀφανῆ γενέσθαι τὸν ἵππον, ἐφ᾽ οὗ καθεζόμενος διώδευσε τὴν μακρὰν ὁδόν. περιεγερθεὶς δὲ ζήτησιν ἐποιεῖτο ἐπὶ τῆς ἐρημίας πολλήν, εὑρεῖν πειρώμενος τὸν ἵππον· καὶ τοῦ μὲν ἵππου διαμαρτάνει, κόρην δέ τινα μιξοπάρθενον εὑρὼν ἐπὶ τῆς ἐρημίας ἐπηρώτα, εἰ εἴη που τεθεαμένη τὸν ἵππον. ἡ δὲ κόρη φησὶν εἰδέναι μέν, μὴ δείξειν δὲ πρότερον αὐτῷ, εἰ μὴ πρὸς μίξιν φιλίας συνέλθῃ αὐτῇ ὁ Ἡρακλῆς. ἦν δέ, φησὶν ὁ Ἡρόδοτος, τὰ 〈μὲν〉 ἄνω αὐτῆς μέχρι βουβῶνος παρθένου, πᾶν δὲ τὸ κάτω σῶμα μετὰ βουβῶνα φρικτόν τι θέαμα ἐχίδνης. σπουδῇ δὲ τῆς περὶ τὸν ἵππον εὑρέσεως ὁ Ἡρακλῆς πείθεται τῷ θηρίῳ· ἔγνω γοῦν αὐτὴν καὶ ἐποίησεν ἐγκύμονα, καὶ προεῖπεν αὐτῇ μετὰ τὴν γνῶσιν ὅτι ἔχει κατὰ γαστρὸς ἐξ αὐτοῦ τρεῖς ὁμοῦ παῖδας, οἵτινες ἔσονται ἐπιφανεῖς. ἐκέλευσε δὲ αὐτοῖς γεννωμένοις ὀνόματα θεῖναι τὴν τεκοῦσαν Ἀγάθυρσον, Γελωνὸν καὶ Σκύθην. λαβὼν δὲ τούτου μισθὸν τὸν ἵππον παρὰ τῆς θηριώδους κόρης, ἀπηλ〈λ〉άττετο φέρων καὶ τὰς βοῦς. μακρὸς δὲ ὁ μετὰ ταῦτα μῦθος Ἡροδότῳ, χαιρέτω δὲ τὸ νῦν· τίνα δὲ τὰ Ἰουστίνῳ δοκοῦντα, μετάγοντι τὸν μῦθον εἰς τὴν τῶν ὅλων γέννησιν, ἡμεῖς διηγησόμεθα.

Οὗτός φησιν· ἦσαν τρεῖς ἀρχαὶ τῶν ὅλων ἀγέννητοι, ἀρρενικαὶ δύο, θηλυκὴ μία. τῶν δὲ ἀρρενικῶν ἡ μέν τις 〈ἀρχὴ〉 καλεῖται ἀγαθός, αὐτὸ μόνον οὕτως λεγόμενος, προγνωστικὸς τῶν ὅλων, ἡ δὲ ἑτέρα πατὴρ πάντων τῶν γεννητῶν, ἀπρόγνωστος 〈καὶ ἄγνωστος〉 καὶ ἀόρατος. ἡ δὲ θήλ(εια) ἀπρόγνωστος, ὀργίλη, διγνώμων, δισώμ〈ατ〉ος, κατὰ πάντα τῇ κατὰ τὸν Ἡροδότου μῦθον 〈κόρῃ〉 ἐμφερής, μέχρι βουβῶνος παρθένος, ἔχιδνα δὲ τὰ κάτω, ὥς φησιν Ἰουστῖνος· καλεῖται δὲ Ἐδὲμ αὕτη ἡ κόρη καὶ Ἰσραήλ. αὗται, φησίν, 〈εἰσὶν〉 αἱ ἀρχαὶ τῶν ὅλων, ῥίζαι καὶ πηγαὶ ἀφ᾽ ὧν τὰ ὄντα ἐγένετο· ἄλλο δὲ ἦν οὐδέν. ἰδὼν οὖν ὁ πατὴρ τὴν μιξοπάρθενον ἐκείνην τὴν Ἐδέμ, ἀπρόγνωστος ὢν ἦλθεν εἰς ἐπιθυμίαν αὐτῆς—Ἐλωεὶμ δέ, φησί, καλεῖται οὗτος ὁ πατήρ—· οὐδὲν 〈δὲ〉 ἧττον ἐπεθύμησε καὶ ἡ Ἐδὲμ τοῦ Ἐλωείμ, καὶ συνήγαγεν αὐτοὺς ἡ ἐπιθυμία εἰς μίαν φιλίας εὔνοιαν. γεννᾷ δὲ ἀπὸ τῆς συνόδου τῆς τοιαύτης ὁ πατὴρ ἐκ τῆς Ἐδὲμ ἑαυτῷ ἀγγέλους δώδεκα, ὀνόματα δέ ἐστι τῶν πατρικῶν ἀγγέλων τάδε· Μιχαήλ, Ἀμήν, Βαρούχ, Γαβριήλ, Ἠσαδδαῖος 〈*〉 καὶ τῶν μητρικῶν ἀγγέλων, ὧν ἐποίησεν ἡ Ἐδέμ, ὁμοίως ὑποτέτακται τὰ ὀνόματα· ἔστι δὲ ταῦτα· Βάβελ, Ἀχαμώθ, Νάας, Βήλ, Βελίας, Σατάν, Σαήλ, Ἀδωναῖος, Καυίθαν, Φαραώθ, Καρκαμενώς, Λάθεν.

