Συρικτὰν δέ φασιν εἶναι Φρύγες τὸν ἐκεῖθεν γεγεννημένον, ὅτι πνεῦμα ἐναρμόνιόν ἐστι, 〈φησί,〉 τὸ γεγεννημένον· «πνεῦμα» γάρ, φησίν, ἐστὶν «ὁ θεός»· διό, φησίν, «οὔτε ἐν τῷ ὄρει τούτῳ προσκυνοῦσιν οὔτε ἐν Ἱερουσαλὴμ» «οἱ ἀληθινοὶ προσκυνηταί», ἀλλὰ «ἐν πνεύματι»· πνευματικὴ γάρ, φησίν, ἐστὶ τῶν τελείων ἡ προσκύνησις, οὐ σαρκική. τὸ δὲ πνεῦμα, φησίν, ἐκεῖ ὅπου καὶ ὁ πατὴρ ὀνομάζεται, [καὶ] ὁ υἱὸς ἐκ τούτου τοῦ πατρὸς ἐκεῖ γεννώμενος. οὗτος, φησίν, ἐστὶν ὁ πολυώνυμος μυριόμματος ἀκατάληπτος, οὗ πᾶσα φύσις, ἄλλη δὲ ἄλλως ὀρέγεται. 〈καὶ〉 τοῦτο, φησίν, ἐστὶ τὸ ῥῆμα τοῦ θεοῦ, ὅ, φησίν, ἐστὶ ῥῆμα Ἀποφάσεως τῆς μεγάλης δυνάμεως. διὸ ἔσται ἐσφραγισμένον καὶ κεκρυμμένον καὶ κεκαλυμμένον, κείμενον ἐν τῷ οἰκητηρίῳ οὗ ἡ ῥίζα τῶν ὅλων τεθεμελίωται [ἀπό τε]—αἰώνων δυνάμεων ἐπινοιῶν, θεῶν ἀγγέλων πνευμάτων ἀπεσταλμένων, ὄντων μὴ ὄντων, γεγονότων 〈ἀ〉γενήτων, καταληπτῶν ἀκαταλήπτων, ἐνιαυτῶν μηνῶν ἡμερῶν ὡρῶν—, στιγμὴ ἀμέριστος 〈οὖσα〉, ἐξ ἧς, 〈φησίν,〉 ἐνάρχεται τὸ ἐλάχιστον αὐξῆσαι κατὰ μέρος. ἣ 〈γάρ,〉 μηδὲν οὖσα, φησί, καὶ ἐκ μηδενὸς συνεστῶσα [στιγμὴ ἀμέριστος οὖσα], γενήσεται ἑαυτῆ〈ς〉 ἐπινοίᾳ μέγεθός τι ἀκατάληπτον. αὕτη, φησίν, ἐστὶν «ἡ βασιλεία τῶν οὐρανῶν», «ὁ κόκκος τοῦ σινάπεως», ἡ ἀμέριστος ἐνυπάρχουσα τῷ σώματι στιγμή, ἣν οἶδε, φησίν, οὐδεὶς 〈ἀλλ᾽〉 ἢ οἱ πνευματικοὶ μόνοι.