Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Ἱππόλυτος Ῥώμης

Βιβλίο ΣΤ΄: Σίμων ο Μάγος, Ουαλεντίνος, Μάρκος και οι οπαδοί τους

Ανάλυση της διδασκαλίας του Σίμωνος του Μάγου, του ουαλεντινιανού συστήματος περί Αιώνων και Πληρώματος, και των μαγικών πρακτικών του Μάρκου και των μαθητών του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 4 από 9

〈ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ϛ〉 Τάδε ἔνεστιν ἐν τῇ ἕκτῃ τοῦ κατὰ πασῶν αἱρέσεων ἐλέγχου· Τίνα τὰ Σίμωνι τετολμημένα, καὶ ὅτι ἐκ μαγικῶν καὶ ποιητικῶν τὸ δόγμα 〈αὐτοῦ συνιστάμενον〉 κρατύνει. Τίνα ὁ Οὐαλεντῖνος δογματίζει, καὶ ὅτι ἐκ γραφῶν οὐ συνίσταται αὐτοῦ τὸ δόγμα, ἀλλὰ ἐκ τῶν Πλατωνικῶν καὶ Πυθαγορικῶν δογμάτων.

Καὶ τίνα τὰ Σεκούνδῳ καὶ Πτολεμαίῳ καὶ Ἡρακλέωνι δοκοῦντα, καὶ 〈ὅτι〉 καὶ αὐτοὶ τοῖς αὐτοῖς οἷς οἱ Ἑλλήνων σοφοὶ ἐχρήσαντο 〈δόγμασιν, ἀλλ᾽〉 ἄλλοις ῥήμασι. Τίνα τὰ Μάρκῳ καὶ Κολαρβάσῳ νομισθέντα, καὶ ὅτι τινὲς αὐτῶν μαγείαις καὶ ἀριθμοῖς Πυθαγορείοις 〈προσ〉έσχον.

Ὅσα μὲν οὖν ἐδόκει τοῖς ἀπὸ τοῦ ὄφεως τὰς ἀρχὰς παρειληφόσι καὶ κατὰ 〈ση〉μείωσιν τῶν χρόνων εἰς φανερὸν τὰς δόξας 〈αὑτῶν〉 ἑκουσίως προενεγκαμένοις, ἐν τῇ πρὸ ταύτης βίβλῳ οὔσῃ πέμπτῃ τοῦ ἐλέγχου τῶν αἱρέσεων ἐξεθέμην. νυνὶ δὲ καὶ τῶν ἀκολούθων τὰς γνώμας οὐ σιωπήσω, ἀλλ᾽ οὐδὲ μίαν ἀνέλεγκτον καταλείψω, εἴ γε δυνατὸν πάσας ἀπομνημονεῦσαι καὶ τὰ τούτων ἀπόρρητα ὄργια—ἃ δικαίως ὄργια κλητέον· οὐ γὰρ μακρὰν ἀπέχουσιν 〈θεοῦ〉 ὀργῆς τοιαῦτα τετολμηκότες, ἵνα καὶ τῇ ἐτυμολογίᾳ χρήσωμαι. — Δοκεῖ οὖν καὶ τὰ Σίμωνος τοῦ Γειττηνοῦ, κώμης τῆς Σαμαρείας, 〈δόγματα〉 νῦν ἐκθέσθαι, παρ᾽ οὗ καὶ τοὺς ἀκολούθους δείξομεν ἀφορμὰς λαβόντας ἑτέροις ὀνόμασιν ὅμοια τετολμηκέναι. οὗτος ὁ Σίμων, μαγείας ἔμπειρος ὢν καὶ τὰ μὲν παίξας πολλοὺς κατὰ τὴν Θρασυμήδους τέχνην—ᾧ τρόπῳ ἄνωθεν ἐξεθέμεθα—, τὰ δὲ καὶ διὰ δαιμόνων κακουργήσας, θεοποιῆσαι ἑαυτὸν ἐπεχείρησεν, ἄνθρωπος γόης καὶ μεστὸς ἀπονοίας, ὃν ἐν ταῖς Πράξεσιν οἱ ἀπόστολοι ἤλεγξαν.

Οὗ πολλῷ σοφώτερον καὶ μετριώτερον Ἄψεθος ὁ Λίβυς, ὀρεχθεὶς θεὸς νομισθῆναι ἐν Λιβύῃ, ἐπεχείρησεν· οὗ τὸν μῦθον, οὐ πολύ τι ἀπεμφαίνοντα τῆς Σίμωνος τοῦ ματαίου ἐπιθυμίας, δοκεῖ διηγήσασθαι, ὄντα ἄξιον τῆς τούτου ἐπιχειρήσεως.

Ἄψεθος ὁ Λίβυς ἐπεθύμησε θεὸς γενέσθαι· ὡς δὲ πολυπραγμονῶν πάνυ ἀπετύγχανε τῆς ἐπιθυμίας, ἠθέλησε κἂν δοκεῖν γεγονέναι. καὶ ἔδοξέ γε ὡς ἀληθῶς χρόνῳ πλείονι γεγονέναι θεός· ἔθυον γὰρ οἱ ἀνόητοι Λίβυες αὐτῷ 〈ὡς〉 θείᾳ τινὶ δυνάμει, νομίζοντες ἄνωθεν ἐξ οὐρανοῦ πεπιστευκέναι φωνῇ. συναθροίσας γοῦν εἰς ἕνα καὶ τὸν αὐτὸν οἰκίσκον ὄρνιθας πλείστους ψιττακοὺς κατέκλεισεν· εἰσὶ δὲ πλεῖ(στ)οι κατὰ τὴν Λιβύην ψιττακοὶ καὶ ἐναργῶς μιμούμενοι πάνυ τὴν ἀνθρωπίνην φωνήν. οὗτος χρόνῳ διαθρέψας τοὺς ὄρν〈ε〉ις ἐδίδαξε λέγειν· Ἄψεθ(ος) θ〈ε〉ός ἐστιν. ὡς δὲ ἤσκησαν οἱ ὄρνιθες χρόνῳ πολλῷ καὶ τοῦτο ἔλεγον ὅπερ ᾤετο [τὸ] λεχθὲν ποιήσειν θεὸν εἶναι νομίζεσθαι τὸν Ἄψεθον, τότε ἀνοίξας τὸ οἴκημα εἴασεν ἄλλον ἀλλαχόσε τοὺς ψιττακούς. πετομένων δὲ τῶν ὀρνίθων ἐξῆλθεν ὁ φθόγγος εἰς πᾶσαν τὴν Λιβύην καὶ τὰ ῥήματα αὐτῶν διῆλθε μέχρι τῆς Ἑλληνικῆς γῆς. καὶ οὕτως οἱ Λίβυες καταπλαγέντες ἐπὶ τῇ τῶν ὀρνίθων φωνῇ τό τε πραχθὲν ὑπὸ τοῦ Ἀψέθου πανούργευμα μὴ ἐν〈ν〉οήσαντες θεὸν εἶχον τὸν Ἄψεθον. τῶν δὲ Ἑλλήνων τις, ἀκριβῶς ἐννοήσας τὸ σόφισμα τοῦ νενομισμένου θεοῦ, διὰ τῶν αὐτῶν ἐκείνων ψιττακῶν οὐκ ἐλέγχει μόνον, ἀλλὰ καὶ ἀφανίζει τὸν ἀλαζόνα καὶ φορτικὸν ἐκεῖνον ἄνθρωπον. μετεδίδαξε γὰρ ὁ Ἕλλην καθείρξας πολλοὺς ἀπὸ τῶν ψιττακῶν λέγειν· Ἄψεθος ἡμᾶς κατακλείσας ἠνάγκασε λέγειν· Ἄψεθος θεός ἐστιν.

ἀκούσαντες δὲ οἱ Λίβυες τῆς παλινῳδίας τῶν ψιττακῶν, πάντες ὁμοθυμαδὸν συνελθόντες κατέκαυσαν τὸν Ἄψεθον.

Οὕτως ἡγητέον 〈τοὺς〉 Σίμωνα τὸν μάγον ἀπεικάζοντας τῷ Λίβυϊ τάχιον 〈τούτου τοῦ〉 ἀνθρώπου γενόμενον [οὕτως] θεόν. εἰ δὲ ἔχει τὰ τῆς εἰκόνος ἀκριβῶς καὶ πέπονθεν ὁ μάγος πάθος τι παραπλήσιον Ἀψέθῳ, ἐπιχειρήσομεν μεταδιδάσκειν τοῦ Σίμωνος τοὺς ψιττακοὺς ὅτι Χριστὸς οὐκ ἦν Σίμων ὁ ἑστὼς στὰς στησόμενος, ἀλλ᾽ ἄνθρωπος [ἦν], ἐκ σπέρματος γέννημα γυναικός, ἐξ αἱμάτων καὶ ἐπιθυμίας σαρκικῆς καθάπερ καὶ οἱ λοιποὶ 〈ἄνθρωποι〉 γεγεννημένος· καὶ ὅτι ταῦθ᾽ οὕτως ἔχει, προϊόντος τοῦ λόγου ῥᾳδίως ἐπιδείξομεν.

Λέγει δὲ ὁ Σίμων μεταφράζων τὸν νόμον Μωϋσέως ἀνοήτως τε καὶ κακοτέχνως· Μωσέως γὰρ λέγοντος ὅτι «ὁ θεὸς πῦρ φλέγον ἐστὶ καὶ καταναλίσκον», δεξάμενος τὸ λεχθὲν ὑπὸ Μωσέως οὐκ ὀρθῶς, πῦρ εἶναι λέγει τῶν ὅλων τὴν ἀρχήν, οὐ νοήσας τὸ εἰρημένον ὅτι θεὸς οὐ πῦρ, ἀλλὰ πῦρ φλέγον καὶ καταναλίσκον, οὐκ αὐτὸν διασπῶν μόνον τὸν νόμον Μωσέως, ἀλλὰ καὶ τὸν σκοτεινὸν Ἡράκλειτον συλαγωγῶν. ἀπέραντον δὲ εἶναι δύναμιν ὁ Σίμων προσαγορεύει τῶν ὅλων τὴν ἀρχήν, λέγων οὕτως· «τοῦτο τὸ γράμμα Ἀποφάσεως φωνῆς καὶ ὀνόματος ἐξ ἐπινοίας τῆς μεγάλης δυνάμεως τῆς ἀπεράντου. διὸ ἔσται ἐσφραγισμένον 〈καὶ〉 κεκρυμμένον 〈καὶ〉 κεκαλυμμένον, κείμενον ἐν τῷ οἰκητηρίῳ, οὗ ἡ ῥίζα τῶν ὅλων τεθεμελίωται». οἰκητήριον δὲ λέγει εἶναι τὸν ἄνθρωπον τοῦτον, τὸν ἐξ αἱμάτων γεγεννημένον, καὶ κατοικεῖν ἐν αὐτῷ τὴν ἀπέραντον δύναμιν, ἣν ῥίζα〈ν〉 εἶναι τῶν ὅλων φησίν.

ἔστι δὲ ἡ ἀπέραντος δύναμις, τὸ πῦρ, κατὰ τὸν Σίμωνα οὐδὲν ἁπλοῦν, καθάπερ οἱ πολλοὶ ἁπλᾶ λέγοντες εἶναι τὰ τέσσαρα στοιχεῖα καὶ τὸ πῦρ ἁπλοῦν εἶναι νενομίκασιν, ἀλλὰ γὰρ εἶναι [τὴν] τοῦ πυρὸς διπλῆν τινα τὴν φύσιν· καὶ τῆς διπλῆς ταύτης καλεῖ τὸ μέν τι κρυπτόν, τὸ δέ τι φανερόν· κεκρύφθαι δὲ τὰ κρυπτὰ ἐν τοῖς φανεροῖς τοῦ πυρός, καὶ τὰ φανερὰ τοῦ πυρὸς ὑπὸ τῶν κρυπτῶν γεγονέναι. —ἔστι δὲ τοῦτο ὅπερ Ἀριστοτέλης δυνάμει καὶ ἐνεργείᾳ καλεῖ, ἢ Πλάτων νοητὸν καὶ αἰσθητόν. —καὶ τὸ μὲν φανερὸν τοῦ πυρὸς πάντα ἔχει ἐν ἑαυτῷ ὅσα ἄν τις ἐπινοήσῃ ἢ καὶ λάθῃ παραλιπὼν τῶν ὁρατῶν, τὸ δὲ κρυπτὸν πᾶν ὅ τι ἐννοήσει τις νοητὸν καὶ πεφευγὸς τὴν αἴσθησιν ἢ καὶ παραλείπει μὴ διανοηθείς.

Καθόλου δὲ ἔστιν εἰπεῖν· πάντων τῶν ὄντων, αἰσθητῶν τε καὶ νοητῶν, ὧν ἐκεῖνος κρυφίων καὶ φανερῶν προσαγορεύει, ἔστι θησ(αυ)ρὸς τὸ πῦρ τὸ ὑπερουράνιον, οἱονεὶ δένδρον 〈τι〉 μέγα, ὡς 〈τὸ〉 δι᾽ ὀνείρου βλεπόμενον τῷ Ναβουχοδονόσορ, «ἐξ οὗ πᾶσα σὰρξ τρέφεται». καὶ τὸ μὲν φανερὸν εἶναι τοῦ πυρὸς νομίζει τὸ πρέμνον, τοὺς κλάδους, τὰ φύλλα, τὸν ἔξωθεν αὐτῷ περικείμενον φλοιόν· ἅπαντα, φησί, ταῦτα τοῦ μεγάλου δένδρου ἀναφθέντα ὑπὸ τῆς παμφάγου τοῦ πυρὸς φλογὸς ἀφανίζεται· ὁ δὲ καρπὸς τοῦ δένδρου, ἐὰν ἐξεικονισθῇ καὶ τὴν ἑαυτοῦ μορφὴν ἀπολάβῃ, εἰς ἀποθήκην τίθεται, οὐκ εἰς τὸ πῦρ. γέγονε μὲν γάρ, φησίν, ὁ καρπός, ἵνα εἰς τὴν ἀποθήκην τεθῇ, τὸ δὲ ἄχυρον, ἵνα παραδοθῇ τῷ πυρί, ὅπερ ἐστὶ πρέμνον, οὐχ αὑτοῦ χάριν ἀλλὰ τοῦ καρποῦ γεγενημένον.

Καὶ τοῦτό ἐστι, φησί, τὸ γεγραμμένον ἐν τῇ γραφῇ· «ὁ γὰρ ἀμπελὼν κυρίου Σαβαὼθ οἷ(κ)ος τοῦ Ἰσραήλ ἐστι, καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον». εἰ δὲ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον, δέδεικται, φησίν, ὅτι 〈τὸ〉 ξύλον οὐκ ἄλλο τι ἀλλ᾽ ἢ ἄνθρωπός ἐστιν. ἀλλὰ περὶ τῆς ἐκκρίσεως αὐτοῦ καὶ διακρίσεως ἱκανῶς, φησίν, εἴρηκεν ἡ γραφή, καὶ πρὸς διδασκαλίαν ἀρκεῖ τοῖς ἐξεικονισμένοις τὸ λεχθὲν ὅτι «πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα σαρκὸς ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε· τὸ δὲ ῥῆμα κυρίου μένει εἰς τὸν αἰῶνα». ῥῆμα δέ, φησίν, ἐστὶ κυρίου τὸ ἐν στόματι γεννώμενον ῥῆμα καὶ λόγος, ἄλλ〈ο δ〉ὲ χωρίον γενέσεως οὐκ ἔστι.

Τοιούτου δὲ ὄντος, ὡς δι᾽ ὀλίγων εἰπεῖν, κατὰ τὸν Σίμωνα τοῦ πυρός, καὶ πάντων τῶν 〈μερῶν αὐτοῦ,〉 ὄντων ὁρατῶν καὶ ἀοράτων, ἐνήχων καὶ 〈ἀν〉ήχων, ἀριθμητῶν καὶ 〈ἀν〉αρίθμων, 〈φρόνησιν ἐχόντων〉—ὧν αὐτὸς ἐν τῇ Ἀποφάσει τῇ μεγάλῃ καλεῖ τελείων νοερῶν—, [οὕτως ὡς] ἕκαστον τῶν ἀπειρά(κι)ς ἀπείρων 〈μερῶν ἐπιδέχεται〉 ἐπινοηθῆναι 〈ὡς〉 δυνάμενον καὶ λαλεῖν καὶ διανοεῖσθαι καὶ ἐνεργεῖν, οὕτως ὡς, φησίν, Ἐμπεδοκλῆς 〈λέγει〉· γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν, ὕδατι δ᾽ ὕδωρ, αἰθέρι δ᾽ αἰθέρα 〈δῖον〉, ἀτὰρ πυρὶ πῦρ ἀίδηλον, καὶ 〈στοργῇ〉 στοργήν, νεῖκος 〈δ᾽〉 ἔτι νείκεϊ λυγρῷ.

Πάντα γάρ, φησίν, ἐνόμιζε τὰ μέρη τοῦ π(υ)ρός, τὰ 〈ὁρατὰ καὶ τὰ〉 ἀόρατα, «φρόνησιν ἔχειν καὶ νώματος αἶσαν». Γέγονεν οὖν ὁ κόσμος ὁ γεννητὸς ἀπὸ τοῦ ἀγεννήτου πυρός. ἤρξατο δέ, φησί, γίνεσθαι τοῦτον τὸν τρόπον· ἓξ ῥίζας τὰς πρώτας τῆς ἀρχῆς τῆς γενέσεως λαβὼν ὁ γεννητὸς ἀπὸ τῆς ἀρχῆς τοῦ πυρὸς ἐκείνου. γεγονέναι γὰρ τὰς ῥίζας 〈ταύτας〉 φησὶ κατὰ συζυγίαν ἀπ(ὸ) τοῦ πυρός, ἅστινας ῥίζας καλεῖ Νοῦν καὶ Ἐπίνοιαν, Φωνὴν καὶ Ὄνομα, Λογισμὸν καὶ Ἐνθύμησιν. εἶναι δὲ ἐν ταῖς ἓξ ῥίζαις ταύταις πᾶσαν ὁμοῦ τὴν ἀπέραντον δύναμιν δυνάμει, οὐκ ἐνεργείᾳ, ἥντινα ἀπέραντον δύναμιν 〈εἶναί〉 φησι τὸν ἑστῶτα 〈στάντα〉 στησόμενον. ὃς ἐὰν μὲν ἐξεικονισθῇ, ὢν ἐν ταῖς ἓξ δυνάμεσιν, ἔσται οὐσίᾳ, δυνάμει, μεγέθει, ἀποτελέσματι μία καὶ ἡ αὐτὴ τῇ ἀγεννήτῳ καὶ ἀπεράντῳ δυνάμει, οὐδὲν ὅλως ἔχουσα ἐνδεέστερον ἐκείνης τῆς ἀγεννήτου καὶ ἀπαραλ〈λ〉άκτου καὶ ἀπεράντου δυνάμεως. ἐὰν δὲ μείνῃ [τῇ] δυνάμει μόνον ἐν ταῖς ἓξ δυνάμεσι καὶ μὴ ἐξεικονισθῇ, ἀφανίζεται, φησί, καὶ ἀπόλλυται, οὕτως ὡς ἡ δύναμις ἡ γραμματικὴ 〈ἢ〉 ἡ γεωμετρικὴ ἐν ἀνθρώπου ψυχῇ· προσλαβοῦσα γὰρ ἡ δύναμις τεχν〈ίτ〉ην, φῶς τῶν γινομένων (γ)ίνεται, μὴ προσλαβοῦσα δέ, ἀτεχνία καὶ σκότος, καὶ ὡς ὅτι οὐκ ἦν, ἀποθνῄσκοντι τῷ ἀνθρώπῳ συνδιαφθείρεται.