τούτων 〈δὲ〉 τῶν εἰκοσιτεσσάρων ἀγγέλων οἱ μὲν πατρικοὶ τῷ πατρὶ συναίρονται καὶ πάντα ποιοῦσι κατὰ τὸ θέλημα αὐτοῦ, οἱ δὲ μητρικοὶ τῇ μητρὶ Ἐδέμ. τούτων δὲ τῶν ἀγγέλων ὁμοῦ πάντων τὸ πλῆθος ὁ παράδεισος, φησίν, ἐστί, περὶ οὗ λέγει Μωσῆς· «ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς», τουτέστι κατὰ πρόσωπον τῆς Ἐδέμ, ἵνα βλέπῃ τὸν παράδεισον ἡ Ἐδέμ—τουτέστι τοὺς ἀγγέλους— διὰ παντός. τούτου 〈γὰρ〉 τοῦ παραδείσου ἀλληγορικῶς οἱ ἄγγελοι κέκληνται ξύλα, καὶ ἔστι τὸ 〈μὲν〉 ξύλον τῆς ζωῆς ὁ τρίτος τῶν πατρικῶν ἀγγέλων, 〈ὁ〉 Βαρούχ, τὸ δὲ ξύλον τοῦ εἰδέναι γνῶσιν καλοῦ καὶ πονηροῦ ὁ τρίτος τῶν μητρικῶν ἀγγέλων, ὁ Νάας. οὕτως γὰρ δέχεται τὰ Μωσέως ἑρμηνεύειν λέγων· περιεσταλμένως αὐτὰ εἶπεν ὁ Μωϋσῆς διὰ τὸ μὴ πάντας χωρεῖν τὴν ἀλήθειαν.

Γενομένου δέ, φησί, τοῦ παραδείσου ἐξ εὐαρεστήσεως κοινῆς 〈τοῦ〉 Ἐλωεὶμ καὶ 〈τῆς〉 Ἐδέμ, οἱ τοῦ Ἐλωεὶμ ἄγγελοι λαβόντες ἀπὸ τῆς καλλίστης γῆς, τουτέστιν οὐκ ἀπὸ τοῦ θηριώδους μέρους τῆς Ἐδέμ, ἀλλ᾽ ἀπὸ τῶν ὑπὲρ βουβῶνα ἀνθρωποειδῶν καὶ ἡμέρων χωρίων τῆς γῆς, ποιοῦσι τὸν ἄνθρωπον· ἐκ δὲ τῶν θηριωδῶν μερῶν, φησί, γίνονται τὰ θηρία καὶ τὰ λοιπὰ ζῷα. τὸν ἄνθρωπον οὖν ἐποίησαν σύμβολον τῆς ἑνότητος αὐτῶν καὶ εὐνοίας, καὶ κατατίθενται τὰς ἑαυτῶν δυνάμεις εἰς αὐτόν, Ἐδὲμ μὲν τὴν ψυχήν, Ἐλωεὶμ δὲ τὸ πνεῦμα. καὶ γίνεται οἱονεὶ σφραγίς τις αὐτοῖς καὶ φιλίας ὑπόμνημα καὶ σύμβολον αἰώνιον τοῦ γάμου τῆς Ἐδὲμ καὶ τοῦ Ἐλωεὶμ 〈ὁ〉 ἄνθρωπος, ὁ Ἀδάμ. ὁμοίως δὲ καὶ ἡ Εὔα γέγονε, φησίν, ὡς παρὰ 〈τῷ〉 Μωσεῖ γέγραπται, εἰκὼν καὶ σύμβολον, σφραγὶς εἰς αἰῶνα φυλαχθησομένη τῆς Ἐδέμ, κατετέθη τε ὁμοίως καὶ ἐν τῇ Εὔᾳ τῇ εἰκόνι ψυχὴ μὲν ἀπὸ τῆς Ἐδέμ, πνεῦμα δὲ ἀπὸ τοῦ Ἐλωείμ. καὶ ἐδόθησαν ἐντολαὶ αὐτοῖς· «αὐξάνεσθε καὶ πληθύνεσθε καὶ κατακληρονομήσατε τὴν γῆν», τουτέστι τὴν Ἐδέμ· οὕτω γὰρ θέλει γεγράφθαι. πᾶσαν γὰρ τὴν ἑαυτῆς δύναμιν, οἱονεί τινα οὐσίαν, ἐν γάμῳ ἡ Ἐδὲμ προσήνεγκε τῷ Ἐλωείμ· ὅθεν, φησί, κατὰ μίμησιν ἐκείνου τοῦ πρώτου γάμου προῖκα προσφέρουσι μέχρι σήμερον αἱ γυναῖκες τοῖς ἀνδράσι, θείῳ τινὶ καὶ πατρικῷ νόμῳ πειθόμεναι, τῷ γενομένῳ πρὸς 〈τὸν〉 Ἐλωεὶμ 〈ἀπὸ〉 τῆς Ἐδέμ.