Τῶν δὲ ἓξ δυνάμεων τούτων καὶ τῆς ἑβδόμης τῆς μετὰ τῶν ἓξ καλεῖ τὴν πρώτην συζυγίαν, Νοῦν καὶ Ἐπίνοιαν, οὐρανὸν καὶ γῆν· καὶ τὸν μὲν ἄρσενα ἄνωθεν ἐπιβλέπειν καὶ προνοεῖν τῆς συζύγου, τὴν δὲ γῆν ὑποδέχεσθαι κάτω τοὺς ἀπὸ τοῦ οὐρανοῦ καταφερομένους τῇ γῇ συγγενεῖς νοεροὺς καρπούς. διὰ τοῦτο, φησίν, ἀποβλέπων πολλάκις ὁ λόγος πρὸς τὰ ἐκ Νοὸς καὶ Ἐπινοίας γεγεννημένα—τουτέστιν ἐξ οὐρανοῦ καὶ γῆς—λέγει· «ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι κ(ύριος) ἐλάλησεν· υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν». ὁ δὲ λέγων ταῦτα, φησίν, ἡ ἑβδόμη δύναμίς ἐστιν, 〈ὁ〉 ἑστὼς στὰς στησόμενος· αὐτὸς γὰρ αἴτιος τούτων τῶν καλῶν ὧν ἐπῄνεσε Μωσῆς καὶ εἶπε «καλὰ λίαν». ἡ δὲ Φωνὴ καὶ τὸ Ὄνομα ἥλιος καὶ σελήνη, ὁ δὲ Λογισμὸς καὶ ἡ Ἐνθύμησις ἀὴρ καὶ ὕδωρ. ἐν δὲ τούτοις ἅπασιν ἐμμέμικται καὶ κέκραται, ὡς ἔφην, ἡ μεγάλη δύναμις, ἡ ἀπέραντος, ὁ ἑστώς.

Μωσέως οὖν εἰρηκότος· «〈ἐν〉 ἓξ ἡμέραις, ἐν αἷς ὁ θεὸς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ 〈τῇ ἡμέρᾳ〉 τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ», τὸν εἰρημένον τρόπον μετοικονομήσας ὁ Σίμων ἑαυτὸν θεοποιεῖ. ὅταν 〈γὰρ〉 οὖν 〈αἱ γραφαὶ〉 λέγωσιν ὅτι εἰσὶ τρεῖς ἡμέραι πρὸ ἡλίου καὶ σελήνης γεγενημέναι, αἰνίσσονται, 〈φησί,〉 Νοῦν καὶ Ἐπίνοιαν—τουτέστιν οὐρανὸν καὶ γῆν—καὶ τὴν ἑβδόμην δύναμιν, τὴν ἀπέραντον· αὗται γὰρ αἱ τρεῖς δυνάμεις εἰσὶ πρὸ πασῶν τῶν ἄλλων γενόμεναι. ὅταν δὲ λέγωσι· «πρὸ πάντων τῶν αἰώνων γεννᾷ με», περὶ τῆς ἑβδόμης, φησί, δυνάμεως τὰ τοιαῦτα λέγεται [εἶναι]· ἑβδόμη γάρ 〈ἐστι, φησί,〉 [αὕτη] δύναμις ἥτις ἦν δύναμις ὑπάρχουσα ἐν τῇ ἀπεράντῳ δυνάμει, ἥτις γέγονε πρὸ πάντων τῶν αἰώνων. αὕτη ἐστί, φησίν, ἡ ἑβδόμη δύναμις περὶ ἧς λέγει Μωσῆς· «καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος», τουτέστι, φησί, τὸ πνεῦμα τὸ πάντα ἔχον ἐν ἑαυτῷ, εἰκὼν 〈ὃν〉 τῆς ἀπεράντου δυνάμεως. περὶ ἧς ὁ Σίμων λέγει· «εἰκὼν ἐξ ἀφθάρτου μορφῆς, κοσμοῦσα μόνη πάντα». αὕτη γὰρ ἡ δύναμις, ἡ ἐπιφερομένη ἐπάνω τοῦ ὕδατος, ἐξ ἀφθάρτου, φησί, γεγενημένη μορφῆς, κοσμεῖ μόνη πάντα.

Τοιαύτης οὖν τινος καὶ παραπλησίου τῆς κατασκευῆς τοῦ κόσμ(ου) γενομένης παρ᾽ αὐτοῖς, «ἔπλασε», φησίν, «ὁ θεὸς τὸν ἄνθρωπον, χοῦν ἀπὸ τῆς γῆς λαβών»· ἔπλασε δὲ οὐχ ἁπλοῦν ἀλλὰ διπλοῦν· «κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν». εἰκὼν δέ ἐστι τὸ πνεῦμα τὸ ἐπιφερόμενον ἐπάνω τοῦ ὕδατος· ὃ ἐὰν μὴ ἐξεικονισθῇ, μετὰ τοῦ κόσμου ἀπολεῖται, δυνάμει μεῖναν μόνον, μὴ καὶ ἐνεργείᾳ γενόμενον—τοῦτό ἐστι, φησί, τὸ εἰρημένον· «ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν». —ἐὰν δὲ ἐξεικονισθῇ καὶ γένηται ἀπὸ στιγμῆς ἀμερίστου, ὡς, 〈φησί,〉 γέγραπται ἐν τῇ Ἀποφάσει, τὸ μικρὸν μέγα γενήσεται, τὸ δὲ μέγα ἔσται εἰς τὸν ἄπειρον αἰῶνα καὶ ἀπαράλ〈λ〉ακτον, τὸ〈ν〉 μηκέτι γινόμενον.

Πῶς οὖν καὶ τίνα τρόπον, φησί, πλάσ〈σ〉ει τὸν ἄνθρωπον ὁ θεός; ἐν (π)αραδείσῳ· οὕτως γὰρ αὐτῷ δοκεῖ. ἔστω, φησί, παράδεισος ἡ μήτρα· καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, ἡ γραφὴ διδάσκει ὅτε λέγει· «ἐγώ εἰμι ὁ πλάσσων σε ἐν μήτρᾳ μητρός σου»· καὶ τοῦτο γὰρ οὕτω θέλει γεγράφθαι. τὸν παράδεισον 〈οὖν〉, φησίν, ἀλληγορῶν ὁ Μωσῆς τὴν μήτραν εἴρηκεν, εἴπερ δεῖ τῷ λόγῳ πιστεύειν. εἰ δὲ πλάσσει ὁ θεὸς ἐν μήτρᾳ μητρὸς τὸν ἄνθρωπον, τουτέστιν ἐν παραδείσῳ, ὡς ἔφην, ἔστω παράδεισος ἡ μήτρα, Ἐδὲμ δὲ τὸ χόριον, «ποταμὸς 〈δὲ〉 ἐκπορευόμενος ἐξ Ἐδὲμ ποτίζει〈ν〉 τὸν παράδεισον» ὁ ὀμφαλός. οὗτος 〈δέ〉, φησίν, ὁ ὀμφαλὸς «ἀφορίζεται εἰς τέσσαρας ἀρχάς»· ἑκατέρωθεν γὰρ τοῦ ὀμφαλοῦ δύο εἰσὶν ἀρτηρίαι παρατεταμέναι, ὀχετοὶ πνεύματος, καὶ δύο φλ(έβ)ες, ὀχετοὶ αἵματος.

ἐπειδὰν δέ, φησίν, ἀπὸ τοῦ Ἐδὲμ 〈τοῦ〉 χορίου ἐκπορευόμενος ὁ ὀμφαλὸς ἐμφύῃ τῷ γεν〈ν〉(ω)μένῳ κατὰ τὸ ἐπιγάστριον—ὃ κοινῶς πάντες προσαγορεύουσιν ὀμφαλόν—, αἱ δὲ δύο φλέβες, δι᾽ ὧν ῥεῖ καὶ φέρεται ἀπὸ τοῦ Ἐδὲμ τοῦ χορίου τὸ αἷμα, κατὰ τὰς καλουμένας πύλας τοῦ ἥπατος—αἵτινες τὸ γεννώμενον τρέφουσιν—, αἱ δὲ 〈δύο〉 ἀρτηρίαι—ἃς ἔφημεν ὀχετοὺς εἶναι πνεύματος, ἑκατέρωθεν περιλαβοῦσαι τὴν κύστιν κατὰ τὸ πλατὺ ὀστοῦν—πρὸς τὴν μεγάλην συνάπτωσιν ἀρτηρίαν—τὴν κατὰ ῥάχιν καλουμένην ἀορτήν—, [καὶ] οὕτως διὰ τῶν παραθύρων ἐπὶ τὴν καρδίαν ὁδεῦσαν τὸ πνεῦμα κίνησιν ἐργάζεται τῷ ἐμβρύῳ. πλασσόμενον 〈μὲν〉 γὰρ τὸ βρέφος ἐν τῷ παραδείσῳ οὔτε τῷ στόματι τροφὴν λαμβάνει οὔτε ταῖς ῥισὶν ἀναπνέει· ἐν ὑγροῖς γὰρ ὑπάρχοντι αὐτῷ παρὰ πόδας ἦν ὁ θάνατος εἰ ἀνέπνευσεν· ἐπεσπάσατο γὰρ ἂν ἀπὸ τῶν ὑγρῶν καὶ ἐφθάρη. ἀλλὰ γὰρ ὅλον περιέσφιγκται τῷ καλουμένῳ χιτῶνι ἀμνίῳ, τρέφεται δὲ δι᾽ ὀμφαλοῦ, καὶ διὰ τῆς 〈ἀορτῆς τῆς〉 κατὰ ῥάχιν, ὡς ἔφην, τὴν τοῦ πνεύματος οὐσίαν λαμβάνει.

Ὁ οὖν ποταμός, φησίν, ὁ ἐκπορευόμενος ἐξ Ἐδὲμ εἰς τέσσαρας ἀφορίζεται ἀρχάς, 〈εἰς〉 ὀχετοὺς τέσσαρας, τουτέστιν εἰς τέσσαρας αἰσθήσεις τοῦ γεννωμένου· ὅρασιν, [ἀκοήν,] γεῦσιν, ὄσφρησιν καὶ ἁφήν. ταύτας γὰρ ἔχει μόνας τὰς αἰσθήσεις ἐν τῷ παραδείσῳ πλασσόμενον τὸ παιδίον. οὗτος 〈δέ〉, φησίν, ἐστὶν ὁ νόμος ὃν ἔθηκε Μωσ(ῆ)ς, καὶ πρὸς τοῦτον αὐτὸν τὸν νόμον γέγραπται τῶν βιβλίων ἕκαστον, ὡς 〈αἱ〉 ἐπιγραφαὶ δηλοῦσι. τὸ 〈γὰρ〉 πρῶτον βιβλίον Γένεσις· ἤρκει, φησί, πρὸς γνῶσιν τῶν ὅλων ἡ ἐπιγραφὴ τοῦ βιβλίου. αὕτη γάρ, φησίν, ἐστὶν ἡ Γένεσις ὅρασις, εἰς ἣν ἀφορίζεται 〈τοῦ〉 ποταμοῦ σχίσις ἡ μία· ἐθεάθη γὰρ ὁ κόσμος ἐν ὁράσει. 〈ἡ δὲ〉 ἐπ(ι)γραφὴ βιβλίου δευτέρου Ἔξοδος· ἔδει γὰρ τὸ γεννηθέν, τ(ὴ)ν Ἐρυθρὰν διοδεῦσαν θάλασσαν, ἐλθεῖν ἐπὶ τὴν ἔρημον—〈τὴν〉 Ἐρυθρὰν δὲ 〈θάλασσαν〉 λέγει, φησί, τὸ αἷμα—καὶ γεύσασθαι πικρὸν ὕδωρ. πικρὸν γάρ, φησίν, ἐστὶ τὸ ὕδωρ τὸ μετὰ τὴν Ἐρυθρὰν θάλασσαν, ὅπερ ἐστὶν ὁδὸς τῆς κατὰ τὸν βίον γνώσεως, 〈διὰ〉 τῶν ἐπιπόνων ὁδευομένη καὶ πικρῶν. στραφὲν δὲ ὑπὸ Μωσέως—τουτέστι τοῦ λόγου—τὸ πικρὸν ἐκεῖνο γίνεται γλυκύ. καὶ ὅτι ταῦθ᾽ οὕτως ἔχει, κοινῇ πάντων 〈τῶν ἐθνῶν, φησίν,〉 ἔστιν ἀκοῦσαι κατὰ τοὺς ποιητὰς λεγόντων· ῥίζῃ μὲν μέλαν 〈ἔσκε〉, γάλακτι δὲ εἴκελον ἄνθος· μῶλυ δέ μιν καλέουσι θεοί· χαλεπὸν δέ τ᾽ ὀρύσσειν ἀνδράσι γε θνητοῖσι· θεοὶ δέ τε πάντα δύνανται.

Ἀρκεῖ, φησί, 〈τὸ〉 λεχθὲν ὑπὸ τῶν ἐθνῶν πρὸς ἐπίγνωσιν τῶν ὅλων τοῖς ἔχουσιν ἀκο(ὰς) (ὑ)πακοῆς· τούτου γάρ, φησίν, ὁ γευσάμενος τοῦ καρποῦ 〈οὐ μόνον〉 ὑπὸ τῆς Κίρκης οὐκ ἀπεθηριώθη μόνος, ἀλλὰ καὶ τοὺς ἤδη τεθηριωμένους, τῇ δυνάμει χρώμενος τοῦ τοιούτου καρποῦ, εἰς τὸν πρῶτον ἐκεῖνον, τὸν ἴδιον αὐτῶν ἀνέπλασε καὶ ἀνετύπωσε καὶ ἀνεκαλέσατο χαρακτῆρα. πιστὸς γὰρ ἁνὴρ καὶ ἀγαπώμενος ὑπὸ τῆς φαρμακίδος ἐκείνης διὰ τὸν γαλακτώδη καὶ θεῖον ἐκεῖνον καρπόν, φησίν, εὑρίσκεται. Λευϊτικὸν ὁμοίως τὸ τρίτον βιβλίον, ὅπερ ἐστίν, 〈φησίν,〉 ἡ ὄσφρησις 〈καὶ〉 ἀναπνοή. θυσιῶν γάρ ἐστι καὶ προσφορῶν ὅλον ἐκεῖνο τὸ βιβλίον· ὅπου δέ ἐστι θυσία, ὀσμή τις εὐωδίας ἀπὸ τῆς θυσίας διὰ τῶν θυμιαμάτων γίνεται· περὶ ἣν εὐωδίαν 〈τὴν〉 ὄσφρησίν 〈φησιν〉 εἶνα(ι) δ(οκ〈ί〉μ)ιον. Ἀριθμοὶ 〈δὲ〉 τὸ τέταρτον τῶν βιβλίων· γεῦσιν, 〈φησί,〉 λέγει, ὅπο(υ) 〈ὁ〉 (λ)όγος ἐνεργεῖ· διὰ γὰρ τὸ λαλεῖν πάντα 〈τῇ τῶν〉 ἀριθμῶν τάξει 〈οὕτως〉 κ(α)λεῖται. Δευτερονόμιον δὲ 〈τὸ πέμπτον βιβλίον, ὅπερ,〉 φησίν, ἐστὶ πρὸς τὴν ἁφὴν τοῦ πεπλασμένου παιδίου γεγραμμένον. ὥσπερ γὰρ ἡ ἁφὴ τὰ ὑπὸ τῶν ἄλλων αἰσθήσεων ὁραθέντα θιγοῦσα ἀνακεφαλαιοῦται καὶ βεβαιοῖ, σκληρὸν ἢ γλίσχρον, ἢ θερμὸν 〈ἢ ψυχρὸν〉 δοκιμάσασα, οὕτως τὸ πέμπτον βιβλίον τοῦ νόμου ἀνακεφαλαίωσίς ἐστι τῶν πρὸ αὐτοῦ γραφέντων τεσσάρων.

Πάντα οὖν, φησί, τὰ ἀγέννητά ἐστιν ἐν ἡμῖν δυνάμει, οὐκ ἐνεργείᾳ, 〈οὕτως〉 ὡς ἡ γραμματικὴ 〈ἢ〉 ἡ γεωμετρική. ἐὰν 〈μὲν〉 οὖν τύχῃ τοῦ λόγου τοῦ προσήκοντος καὶ διδασκαλίας, [καὶ] στραφήσεται τὸ πικρὸν εἰς γλυκύ—τουτέστιν, 〈φησίν,〉 «αἱ ζιβύναι εἰς δρέπανα καὶ αἱ μάχαιραι εἰς ἄροτρα»—, 〈καὶ〉 οὐκ ἔσται ἄχυρα καὶ ξύλα, τὰ γεννώμενα πυρί, ἀλλὰ καρπὸς τέλειος ἐξεικονισμένος, ὡς ἔφην, ἴσος καὶ ὅμοιος τῇ ἀγεννήτῳ καὶ ἀπεράντῳ δυνάμει. ἐὰν δὲ μείνῃ δ(έ)νδρον μόνον, καρπὸν μὴ ποιοῦν ἐξεικονισμένον, ἀφανίζεται. «ἐγγὺς γάρ που», φησίν, «ἡ ἀξίνη παρὰ τὰς ῥίζας τοῦ δένδρου· πᾶν δένδρον», φησί, «μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται».

Ἔστιν οὖν κατὰ τὸν Σίμωνα τὸ μακάριον καὶ ἄφθαρτον ἐκεῖνο ἐν παντὶ 〈ἀνθρώπῳ〉 κεκρυμμένον δυνάμει, οὐκ ἐνεργείᾳ, ὅπερ ἐστὶν ὁ ἑστὼς στὰς στησόμενος· ἑστὼς ἄνω ἐν τῇ ἀγεννήτῳ δυνάμει, στὰς κάτω ἐν τῇ ῥοῇ τῶν ὑδάτων, ἐν εἰκόνι γεννηθείς, στησόμενος ἄνω παρὰ τὴν μακαρίαν ἀπέραντον δύναμιν, ἐὰν ἐξεικονισθῇ. τρεῖς γάρ, φησίν, εἰσὶν ἑστῶτες 〈αἰῶνες〉, καὶ ἄνευ τοῦ τρεῖς εἶναι ἑστῶτας αἰῶνας οὐ κοσμεῖ ὁ γεννητός, ὁ κατ᾽ αὐτοὺς ἐπὶ τοῦ ὕδατος φερόμενος, ὁ καθ᾽ ὁμοίωσιν ἀναπεπλασμένος τέλειος ἐπου(ράν)ιος, 〈ὁ〉 κατ᾽ οὐδεμίαν ἐπίνοιαν ἐνδεέστερος τῆς ἀγεννήτου δυνάμεως (γε)ν〈ν〉ώμενος. τοῦτ᾽ ἔστιν, 〈φησίν,〉 ὃ λέγουσιν· «ἐγὼ καὶ σὺ ἕν· 〈τὸ〉 πρὸ ἐμοῦ σύ, τὸ μετὰ σὲ ἐγώ». αὕτη, φησίν, ἐστὶ〈ν ἡ〉 δύναμις μία, διῃρημένη 〈δ᾽〉 ἄνω κάτω, αὑτὴν γεννῶσα, αὑτὴν αὔξουσα, αὑτὴν ζητοῦσα, αὑτὴν εὑρίσκουσα, αὑτῆς μήτηρ οὖσα, αὑτῆς πατήρ, αὑτῆς ἀδελφή, αὑτῆς σύζυγος, αὑτῆς θυγάτηρ, αὑτῆς υἱός, [μήτηρ, πατήρ,] ἓν οὖσα· ῥίζα τῶν ὅλων.

Καὶ ὅτι, φησίν, ἀπὸ πυρὸς ἡ ἀρχὴ τῆς γενέσεώς ἐστι τῶν γεννωμένων, τοιοῦτον κατανόει τινὰ τρόπον. πάντων ὅσων γένεσίς ἐστιν, ἀπὸ πυρὸς ἡ ἀρχὴ τῆς ἐπιθυμίας τῆς γενέσεως γίνεται· τοιγαροῦν πυροῦσθαι τὸ ἐπιθυμεῖν τῆς μεταβλητῆς γενέσεως ὀνομάζεται. ἓν δὲ ὂν τὸ πῦρ τροπὰ(ς 〈σ〉τρέ)φεται δύο· στρέφεται γάρ, φησίν, ἐν τῷ ἀνδρὶ τὸ αἷμα— καὶ θερμὸν καὶ ξανθὸν ὡς πῦρ τυπούμενον—εἰς σπέρμα, ἐν δὲ τῇ γυναικὶ τὸ αὐτὸ τοῦτο αἷμα εἰς γάλα· καὶ γίνεται ἡ τοῦ ἄρρενος τροπὴ γένεσις, ἡ δὲ τῆς θηλείας τροπὴ τροφὴ τῷ γεννωμένῳ. αὕτη, φησίν, ἐστὶν «ἡ φλογίνη ῥομφαία ἡ στρεφομένη φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς». στρέφεται γὰρ τὸ αἷμα εἰς σπέρμα καὶ γάλα, καὶ γίνεται ἡ δύναμις αὕτη πατὴρ καὶ μήτηρ, σπορὰ τῶν γινομένων καὶ αὔξησις τῶν τρεφομένων, ἀπροσδεής, αὐτάρκης. φυλάσσεται δέ, φησί, τὸ ξύλον τῆς ζωῆς διὰ τῆς στρεφομένης φλογίν(ης) ῥομφαίας, ὡς εἰρήκαμεν, 〈ἥτις ἐστί, φησίν,〉 ἡ δύναμις ἡ ἑ(βδ)όμη, ἡ ἐξ αὑτῆς 〈πάντα γεννῶσα,〉 ἡ πάντα ἔχουσα, ἡ ἐν ταῖς ἓξ κατ(α)κειμένη δυνάμεσιν.

ἐὰν γὰρ μὴ στρέφηται ἡ φλογίνη ῥομφαία, φθαρήσεται καὶ ἀπολεῖται τὸ καλὸν ἐκεῖνο ξύλον· ἐὰν δὲ στρέφηται εἰς σπέρμα καὶ γάλα, ὁ δυνάμει ἐν τούτοις κατακείμενος, λόγου τοῦ προσήκοντος καὶ τόπου κυρίου ἐν ᾧ γεννᾶται 〈ὁ〉 λόγος τυχών, ἀρξάμενος ὡς ἀπὸ σπινθῆρος ἐλαχίστου παντελῶς μεγαλυνθήσεται καὶ αὐξήσει, καὶ ἔσται δύναμις ἀπέραντος 〈καὶ〉 ἀπαράλ〈λ〉ακτος, 〈καὶ τὸ μέγα ἔσται〉 εἰς τὸν ἀπέραντον αἰῶνα [αἰῶνι] 〈καὶ〉 ἀπαράλ〈λ〉ακτον, 〈τὸν〉 μηκέτι γινόμενον.

Γέγονεν οὖν ὁμολογουμένως κατὰ τοῦτον τὸν λόγον τοῖς ἀνοήτοις Σίμων θεός, ὥσπερ ὁ Λίβυς ἐκεῖνος [ὁ καὶ] Ἄψεθος· γεννητὸς μὲν καὶ παθητός, ὅταν ᾖ ἐν δυνάμε〈σ〉ι〈ν〉, ἀπαθὴς δὲ καὶ 〈ἀ〉γέννητος, ὅταν ἐξεικονισθῇ καὶ γενόμενος τέλειος ἐξέλθῃ τῶν δυνάμεων τῶν πρώτων δύο, τουτέστιν οὐρανοῦ καὶ γῆς. λέγει γὰρ Σίμων δια(ρρή)δην περὶ τούτου ἐν τῇ Ἀποφάσει οὕτως· «ὑμῖν οὖν λέγω ἃ λέγω καὶ γράφω ἃ γράφω, τὸ γράμμα τοῦτο· δύο εἰσὶ παραφυάδες τῶν ὅλων αἰώνων, μήτε ἀρχὴν μήτε πέρας ἔχουσαι, ἀπὸ μιᾶς ῥίζης, ἥτις ἐστὶ δύναμις Σιγὴ ἀόρατος, ἀκατάληπτος. ὧν ἡ μία φαίνεται ἄνωθεν, ἥτις ἐστὶ μεγάλη δύναμις, Νοῦς τῶν ὅλων, διέπων τὰ πάντα, ἄρσην· ἡ δὲ ἑτέρα κάτωθεν, Ἐπίνοια, μεγάλη 〈θεός,〉 θήλεια, γεννῶσα τὰ πάντ(α). ἔνθεν ἀλλήλοις ἀντιστοιχοῦντες συζυγίαν ἔχουσι, καὶ τὸ μέσον διάστημα ἐμφαίνουσιν ἀέρα ἀκατάληπτον, μήτε ἀρχὴν μήτε πέρας ἔχοντα, ἐν δὲ τούτῳ Πατὴρ ὁ βαστάζων πάντα καὶ τρέφων τὰ ἀρχὴν καὶ πέρας ἔχοντα. οὗτός ἐ(στ)ιν ὁ ἑστὼς στὰς στησόμενος, ὢν ἀρσενόθηλυς δύναμις κατὰ τὴν προϋπάρχουσαν δύναμιν ἀπέραντον, ἥτις οὔτ᾽ ἀρχὴν οὔτε πέρας ἔχει, ἐν μονότητι οὖσα. ἀπὸ δὲ ταύτης προελθοῦσα ἡ ἐν μονότητι Ἐπίνοια ἐγένετο δύο. κἀκεῖνος ἦν εἷς· ἔχων γὰρ ἐν ἑαυτῷ αὐτὴν ἦν μόνος. οὐ μέντοι πρῶτος, καίπερ προϋπάρχων· φανεὶς γὰρ αὑτῷ ἀπὸ ἑαυτοῦ ἐγένετο δεύτερος.

ἀλλ᾽ οὐδὲ Πατὴρ ἐκλήθη πρὶν αὐτὴ〈ν〉 αὐτὸν ὀνομάσαι πατέρα. ὡς οὖν αὐτὸς ἑαυτὸν ἀπὸ ἑαυτοῦ προαγαγὼν ἐφανέρωσεν ἑαυτῷ τὴν ἰδίαν ἐπίνοιαν, οὕτως καὶ ἡ φανεῖσα Ἐπίνοια Ν〈οῦν〉 οὐκ ἐποίησεν, ἀλλὰ ἰδοῦσα αὐτὸν ἐνέκρυψε τὸν Πατέρα ἐν ἑαυτῇ—τουτέστι τὴν δύναμιν—, καὶ ἔστιν ἀρσενόθηλυς δύναμις καὶ Ἐπίνοια. ὅθεν ἀλλήλοις ἀντι(στο)ιχοῦσιν· οὐδὲν γὰρ διαφέρει δύναμις ἐπινοίας, ἓν ὄντες· ἐκ μὲν τῶν ἄνω εὑρίσκεται δύναμις, ἐκ δὲ τῶν κάτω ἐπίνοια. ἔστιν οὖν οὕτως καὶ τὸ φανὲν ἀπ᾽ αὐτῶν· ἓν ὂν δύο εὑρίσκεται· ἀρσενόθηλυς 〈δύναμις ὄν,〉 ἔχει τὴν θήλειαν ἐν ἑαυτῷ. οὕτως ἐστὶ 〈καὶ〉 νοῦς ἐν ἐπινοίᾳ· ἀχώριστα ἀπ᾽ ἀλλήλων, ἓν ὄντες δύο εὑρίσκονται».

Ταῦτα μὲν οὖν ὁ Σίμων ἐφευρὼν οὐ μόνον τὰ Μωσέως κακοτεχνήσας εἰς ὃ ἐβούλετο μεθηρμήνευσεν, ἀλλὰ καὶ τὰ τῶν ποιητῶν· καὶ γὰρ τὸν δούρειον ἵππον ἀλληγορεῖ, καὶ τὴν Ἑλένην ἅμα τῇ λαμπάδι, καὶ ἄλλα πλεῖστα ὅσα μεταγγί(σας περ)ί τε αὑτοῦ καὶ τῆς Ἐπινοίας πλαστολογεῖ. εἶναι 〈δ〉έ γε ταύτην τὸ πρόβατον τὸ πεπλανημένον, ἥτις ἀεὶ καταγινομένη ἐν γυναιξὶν ἐτάρασσε τὰς ἐν 〈τῷ〉 κόσμῳ δυνάμεις διὰ τὸ ἀνυπέρβλητον αὑτῆς κάλλος. ὅθεν καὶ ὁ Τρωϊκὸς πόλεμος δι᾽ αὐτὴν γεγένηται· ἐν γὰρ τῇ κατ᾽ ἐκεῖνο καιροῦ γενομένῃ Ἑλένῃ ἐνῴκησεν [ἐν αὐτῇ] ἡ Ἐπίνοια, καὶ οὕτως πασῶν ἐπιδικαζομένων αὐτῆς τῶν ἐξουσιῶν στάσις καὶ πόλεμος ἐπανέστη ἐν οἷς ἐφάνη ἔθνεσιν. οὕτως γοῦν 〈καὶ〉 τὸν Στησίχορον διὰ τῶν ἐπῶν λοιδορήσαντα αὐτὴν τὰς ὄψεις τυφλωθῆναι· αὖθις δὲ μεταμεληθέντα αὐτὸν καὶ γράψαντα τὰς παλινῳδίας, ἐν αἷς ὕμνησεν αὐτήν, ἀναβλέψαι. μετενσωματουμένην 〈δὲ αὐτὴν καὶ〉 〈*〉 ὑπὸ τῶν ἀγγέλων καὶ τῶν κάτω ἐξουσιῶν—οἳ καὶ τὸν κόσμον, φησίν, ἐποίησαν—, ὕστερον ἐπὶ τέγους ἐν Τύρῳ τῆ(ς) Φοινίκης πόλει στῆναι. ἣν κατελθὼν εὗρεν· ἐπὶ γὰρ τὴν τα(ύ)τ(η)ς πρώτης ζήτησιν ἔφη παραγεγονέναι, ὅπως ῥύσ(η)ται αὐτὴν τῶν δεσμῶν. ἣν λυτρωσάμενος ἅμα ἑαυτῷ περιῆγε, φάσκων τοῦτο εἶναι τὸ ἀπολωλὸς πρόβατον, ἑαυτὸν δὲ λέγων τὴν ὑπὲρ πάντα δύναμιν εἶναι.

ὁ δὲ ψυδρὸς ἐρασθεὶς τοῦ γυναίου τούτου, Ἑλένης καλουμένης, ὠνησάμενος εἶχε, καὶ τοὺς μαθητὰς αἰδούμενος τοῦτον τὸν μῦθον ἔπλασεν. οἳ δὲ αὖθις, μιμηταὶ τοῦ πλάνου καὶ μάγου Σίμωνος γινόμενοι, τὰ ὅμοια δρῶσιν, ἀλογίστως φάσκοντες δεῖν μίγνυσθαι 〈καὶ〉 λέγοντες· πᾶσα γῆ γῆ, καὶ οὐ διαφέρει ποῦ τι〈ς〉 (σπ)είρει, πλὴν ἵνα σπείρῃ. ἀλλὰ καὶ μακαρίζουσιν ἑαυτοὺς ἐπὶ τῇ ξ(έ)νῃ μίξει, ταύτην εἶναι λέγοντες τὴν τελείαν ἀγάπην καὶ 〈τοῦτο〉 τό· ἅγιος ἁγίῳ κολλη(τ)ὸς ἁγιασθήσεται· οὐ γὰρ μὴ〈ν〉 κρατεῖσθαι αὑτοὺς ἔτι τινὶ νομιζομένῳ κακῷ· λελύτρωνται γάρ.

Τὴν δὲ Ἑλένην λυτρωσάμενος οὕτως τοῖς ἀνθρώποις σωτηρίαν παρέσχε διὰ τῆς ἰδίας ἐπιγνώσεως. κακῶς γὰρ διοικούντων τῶν ἀγγέλων τὸν κόσμον διὰ τὸ φιλαρχεῖν αὐτούς, εἰς ἐπανόρθωσιν ἐληλυθέναι αὑτὸν ἔφη μεταμορφούμενον καὶ ἐξομοιούμενον ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις καὶ τοῖς ἀγγέλοις, ὡς καὶ ἄνθρωπον φαίνεσθαι αὐτὸν μὴ ὄντα ἄνθρωπον, καὶ παθεῖν δὴ ἐν τῇ Ἰουδαίᾳ [καὶ] δεδοκηκέναι μὴ πεπονθότα· ἀλλὰ 〈καὶ〉 φανέντα Ἰουδαίοις μὲν ὡς υἱόν, ἐν δὲ τῇ Σαμαρείᾳ ὡς πατέρα, ἐν δὲ τοῖς λοιποῖς ἔθνεσιν ὡς πνεῦμα ἅγιον ὑπομένειν δὴ αὑτὸν καλεῖσθαι οἵῳ ἂν ὀνόματι καλεῖν βού(λω)νται οἱ ἄνθρωποι. τοὺς δὲ προφήτας ὑπὸ τῶν κοσμοποιῶν ἀγγέλων ἐμπνευσθέντας εἰρηκέναι τὰς προφητείας· διὸ μὴ φροντίζειν αὐτῶν τοὺς εἰς τὸν Σίμωνα καὶ τὴν Ἑλένην πεπιστευκότας ἕως νῦν, πράσσειν τε 〈ὅ〉σα βούλονται ὡς ἐλευθέρους. κατὰ γὰρ τὴν αὐτοῦ χάριν σῴζεσθαι αὑτοὺς φάσκουσι, μηδέν〈α〉 δὲ εἶναι αἴτιον δίκης εἰ πράξει τι κακόν. οὐ γάρ ἐστί 〈τι〉 φύσει κακὸν ἀλλὰ θέσει· ἔθεντο γάρ, φησίν, οἱ ἄγγελοι οἱ τὸν κόσμον ποιήσαντες ὅσα ἐβούλοντο, διὰ τῶν τοιούτων λόγων δουλοῦν νομίζοντες τοὺς αὐτῶν ἀκούοντας. λύσ〈ε〉ιν δὲ αὖθις λέγει τὸν κόσμον ἐπὶ λυτρώσει τῶν ἰδίων ἀνθρώπων.

Οἱ οὖν τούτου μαθηταὶ μαγεία(ς) ἐπιτελοῦσι καὶ ἐπαοιδαῖς 〈χρῶνται〉, φίλτρα τε καὶ ἀγώγιμα (κ)αὶ τοὺς λεγομένους ὀνειροπόμπους δαίμονας ἐπιπέμπουσι πρὸς τὸ ταράσσειν οὓς βούλονται· ἀλλὰ καὶ τοὺς λεγομένους παρέδρους ἀσκοῦσιν. εἰκόνα τε τοῦ Σίμωνος ἔχουσιν εἰς Διὸς μορφὴν καὶ τῆς Ἑλένης ἐν μορφῇ Ἀθηνᾶς, καὶ ταύτας προσκυνοῦσι, τὸν μὲν καλοῦντες κύριον, τὴν δὲ κυρίαν· εἰ δέ τις ὀνόματι καλέσει παρ᾽ αὐτοῖς ἰδὼν τὰς εἰκόνας ἢ Σίμωνος ἢ Ἑλένης, ἀπόβλητος γίνεται, ὡς ἀγνοῶν τὰ μυστήρια. οὗτος ὁ Σίμων μαγείαις πολλοὺς πλανῶν ἐν τῇ Σαμαρείᾳ ὑπὸ τῶν ἀποστόλων ἠλέγχθη· καὶ ἐπάρατος γενόμενος, καθὼς ἐν ταῖς Πράξεσι γέγραπται, ἀπευδοκήσας ὕστερον ταὐτὰ ἐπεχείρησεν, ἕως καὶ τῇ Ῥώμῃ ἐπιδημήσας ἀντέπεσε τοῖς ἀποστόλοις· πρὸς ὃν πολλὰ Πέτρος ἀντικατέστη, μαγείαις πλανῶντα πολλούς.

Οὗτος ἐπὶ τέλει ἐλθὼν ἐν τ(ῇ) Γί(τ)τῃ, ὑπὸ πλάτανον καθεζόμενος ἐδίδασκε. καὶ δὴ λοιπὸν ἐγγὺς τοῦ ἐλέγχεσθαι γινόμενος διὰ τὸ ἐγχρονίζειν, ἔφη ὅτι εἰ χωσθείη ζῶν ἀναστήσεται τῇ τρίτῃ ἡμέρᾳ. καὶ δὴ τάφρον κελεύσας ὀρυγῆναι ὑπὸ τῶν μαθητῶν ἐκέλευσε χωσθῆναι· οἱ μὲν οὖν τὸ προσταχθὲν ἐποίησαν, ὁ δὲ ἀπέμεινεν ἕως νῦν· οὐ γὰρ ἦν ὁ Χριστός. οὗτος δὴ καὶ ὁ κατὰ τὸν Σίμωνα μῦθος· ἀφ᾽ οὗ Οὐαλεντῖνος τὰς ἀφορμὰς λαβὼν ἄλλοις ὀνόμασι〈ν ὅμοια〉 καλεῖ· ὁ γὰρ Νοῦς καὶ ἡ Ἀλήθεια καὶ Λόγος καὶ Ζωὴ καὶ Ἄνθρωπος καὶ Ἐκκλησία, οἱ Οὐαλεντίνου αἰῶνες, ὁμολογουμένως εἰσὶν αἱ Σίμω(ν)ος ἓξ ῥίζαι· Νοῦς, Ἐπίνοια, Φωνή, Ὄνομα, Λογισμὸς καὶ Ἐνθύμη(σ)ις. ἀλλ᾽ ἐπεὶ ἱκανῶς ἡμῖν δοκεῖ ἐκτεθεῖσθαι τὴν Σίμωνος μυθ(ο)ποιΐαν, ἴδωμεν τί λέγει καὶ Οὐαλεντῖνος.

Ἔστι μὲν οὖν ἡ Οὐαλεντίνου αἵρεσις Πυθαγορικὴν ἔχουσα καὶ Πλατωνικὴν τὴν ὑπόθεσιν. καὶ γὰρ Πλάτων ὅλως ἐν τῷ Τιμαίῳ τὸν Πυθαγόραν ἀπεμάξατο—τοιγαροῦν καὶ ὁ Τίμαιος αὐτός ἐστιν αὐτῷ Πυθαγόρειος ξένος. —διὸ δοκεῖ ὀλίγα τῆς Πυθαγορείου καὶ Πλατωνικῆς ὑπομνησθέντας ὑποθέσεως ἄρξασθαι καὶ τὰ Οὐαλεντίνου λέγειν. εἰ γὰρ καὶ ἐν τοῖς πρότερον ὑφ᾽ ἡμῶν πεπονημένοις ἔγκεινται καὶ τὰ Πυθαγόρᾳ καὶ Πλάτωνι δεδοκημένα, ἀλλά γε καὶ νῦν οὐκ ἀλόγως ὑπομνησθήσομαι δι᾽ ἐπιτομῆς τὰ κορυφαιότατα τῶν αὐτοῖς ἀρεσκομένων, πρὸς τὸ εὐεπίγνωστα γενέσθαι τὰ Οὐαλεντίν(ῳ) δόξαντα διὰ τῆς ἐγγίονος παραθέσεως ὁμοῦ καὶ συγκρίσεως, τῶν μὲν πάλαι ἀπ᾽ Αἰγυπτίων ταῦτα παραλαβόντων καὶ τοὺς Ἕλληνας μεταδιδαξάντων, τοῦ δὲ παρὰ τούτων, ὅτι 〈δὲ〉 παρ᾽ αὐτῶν 〈ἦν〉 διαψευσαμένου ἰδίαν τε δόξαν συστῆσαι πεπειραμένου, σπαράξαντος μὴν τὰ ἐκείνων, ὀνόμασι καὶ ἀριθμοῖς ἰδίως τε καλέσαντος καὶ μέτροις διορίσαντος, ὅπως αἵρεσιν Ἑλληνικὴν ποικίλην μέν, ἀσύστατον δὲ καὶ οὐκ ἀνήκουσαν Χριστῷ συστήσῃ.