Κτισθέντων δὲ πάντων, ὡς γέγραπται παρὰ τῷ Μωϋσεῖ, οὐρανοῦ τε καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς, «εἰς τέσσαρας ἀρχὰς» διῃρέθησαν οἱ δώδεκα τῆς μητρὸς ἄγγελοι, καὶ καλεῖται τούτων ἕκαστον τεταρτημόριον ποταμός· Φεισὼν καὶ Γεὼν καὶ Τίγρις καὶ Εὐφράτης, ὡς, φησί, λέγει Μωϋσῆς. οὗτοι 〈δὲ〉 ἐμπεριέ〈ρ〉χονται οἱ δώδεκα ἄγγελοι τὰ τέσσαρα μέρη συμπεριπεπλεγμένοι 〈ἀλλήλοις〉 καὶ διέπουσι τὸν κόσμον, σατραπικήν τινα ἔχοντες κατὰ τοῦ κόσμου παρὰ τῆς Ἐδὲμ ἐξουσίαν. μένουσι γὰρ οὐκ ἀεὶ ἐπὶ τῶν τόπων τῶν αὐτῶν, ἀλλ᾽ οἱονεὶ ἐν χορῷ κυκλικῷ ἐμπεριέ〈ρ〉χονται 〈πᾶσαν τὴν γῆν〉, ἀλλάσσοντες τόπον ἐκ τόπου καὶ παραχωροῦντες 〈ἀλλήλοις〉 ἐν χρόνοις καὶ διαστήμασι τοὺς τόπους 〈τοὺς〉 τεταγμένους αὐτοῖς. ὅταν δὲ ἐπικρατῇ τῶν τόπων ὁ Φεισών, 〈φησί,〉 λιμός, στενοχωρία, θλῖψις ἐν ἐκείνῳ τῷ μέρει τῆς γῆς γίνεται· φειδωλὸν γὰρ τὸ παράταγμα τῶν ἀγγέλων τούτων. ὁμοίως καὶ 〈ἐπὶ〉 ἑκάστου μέρους τῶν τεσσάρων, κατὰ τὴν ἑκάστου 〈ποταμοῦ〉 δύναμιν καὶ φύσιν, κακοὶ καιροὶ καὶ νόσων 〈συ〉στάσεις 〈γίνονται〉. καὶ τοῦτο 〈τὸ〉 [εἰς ἀεὶ] κατὰ τὴν ἐπικρά〈τη〉σιν τῶν τεταρτημορίων ποταμῶν ὡσπερεὶ ῥεῦμα κακίας κατὰ θέλησιν τῆς Ἐδὲμ ἀδιαλείπτως τὸν κόσμον περιέρχεται.

Γέγονε δὲ ἡ τῆς κακίας ἀνάγκη ἐκ τοιαύτης τινὸς αἰτίας· κατασκευάσας καὶ δημιουργήσας 〈ὁ〉 Ἐλωεὶμ ἐκ κοινῆς εὐαρεστήσεως τὸν κόσμον, ἀναβῆναι ἠθέλησεν εἰς τὰ ὑψηλὰ μέρη τοῦ οὐρανοῦ καὶ θεάσασθαι μή τι γέγονε τῶν κατὰ τὴν κτίσιν ἐνδεές, συμπαραλαβὼν τοὺς ἰδίους ἀγγέλους μεθ᾽ αὑτοῦ—ἦν γὰρ ἀνωφερής—〈καὶ〉 καταλιπὼν τὴν Ἐδὲμ κάτω—γῆ γὰρ οὖσα ἐπακολουθεῖν ἄνω τῷ συζύγῳ ἐθέλουσα οὐκ 〈ἠδυνήθη〉. —ἐλθὼν οὖν ὁ Ἐλωεὶμ ἐπὶ τὸ ἄνω πέρας τοῦ οὐρανοῦ καὶ θεασάμενος φῶς κρεῖττον ὑπὲρ ὃ αὐτὸς ἐδημιούργησεν, εἶπεν· «ἀνοίξατέ μοι πύλας, ἵνα εἰσελθὼν ἐξομολογήσωμαι τῷ κυρίῳ»· ἐδόκουν γὰρ ἐγὼ κύριος εἶναι. φωνὴ 〈δ᾽〉 αὐτῷ ἀπὸ τοῦ φωτὸς ἐδόθη λέγουσα· «αὕτη ἡ πύλη τοῦ κυρίου, δίκαιοι εἰσέρχονται δι᾽ αὐτῆς». καὶ ἀνεῴχθη παραχρῆμα ἡ πύλη, καὶ εἰσῆλθεν ὁ πατὴρ δίχα τῶν ἀγγέλων 〈αὐτοῦ〉 πρὸς τὸν ἀγαθόν, καὶ εἶδεν «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη». τότε λέγει αὐτῷ ὁ ἀγαθός· «κάθου ἐκ δεξιῶν μου». ὁ δὲ πατὴρ λέγει πρὸς τὸν ἀγαθόν· ἔασόν με, κύριε, καταστρέψαι τὸν κόσμον ὃν πεποίηκα· τὸ πνεῦμα γάρ μου ἐνδέδεται εἰς τοὺς ἀνθρώπους, καὶ θέλω αὐτὸ ἀπολαβεῖν. τότε λέγει αὐτῷ ὁ ἀγαθός· οὐδὲν δύνασαι κακοποιῆσαι παρ᾽ ἐμοὶ γενόμενος· ἐκ κοινῆς γὰρ εὐαρεστήσεως ἐποιήσατε τὸν κόσμον σύ τε καὶ ἡ Ἐδέμ· ἔασον οὖν τὴν Ἐδὲμ ἔχειν τὴν κτίσιν μέχρι βούλεται, σὺ δὲ μένε παρ᾽ ἐμοί.

Τότε γνοῦσα ἡ Ἐδὲμ ὅτι καταλέλειπται ὑπὸ τοῦ Ἐλωείμ, λυπηθεῖσα παρέστησεν αὑτῇ τοὺς ἰδίους ἀγγέλους καὶ εὐπρεπῶς ἐκόσμησεν ἑαυτήν, εἴ πως εἰς ἐπιθυμίαν ἐλθὼν ὁ Ἐλωεὶμ κατέλθῃ πρὸς αὐτήν. ὡς δὲ κρατηθεὶς τῷ ἀγαθῷ ὁ Ἐλωεὶμ [καὶ] οὐκέτι κατῆλθε πρὸς τὴν Ἐδέμ, προσέταξεν ἡ Ἐδὲμ τῇ Βάβελ—ἥτις ἐστὶν Ἀφροδίτη—μοιχείας καὶ χωρισμοὺς γάμων κατασκευάσαι ἐν ἀνθρώποις, ἵνα ὡς αὐτὴ κεχώρισται ἀπὸ τοῦ Ἐλωείμ, οὕτω καὶ τὸ 〈πνεῦμα〉 τοῦ Ἐλωεὶμ τὸ ὂν ἐν τοῖς ἀνθρώποις τοῖς χωρισμοῖς τοῖς τοιούτοις βασανίζηται λυπούμενον καὶ πάσχῃ τὰ αὐτὰ ὁποῖα καὶ ἡ Ἐδὲμ καταλελειμμένη. καὶ δίδωσιν ἐξουσίαν ἡ Ἐδὲμ μεγάλην τῷ τρίτῳ ἀγγέλῳ αὐτῆς, τῷ Νάας, ἵνα πάσαις κολάσεσι κολάζῃ τὸ πνεῦμα τοῦ Ἐλωεὶμ τὸ ὂν ἐν τοῖς ἀνθρώποις, ἵνα διὰ τοῦ πνεύματος ᾖ κολαζόμενος ὁ Ἐλωείμ, ὁ καταλιπὼν παρὰ τὰς συνθήκας τὰς γενομένας αὐτῷ τὴν σύζυγον.