Ἡ μὲν οὖν ἀρχὴ τῆς ὑποθέσεώς ἐστιν ἐν τῷ Τιμαίῳ τῷ Πλάτωνι σοφία Αἰγυπτίων· ἐκεῖθεν γὰρ ὁ Σόλων τὴν ὅλη(ν) ὑπόθεσιν περὶ τῆς 〈τοῦ〉 κόσμου γενέσεως καὶ φθορᾶς πα(λ)αιῷ τινι λόγῳ καὶ προφητικῷ, ὥς φησιν ὁ Πλάτων, τοὺς Ἕλληνας ἐδίδαξε, παῖδας νέους ὄντας καὶ πρεσβύτερον ἐπισταμένους μάθημα θεολογούμενον οὐδέν. ἵν᾽ οὖν παρακολουθήσωμεν τοῖς λόγοις οἷς καταβέβληται Οὐαλεντῖνος, προεκθήσομαι νῦν τίνα ἐστὶν ἃ Πυθαγόρας ὁ Σάμιος μετὰ τῆς ὑμνουμένης ἐκείνης παρὰ τοῖς Ἕλλησι 〈σι〉γῆς φιλοσοφεῖ, εἶθ᾽ 〈ὡσ〉αύτως ταῦτα ἃ 〈παρὰ〉 Πυθαγόρου λαβὼν καὶ Πλάτωνος Οὐαλεντῖνος σεμνολογῶν ἀνατίθησι Χριστῷ καὶ πρὸ τοῦ Χριστοῦ τῷ Πατρὶ τῶν ὅλων καὶ Σιγῇ, τῇ συνεζευγμένῃ τῷ Πατρί.

Πυθαγόρας τοίνυν ἀρχὴν τῶν ὅλων ἀγέννητον ἀπεφήνατο τὴν μονάδα, γεννητὴν δὲ τὴν δυάδα καὶ πάντας τοὺς ἄλλους ἀριθμούς. καὶ τῆς μὲν δυάδος πατέρα φησὶν εἶναι τὴν μονάδα, πάντων δὲ τῶν γεννωμένων μητέρα 〈τὴν〉 δυάδα, γεννητὴν γεννητῶν· καὶ 〈γὰρ〉 Ζαράτας ὁ Πυθαγόρου διδάσκαλος ἐκάλει τὸ μὲν ἓν πατέρα, τὰ δὲ δύο μητέρα. (γ)εγέννηται γοῦν ἐκ μὲν μονάδος δυὰς κατὰ τὸν Πυθαγόραν, καὶ ἔστιν ἡ μὲν μονὰς ἄρρεν καὶ πρώτη, ἡ δὲ δυὰς θῆλυ 〈καὶ δευτέρα〉. παρὰ τῆς δυάδος δὲ πάλιν, ὡς ὁ Πυθαγόρας λέγει, 〈γίνεται〉 ἡ τριὰς καὶ οἱ ἐφεξῆς ἀριθμοὶ μέχρι τῶν δέκα. τοῦτον γὰρ οἶδε μόνον τέλειον ἀριθμὸν 〈ὁ〉 Πυθαγόρας, τὸν δέκα· τὸν γὰρ ἕνδεκα καὶ δώδεκα προσθήκην καὶ ἐπαναποδισμὸν τῆς δεκάδος, οὐκ ἄλλου τινὸς ἀριθμοῦ γένεσιν 〈εἶναι〉 [τὸ προστιθέμενον]. πάντα δὲ σώματα στερεὰ ἐξ ἀσωμάτων γεννᾷ· τῶν τε γὰρ σωμάτων καὶ ἀσωμάτων ὁμοῦ στοιχεῖον εἶναί φησι καὶ ἀρχὴν τὸ σημεῖον, ὅ ἐστιν ἀμερές. γίνετ(αι) δέ, φησίν, ἐκ σημείου γραμμὴ καὶ 〈ἐκ γραμμῆς ἐπιφάνεια,〉 ἐπιφάνεια δὲ ῥυεῖσα εἰς βάθος στερεὸν ὑφέστηκε, φησί, σῶμα. ὅθεν καὶ ὅρκος τίς ἐστι τοῖς Πυθαγορικοῖς ἡ τῶν τεσσάρων στοιχείων συμφωνία· ὀμνύουσι δ᾽ οὕτως· ναὶ μὰ τὸν ἁμετέρᾳ κεφαλᾷ παραδόντα τετρακτύν, πηγὴν ἀενάου φύσεως ῥι(ζώμ)ατ᾽ ἔχουσαν. ἔστι γὰρ ἡ τετρακτὺς τῶν φυσικῶν καὶ στερεῶν σωμάτων ἀρχή, ὡς ἡ μονὰς τῶν νοητῶν.

ὅτι δὲ καὶ ἡ τετρακτὺς γεννᾷ, φησί, τὸν τέλειον ἀριθμόν, ὡς ἐν τοῖς νοητοῖς 〈ἡ μονάς〉, τὸν δέκα, διδάσκουσιν οὕτως· εἰ ἀρξάμενος ἀριθμεῖν λέγει τις ὅτι ἕν, καὶ ἐπιφέρει δύο, ἔπειτα ὁμοίως τρία, ἔσονται ταῦτα ἕξ· πρὸς δὲ τούτοις ἔτι τέσσαρα, ἔσται [ὁμοίως] τὸ πᾶν δέκα· τὸ γὰρ ἕν, δύο, τρία, τέσσαρα γίνετα(ι) δέκα, ὁ τέλειος ἀριθμός. οὕτως, φησί, κατὰ πάντα (ἐ)μιμήσατο ἡ τετρακτὺς τὴν νοητὴν μονάδα, τέλειον ἀρι(θ)μὸν γεννῆσαι δυνηθεῖσαν.

Δύο οὖν κατὰ τὸν Πυθαγόραν εἰσὶ κόσμοι· εἷς μὲν νοητός, ὃς ἔχει τὴν μονάδα ἀρχήν, εἷς δὲ αἰσθητός· τούτου δέ ἐστι〈ν ἀρχὴ ἡ〉 τετρακτύς, ἔχουσα ἰῶτα, τὴν «μίαν κεραίαν», ἀριθμὸν τέλειον. καὶ ἔστι κατὰ τοὺς Πυθαγορικοὺς τὸ 〈ι〉, ἡ μία κεραία, πρώτη καὶ κυριωτάτη καὶ τ(ῶ)ν νοητῶν 〈καὶ τῶν αἰσθητῶν〉 οὐσία, νοητῶς καὶ αἰσθητῶς λαμβανομένη. 〈ᾗ δ᾽ ἔστι〉 συμβεβηκότα γένη ἀσώματα ἐννέα, ἃ χωρὶς εἶναι τῆς οὐσίας οὐ δύναται· ποιὸν καὶ ποσὸν καὶ πρός τι καὶ ποῦ καὶ (π)ό(τ)ε καὶ κεῖσθαι καὶ ἔχειν καὶ ποιεῖν καὶ π(ά)σχειν. ἔστιν οὖν ἐννέα τὰ συμβεβηκότα τῇ οὐσίᾳ, οἷς συναριθμουμένη ἔχει τὸν τέλειον ἀριθμόν, τὸν δέκα.

Διό(π)ερ διῃρημένου τοῦ παντός, ὡς εἴπομεν, εἰς νοητὸν καὶ αἰσθητὸν κόσμον, ἔχομεν καὶ ἡμεῖς ἀπὸ τοῦ νοητοῦ τὸν λόγον, ἵνα τῷ λόγῳ τὴν τῶν νοητῶν καὶ ἀσωμάτων καὶ θείων ἐποπτεύωμεν οὐσίαν. αἰσθήσεις δέ, φησίν, ἔχομεν πέντε—ὄσφρησιν, ὅρασιν, ἀκοήν, γεῦσιν καὶ ἁφήν—, [ἐν] αἷς τῶν αἰσθητῶν ἐρχόμεθα εἰς γνῶσιν. καὶ οὕτω, φησίν, ἐστὶ διῃρημένος 〈ὁ〉 αἰσθητὸς ἀπὸ τοῦ νοητοῦ κόσμου. καὶ ὅτι ἔχομεν γνώσεως ὄργανον πρὸς ἑκάτερον αὐτῶν, ἐντεῦθεν κατανοῶμεν. οὐδέν, φησί, τῶν νοητῶν γνωστὸν ἡμῖν δύναται γενέσθαι δι᾽ αἰσθήσεως. ἐκεῖνο γὰρ «οὔτε ὀφθαλμὸς εἶδεν οὔτε οὖς ἤκουσεν» οὔτ᾽ ἔγνω, φησί, τῶν ἄλλων αἰσθήσεων οἱαδητισοῦν. οὐδ᾽ αὖ πάλιν, 〈φησί,〉 τῷ λόγῳ εἰς γνῶσιν τῶν αἰσθητῶν οὐχ οἷόν τε ἐλθεῖν τινος, ἀλλὰ δεῖ 〈ἡμᾶς〉 ὅτι 〈τι〉 λευκόν ἐστιν ἰδεῖν, καὶ γεύσασθαι ὅτι 〈τι〉 γλυ(κ)ύ, καὶ ὅτι 〈τι〉 ᾠδικὸν ἢ δύσηχον ἀκούσαντας εἰδέναι· (κ)αὶ εἴ τι τῶν ὀσμῶν ἐστιν εὐῶδες ἢ ἀηδές, ὀσφρήσεως ἔργον, οὐ λόγου. ὡσαύτως δὲ ἔχει καὶ τὰ τῆς ἁφῆς· σκληρὸν γὰρ ἢ ἁπαλόν, ἢ θερμὸν ἢ ψυχρὸν οὐχ οἷόν τέ ἐστιν ἀκούσαντα〈ς〉 εἰδέναι, ἀλλὰ γὰρ τῶν τοιούτων ἐστὶ κρίσις ἡ ἁφή.

Τούτων οὕτως ὑφεστηκότων ἡ διακόσμησις, 〈φησί,〉 τῶν γεγονότων καὶ γινομένων ἀριθμητικῶς γινομένη θεωρεῖται. ὃν γὰρ τρόπον ἀπὸ μονάδος ἀρξάμενο(ι) κατὰ προσθήκην (δυ)άδων ἢ τριάδων καὶ τῶν ἑξῆς ἀθροιζομένων ἀριθμῶν ἕν τι σύστημα ποιοῦμεν μέγιστον ἀριθμοῦ, εἶτα πάλιν ἀπὸ τοῦ κατὰ [τὴν] σύνθεσιν ἀθροισθέντος ἀφαιρέσει τινὶ καὶ ἀναποδισμῷ λύσιν τῶν συνεστώτων ἀριθμητικῶς ἐργαζόμεθα, οὕτω φησὶ καὶ τὸν κόσμον ἀριθμητικῷ τινι καὶ μουσικῷ δεσμῷ δεδεμένον ἐπιτάσει καὶ ἀνέσει, καὶ προσθήκῃ καὶ ἀφαιρέσει ἀεὶ καὶ διὰ παντὸς ἀδιάφθορον φυλαχθῆναι. τοιγαροῦν καὶ περὶ τῆς διαμονῆς τοῦ κόσμου ἀποφαίνονται τοιοῦτόν τινα τρόπον οἱ Πυθαγορικοί· ἦ γὰρ καὶ πάρος ἦν, καί 〈γ᾽〉 ἔσ〈σε〉ται, οὐδέ ποτ᾽, οἴω, τούτων ἀμφοτέρων κεν〈ε〉ώσεται ἄσπετος αἰών. τίνων δὲ τούτων; τοῦ νείκους καὶ τῆς φιλίας. ἀπεργάζεται δὲ αὐτοῖς ἡ φιλία ἄφθαρτον 〈καὶ〉 ἀίδιον τὸν κόσμον, ὡς ὑπονοοῦσιν—ἔστι γὰρ ἡ οὐσία καὶ ὁ κόσμος ἕν—, τὸ δὲ νεῖκος διασπᾷ καὶ διαφέρει καὶ πολλὰ πειρᾶται καταδιαιροῦν τὸν κόσμον ποιεῖν. ὥσπερ 〈γὰρ〉 εἴ τις ἀριθμητικῶς τὴν μυριάδα εἰς χιλιάδας καὶ ἑκατοντάδας καὶ δεκάδας, καὶ δραχμὴν εἰς ὀβολοὺς καὶ κοδράντας μικροὺς κατακερματίσας τέμνει, οὕτω τὸ νεῖκος τὴν οὐσίαν τοῦ κόσμου, φησί, τέμνει εἰς ζῷα, φυτά, μέταλλα καὶ τὰ τούτοις παραπλήσια.

καὶ ἔστι τῆς γενέσεως τῶν γενομένων πάντων κατ᾽ αὐτοὺς δημιουργὸς τὸ νεῖκος· ἡ δ᾽ αὖ φιλία, ἐπιτροπεύουσα καὶ προνοουμένη τοῦ παντός, [ἵνα μένῃ καὶ εἰς τὸ ἕν,] 〈τὰ〉 διῃρημένα καὶ τοῦ παντὸς ἀπεσπασμένα συνάγουσα καὶ 〈τὰ ὑπὸ τοῦ νείκους γενόμενα〉 ἐξάγουσα τοῦ βίου, προσάγει καὶ προστίθησι τῷ παντί, ἵνα μένῃ καὶ ἔσται ἕν. οὐ παύσεται οὖν οὔτε τὸ νεῖκος τὸν κόσμον διαιροῦν, οὔτε ἡ φιλία τὰ διῃρημένα τῷ κόσμῳ προσνέμουσα. 〈τοι〉αύτη τίς ἐστιν, ὡς ἔο(ικ)ε, κατὰ Πυθαγόραν ἡ τοῦ κόσμου διαμονή.

Λέγει δὲ Πυθαγόρας εἶναι ἀπορρωγάδας τοῦ ἡλ(ί)ου τοὺς ἀστέρας, καὶ τὰς ψυχὰς τῶν ζῴων ἀπὸ τῶν ἄστρων φέ(ρ)εσθαι. εἶναι δὲ αὐτὰς θνητὰς μέν, ὅταν ὦσιν ἐν τῷ σώματι—οἱονεὶ ἐγκατορωρυγμένας [ὡς] ἐν τάφῳ—, ἀνίστασθαι δὲ καὶ γίνεσθαι ἀθανάτους, ὅταν τῶν σωμάτων ἀπολυθῶσιν. ὅθεν ὁ Πλάτων ἐρωτηθεὶς ὑπό τινος· τί ἐστι φιλοσοφία, ἔφη· χωρισμὸς ψυχῆς ἀπὸ σώματος, Πυθαγόρου καὶ 〈ἐν〉 τούτῳ τῶν λόγων γενόμενος μαθητὴς 〈καὶ〉 ἐν οἷς λέγει [καὶ] δι᾽ αἰνιγμάτων [καὶ τοιούτων λόγων]· «ἐκ τῆς ἰδίης ἐὰν ἀποδημῆς, μὴ ἐπιστρέφου· εἰ δὲ μή, Ἐριννύες Δίκης ἐπίκουροί σε μετελεύσονται», ἰδίην καλῶν τὸ σῶμα, Ἐριννύας δὲ τὰ πάθη. ἐὰν οὖν, φησίν, ἀποδημῇς, τουτέστιν ἐὰν ἐξέρχῃ ἐκ τοῦ σώματος, μὴ αὐτοῦ ἀντιποιοῦ· ἐὰν δὲ ἀντιποιήσῃ, πάλιν σε τὰ πάθη καθείρξουσιν εἰς σῶμα. εἶναι γὰρ οὗτοι τῶν ψυχῶν μετενσωμάτωσιν νομίζουσιν, ὡς καὶ ὁ Ἐμπεδοκλῆς πυθαγορίζων λέγει. δεῖ γάρ, φησί, τὰς φιληδόνους ψυχάς, ὡς ὁ Πλάτων λέγει, ἐὰν ἐν 〈τῷ〉 ἀνθρώπου πάθει γενόμεναι μὴ φιλοσοφήσωσι, διὰ πάντων 〈τῶν〉 ζῴων καὶ φυτῶν ἐλθεῖν πάλιν εἰς ἀνθρώπινον σῶμα· καὶ ἐὰν μὲν φιλοσοφή(σ)ῃ κατὰ τὸ αὐτὸ τρίς, εἰς τὴν τοῦ συννόμου ἄστρου φύσιν ἀνελθεῖν, ἐὰν δὲ μὴ φιλοσοφήσῃ, πάλιν ἐπὶ τὰ αὐτά.

δύνασθαι οὖν φησί ποτε τὴν ψυχὴν καὶ θνητὴν γενέσθαι, ἐὰν ὑπὸ τῶν Ἐριννύων κρατῆται—τουτέστι τῶν παθῶν—, καὶ ἀθάνατον, ἐὰν τὰς Ἐριννῦς ἐκφύγῃ, ἅ ἐστι 〈τὰ〉 πάθη.

Ἀλλ᾽ ἐπεὶ καὶ τὰ σκοτεινῶς ὑπὸ τοῦ Πυθαγόρου λεγόμενα π(ρ)ὸς τοὺς μαθητὰς δι᾽ ὑποσυμβόλων ἐνήρ〈γ〉μεθα λέγειν, δοκεῖ καὶ τῶν ἑτέρων ὑπομνησθῆναι, διὰ τὸ καὶ τοὺς αἱρεσιάρχας τοιούτῳ τινὶ τρόπῳ ἐπικεχειρηκέναι ὁμιλεῖν δι᾽ ὑποσυμβόλων, καὶ τοῦτο οὐκ ἰδίων, ἀλλ᾽ 〈ἀπὸ τῶν〉 Πυθαγορείων πλεονεκτήσαντας λόγων. διδάσκει οὖν ὁ Πυθαγόρας τοὺς μαθητὰς λέγων· «τὸν στρωματόδεσμον δῆσον»· ἐπεὶ 〈ὡς〉 οἱ ὁδοιπορεῖν μέλλοντες εἰς δέρμα δεσμοῦσι τὰ ἱμάτια αὑτῶν (π)ρὸς ἑτοιμασίαν τῆς ὁδοῦ, οὕτως ἑτοίμους εἶναι θέλει τοὺς μαθ(η)τά(ς), ὡς καθ᾽ ἑκάστην στιγμὴν τοῦ θανάτου ἐφεστηκέναι μέλλοντος μηδὲν ἔχοντας τῶν μαθη〈μά〉των ἐνδεές. διόπερ ἐξ ἀνάγκης ἅμα τῷ ἡμέραν γενέσθαι ἐδίδασκε διακελεύεσθαι αὑτοῖς τοὺς Πυθαγορείους «δεσμεύειν τὸν στρωματόδεσμον», τουτέστιν ἑτοίμους εἶναι πρὸς θάνατον. «Πῦρ μαχαίρῃ μὴ σκάλευε»· τὸν τεθυμωμένον ἄνθρωπον λέγων μὴ ἐρέθιζε· πυρὶ γὰρ ἔοικεν ὁ θυμούμενος, μαχαίρᾳ δὲ 〈ὁ〉 λόγος. «σάρον μὴ ὑπέρβαινε»· μικροῦ πράγματος μὴ καταφρόνει. «φοίνικα ἐν οἰκίᾳ μὴ φύτευε»· φιλονεικίαν ἐν οἰκίᾳ μὴ κατασκεύαζε· μάχης γὰρ καὶ διαφορᾶς ἐστιν ὁ φοῖνιξ σημεῖον. «ἀπὸ δίφρου μὴ ἔσθιε»· βάναυσον τέχνην μὴ μεταχει(ρ)ίζου, ἵνα μὴ δουλεύσῃς τῷ σώματι ὄντι φθαρτῷ, ἀλλὰ ποιοῦ τὸν βίον ἀπὸ λόγων· ἐνέσται γάρ σοι καὶ τρέφειν τὸ σῶμα καὶ τὴν ψυχὴν ποιεῖν κρείττονα. «

ἀπὸ ὁλ〈οκλήρ〉ου ἄρτου μὴ ἀπόδακνε»· τὰ ὑπάρχοντά σου μὴ μειοῦ, ἀλλ᾽ ἀπὸ τῆς προσόδου ζῆθι, φύλασσε δὲ τὴν οὐσίαν ὡς ἄρτον ὁλόκληρον. «κυάμους μὴ ἔσθιε»· ἀρχὴν πόλεως μὴ ἀποδέχου—κυάμοις γὰρ ἐκληροῦντο τὰς ἀρχὰς κατ᾽ ἐκεῖνον τὸν χρόνον. — Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα οἱ Πυθαγόρειοι λέγουσιν, οὓς μιμούμενοι οἱ αἱρετικοὶ μεγάλα νομίζονταί τισι λέγειν. δημιουργὸν δὲ εἶναι τῶν γενομένων πάντων φησὶν ὁ Πυθαγόρειος λόγος τὸν μέγ(αν) γεωμέτρην καὶ ἀριθμητὴν ἥλιον, καὶ ἐστηρίχθαι τοῦτον 〈μέσον〉 ἐν ὅλῳ, τῷ κόσμῳ, καθάπερ ἐν τῷ (σ)ώματι 〈τὴν〉 ψυχήν, ὥς φησιν ὁ Πλάτων. πῦρ γάρ ἐστιν 〈ὁ〉 ἥλιος, 〈ὡς καὶ ἡ〉 ψυχή, σῶμα δὲ ἡ γῆ. «χωρισθὲν δὲ πυρὸς οὐδὲν ἄν ποτε ὁρατὸν γένοιτο, οὐδὲ ἁπτὸν ἄνευ τινὸς στερεοῦ, στερεὸν δὲ οὐκ ἄνευ γῆς· ὅθεν ἐκ πυρὸς καὶ γῆς», «〈ὕδωρ〉 ἀέρα τε ὁ θεὸς ἐν μέσῳ θέμενος» τὸ τοῦ παντὸς ἐδημιούργησε σῶ(μ)α. ἀριθμεῖ δέ, φησί, καὶ γεωμετρεῖ τὸν κόσμον ὁ ἥλιος τοιοῦτόν τινα τρόπ(ο)ν· ὁ μὲν κόσμος ἐστὶν ὁ αἰσθητὸς εἷς, περὶ οὗ λέγομεν τὰ νῦν· διῄρηκε δ᾽ αὐτόν, ἀριθμητικός τις ὢν καὶ γεωμέτρης, εἰς μοίρας δώδεκα· καὶ ἔστι ταῖς μοίραις ταύταις ὀνόματα· Κριός, Ταῦρος, Δίδυμοι, Καρκίνος, Λέων, Παρθένος, Ζυγός, Σκορπίος, Τοξότης, Αἰγόκερως, Ὑδροχόος, Ἰχθύες. πάλιν τῶν δώδεκα μοιρῶν ἑκάστην διαιρεῖ εἰς μοίρας τριάκοντα, αἵτινές εἰσιν ἡμέραι μηνός.