Ἰδὼν 〈δὲ〉 ταῦτα ὁ πατὴρ Ἐλωείμ, ἐκπέμπει τὸν Βαρούχ, τὸν τρίτον ἄγγελον τῶν ἑαυτοῦ, εἰς βοήθειαν τῷ πνεύματι 〈αὐτοῦ,〉 τῷ ὄντι ἐν τοῖς ἀνθρώποις πᾶσιν. ἐλθὼν οὖν ὁ Βαροὺχ ἔστη ἐν μέσῳ τῶν ἀγγέλων τῆς Ἐδέμ—τουτέστιν ἐν μέσῳ τοῦ παραδείσου· παράδεισος γὰρ οἱ ἄγγελοι, ὧν μέσος ἔστη—καὶ παρήγγειλε τῷ ἀνθρώπῳ «ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγεῖν, ἀπὸ δὲ τοῦ 〈ξύλου τοῦ〉 γινώσκειν τὸ καλὸν καὶ τὸ πονηρὸν μὴ φαγεῖν», ὅπερ ἐστὶν ὁ Νάας· τουτέστι τοῖς μὲν ἄλλοις ἀγγέλοις πείθεσθαι, τοῖς ἕνδεκα τῆς Ἐδέμ, 〈τῷ δὲ Νάας οὐκέτι.〉 πάθη μὲν γὰρ ἔχουσιν οἱ ἕνδεκα, παρανομίαν δὲ οὐκ ἔχουσιν, ὁ δὲ Νάας παρανομίαν ἔσχε· προσῆλθε γὰρ τῇ Εὔᾳ ἐξαπατήσας αὐτὴν καὶ ἐμοίχευσεν αὐτήν, ὅπερ ἐστὶ παράνομον· προσῆλθε δὲ καὶ τῷ Ἀδὰμ καὶ ἔσχεν αὐτὸν ὡς παιδ〈ικ〉ά, ὅπερ ἐστὶ καὶ αὐτὸ παράνομον. ἔνθεν 〈δὲ〉 γέγονε μοιχεία καὶ ἀρσενοκοιτία, ἀπὸ τότε 〈τε〉 ἐπεκράτησε τὰ κακὰ τοῖς ἀνθρώποις καὶ 〈κεχώρηκε〉 τὰ ἀγαθά, ἐκ μιᾶς ἀρχῆς γενόμενα, τῆς τοῦ πατρός· ἀναβὰς γὰρ πρὸς τὸν ἀγαθὸν ὁ πατὴρ ὁδὸν ἔδειξε τοῖς ἀναβαίνειν θέλουσιν, ἀποστὰς δὲ τῆς Ἐδὲμ ἀρχὴν κακῶν ἐποίησε τῷ πνεύματι [τοῦ πατρὸς] τῷ ἐν τοῖς ἀνθρώποις.

Ἐπέμφθη οὖν ὁ Βαροὺχ πρὸς τὸν Μωσέα καὶ δι᾽ αὐτοῦ ἐλάλησε τοῖς υἱοῖς Ἰσραήλ, ὅπως ἐπιστραφῶσι πρὸς τὸν ἀγαθόν. ὁ δὲ τρίτος 〈ἄγγελος τῆς Ἐδέμ,〉 ὁ 〈Νάας〉, διὰ τῆς ψυχῆς 〈τῆς〉 ἀπὸ τῆς Ἐδέμ, οἰκούσης εἰς τὸν Μωσέα ὥσπερ καὶ εἰς πάντας ἀνθρώπους, τὰς ἐντολὰς τοῦ Βαροὺχ ἐπεσκίασε καὶ τὰς ἰδίας ἐποίησεν ἀκούεσθαι. 〈καὶ〉 διὰ τοῦτο ἡ ψυχὴ κατὰ τοῦ πνεύματος τέτακται καὶ τὸ πνεῦμα κατὰ τῆς ψυχῆς· ἡ μὲν γὰρ ψυχή ἐστιν Ἐδέμ, τὸ δὲ πνεῦμα Ἐλωείμ, ἑκάτερα ὄντα ἐν πᾶσιν ἀνθρώποις, καὶ θήλεσι καὶ ἄρρεσι. πάλιν μετὰ ταῦτα ἐπέμφθη ἐπὶ τοὺς προφήτας ὁ Βαρούχ, ἵνα διὰ τῶν προφητῶν ἀκούσῃ τὸ πνεῦμα τὸ ἐν τοῖς ἀνθρώποις κατοικοῦν καὶ φύγῃ τὴν Ἐδὲμ καὶ τὴν πλάσιν τὴν πονηράν, ὥσπερ ἔφυγεν ὁ πατὴρ Ἐλωείμ. ὁμοίως 〈δὲ〉 καὶ [διὰ τῶν προφητῶν] τῇ αὐτῇ ἐπινοίᾳ ὁ Νάας διὰ τῆς ψυχῆς τῆς ἐνοικούσης ἐν τῷ ἀνθρώπῳ σὺν τῷ πνεύματι τοῦ πατρὸς ὑπέσυρε τοὺς προφήτας, καὶ ὑπεσύρησαν πάντες καὶ οὐκ ἠκούσθησαν οἱ λόγοι τοῦ Βαρούχ, οὓς ἐνετείλατο 〈ὁ〉 Ἐλωείμ.

Τὸ 〈δὲ〉 τελευταῖον ἐξ ἀκροβυστίας προφήτην ἐπελέξατο 〈ὁ〉 Ἐλωεὶμ τὸν Ἡρακλέα καὶ ἔπεμψεν, ἵνα τοὺς δώδεκα ἀγγέλους τῆς Ἐδὲμ καταγωνίσηται καὶ ἐλευθερώσῃ 〈τὸ πνεῦμα〉 τοῦ πατρὸς ἀπὸ τῶν δώδεκα ἀγγέλων τῆς κτίσεως τῶν πονηρῶν. ταῦτα 〈δ᾽〉 ἔστι τὰ δώδεκα ἆθλα τοῦ Ἡρακλέους, ἃ κατηγωνίσατο ὁ Ἡρακλῆς τῇ τάξει ἀπὸ τοῦ πρώτου ἕως 〈τοῦ〉 ἐσχάτου, λέοντα καὶ ὕδραν καὶ κάπρον καὶ τὰ ἑξῆς. τῶν ἐθνῶν γὰρ εἶναι ταῦτα τὰ ὀνόματά φησιν, ἃ μετωνόμασται ἀπὸ τῆς ἐνεργείας τῶν μητρικῶν ἀγγέλων. ὡς 〈δ᾽〉 ἐδόκει κατηγωνίσθαι, προσπλέκεται αὐτῷ ἡ Ὀμφάλη—ἥτις ἐστὶ Βάβελ, ἣ 〈καὶ〉 Ἀφροδίτη—, καὶ ὑποσύρει τὸν Ἡρακλέα καὶ ἀποδιδύσκει τὴν δύναμιν αὐτοῦ—〈τουτέστι〉 τὰς ἐντολὰς τοῦ Βαρούχ, ἃς ἐνετείλατο 〈ὁ〉 Ἐλωείμ—, καὶ μετενδιδύσκει τὴν ἰδίαν αὐτῆς στολήν—τουτέστι τὴν δύναμιν τῆς Ἐδέμ, τῆς κάτω δυνάμεως—, καὶ οὕτως ἀτελὴς ἐγένετο 〈καὶ〉 τοῦ Ἡρακλέους ἡ προφητεία καὶ τὰ ἔργα αὐτοῦ.

Τὸ δὲ τελευταῖον «ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως» πέμπεται ὁ Βαρούχ—καταπεμφθεὶς πάλιν ὑπὸ τοῦ Ἐλωείμ· —καὶ ἐλθὼν εἰς Ναζαρὲτ εὗρε τὸν Ἰησοῦν, υἱὸν τοῦ Ἰωσὴφ καὶ Μαρίας, βόσκοντα πρόβατα παιδάριον δυωδεκαετές, καὶ ἀναγγέλλει αὐτῷ πάντα ὅσα ἀπ᾽ ἀρχῆς ἐγένετο, 〈τουτέστιν〉 ἀπὸ τῆς Ἐδὲμ καὶ τοῦ Ἐλωεὶμ 〈καὶ τοῦ ἀγαθοῦ, καὶ τὰ〉 μετὰ ταῦτα γενόμενα. καὶ εἶπε· πάντες οἱ πρὸ σοῦ προφῆται ὑπεσύρησαν· πειράθητι οὖν, Ἰησοῦ, υἱὲ ἀνθρώπου, μὴ ὑποσυρῆναι, ἀλλὰ κήρυξον τοῦτον τὸν λόγον τοῖς ἀνθρώποις καὶ ἀνάγγειλον αὐτοῖς τὰ περὶ τοῦ πατρὸς καὶ τὰ περὶ τοῦ ἀγαθοῦ, καὶ ἀνάβαινε πρὸς τὸν ἀγαθὸν καὶ κάθου ἐκεῖ μετὰ τοῦ πάντων ἡμῶν πατρὸς Ἐλωείμ. καὶ ὑπήκουσε τῷ ἀγγέλῳ ὁ Ἰησοῦς εἰπὼν ὅτι· κύριε, ποιήσω πάντα, καὶ ἐκήρυξεν. ὑποσῦραι οὖν ὁ Νάας καὶ τοῦτον ἠθέλησε〈ν, οὐκ ἠδυνήθη δέ〉· πιστὸς γὰρ ἔμεινε τῷ Βαρούχ. ὀργισθεὶς οὖν ὁ Νάας ὅτι αὐτὸν ὑποσῦραι οὐκ ἠδυνήθη, ἐποίησεν αὐτὸν σταυρωθῆναι. ὁ δὲ καταλιπὼν τὸ σῶμα τῆς Ἐδὲμ πρὸς τὸ ξύλον ἀνέβη πρὸς τὸν ἀγαθόν· εἰπὼν γὰρ τῇ Ἐδέμ· γύναι, ἀπέχεις σου τὸν υἱόν—τουτέστιν τὸν ψυχικὸν ἄνθρωπον καὶ τὸν χοϊκόν—, αὐτὸς δὲ εἰς χεῖρας παραθέμενος τοῦ πατρὸς τὸ πνεῦμα, ἀνῆλθε πρὸς τὸν ἀγαθόν.