πάλιν αὖ τῶν [τῶν] τριάκοντα μοιρῶν ἑκάστην μοῖραν διαιρεῖ εἰς λεπτὰ ἑξήκοντα, καὶ τῶν λεπτῶν 〈ἕκαστον εἰς〉 λεπτὰ [καὶ] ἔτι λεπτότερα. καὶ τοῦτο ἀεὶ ποιῶν [καὶ] μὴ παυόμενος, ἀλλ᾽ ἀθροίζων ἐκ τούτων 〈τῶν〉 μοιρῶν τῶν διῃρημένων καὶ ποιῶν ἐνια(υ)τόν, καὶ αὖθις ἀναλύων καὶ διαιρῶν τὸ συγκείμενον, τὸν μέγαν 〈καὶ〉 ἀθάνατον ἀπεργάζεται κόσμον.

Τοιαύτη τις, ὡς ἐν κεφαλαίοις εἰπεῖν ἐπελθόντα, ἡ Πυθαγόρου καὶ Πλάτωνος συνέστηκε δόξα, ἀφ᾽ ἧς Οὐαλεντῖνος, οὐκ ἀπὸ τῶν εὐαγγελίων, τὴν αἵρεσιν τὴν ἑαυτοῦ συναγαγών, ὡς ἐπιδείξομεν, δικαίως 〈ἂν〉 Πυθαγορικὸς καὶ Πλατωνικός, οὐ Χριστιανός, λογισθείη.

Οὐαλεντῖνος τοίνυν καὶ Ἡρακλέων καὶ Πτολεμαῖος καὶ πᾶσα ἡ τούτων σχολή, οἱ Πυθαγόρου καὶ Πλάτωνος μαθηταί, ἀκολουθήσαντες τοῖς καθηγη(σ)αμένοις ἀριθμητικὴν τὴν διδασκαλίαν τὴν ἑαυτῶν κατεβάλοντο. καὶ γὰρ τούτ(οις) ἐστὶν ἀρχὴ τῶν πάντων μονὰς ἀγέννητος, ἄφθαρτος, ἀκατάληπτος, ἀπερινόητος, γόνιμος καὶ πάντων τῆς γενέσεως αἰτία τῶν γενομένων· καλεῖται δὲ ὑπ᾽ αὐτῶ(ν) ἡ προειρημένη μονὰς Πατήρ. διαφορὰ δέ τις εὑρίσκεται πολλὴ παρ᾽ αὐτ(οῖ)ς· οἱ μὲν γὰρ αὐτῶν, —ἵν᾽ ᾖ παντάπασι καθαρὸν τὸ δόγμα τοῦ Οὐαλεντίνου Πυθαγορικόν—ἄθηλυ〈ν〉 καὶ ἄζυγον καὶ μόνον τὸν Πατέρα νομίζουσιν εἶναι· οἱ δ(ὲ) ἀδύνατον νομίζοντες εἶναι ἐξ ἄ(ρ)ρενος μόνου γένεσιν ὅλως τῶν γεγενημένων γενέσθαι τινός, καὶ τῷ Πατρὶ τῶν ὅλων, ἵνα γένηται πατήρ, Σιγὴν ἐξ ἀνάγκης συναριθμοῦσι [τὴν] σύζυγον. ἀλλὰ περὶ μὲν Σιγῆς, πότερόν ποτε σύζυγός ἐστιν ἢ οὐκ ἔστιν, αὐτοὶ πρὸς ἑαυτοὺς τοῦτον ἐχέτωσαν τὸν ἀγῶνα, τὰ δὲ νῦν [αὐτοῖς] ἡμεῖς, φυλάττοντες τὴν Πυθαγόρειον ἀρχήν, μίαν οὐσίαν καὶ ἄζυγον, ἄθηλυ〈ν〉, ἀπροσδεῆ, μνημονεύσαντες ὅσ᾽ ἐκεῖνοι διδάσκουσιν ἐροῦμεν.

Ἦν 〈μέν〉 γε ὅλως, φησί, γεν〈ν〉ητὸν οὐδέν, Πατὴρ δὲ ἦν μόνος, ἀγέννητος, οὐ τόπον ἔχων, οὐ χρόνον, οὐ σύμβουλον, οὐκ ἄλλην τινὰ κατ᾽ οὐδένα τῶν τρόπων νοηθῆναι δυναμένην οὐσίαν· ἀλλὰ ἦν μόνος, ἠρεμῶν, ὡς λέγουσι, καὶ ἀναπαυόμενος αὐτὸς ἐν ἑαυτῷ, μονάς. ἐπεὶ δὲ ἦν γόνιμος, ἔδοξεν αὐτῷ ποτε τὸ κάλλιστον καὶ τελεώτατον ὃ εἶχεν ἐν ἑαυτῷ γεν〈ν〉ῆσαι καὶ προαγαγεῖν· φιλέρημος γὰρ οὐκ ἦν. ἀγάπη γάρ, φησίν, ἦν ὅλος, ἡ δὲ ἀγάπη οὐκ ἔστιν ἀγάπη, ἐὰν μὴ ᾖ τὸ ἀγαπώμενον. προέβαλεν οὖν καὶ ἐγέν〈ν〉ησεν 〈ἐν〉 ἀρχῇ ὁ Πατήρ, ὅσπερ ἦν μονάς, Νοῦν καὶ Ἀλήθειαν, τουτέστι δυάδα, ἥτις κτ〈ίστ〉ρια καὶ ἀρχὴ γέγονε καὶ μήτηρ πάντων τῶν ἐντὸς πληρώματος καταριθμουμένων αἰώνων ὑπ᾽ αὐτῶν. προβληθεὶς δὲ ὁ Νοῦς καὶ ἡ Ἀλήθεια ἀπὸ τοῦ Πατρός, ἀπὸ γονίμου γόνιμος, προέβαλε καὶ αὐτὸς Λόγον καὶ Ζωήν, τὸν Πατέρα μιμούμενος· ὁ δὲ Λόγος καὶ ἡ Ζωὴ προβάλλουσιν Ἄνθρωπον καὶ Ἐκκλησίαν.

Ὁ δὲ Νοῦς καὶ ἡ Ἀλήθεια, ἐπεὶ εἶδον τὸν Λόγον καὶ τὴν Ζωήν, τὰ ἴδια γεννήματα, γόνιμα γεγενημένα, ηὐχαρίστησαν τῷ Πατρὶ τῶν (ὅλω)ν καὶ προσφέρουσιν αὐτῷ τέλειον ἀριθμόν, αἰῶνας δέκα. τούτου δέ, φησί, τελειότερον ἀριθμὸν ὁ Νοῦς καὶ ἡ Ἀλήθεια τῷ Πατρὶ προσενεγκεῖν οὐκ ἠδυνήθησαν· ἔδει γὰρ τέλειον ὄντα τὸν Πατέρα ἀριθμῷ δοξάζεσθαι τελείῳ· τέλειος δέ ἐστιν ὁ δέκα, ὅτι πρῶτος τῶν κατὰ πλῆθος γενομένων 〈αἰώνων〉 οὗτός ἐστι τέλειος. τελειότερος δὲ ὁ Πατήρ, ὅτι ἀγέννητος ὢν μονάς, διὰ τῆς πρώτης 〈καὶ〉 μιᾶς συζυγίας τοῦ Νοῦ καὶ τῆς Ἀληθείας πάσας τὰς τῶν γενομένων προβαλεῖν εὐπόρησε ῥίζας.

Ἰδὼν οὗν καὶ αὐτὸς ὁ Λόγος καὶ ἡ Ζωὴ ὅτι ὁ Ν(οῦ)ς καὶ ἡ Ἀλήθεια δεδόξακαν τὸν Πατέρα τῶν ὅλων ἐν ἀριθμῷ τ(ελ)είῳ, δοξάσαι καὶ αὐτὸς ὁ Λόγος μετὰ τῆς Ζωῆς ἠθέλησε τὸν ἑαυτοῦ πατέρα καὶ τὴν μητέρα, τὸν Νοῦν καὶ τὴν Ἀλήθειαν. ἐπεὶ δὲ γεν〈ν〉ητὸς ἦν ὁ Νοῦς καὶ ἡ Ἀλήθεια, καὶ οὐκ εἶχε τὸ πατρικὸν τέλειον, τὴν ἀγεννησίαν, οὐκέτι 〈ἐν〉 τελείῳ ἀριθμῷ ὁ Λόγος καὶ ἡ Ζωὴ δοξάζουσι τὸν ἑαυτῶν πατέρα τὸν Νοῦν, ἀλλὰ γὰρ ἐν ἀτελεῖ· δώδεκα γὰρ αἰῶνας προ〈σ〉φέρουσιν ὁ Λόγος καὶ ἡ Ζωὴ τῷ Νοῒ καὶ τῇ Ἀληθείᾳ. αὗται γοῦν πρῶται κατὰ Οὐαλεντῖνον ῥίζαι τῶν αἰώνων γεγόνασι· Νοῦς καὶ Ἀλήθεια, Λόγος καὶ Ζωή, Ἄνθρωπος καὶ Ἐκκλησία· δέκα δὲ οἱ τοῦ Νοὸς καὶ τῆς Ἀληθείας, δύο καὶ δέκα δὲ οἱ τοῦ Λόγου καὶ τῆς Ζωῆς, εἴκοσι καὶ ὀκτὼ οἱ πάντες. οἷς 〈δὲ τοὺς δέκα〉 καλοῦσιν, ὀνόματα ταῦτα· Βύθ〈ι〉ος καὶ Μίξις, Ἀγήρατος καὶ Ἕνωσις, Αὐτοφυὴς καὶ Ἡδονή, Ἀκίνητος καὶ Σύγκρασις, Μονογενὴς καὶ Μακαρία. οὗτοι οἱ δέκα αἰῶνες, οὓς τινὲς μὲν ὑπὸ τοῦ Νοῦ καὶ τῆς Ἀληθείας 〈γεννηθῆναι〉 λέγουσι, τινὲς δὲ ὑπὸ τοῦ Λόγου καὶ τῆς Ζωῆς. ἕτεροι δὲ τοὺς δώδεκα ὑπὸ τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας, ἕτεροι δὲ ὑπὸ τοῦ Λόγου καὶ τῆς Ζωῆς· οἷς ταῦτα τὰ ὀνόματα χαρίζονται· Παράκλητος καὶ Πίστις, Πατρικὸς καὶ Ἐλπίς, Μητρικὸς καὶ Ἀγάπη, Ἀείνους καὶ Σύνεσις, Ἐκκλησιαστικὸς καὶ Μακαριότης, Θελητὸς καὶ Σοφία.

Ἐπεὶ δὲ τῶν δεκαδύο ὁ δωδέκατος κ(αὶ) νεώτατος πάντων τῶν εἰκοσιοκτὼ αἰώνων, θῆλυς ὢν καὶ καλούμενος (Σο)φία, κατενόησε, 〈φησί,〉 τὸ πλῆθος καὶ τὴν δύναμιν τῶν γεγεν〈ν〉ηκότων αἰώνων, καὶ ἀνέ(δ)ραμεν εἰς τὸ βάθος τὸ τοῦ Πατρός, καὶ ἐνόησεν ὅτι οἱ μὲν ἄλλοι πάντες α(ἰ)ῶνες γεννητοὶ ὑπάρχοντες κατὰ συζυγίαν γεννῶσιν, ὁ δὲ Πατὴρ μόνος ἄζυγος ἐγέννησεν, ἠθέλησε 〈δὴ〉 μιμήσασθαι τὸν Πατέρα καὶ γεννῆσαι καθ᾽ ἑαυτὴν δίχα τοῦ συζύγου, ἵνα μηδὲν ᾖ ἔργον ὑποδεέστερον τοῦ Πατρὸς εἰργασμένη· ἀγνοοῦσα ὅτι ὁ μὲν 〈Πατήρ,〉 ἀγέννητος ὑπάρχων, 〈καὶ〉 ἀρχὴ τῶν ὅλων 〈ὢν〉 καὶ ῥίζα καὶ βάθος καὶ βυθός, δυνατῶς ἔχει γεννῆσαι μόνος, γεν〈ν〉ητὴ δὲ οὖσα ἡ Σοφία καὶ μετὰ πλείονας γενομένη, τὴν τοῦ ἀγεννήτου δύναμιν οὐ δύναται ἔχειν. ἐν μὲν γὰρ τῷ ἀγεν〈ν〉ήτῳ, φησίν, ἐστὶ πάντα ὁμοῦ, ἐν δὲ τοῖς γεν〈ν〉ητοῖς τὸ μὲν θῆλύ ἐστιν οὐσίας προβλητικόν, τὸ δὲ ἄρρεν μορφωτικὸν τῆς ὑπὸ τοῦ θήλεως προβαλομένης οὐσίας. προέβαλεν οὖν ἡ Σοφία τοῦτο μόνον ὅπερ ἠδύνατο, οὐσίαν ἄμορφον καὶ ἀκατασκε〈ύα〉στον. καὶ τοῦτό ἐστι, φησίν, ὃ λέγει Μωϋσῆς· «ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος». αὕτη 〈δ᾽〉 ἔστι, φησίν, «〈ἡ γῆ〉 ἡ ἀγαθὴ» 〈ἢ〉 «ἡ ἐπουράνιος Ἱερουσαλήμ», εἰς ἣν ἐπηγγείλατο ὁ θεὸς εἰσαγαγεῖν τοὺς υἱοὺς Ἰσραήλ, λέγων· «εἰσάξω ὑμᾶς εἰς γῆν ἀγαθή(ν), ῥέουσα〈ν〉 μέλι καὶ γάλα».

Γενομένης οὖν ἐντὸς πληρώματος ἀγνοίας κατὰ τὴν Σοφίαν καὶ ἀμορφίας κατὰ τὸ γέν〈ν〉ημα τῆς Σοφίας, θόρυβος 〈καὶ φόβος〉 ἐγένετο ἐν τῷ πληρώματι [οἱ αἰῶνες οἱ γενόμενοι], ὅτι παραπλησίως ἄμορφα καὶ ἀτελῆ γενήσεται τῶν αἰώνων τὰ γεννήματα, καὶ φθορά τις καταλήψεται οὐκ εἰς μακρὰν πάντας τοὺς αἰῶνας. κατέφυγον οὖν πάντες οἱ αἰῶνες ἐπὶ δέησιν τοῦ Πατρός, ἵνα λυπουμένην τὴν Σοφίαν ἀναπαύσῃ· ἔκλαιε γὰρ καὶ κατωδύρετο ἐπὶ τῷ γεγεν〈ν〉ημένῳ ὑπ᾽ αὐτῆς ἐκτρώματι—οὕτω γὰρ 〈αὐτὸ〉 καλοῦσιν· —ἐλεήσας οὖν ὁ Πατὴρ τὰ δάκρυα τῆς Σοφίας καὶ προσδεξάμενος τῶν αἰών(ων) τὴν δέησιν, ἐπιπροβαλεῖν κελεύ(ει)— οὐ γὰρ αὐτός, φησί, προέβαλεν, ἀλλὰ ὁ Νοῦς (κ)αὶ ἡ Ἀλήθεια—Χριστὸν καὶ Πνεῦμα ἅγιον εἰς μόρφωσιν καὶ διόρθωσιν τοῦ ἐκτρώματος, καὶ παραμυθίαν καὶ διαν(ά)παυσιν τῶν τῆς Σοφίας στεναγμῶν. καὶ γίνονται τριάκοντα 〈οἱ〉 αἰῶνες μετὰ τοῦ Χριστοῦ καὶ τοῦ ἁγίου Πνεύματος· τινὲς μὲν οὖν αὐτῶν ταύτῃ εἶναι θέλουσι τὴν τριακοντάδα τῶν αἰώνων, τινὲς δὲ συνυπάρχειν τῷ Πατρὶ Σιγὴν καὶ σὺν αὐτοῖς καταριθμεῖσθαι τοὺς αἰῶνας θέ(λο)υσι(ν). ἐπιπροβληθεὶς οὖν ὁ Χριστὸς καὶ τὸ ἅγιον Πνεῦμα ὑπὸ τοῦ Νοῦ καὶ τῆς (Ἀ)ληθείας, εὐθέως τὸ ἔκτρωμα τὸ ἄμορφον τοῦτο τῆς Σοφίας μονογενὲς καὶ δίχα συζύγου γεγεν〈ν〉ημένον ἀποχωρίζει τῶν ἄλλων αἰώνων, ἵνα μὴ βλέποντες αὐτὸ ταράσσωνται διὰ τὴν ἀμορφίαν οἱ τέλειοι αἰῶνες.

Ἵν᾽ οὖν μηδ᾽ ὅλως τοῖς αἰῶσι τοῖς τελείοις καταφανῇ τοῦ ἐκτρώματος ἡ ἀμορφία, πάλιν καὶ ὁ Πατὴρ ἐπιπροβάλλει αἰῶνα ἕνα, τὸν Σταυρόν· ὃς γεγεννημένος μέγας—ὡς 〈ἐκ〉 μεγάλου καὶ τελείου πατρός—, εἰς φρουρὰν καὶ χαράκωμα τῶν αἰώνων προβεβλημένος, Ὅρος γίνεται τοῦ πληρώματος, ἔχων ἐντὸς ἑαυτοῦ πάντας ὁμοῦ τοὺς τριάκοντα αἰῶνας· 〈τοσ〉οῦτοι γάρ εἰσιν οἱ προβεβλημένοι. καλεῖται δὲ Ὅρος μὲν οὗτος, ὅτι ἀφορίζει ἀπὸ τοῦ πληρώ(μ)ατος ἔξω τὸ ὑστέρημα, Μετοχεὺς δέ, ὅτι μετέχει καὶ τοῦ ὑστερήματος, Σταυρὸς δέ, ὅτι πέπηγεν ἀκλινῶς καὶ ἀμετανοήτως, ὡς μὴ δύνασθαι μηδὲν τοῦ ὑστερήματος καταγενέσθαι ἐγγὺς τῶν ἐντὸς πληρώματος αἰώνων.