Ὁ δὲ ἀγαθός ἐστι, 〈φησί,〉 Πρίαπος, ὁ πρίν τι εἶναι ποιήσας· διὰ τοῦτο 〈καὶ〉 καλεῖται Πρίαπος, ὅτι ἐπριοποίησε τὰ πάντα. διὰ τοῦτο, φησίν, εἰς πάντα ναὸν ἵσταται καὶ ἐν ταῖς ὁδοῖς, ὑπὸ πάσης τῆς κτίσεως τιμώμενος, βαστάζων τὰς ὀπώρας ἐπάνω αὑτοῦ, τουτέστι τοὺς καρποὺς τῆς κτίσεως, ὧν αἴτιος ἐγένετο πριοποιήσας τὴν κτίσιν πρότ〈ερ〉ον οὐκ οὖσαν. ὅταν οὖν, φησίν, ἀκούσητε λεγόντων 〈τῶν〉 ἀνθρώπων ὅτι κύκνος ἐπὶ τὴν Λήδαν ἦλθε καὶ ἐτεκνοποίησεν ἐξ αὐτῆς, ὁ κύκνος ἐστὶν ὁ Ἐλωεὶμ καὶ ἡ Λήδα ἡ Ἐδέμ. καὶ ὅταν λέγωσιν οἱ ἄνθρωποι ὅτι ἀετὸς ἦλθεν ἐπὶ τὸν Γανυμήδην, ὁ ἀετός ἐστιν ὁ Νάας, ὁ δὲ Γανυμήδης ὁ Ἀδάμ. καὶ ὅταν λέγωσιν ὅτι ὁ χρυσὸς ἦλθεν ἐπὶ τὴν Δανάην καὶ ἐπαιδοποίησεν ἐξ αὐτῆς, ὁ χρυσός ἐστιν ὁ Ἐλωείμ, 〈ἡ〉 Δανάη δέ ἐστιν ἡ Ἐδέμ.

Ὁμοίως δὲ κατὰ τὸν αὐτὸν τρόπον πάντας τοὺς τοιούτους λόγους, μύθοις ἐμφερ〈εῖς〉 ὄντας, παρατιθέμενοι διδάσκουσιν. ὅταν οὖν 〈ὁ〉 προφήτης λέγῃ· «ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, ἡ γῆ· κύριος ἐλάλησεν», οὐρανὸν λέγει, φησί, τὸ πνεῦμα τὸ ἐν τῷ ἀνθρώπῳ 〈ἀ〉πὸ τοῦ Ἐλωείμ, γῆν δὲ τὴν ψυχὴν τὴν 〈ἀπὸ τῆς Ἐδὲμ〉 ἐν τῷ ἀνθρώπῳ σὺν τῷ πνεύματι, κύριον δὲ τὸν Βαρούχ. «οὐκ ἔγνω με», φησίν, 〈ὁ πατὴρ λέγει,〉 «Ἰσραήλ»· Ἰσραὴλ δὲ τὴν Ἐδὲμ 〈λέγει〉—Ἐδὲμ γὰρ λέγεται καὶ Ἰσραήλ, ἡ σύζυγος τοῦ Ἐλωείμ· —εἰ γὰρ ἐγνώκει, 〈φησίν,〉 ὅτι πρὸς τῷ ἀγαθῷ εἰμι, οὐκ ἂν ἐκόλαζε τὸ πνεῦμά 〈μου〉, τὸ ἐν τοῖς ἀνθρώποις διὰ τὴν πατρικὴν ἄγνοιαν ἐνδεθέν.