Ἔξω οὖν τοῦ Ὅρου, τοῦ Σταυροῦ, τοῦ Μετοχέως ἐστὶν ἡ καλουμένη κατ᾽ αὐτοὺς Ὀγδοάς, ἥτις ἐστὶν ἡ ἐκτὸς πληρώματος Σοφία· ἣν ὁ Χριστὸς 〈ὁ〉 ἐπιπροβληθεὶς ὑπὸ τοῦ Νοῦ καὶ τῆς Ἀληθείας ἐμόρφωσε καὶ ἀπειργάσατο τέλειον αἰῶνα, οὐδέν 〈τ〉ι τῶν ἐντὸς πληρώματος χείρον(α) δυν(άμ)ε(νο)ν γενέσθαι. ἐπειδὴ δὲ μεμόρφωτο ἡ Σοφία 〈ἡ〉 ἔξω, καὶ οὐχ οἷόν τε ἦν 〈κατ᾽〉 ἴσον τὸν Χριστὸν καὶ τὸ ἅγιον 〈Πνεῦμα, τὸ〉 ἐκ τοῦ Νοὸς προβεβλημένον καὶ τῆς Ἀληθείας, ἔξω τοῦ πληρώματος μένειν, ἀνέδραμεν ἀπὸ τῆς μεμορφωμένης ὁ Χριστὸς καὶ τὸ ἅγιον Πνεῦμα πρὸς τὸν Νοῦν καὶ τὴν Ἀλήθειαν, 〈ἵν᾽〉 ἐντὸς τοῦ Ὅρου ᾖ, μετὰ τῶν ἄλλων αἰώνων δοξάζων τὸν Πατέρα.

Ἐπεὶ οὖν μία τις ἦν εἰρή(ν)η καὶ συμφωνία πάντων τῶν ἐντὸς πλ(η)ρώματος αἰώνων, ἔδοξ(εν) αὐτοῖς μὴ 〈ἀρκεῖν〉 μόνον κατὰ συζυγίαν δεδοξακέναι τὸν 〈Β〉υ〈θ〉όν, δοξάσαι 〈δὲ〉 καὶ διὰ προσφορᾶς καρπῶν πρεπόντων τῷ Πατρί. πάντες οὖν ηὐδόκησαν οἱ τριάκοντα αἰῶνες ἕνα προβαλεῖν αἰῶνα, κοινὸν τοῦ πληρώματος καρπόν, ἵν᾽ ᾖ 〈σύμβολον〉 τῆς ἑνότητος αὐτῶν καὶ τῆς ὁμοφροσύνης καὶ εἰρήνης. καὶ μόνος ὑπὸ πάντων 〈τῶν〉 αἰώνων προβεβλημένος τῷ Πατρί, οὗτός ἐστιν ὁ καλούμενος παρ᾽ αὐτοῖς κοινὸς τοῦ πληρώματος Καρπός. τὰ μὲν οὖν ἐντὸς πληρώματος ἦν οὕτως, καὶ προβέβλητο ὁ κοινὸς τοῦ πληρώματος Καρπός, ὁ Ἰησοῦς—τοῦτο γὰρ ὄνομα αὐτῷ—, «ὁ ἀρχιερεὺς ὁ μέγας».

Ἡ δὲ ἔξω τοῦ πληρώματος Σοφία, ἐπιζητοῦσα τὸν Χριστὸν τὸν μεμορφωκότα 〈αὐτὴν〉 καὶ τὸ ἅγιον Πνεῦμα, ἐν φόβῳ μεγάλῳ κατέστη ὅτι ἀπολεῖται κεχωρισμένη τοῦ μορφώσαντος αὐτὴν καὶ στηρίσαντος. καὶ ἐλυπήθη καὶ ἐν ἀπορίᾳ ἐγένετο πολλῇ, λογιζομένη τίς ἧν ὁ μορφώσας, τί τὸ ἅγιον Πνεῦμα, ποῦ ἀπῆλθε, τίς ὁ κωλύσας αὐτοὺς συμπαρεῖναι, τίς ἐφθόνησε τοῦ καλοῦ καὶ μακαρίου θεάματος ἐκείνου· 〈καὶ〉 ἐπὶ τούτοις καθεστῶσα τοῖς πάθεσι τρέπεται ἐπὶ δέησιν καὶ ἱκετείαν τοῦ ἀπολιπόντος αὐτήν. δεομένης οὖ(ν αὐ)τῆς κατηλέησεν ὁ Χριστὸς ὁ ἐντὸς πληρώματος ὢν κα(ὶ οἱ ἄ)λλοι πάντες αἰῶνες, καὶ ἐκπέμπουσιν ἔξω τοῦ πληρώματος τὸν κοινὸν τοῦ πληρώματος Καρ(π)ὸν σύζυγον τῆς ἔξω Σοφίας καὶ διορθωτὴν παθῶν ὧν ἔπαθεν ἐπιζητοῦσα τὸν Χριστόν.

Γενόμενος οὖν ἔξω τοῦ πληρώματος 〈ὁ κοινὸς τοῦ πληρώματος〉 Καρπὸς καὶ εὑρὼν αὐτὴν ἐν πάθεσι τοῖς πρώτοις τέτρασι—[καὶ] φόβῳ καὶ λύπῃ καὶ ἀπορίᾳ καὶ δεήσει—, διωρθώσατο τὰ πάθη αὐτῆς, διορθούμενος δὲ ἑώρα ὅτι ἀπολέσθαι αὐτά, αἰώνια (ὄ)ντα καὶ τῆς Σοφίας ἴδια, οὐ καλόν, οὐδ᾽ 〈αὖ〉 ἐν πάθεσιν εἶνα(ι) τὴν Σοφίαν τοιούτοις—ἐν φόβῳ καὶ λύπῃ 〈καὶ〉 ἀπορίᾳ 〈καὶ〉 ἱκετείᾳ. —ἐποίησεν οὖν, ὡς τηλικοῦτος αἰὼν καὶ παντὸς τοῦ πληρώματος ἔκγονος, ἐκστῆναι τὰ πάθη ἀπ᾽ αὐτῆς, καὶ ἐποίησεν αὐτὰ ὑποστατὰς οὐσίας. καὶ τὸν μὲν φόβον ψυχικὴν ἐποίησεν 〈οὐσίαν〉 [ἐπιθυμίαν], τὴν δὲ λύπην ὑλικήν, τὴν δὲ ἀπορίαν δαιμόνων· τὴν δὲ ἐπιστροφῆς 〈ἐπιθυμίαν〉 καὶ δέησιν καὶ ἱκετείαν 〈καὶ〉 〈ἐπάν〉οδον καὶ μετάνοιαν [καὶ] δύναμιν ψυχικῆς οὐσίας 〈ἐποίησεν〉, ἥτις καλεῖται δεξιά. 〈Ἀρχὴν δὲ ἔχουσιν ἡ ψυχὴ καὶ〉 ὁ δημιουργὸς ἀπὸ τοῦ φόβου. τοῦτ᾽ ἔστιν ὃ λέγει, φησίν, ἡ γραφή· «ἀρχὴ σοφίας φόβος κυρίου». αὕτη γάρ 〈ἐστιν ἡ〉 ἀρχὴ τῶν τῆς Σοφίας παθῶν· ἐφοβήθη γάρ, εἶτα ἐλυπήθη, εἶτα ἠπόρησε, καὶ οὕτως ἐπὶ δέησιν καὶ ἱκετείαν κατέφυγεν. ἔστι δὲ πυρώδης, φησίν, ἡ ψυχικὴ οὐσία· καλεῖται δὲ καὶ Τόπος ὑπ᾽ αὐτῶν, καὶ Ἑβδομάς, καὶ «παλαιὸς τῶν ἡμερῶν».

καὶ ὅσα τοιαῦτα 〈αἱ γραφαὶ〉 λέγουσι περὶ τοῦ θεοῦ, ταῦτα 〈θέλει〉 εἶναι τοῦ ψ〈υχ〉ικοῦ, ὅν φησιν εἶναι τοῦ κόσμου δημιουργόν. 〈καὶ ὅτι〉 ἐστὶ δὴ πυρώδης, λέγει, φησί, καὶ Μωϋσῆς· «κύριος ὁ θεός σου πῦρ ἐστι φλέγον καὶ καταναλίσκον»· καὶ γὰρ τοῦτο οὕτως γεγράφθαι θέλει. διπλῆ δέ τίς ἐστι, φησίν, ἡ δύναμις τοῦ πυρός· ἔστι γὰρ πῦρ παμφάγον, κατ(ασ)βεσθῆναι μὴ δυνάμενον 〈*〉 κατὰ τοῦτο τοίνυν τὸ μέρος θνητή [τίς] ἐστιν ἡ ψυχή, μεσότης τις οὖσα· [ἔστι γὰρ ἑβδομὰς καὶ κατάπαυσις·] ὑποκάτω γάρ ἐστι τῆς Ὀγδοάδος, ὅπου ἐστὶν ἡ Σοφία ἡ μεμορφωμένη καὶ ὁ κοινὸς τοῦ πληρώματος Καρπός, ὑπεράνω δὲ τῆς ὕλης, ἧ〈ς〉 ἐστι δημιουργός. ἐὰν 〈οὖν〉 ἐξομοιωθῇ τοῖς ἄνω, τῇ Ὀγδοάδι, ἀ(θ)άνατος ἐγένετο καὶ 〈ἀν〉ῆλθεν εἰς τὴν Ὀγδοάδα, ἥτις ἐστί, φησίν, «Ἱερουσαλὴμ ἐπουράνιος»· ἐὰν δὲ ἐξομοιωθῇ τῇ ὕλῃ, τουτέστι τοῖς πάθεσι τοῖς ὑλικοῖς, φθαρτὴ ἔσται καὶ ἀπώλετο.

Ὥσπερ οὖν τῆς ψυχικῆς οὐσίας ἡ πρώτη καὶ μεγίστη δύναμις γέγονεν 〈ὁ δημιουργός, ἡ〉 εἰκὼν 〈τοῦ Πατρός, οὕτως τῆς ὑλικῆς οὐσίας ὁ〉 διάβολος, «ὁ ἄρχων τοῦ κόσμου τούτου», τῆς δὲ τῶν δαιμόνων οὐσίας— ἥτις ἐστὶν ἐκ τῆς ἀπορίας—ὁ Βεελζεβούλ, 〈«ὁ ἄρχων τῶν δαιμόνων». ἔστι δ᾽〉 ἡ Σοφία ἄνωθεν ἀπὸ τῆς Ὀγδοάδος ἐνεργοῦσα ἕως τῆς Ἑβδομάδος. οὐδὲν 〈γὰρ〉 οἶδεν, λέγουσιν, ὁ δημιουργὸς ὅλως, ἀλλ᾽ ἔστιν ἄνους καὶ μωρὸς κατ᾽ αὐτούς, καὶ τί πράσσει ἢ ἐργάζεται οὐκ οἶδεν. ἀγνοοῦντι δὲ αὐτῷ ὅ τι δὴ ποιεῖ, ἡ Σοφία ἐνήργησε πάντα καὶ ἐνίσχυσε, καὶ ἐκείνης ἐνεργούσης αὐτὸς ᾤετο ἀφ᾽ ἑαυτοῦ ποιεῖν τὴν κτίσιν τοῦ κόσμου. ὅθεν ἤρξατο λέγειν· «ἐγὼ ὁ θεός, καὶ πλὴν ἐμοῦ ἄλλος οὐκ ἔστιν».

Ἔστιν οὖν [ἡ] κατὰ Οὐαλεντῖνον τετρακτύς, πηγὴ [τῆς] ἀενάου φύσεως ῥιζώματ᾽ ἔχουσα, καὶ ἡ Σοφία, ἀφ᾽ ἧς ἡ κτίσις ἡ ψυχικὴ καὶ ὑλικὴ συνέστηκε νῦν. καλεῖται δὲ ἡ μὲν Σοφία πνεῦμα, ὁ δὲ δημιουργὸς ψυχή, ὁ διάβολος δὲ «ὁ ἄρχων τοῦ κόσμου», Βεελζεβοὺλ 〈δὲ〉 «ὁ 〈ἄρχων〉 τῶν δαιμόνων». ταῦτά ἐστιν ἃ λέγουσιν. ἔτι 〈δὲ〉 πρὸς τούτοις, ἀριθμητικὴν ποιούμενοι τὴν πᾶσαν αὑτῶν διδασκαλίαν, ὡς προεῖπον, (τοὺ)ς ἐντὸς πληρώματος αἰῶνας τρι(ά)κοντα πάλιν ἐπιπροβεβ〈λ〉ηκέναι αὑτοῖς κα(τ)᾽ ἀναλογίαν αἰῶνας ἄλλους 〈φασίν〉, ἵν᾽ ᾖ τὸ πλήρωμα ἐν ἀριθμῷ τελείῳ συνηθροισμένον. ὡς γὰρ οἱ Πυθαγορικοὶ διεῖλον 〈τὸν κόσμον〉 εἰς 〈μοίρας〉 δώδεκα καὶ τριάκοντα καὶ ἑξήκοντα, καὶ λεπτὰ λεπτῶν εἰσιν ἐκείνοις, 〈ὡς〉 δεδήλωται, οὕτως οὗτοι τὰ ἐντὸς πληρώματος ὑποδιαιροῦσι(ν). ὑποδιῄρηται δὲ καὶ τὰ ἐν τῇ Ὀγδοάδι, καὶ προβεβλήκασιν ἡ Σοφία, ἥτις ἐστὶ «μήτηρ πάντων τῶν ζώντων» κατ᾽ αὐτούς, καὶ ὁ κοινὸς τοῦ πληρώματος Καρπὸς ἑβδομήκοντα λόγο〈υ〉ς, οἵτινές εἰσιν ἄγγελοι ἐπουράνιοι, πολιτευόμενοι ἐν «Ἱερουσαλὴμ τῇ ἄνω, τῇ ἐν οὐρανοῖς»· αὕτη γάρ ἐστι, 〈φησίν, ἡ〉 Ἱερουσαλὴμ ἡ ἔξω Σοφία, καὶ ὁ νυμφίος αὐτῆς ὁ κοινὸς τοῦ πληρώματος Καρπός.

Προέβαλε 〈δὲ〉 καὶ ὁ δημιουργὸς ψυχάς· αὕτη γάρ 〈ἐστιν ἡ δύναμις〉 οὐσία ψυχῶν. οὗτός ἐστι κατ᾽ αὐτοὺς Ἁβρα〈ὰ〉μ καὶ ταύτα〈ς〉 τοῦ Ἁβραὰμ τὰ τέκνα. ἐκ τῆς ὑλικῆς οὐσίας οὖν καὶ διαβολικῆς ἐποίησεν ὁ δημιουργὸς ταῖς ψυχαῖς τὰ σώματα. τοῦτό ἐστι, 〈φησί,〉 τὸ εἰρημένον· «καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον, χοῦν ἀπὸ τῆς γῆς λαβών, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς· καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν». οὗτός ἐστι κατ᾽ αὐτοὺς «ὁ ἔσω ἄνθρωπος», ὁ ψυχικός, ἐν τῷ σώματι κατοικῶν τῷ χοϊκῷ, ὅ ἐστιν 〈ἄνθρωπος〉 ὑλικός, φθαρτός, τελείως ἐκ τῆς διαβολικῆς οὐσίας πεπλασμένος. ἔστι δὲ οὗτος ὁ ὑλικὸς ἄνθρωπος κατ᾽ αὐτοὺς οἱονεὶ πανδοχεῖον ἢ κατοικητήριον ποτὲ μὲν ψυχῆς μόνης, ποτὲ δὲ ψυχῆς καὶ δαιμόνων, ποτὲ δὲ ψυχῆς καὶ λόγων· οἵτινες εἰσι λόγοι ἄνωθεν κατεσπαρμένο(ι) ὑπ(ὸ) τ(ο)ῦ κοινοῦ τοῦ πληρώματος Καρποῦ καὶ τῆς Σοφίας εἰς τοῦτον τὸν κόσμον, κατοικοῦντες ἐν (σώμα)τι χοϊκῷ μετὰ ψυχῆς, ὅταν δαίμονες μὴ συνοικῶσι τῇ ψυχῇ.

Τοῦτό ἐστι, φησί, τὸ γεγραμμένον ἐν τῇ γραφῇ· «τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν θεὸν καὶ πατέρα καὶ κύριον τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ», «ἵνα δῴη ὑμῖν» ὁ θεὸς «κατοικῆσαι τὸν Χριστὸν» «εἰς τὸν ἔσω ἄνθρωπον», τουτέστι τὸν ψυχικόν, οὐ τὸν σωματικόν, «ἵνα ἐξισχύσητε νοῆσαι» «τί τὸ βάθος», ὅπερ ἐστὶν ὁ Πατὴρ τῶν ὅλων, «καὶ τί τὸ πλάτος», ὅπερ ἐστὶν ὁ Σταυρός, ὁ Ὅρος τοῦ πληρώματος, «καὶ τί τὸ μῆκος», τουτέστι τὸ πλήρωμα τῶν αἰώνων. διὰ τοῦτο «ψυχικός», φησίν, «ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστι». μωρία δέ, φησίν, ἐστὶν ἡ δύναμις τοῦ δημιουργοῦ· μωρὸς γὰρ ἦν καὶ ἄνους, καὶ ἐνόμιζεν αὐτὸς δημιουργεῖν τὸν κόσμον, ἀγνοῶν ὅτι πάντα ἡ Σοφία, ἡ Μήτηρ, ἡ Ὀγδοάς, ἐνήργει αὐτῷ πρὸς τὴν κτίσιν τοῦ κόσμου οὐδὲν εἰδότι.

Πάντες οὖν οἱ προφῆται καὶ ὁ νόμος ἐλάλησαν ἀπὸ τοῦ δημιουργοῦ, μωροῦ, λέγει, θεοῦ, μωροὶ οὐδὲν εἰδότες. διὰ τοῦτο, φησί, λέγει ὁ σωτήρ· «πάντες οἱ πρὸ ἐμοῦ ἐληλυθότες κλέπται καὶ λῃσταί εἰσι», καὶ ὁ ἀπόστολος· «τὸ μυστήριον», «ὃ ταῖς προτέραις γενεαῖς οὐκ ἐγνωρίσθη». οὐδεὶς γάρ, φησί, τῶν προφητῶν εἴρηκε περὶ τούτων οὐδέν, ὧν ἡμεῖς λέγομεν· ἠγνοεῖτο γὰρ πάντα, ἅτε δὴ ἀπὸ μόνου τοῦ δημιουργοῦ λελαλημένα.

Ὅτε οὖν τέλος ἔλαβεν ἡ κτίσις, 〈φησί,〉 καὶ ἔδει λοιπὸν γενέσθαι «τὴν ἀποκάλυψιν τῶ(ν) υἱῶν τοῦ θεοῦ»—τουτέστι τοῦ δημιουργοῦ—, 〈καὶ ἀνακαλύψαι τὴν πνευματικὴν οὐσίαν,〉 τὴν ἐγκεκαλυμμένην, ἥν, φησίν, ἐγκεκάλυπτο ὁ ψ(υ)χ(ι)κὸς ἄνθρωπος καὶ εἶχε «κάλυμμα ἐπὶ τὴν κα(ρ)δί(αν) 〈αὐτοῦ〉»· ὁπότε οὖν ἔδει ἀρθῆναι τὸ κάλυμ〈μ〉α καὶ ὀφθῆναι ταῦτα τὰ μυστήρια, γεγέν〈ν〉ηται ὁ Ἰησοῦς διὰ Μαρίας τῆς παρθένου, κατὰ τὸ εἰρημένον· «πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ»— πνεῦμα 〈δ᾽〉 ἔστιν ἡ Σοφία—, «καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι»— ὕψιστος 〈δ᾽〉 ἔστιν ὁ δημιουργός· —«διὸ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον κληθήσεται». γεγέν〈ν〉ηται γὰρ οὐκ ἀπὸ ὑψίστου μόνου, ὥσπερ οἱ κατὰ τὸν Ἀδὰμ κτισθέντες 〈ἄνθρωποι〉 ἀπὸ μόνου ἐκτίσθησαν τοῦ ὑψίστου— τουτέστι [τῆς Σοφίας καὶ] τοῦ δημιουργοῦ· —ὁ δὲ Ἰησοῦς, «ὁ καινὸς ἄνθρωπος», [ὁ] ἀπὸ Πνεύματος ἁγίου 〈καὶ τοῦ ὑψίστου〉—τουτέστι τῆς Σοφίας καὶ τοῦ δημιουργοῦ—, ἵνα τὴν μὲν πλάσιν καὶ κατασκευὴν τοῦ σώματος αὐτοῦ ὁ δημιουργὸς καταρτίσῃ, τὴν δὲ οὐσίαν αὐτοῦ τὸ Πνεῦμα παράσχῃ τὸ ἅγιον, καὶ γένηται λόγος ἐπουράνιος ἀπὸ τῆς Ὀγδοάδος, γεν〈ν〉ηθεὶς διὰ Μαρίας.

Περὶ τούτου 〈οὖν〉 ζήτησις μεγάλη ἐστὶν αὐτοῖς καὶ σχισμάτων καὶ διαφορᾶς ἀφορμή· καὶ γέγονεν ἐντεῦθεν ἡ διδασκαλία αὐτῶν διῃρημένη, καὶ καλεῖται ἡ μὲν ἀνατολική τις διδασκαλία κατ᾽ αὐτούς, ἡ δὲ Ἰταλιωτική. οἱ μὲν 〈οὖν〉 ἀπὸ τῆς Ἰταλίας, ὧν ἐστιν Ἡρακλέων καὶ Πτολεμαῖος, ψυχικόν φασι τὸ σῶμα τοῦ Ἰησοῦ γεγονέναι, καὶ διὰ τοῦτο ἐπὶ τοῦ βαπτίσματος τὸ πνεῦμα ὡς περιστερὰ κατελήλυθε— τουτέστιν ὁ λόγος ὁ τῆς μητρὸς ἄνωθεν, τῆς Σοφίας—, καὶ γέγωνε τῷ ψυχικῷ καὶ ἐγήγερκεν αὐτὸν ἐκ νεκρῶν. τοῦτό ἐστι, φησί, τὸ εἰρημένον· «ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν», 〈τουτέστι〉 [καὶ] τὰ ψυχικά, 〈οὐ καὶ τὰ χοϊκά〉. ὁ χοῦς γὰρ «ὑπὸ κατάραν» ἐλήλυθε· «γῆ γάρ», φησίν, «εἶ κ(αὶ εἰς γ)ῆν ἀπελεύσῃ». οἱ δ᾽ αὖ ἀπὸ τῆς ἀνατολῆς λέγουσιν, ὧν ἐστιν Ἀξιόνι(κο)ς καὶ 〈Β〉αρδησιάνης, ὅτι πνευματικὸν ἦν τὸ σῶμα τοῦ σωτῆρος· Πνεῦμα γὰρ ἅγιον ἦλθεν ἐπὶ τὴν Μαρίαν—τουτέστιν ἡ Σοφία—καὶ «ἡ δύναμις τοῦ ὑψίστου»— 〈τουτέστιν〉 ἡ δημιουργικὴ τέχνη—, ἵ〈ν〉α διαπλασθῇ τὸ ὑπὸ τοῦ Πνεύματος τῇ Μαρίᾳ δοθέν.

Ταῦτα οὖν ἐκεῖνοι ζητείτωσαν καθ᾽ αὑτοὺς καὶ εἴ τινι ἄλλῳ γενή〈σε〉ται φίλον ζητεῖν. ἀλλ᾽ ἔτι λέγουσι· διώρθωτο μὲν 〈οὖν〉 τὰ κατὰ τοὺς αἰῶνας ἔσω σφάλματα, διώρθωτο δὲ καὶ 〈τὰ〉 κατὰ τὴν Ὀγδοάδα—〈τουτέστι〉 τὴν ἔξω Σοφίαν—, διώρθωτο δὲ καὶ 〈τὰ〉 κατὰ τὴν Ἑβδομάδα. ἐδιδάχθη γὰρ ὑπὸ τῆς Σοφίας ὁ δημιουργὸς ὅτι οὐκ ἔστιν αὐτὸς θεὸς μόνος, ὡς ἐνόμιζε, «καὶ πλὴν αὐτοῦ ἕτερος οὐκ ἔστιν», ἀλλ᾽ ἔγνω διδαχθεὶς ὑπὸ τῆς Σοφίας τὸν κρείττονα. κατηχ〈ή〉θη γοῦν ὑπ᾽ αὐτῆς καὶ ἐμυήθη καὶ ἐδιδάχθη τὸ μέγα τοῦ Πατρὸς καὶ τῶν αἰώνων μυστήριον, καὶ ἐξεῖπεν αὐτὸ οὐδενί. τοῦτ᾽ ἔστιν, [ὡς] φησίν, ὃ 〈ὁ θεὸς〉 λέγει πρὸς Μωϋσῆν· «ἐγὼ ὁ θεὸς Ἁβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ, καὶ τὸ ὄνομα 〈τοῦ θεοῦ〉 [μου] οὐκ ἀπήγγειλα αὐτοῖς»· τουτέστιν τὸ μυστήριον οὐκ εἶπα οὐδὲ ἐξηγησάμην τίς ἐστιν ὁ θεός, ἀλλ᾽ ἐφύλαξα παρ᾽ ἐμαυτῷ ἐν ἀποκρύφῳ τὸ μυστήριον ὃ ἤκουσα παρὰ τῆς Σοφίας.

Ἔδει οὖν 〈ἤδη〉 διωρθωμένων τῶν ἄνω κατὰ τὴν αὐτὴν ἀκολουθίαν καὶ τὰ ἐνθάδε τυχεῖν διορθώσεως. τούτου χάριν ἐγεννήθη Ἰησοῦς ὁ σωτὴρ διὰ τῆς Μαρίας, ἵνα διορθώσεται 〈τὰ〉 ἐνθάδε. ὥσπερ 〈γὰρ〉 ὁ Χριστός, ὁ ἄνωθεν ἐπιπροβληθεὶς ὑπὸ τοῦ Νοὸς καὶ τῆς Ἀληθείας, διωρθώσατο τὰ πάθη τῆς ἔξω Σοφίας—τουτέστι τοῦ ἐκτρώματος—, 〈οὕτως〉 πάλιν καὶ ὁ διὰ Μαρίας γεγεν〈ν〉ημένος 〈Χριστὸς〉 ὁ σωτὴρ ἦλθε διορθώσασθαι τὰ πάθη τῆς ψυχῆς. εἰσὶν οὖν κ(α)τ᾽ (αὐ)τ(οὺς) τρεῖς Χριστοί· ὁ ἐπιπροβληθεὶς ὑπὸ τ(οῦ Νοὸς) καὶ τῆς Ἀληθείας μετὰ τοῦ ἁγίου Πνεύματος, καὶ ὁ κοινὸς τ(ο)ῦ πληρώματος Καρπὸς Ἰ(ησοῦ)ς, ὁ 〈σύ〉ζυγος τῆς ἔξω Σοφίας—ἥτις καλεῖται καὶ αὐτὴ Πνεῦμα ἅγιον, ὑποδεέστερον 〈δὲ ὂν〉 τοῦ πρώτου—, καὶ τρίτος ὁ διὰ Μαρίας γεννηθεὶς εἰς ἐπανόρθωσιν τῆς κτίσεως τῆς καθ᾽ ἡμᾶς.

Διὰ πλειόνων 〈οὖν〉 νομίζω αὐτάρκως τὴν Οὐαλεντίνου αἵρεσιν Πυθαγόρειον οὖσαν ὑποτετυπῶσθαι· δοκεῖ δὲ καὶ δι᾽ ἐλ(α)χί(στ)ων τὰ δοκοῦντα αὐτοῖς ἐκθέμενον παύσασθαι. Πλάτων τοίνυν περὶ τοῦ παντὸς ἐκτιθέμενος μυστήρια γράφει πρὸς Διονύσιον τοιοῦτόν τινα τρόπον, λέγων· «Φραστέον δή σοι δι᾽ αἰνιγμάτων, ἵν᾽ 〈ἄν〉 τι ἡ δέλτος ἢ πόντου 〈ἢ γῆς〉 ἐν πτυχαῖς πάθῃ, ὁ ἀναγνοὺς μὴ γνῷ. ὧδε γὰρ ἔχει· περὶ τὸν πάντων βασιλέα πάντα ἐστὶ κἀκείνου ἕνεκα πάντα κἀκεῖνος αἴτιος πάντων τῶν καλῶν· δεύτερον 〈δὲ〉 πέρι τὰ δεύτερα, καὶ τρίτον πέρι τὰ τρίτα». «τοῦ δὴ βασιλέως πέρι 〈καὶ〉 ὧν εἶπον, οὐδέν ἐστι τοιοῦτον. τὸ δὴ μετὰ τοῦτο ἡ ψυχὴ» «ἐπιζητεῖ μαθεῖν ὁποῖα ἄττα ἐστί, βλέπουσα εἰς τὰ ἑαυτῆς συγγενῆ, ὧν οὐδὲν ἱκανῶς ἔχει». «τοῦτ᾽ ἔστιν, ὦ παῖ Διονυσίου καὶ Δωρίδος, τὸ ἐρώτημα ὃ πάντων αἴτιόν ἐστι κακῶν, μᾶλλον δὲ ἡ περὶ τούτου φροντὶς ἐν τῇ ψυχῇ ἐγγινομένη, ἣν ἐὰν μή τις ἐξαιρεθῇ, τῆς ἀληθείας ὄντως οὐ μή ποτε τύχῃ». «ὃ δὲ θαυμαστὸν αὐτοῦ γέγον〈εν,〉 ἄ〈κου〉σον. εἰ〈σὶ〉 γὰρ ἄνδρες ταῦτα ἀκηκοότες 〈καὶ πλείους, δυνατοὶ μὲν〉 μαθεῖν, δυνατοὶ δὲ μνημονεῦσαι καὶ βασανίσα〈ντες〉 πάντῃ πάντως κρῖναι, γέροντες ἤδη», οἵ φασι τὰ μὲν τότε πιστὰ εἶναι δόξαντα νῦν ἄπιστα, τὰ δὲ τότε ἄπιστα νῦν τοὐναντίον. «πρὸς ταῦτα οὖν σκοπῶν εὐλαβοῦ μή ποτέ σοι μεταμελήσῃ τῶνδε ἀναξίως ἐκπεσόντων». «

διὰ τοῦτο ἐγὼ περὶ τούτων γέγρ(α)φ(α) (οὐ)δὲν 〈πώποτε〉, οὐδὲ ἔστι Πλάτωνος σύγγραμμα οὐδὲν οὐδὲ ἔσται [πώποτ(ε)], (τ)ὰ δὲ νῦν λεγόμενα Σωκράτους ἐστὶ καλοῦ καὶ νέου γεγονότος».

Τούτοις περιτυχὼν Οὐαλεντῖνος ὑπεστήσατο τὸν πάντων βασιλέα, ὃν ἔφη 〈ὁ〉 Πλάτων οὕτως, Πατέρα καὶ Βυθὸν καὶ παστ〈ὴν καὶ πη〉γὴν τῶν ὅλων αἰώνων. δεύτερον πέρι τὰ δεύτερα τοῦ Πλάτωνος εἰρηκότος, τὰ δεύτερα Οὐαλεντῖνος τοὺ〈ς〉 ἐντὸς Ὅρου [τὸν ὅρον] ὑπέθετο πάντας αἰῶνας, καὶ τρίτον πέρι τὰ τρίτα 〈τοῦ Πλάτωνος εἰρηκότος, τὰ τρίτα〉 τὴν ἔξω τοῦ Ὅρου καὶ τοῦ πληρώματος διαταγὴν συνέθηκε πᾶσαν. καὶ δεδήλωκεν αὐτὸ δι᾽ ἐλαχίστων Οὐαλεντῖνος ἐν ψαλμῷ, κάτωθεν ἀρξάμενος, οὐχ ὥσπερ ὁ Πλάτων ἄνωθεν, λέγων οὕτως· Θέρος Πάντα κρεμάμενα πνεύματι βλέπω, πάντα δ᾽ ὀχούμενα πνεύματι νοῶ· σάρκα μὲν ἐκ ψυχῆς κρεμαμένην, ψυχὴν δ᾽ ἀέρος ἐξεχομένην, ἀέρα δ᾽ ἐξ αἴθρης κρεμάμενον· ἐκ δὲ βυθοῦ καρποὺς φερομένους, ἐκ μήτρας δὲ βρέφος φερόμενον. οὕτως ταῦτα νοῶν· σάρξ ἐστιν ἡ ὕλη κατ᾽ αὐτούς, ἥτις κρέμαται ἐκ τῆς ψυχῆς, 〈τουτέστι〉 τοῦ δημιουργοῦ· ψυχὴ δὲ ἀέρος ἐξέχεται, τουτέστιν ὁ δημιουργὸς τοῦ Πνεύματος 〈τοῦ〉 ἔξω πληρώματος· ἀὴρ δὲ αἴθρης ἐξέχεται, τουτέστιν ἡ ἔξω Σοφία τοῦ ἐντὸς Ὅρου καὶ παντὸς πληρώματος 〈Πνεύματος〉. ἐκ δὲ βυθοῦ καρποὶ φέρονται, 〈τουτέστιν〉 ἡ ἐκ τοῦ Πατρὸς πᾶσα προβολὴ τῶν αἰώνων γενομένη. τὰ μὲν οὖν τῷ Οὐαλεντίνῳ δοκοῦντα ἱκανῶς λέλεκται· 〈λοιπὸν δὲ καὶ τὰ τοῖς τῆς〉 σχολῆς προκόψασιν ἐξειπεῖν, ἄλλου ἄλλως δογματίσαντος τὰ δόξαντα αὐτοῖς.

Σεκοῦνδος μέν〈τοι〉 τις, κατὰ τὸ αὐτὸ ἅμα τῷ Πτολεμαίῳ γενόμενος, οὕτως λέγει· τετράδα εἶναι δεξιὰν καὶ τετράδα ἀριστεράν, καὶ φῶς καὶ σκότος· καὶ τὴν ἀποστᾶσάν τε καὶ ὑστερήσασαν δύναμιν οὐκ ἀπὸ τῶν τριάκοντα αἰώνων λέγει γεγενῆσθαι, ἀλλ᾽ ἀπὸ τῶν καρπῶν αὐτῶν.

Ἄλλος δέ τις ἐπιφανὴς διδάσκαλος αὐτῶν οὕτως λέγει· ἦν ἡ πρώτη ἀρχὴ ἀνεννόητος, ἄρρητός τε καὶ ἀνωνόμαστος, ἣν Μονότητα καλεῖ. ταύτῃ δὲ (σ)υ(νυπά)ρχειν δύναμιν, ἣν 〈καὶ αὐτὴν〉 ὀνομάζει Ἑνό(τη)τα. αὕτη ἡ Ἑνότης ἥ τε Μονότης, 〈τὸ ἓν οὖσαι,〉 προήκαντο μὴ προέμεναι ἀρχὴν ἐπὶ πάντων νοητήν, ἀγέν〈ν〉ητον τε καὶ ἀόρατον, ἣν Μονάδα καλεῖ. ταύτῃ τῇ Μονάδι συνυπάρχει δύναμις ὁμοούσιος αὐτῇ, ἣν καὶ αὐτὴν ὀνομάζει τὸ Ἕν. αὗται αἱ τέσσαρες δυνάμεις προήκαντο τὰς λοιπὰς τῶν αἰώνων προβολάς.

Ἄλλοι δὲ πάλιν αὐτῶν τὴν πρώτην καὶ ἀρχέγονον Ὀγδοάδα τούτοις τοῖς ὀνόμασιν ἐκάλεσαν· 〈πρῶτον Προαρχήν, ἔπειτα Ἀνεννόητον, τὴν〉 δὲ 〈τρίτην Ἄρρητον, καὶ τὴν〉 τετάρτη(ν) Ἀόρατον. καὶ ἐκ μὲν τῆς πρώτης Προαρχῆς προβεβλῆσθαι πρώτῳ καὶ πέμπτῳ τόπῳ Ἀρχήν, ἐκ δὲ τῆς Ἀνεννοήτου δευτέρῳ καὶ ἕκτῳ 〈τόπῳ〉 Ἀκατάληπτον, ἐκ δὲ τῆς Ἀρρήτου τρίτῳ καὶ ἑβδόμῳ τόπῳ Ἀνωνόμαστον, ἐκ δὲ τῆς Ἀοράτου Ἀγέννητον, πλήρωμα τῆς πρώτης Ὀγδοάδος. ταύτας βούλονται τὰς δυνάμεις προϋπάρχειν τοῦ Βυθοῦ καὶ τῆς 〈Σι〉γῆς.

Ἀλλὰ δὲ περὶ αὐτοῦ τοῦ Βυθοῦ διάφοροι γνῶμαι 〈παρ᾽ αὐτοῖς·〉 οἱ μὲν 〈γὰρ〉 αὐτὸν ἄζυγον λέγουσι, μήτε ἄρρενα μήτε θῆλυν, ἄλλοι δὲ τὴν Σιγὴν θήλειαν αὐτῷ συμπαρεῖναι, καὶ εἶναι ταύτην 〈τὴν〉 πρώτην συζυγίαν. οἱ δὲ περὶ τὸν Πτολεμαῖον δύο συζύγους αὐτὸν ἔχειν λέγουσιν, ἃς καὶ διαθέσεις καλοῦσιν, Ἔννοιαν καὶ Θέλησιν· πρῶτον γὰρ ἐνενοήθη τι προβαλεῖν, ὥς φασιν, ἔπειτα ἠθέλησε. διὸ καὶ τῶν δύο τούτων διαθέσεων καὶ δυνάμεων, τῆς τε Ἐννοίας καὶ τῆς Θελήσεως, ὥσπερ 〈συγ〉κραθεισ〈ῶν〉 εἰς ἀλλήλας ἡ προβολὴ τοῦ τε Μονογενοῦς καὶ τῆς Ἀληθείας κατὰ συζυγίαν ἐγένετο. οὕστινας τύπους καὶ εἰκόνας τῶν δύο διαθέσεων τοῦ Πατρὸς προελθεῖν, 〈ἐκ〉 τῶν ἀοράτων ὁρατάς, τοῦ μὲν Θελήματος τὸν Νοῦν, τῆς δὲ Ἐννοίας τὴν Ἀλήθειαν. καὶ διὰ τοῦτο τοῦ ἐπιγενητοῦ Θελήματος ὁ 〈μὲν〉 ἄρρην εἰκών 〈ἐστι〉, τῆς δὲ ἀγεννήτου Ἐννοίας ὁ θῆλυς, ἐπεὶ τὸ Θέλημα ὥσπερ δύναμις ἐγένετο τῆς Ἐννοίας. ἐν〈ε〉νόει μὲν γὰρ ἀεὶ ἡ Ἔννοια τὴν προβολήν, οὐ μέντοι γε προβάλλειν (αὐ)τὴ καθ᾽ αὑτὴν ἠδύνατο ἃ ἐνενόει· ὅτε δὲ ἡ τοῦ Θελήματος δύναμις 〈ἐπ〉εγ(ένε)τ(ο), τότε 〈ὃ〉 ἐνενόει προβάλλει.