Γέγραπται δὲ καὶ ὅρκος ἐν τῷ πρώτῳ 〈αὐτῶν〉 βιβλίῳ τῷ ἐπιγραφομένῳ Βαρούχ, ὃν ὁρκίζουσι τοὺς κατακούειν μέλλοντας τούτων τῶν μυστηρίων καὶ τελεῖσθαι [παρὰ] τῷ ἀγαθῷ. ὃν ὅρκον, φησίν, ὤμοσεν ὁ πατὴρ ἡμῶν 〈ὁ〉 Ἐλωεὶμ παρὰ τῷ ἀγαθῷ γενόμενος καὶ οὐ μετεμελήθη ὀμόσας· περὶ οὗ γέγραπτα(ι), φησίν· «ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται». ἔστι δὲ ὁ ὅρκος οὗτος· «ὀμνύω τὸν ἐπάνω πάντων, τὸν ἀγαθόν, τηρῆσαι τὰ μυστήρια ταῦτα καὶ ἐξειπεῖν μηδενί, μηδὲ ἀνακάμψαι ἀπὸ τοῦ ἀγαθοῦ ἐπὶ τὴν κτίσιν». ἐπειδὰν δὲ ὀμόσῃ τοῦτον τὸν ὅρκον, εἰσέρχεται πρὸς τὸν ἀγαθὸν καὶ βλέπει «ὅσα ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη», καὶ πίνει ἀπὸ «τοῦ ζῶντος ὕδατος», ὅπερ ἐστὶ λουτρὸν αὐτοῖς, ὡς νομίζουσι, «πηγὴ ζῶντος ὕδατος ἁλλομένου». διακεχώρισται γάρ, φησίν, ἀνὰ μέσον ὕδατος καὶ ὕδατος, καὶ ἔστιν ὕδωρ τὸ ὑποκάτω τοῦ στερεώματος τῆς πονηρᾶς κτίσεως, ἐν ᾧ λούονται οἱ χοϊκοὶ καὶ ψυχικοὶ ἄνθρωποι, καὶ ὕδωρ ἐστὶν 〈τὸ〉 ὑπεράνω τοῦ στερεώματος τοῦ ἀγαθοῦ, ζῶν 〈ὄν〉, ἐν ᾧ λούονται οἱ πνευματικοὶ ζῶντες ἄνθρωποι, 〈καὶ〉 ἐν ᾧ ἐλούσατο 〈ὁ〉 Ἐλωεὶμ καὶ λουσάμενος οὐ μετεμελήθη.

καὶ ὅταν λέγῃ, φησίν, ὁ προφήτης· «λαβεῖν ἑαυτῷ γυναῖκα πορνείας, διότι 〈ἐκ〉πορνεύουσα ἐκπορνεύσει ἡ γῆ ἀπὸ ὄπισθε τοῦ κυρίου»—τουτέστιν ἡ Ἐδὲμ ἀπὸ τοῦ Ἐλωείμ—, ἐν τούτοις, φησίν, ὁ προφήτης σαφῶς λαλεῖ τὸ ὅλον μυστήριον, καὶ οὐκ ἀκούεται διὰ τὴν κακίαν τοῦ Νάας.

Κατὰ τὸν αὐτὸν ἐκεῖνον τρόπον καὶ τὰς ἄλλας προφητικὰς 〈γραφὰς〉 ὁμοίως παρῳδοῦσι διὰ πλειόνων βιβλίων· ἔστι δὲ αὐτοῖς προηγουμένως βιβλίον ἐπιγραφόμενον Βαρούχ, ἐν ᾧ ὅλην τὴν τοῦ μύθου αὐτῶν διαγωγὴν ὁ ἐντυχὼν γνώσεται. πολλαῖς μὲν οὖν αἱρέσεσιν ἐντυχών, ἀγαπητοί, οὐδενὶ τούτου κακῷ χείρονι ἐνέτυχον. ἀληθῶς δέ, ὥσπερ 〈αὐτὸς〉 λέγει οἰκειότατα, τὸν [αὐτοῦ] Ἡρακλέα δεῖ μιμησαμένους 〈ἡμᾶς〉 ἐκκαθᾶραι τὴν Αὐγείου κόπρον, μᾶλλον δὲ ἀμάραν, εἰς ἣν ἐμπεσόντες οἱ τούτου ἀνεχόμενοι οὐ 〈μόνον οὐ〉 πώποτε ἀποπλυθήσονται, ἀλλ᾽ οὐδὲ ἀνακύψαι δυνήσονται.

Ἐπεὶ γοῦν καὶ τὰ Ἰουστίνου τοῦ ψευδογνωστικοῦ ἐπιχειρήματα ἐξεθέμεθα, δοκεῖ καὶ τὰς τῶν ἀκολούθων αἱρετικῶν δόξας ἐν ταῖς ἑξῆς βίβλοις ἐκθέσθαι μηδένα τε καταλιπεῖν ἀνέλε〈γ〉κτον αὐτῶν, τῶν ὑπ᾽ αὐτῶν λεγομένων 〈μόνων〉 παρατιθεμένων ὄντων ἱκανῶν πρὸς παραδειγματισμόν, εἰ καὶ [μόνον] ἐκκριθείη τὰ ἀπόκρυφα παρ᾽ αὐτοῖς καὶ ἄρρητα, ἃ μόλις 〈καὶ〉 μετὰ πολλοῦ πόνου μυο〈ῦ〉νται [οἱ] ἄφρονες. ἴδωμεν οὖν τί καὶ Σίμων λέγει.