Ἄλλος δέ τις διδάσκαλος αὐτῶν, Μάρκος 〈τοὔνομα,〉 μαγικῆς ἔμπειρος, ἃ μὲν διὰ κυβείας δρῶν, ἃ δὲ καὶ διὰ δαιμόνων, ἠπάτα πολλούς. οὗτος ἔλεγεν ἐν αὑτῷ τὴν μεγίστην ἀπὸ τῶν ἀοράτων καὶ ἀκατωνομάστων τόπων εἶναι δύναμιν. καὶ δὴ πολλάκις λαμβάνων ποτήριον ὡς εὐχαριστῶν καὶ ἐπὶ πλεῖον ἐκτείνων τὸν λόγον τῆς ἐπικλήσεως, πορφύρεον τὸ κέρασμα ἐποίει φαίνεσθαι καί ποτε ἐρυθρόν, ὡς δοκεῖν τοὺς ἀπατωμένους Χάριν τινὰ κατιέναι καὶ αἱματώδη δύναμιν παρέχειν τῷ πόματι.

Ὁ δὲ πανοῦργος τότε μὲν πολλοὺς ἔλαθε, νυνὶ δὲ ἐλεγχόμενος παύσεται· φάρμακον γάρ τι τοιαύτην δυνάμενον χρόαν παρασχεῖν λαθραίως ἐνιῶν τῷ κεράσματι, ἐπὶ πολὺ φλυαρῶν ἀνέμενεν, ὅπως τῆς ὑγρότητος μεταλαβὸν λυθῇ καὶ ἀναμιγὲν ἐπιχρώσῃ τὸ πόμα. τὰ δὲ δυνάμενα τοῦτο παρασχεῖν φάρμακα ἐν τῇ κατὰ μάγων βίβλῳ προείπομεν ἐκθέμενοι. οἷς πολλοὺς πλανῶντες ἀφανίζουσιν· οἷς 〈δ᾽〉 ἔ〈στ〉ι φίλον περιεργότερον τῷ εἰρημένῳ προσεπισχεῖν, εἴσονται τὴν Μάρκου πλάνην.

Ὃς καὶ ποτήριον πάλ〈ιν〉 ἕτερον κιρνῶν ἐδίδου γυναικὶ εὐχαριστεῖν αὐτὸς παρεστώς· καὶ ἕτερον 〈ποτήριον〉 κρατῶν, ἐκείνου μεῖζον, κενόν, καὶ εὐχαριστησάσης τῆς ἀπατωμένης δεξάμενος 〈τὸ μικρότερον,〉 ἐπέχει εἰς τὸ μεῖζον, καὶ πολλάκις ἀντεπιχέων ἕτερον εἰς ἕτερον ἐπέλεγεν οὕτως· «ἡ πρὸ τῶν ὅλων, 〈ἡ〉 ἀνεννόητος καὶ ἄρρητος Χάρις πληρώσαι σου τὸν ἔσω ἄνθρωπον καὶ πληθύναι ἐν σοὶ τὴν γνῶσιν αὐτῆς, ἐγκατασπείρουσα τὸν κόκκον τοῦ σινάπεως εἰς τὴν ἀγαθὴν γῆν». καὶ τοιαῦτά τινα ἐπειπὼν καὶ ἐκστήσας τήν τε ἀπατωμένην καὶ τοὺς παρόντας, [ὡς] θαυματοποιὸς ἐνομίζετο, τοῦ μείζονος ποτηρίου πληρουμένου ἐκ τοῦ μικροτέρου, ὡς καὶ ὑπερχεῖσθαι πλεονάζον.

Καὶ τούτου δὴ τὴν τέχνην ὁμοίως ἐ〈ν〉 τῇ προειρημένῃ βίβλῳ ἐξεθέμεθα, δείξαντες πλεῖστα φάρμακα δυνάμενα αὔξησιν παρασχεῖν ἐπιμιγέντα οὕτως ὑγραῖς οὐσίαις, μάλιστα 〈δ᾽〉 οἴνῳ κεκερασμένῳ. ὧν ἑν〈ί〉 τι〈ς〉 φαρμάκῳ [ἐν] τὸ κενὸν ποτήριον κρύβδην ἔν(δοθ)εν (π)α(ρα)χρίσ(ας), ὡς μηδὲν ἔχον δείξας, ἐπιχέων ἐκ το(ῦ) (πλήρ)ους καὶ ἐπαναχέων, ἀναλυομένου τοῦ φαρμάκου ὑπὸ τῆς τῷ ὑγρῷ μίξεως, ὄντος φυσώδους, πλεονασμὸς τοῦ κεράσματος ἐγίνετο. καὶ ἐπὶ τοσοῦτον ηὔξανεν, ἐς ὅσον 〈τὸ ποτήριον〉 ἐπαναχυνόμενον ἐκινεῖτο, τοιαύτης οὔσης τῆς τοῦ φαρμάκου φύσεως. ὃ εἰ ἀπόθοιτό τις πληρωθέν, μετ᾽ οὐ πολὺ εἰς τὸ κατὰ φύσιν μέτρον πάλιν τραπήσεται, τῆς τοῦ φαρμάκου δυνάμεως σβεσθείσης τῇ τοῦ ὑγροῦ παραμονῇ. διὸ μετὰ σπουδῆς τοῖς παροῦσι προσεδίδου πίνειν, οἱ δὲ ὡς θεῖόν τι καὶ θεῷ μεμελημένον φρίσσοντες ἅμα καὶ σπεύδοντες ἔπινον.

Τοιαῦτα δὴ καὶ ἕτερα ἐπεχείρει ὁ πλάνος ποιεῖν· διὸ ὑπὸ τῶν ἀπατωμένων ἐδοξάζετο, καὶ ποτὲ 〈μὲν〉 αὐτὸς ἐνομίζετο προφητεύειν, ποτὲ δὲ καὶ ἑτέρους ἐποίει, ὁτὲ μὲν καὶ διὰ δαιμόνων ταῦτα ἐνεργῶν, ὁτὲ δὲ καὶ κυβεύων, ὡς προείπομεν. πολλὰς τοίνυν ἐξαφανίσας, [καὶ] πολλοὺς τοιούτους 〈εἶναι,〉 μαθητὰς αὐτοῦ γενομένους, προεβίβασεν, εὐκόλους μὲν εἶναι διδάξας πρὸς τὸ ἁμαρτάνειν, ἀκινδύνους δὲ διὰ τὸ εἶναι 〈αὐτοὺς〉 τῆς τελείας δυνάμεως καὶ μετέχειν τῆς ἀνεννοήτου ἐξουσίας.

Οἷς μετὰ τὸ 〈πρῶτον〉 βάπτισμα καὶ ἕτερον ἐπαγγέλλονται, ὃ καλοῦσιν ἀπολύτρωσιν, καὶ ἐν τούτῳ ἀναστρέφοντες κακῶς τοὺς αὐτοῖς παραμένοντας ἐπ᾽ ἐλπίδι τῆς ἀπολυτρώσεως, 〈ὡς〉 δυναμένους μετὰ τὸ ἅπαξ βαπτισθῆν〈αι ἁμαρτάνον〉τας πάλιν τυχεῖν ἀφέσεως. 〈οἳ〉 καὶ διὰ τοῦ τοιούτου πανουργήματος συνέχειν δοκο(ῦ)σι τοὺς ἀκροατάς· οὓς ἐπὰν 〈οὖν〉 νομίσωσι δεδοκιμάσθαι καὶ δύνασθαι φυλάσσειν αὐτοῖς τὰ πιστά, τότε ἐπὶ 〈τὸ πρῶτον〉 λουτρὸν ἄγουσι, μηδὲ τούτῳ μόνῳ ἀρκούμενοι, ἀλλὰ καὶ ἕτερον [τι] ἐπαγγελ〈λ〉όμενοι, πρὸς τὸ συγκρατεῖν αὐτοὺς τῇ ἐλπίδι, ὅπως ἀχώριστοι ὦσι. λέγουσι γοῦν τι φωνῇ ἀρρήτῳ, ἐπιτιθέντες χεῖρα τῷ τὴν ἀπολύτρωσιν λαβόντι, ὃ φάσκουσιν ἐξειπεῖν εὐκόλως μὴ δύνασθαι εἰ μή τις εἴη ὑπερδόκιμος, ἢ ὅτε τελευτῶν〈τι〉 πρὸς τὸ οὖς ἐλθὼν λέγει ὁ ἐπίσκοπος. καὶ τοῦτο δέ 〈ἐστι〉 πανούργημα πρὸς τὸ ἀεὶ παραμένειν τοὺς μαθητὰς τῷ ἐπισκόπῳ, γλιχομένους μαθεῖν τὸ τί ποτε εἴη (ἐ)κ(εῖν)ο, τὸ ἐπ᾽ ἐσχάτων λεγόμενον, δι᾽ οὗ 〈τῶν〉 τελείων ἔσται ὁ μανθάνων. ἃ τούτου χάριν ἐσιώπη(σ)α, μή π(ο)τέ τις κακοηθίζεσθαί με αὐτοὺς νομίσῃ· καὶ γὰρ οὐ τοῦτο ἡμῖν πρόκειται, ἀλλ᾽ ἢ τὸ δεῖξαι, ὅθεν τὰς ἀφορμὰς λαβόντες τὰ δόξαντα αὐτοῖς συνεστήσαντο.

Καὶ γὰρ καὶ ὁ μακάριος πρεσβύτερος Εἰρηναῖος, παρρησιαίτερον τῷ ἐλέγχῳ 〈αὐτῶν〉 προσενεχθείς, τὰ τοιαῦτα λούσματα καὶ ἀπολυτρώσεις ἐξέθετο, ἁδρομερέστερον εἰπὼν ἃ πράσσουσιν· οἷ〈ς〉 ἐντυχόντες τινὲς αὐτῶν ἤρνηνται οὕτως παρειληφέναι, ἀεὶ ἀρνεῖσθαι μανθάνοντες. διὸ φροντὶς ἡμῖν γεγένηται ἀκριβέστερον ἐπιζητῆσαι καὶ ἀνευρεῖν λεπτομερῶς ἃ καὶ ἐν τῷ πρώτῳ λουτρῷ παραδιδόασιν, 〈οὕτω〉 τὸ τοιοῦτο καλοῦντες, καὶ ἐν τῷ δευτέρῳ, ὃ ἀπολύτρωσιν καλοῦσιν. ἀλλ᾽ οὐδὲ τὸ ἄρρητον αὐτῶν ἔλαθεν ἡμᾶς, ταῦτα δὲ συγκεχωρήσθω Οὐαλεντίνῳ καὶ τῇ αὐτοῦ σχολῇ.

Ὁ δὲ Μάρκος μιμούμενος τὸν διδάσκαλον καὶ αὐτὸς ἀναπλάσσει ὅραμα, νομίζων οὕτως δοξασθήσεσθαι· καὶ γὰρ Οὐαλεντῖνος φάσκει ἑαυτὸν ἑωρακέναι παῖδα νήπιον ἀρτιγέν〈ν〉ητον· οὗ πυθόμενος ἐπεζήτει τίς ἂν εἴη, ὁ δὲ ἀπεκρίνατο λέγων ἑαυτὸν εἶναι τὸν Λόγον· ἔπειτα προσθεὶς τραγικόν τινα μῦθον, ἐκ τούτου συνιστᾶν βούλεται τὴν ἐπικεχειρημένην αὐτῷ αἵρεσιν.

Τούτῳ δὲ ὅμοια τολμῶν ὁ Μάρκος λέγει 〈κατ〉εληλυθέναι πρὸς αὐτὸν σχήματι γυναικείῳ τὴν Τετράδα—ἐπειδή, φησί, τὸ ἄρρεν αὐτῆς ὁ κόσμος φέρειν οὐκ ἠδύνατο—καὶ μηνῦσαι αὑτὴν ἥτις ἦν καὶ τὴν τῶν πάντων γένεσιν, ἣν οὐδενὶ πώποτε οὔτε θεῶν οὔτε ἀνθρώπων ἀπεκάλυψε, τούτῳ μόνῳ διηγήσασθαι, οὕτως εἰποῦσα〈ν〉· ὅτε τὸ πρῶτον ὁ Πατήρ, 〈οὗ πατὴρ οὐδεὶς ἦν,〉 [αὐτοῦ] ὁ ἀνεν〈ν〉όητος καὶ ἀνούσιος, ὁ μήτε ἄρρεν μήτε θῆλυ, ἠθέλησεν αὐτοῦ τὸ ἄρρητον ῥητὸν γενέσθαι (κ)αὶ τὸ ἀόρατον μορφωθῆναι, ἤνοιξε τὸ στόμα καὶ προήκατο Λόγον ὅμοιον αὐτῷ· ὃς παραστὰς ἐπέδειξεν αὐτῷ ὃ ἦν, αὐτὸς τοῦ ἀοράτου μορφὴ φανείς. ἡ δὲ ἐκφώνησις τοῦ ὀνόματος ἐγένετο τοιαύτη· ἐλάλησε λόγον τὸν πρῶτον τοῦ ὀνόματος αὐτοῦ, ἥτις ἦν «ἀρχή», καὶ ἦν ἡ συλλαβὴ αὐτοῦ στοιχείων τεσσάρων· ἔπειτα συνῆψε τὴν δευτέραν, καὶ ἦν καὶ αὐτὴ στοιχείων τεσσάρων· ἑξ〈ῆς〉 ἐλάλησε τὴν τρίτην, ἥτις ἦν στοιχείων δέκα· καὶ τὴν τετάρτην ἐλάλησε, καὶ ἦν [καὶ] αὐτὴ στοιχείων δώδεκα. ἐγένετο οὖν τοῦ ὅλου ὀνόματος ἡ ἐκφώνησις στοιχείων 〈μὲν〉 τριάκοντα, συλλαβῶν δὲ τεσσάρων.

ἕκαστον δὲ τῶν στοιχείων ἴδια γράμματα καὶ ἴδιον χαρακτῆρα καὶ ἰδίαν ἐκφώνησιν καὶ σχήματα καὶ εἰκόνας ἔχειν, καὶ μηθὲν αὐτῶν εἶναι ὃ τὴν ἐκείνου καθορᾷ μορφήν, οὗπερ αὐτὸ στοιχεῖόν ἐστι〈ν· ἀλλ᾽ οὐδὲ γινώσκειν αὐ〉τόν, οὐδὲ μὴν τὴν τοῦ πλησίον αὑτοῦ ἕκαστον ἐκφώνησιν γινώσκειν, ἀλλ᾽ ὃ [μὴ δὲ] 〈αὐτὸς〉 ἐκφωνεῖ, ὡς τὸ πᾶν ἐκφωνοῦντα, [ὅτι] τὸ 〈ὅλον〉 ἡγεῖσθαι ὀνομάζειν [αὐτόν]. ἕκαστον γὰρ αὐτῶν, μέρος ὂν τοῦ ὅλου, τὸν ἴδιον ἦχον ὡς τὸ πᾶν ὀνομάζειν, καὶ μὴ παύσασ〈θαι〉 ἠχοῦντα, μέχρις ὅτου ἐπὶ τὸ ἔσχατον γράμμα τοῦ ἐσχάτου στοιχείου μονογλωττήσαντα καταντήσαι. τότε δὲ 〈καὶ〉 τὴν ἀποκατάστασιν τῶν ὅλων ἔφη γενέσθαι, ὅταν τὰ πάντα κατελθόντα εἰς τὸ ἓν γράμμα, μίαν καὶ τὴν αὐτὴν ἐκφώνησιν ἠχήσῃ· τῆς δὲ ἐκφωνήσεως εἰκόνα τὸ ἀμὴν ὁμοῦ λεγόντων ἡμῶν ὑπέθετο εἶναι. τοὺς δὲ 〈φθόγγους〉 ὑπάρχειν τοὺς μορφοῦντας τὸν ἀνούσιον καὶ ἀγέν〈ν〉ητον Αἰῶνα· καὶ εἶναι τούτους μορφάς, ἃς ὁ κύριος ἀγγέλους εἴρηκε, τὰς «διηνεκῶς βλεπούσας τὸ πρόσωπον τοῦ πατρός».

Τὰ δὲ ὀνόματα τῶν στοιχείων τὰ κοινὰ καὶ ῥητὰ αἰῶνας καὶ λόγους καὶ ῥίζας καὶ σπέρματα καὶ πληρώματα καὶ καρποὺς ὠνόμασε, τὰ 〈δὲ〉 καθ᾽ ἕ〈να〉 αὐτῶν καὶ ἑκάστου ἴδια ἐν τῷ ὀνόματι τῆς Ἐκκ(λησ)ί(ας) ἐμπερι〈ε〉χόμενα (ν)οεῖσθαι 〈ἔφη〉.

Ὧν στοιχείων τοῦ ἐσχάτου στοιχείου τὸ ὕστατον γράμμα φωνὴν προήκατο τὴν ἑαυτοῦ· οὗ ὁ ἦχος ἐξελθὼν 〈κατ᾽〉 εἰκόνα τῶν στοιχείων στοιχεῖα ἴδια ἐγέννησεν, ἐξ ὧν τά τε ἐνταῦθα διακεκο〈σ〉μῆσθαί φησι καὶ τὰ πρὸ τούτων γεγεν〈ν〉ῆσθαι. τὸ μέντοι γράμμα αὐτό, οὗ ὁ ἦχος ἦν συνεπακολουθῶν τῷ ἤχῳ κάτω, ὑπὸ τῆς συλλαβῆς τῆς ἑαυτοῦ ἀνειλῆφθαι ἄνω λέγει, εἰς ἀναπλήρωσιν τοῦ ὅλου· μεμενηκέναι δὲ εἰς τὰ κάτω τὸν ἦχον, ὥσπερ ἔξω ῥιφέντα. τὸ δὲ στοιχεῖον αὐτό, ἀφ᾽ οὗ τὸ γράμμα σὺν τῇ ἐκφωνήσει τῇ ἑαυτοῦ κατῆλθε κάτω, γραμμάτων φησὶν εἶναι τριάκοντα· καὶ ἓν ἕκαστον τῶν τριάκοντα γραμμάτων ἐν ἑαυτῷ ἔχειν ἕτερα γράμματα, δι᾽ ὧν τὸ ὄνομα τοῦ γράμματος ὀνομάζεται· καὶ μὴν πάλιν τὰ ἕτερα δι᾽ ἄλλων ὀνομάζεσθαι γραμμάτων, καὶ τὰ ἄλλα δι᾽ ἄλλων, ὥστε εἰς ἄπειρον ἐκπίπτειν τὸ πλῆθος 〈ἰ〉δίᾳ τῶν γραμμάτων γραφέντων.

Οὕτως δ᾽ ἂν σαφέστερον μάθοι τις τὸ λεγόμενον· τὸ δέλτα στοιχεῖον γράμματα ἔχει ἐν ἑαυτῷ πέντε· 〈αὐτό τε〉 τὸ δέλτα καὶ τὸ 〈ει〉 καὶ τὸ λάμβδα καὶ τὸ ταῦ καὶ τὸ ἄλφα· καὶ αὐτὰ ταῦτα τὰ γράμματα δι᾽ ἄλλων 〈γράφεται γραμμάτων, καὶ τὰ ἄλλα δι᾽ ἄλλων〉. εἰ οὖν ἡ πᾶσα ὑπόστασις τοῦ δέλτα εἰς ἄπειρον ἐκπίπτει, ἀεὶ ἄλλων ἄλλα γράμματα γεννώντων καὶ διαδεχομένων ἄλληλα, πόσῳ μᾶλλον ἐκείνου τοῦ στοιχείου μείζον᾽ εἶναι τὸν πό〈ν〉τον τῶν γραμμάτων; καὶ εἰ τὸ ἓν γράμμα ἄπειρον 〈οὕτ〉ως, ὁρᾶτε ὅλου τοῦ ὀνόματος τὸν βυθὸν τῶν γραμμάτων, ἐξ ὧν τὸν Προπάτορα ἡ Μάρκου φιλοπονία—μᾶλλον δὲ ματαιοπονία— βούλεται συνιστᾶν. διὸ καὶ τὸν Πατέρα, ἐπιστάμενον τὸ ἀχώρητον αὑτοῦ, δεδωκέναι τοῖς στοιχείοις—ἃ καὶ αἰῶνας καλεῖ—ἑνὶ ἑκάστῳ αὐτῶν τὴν ἰδίαν ἐκφώνησιν ἐκβοᾶν, διὰ τὸ μὴ δύνασθαι ἕνα τὸ ὅλον ἐκφωνεῖν.

Ταῦτα δὲ σαφηνίσασαν αὐτῷ τὴν Τετρακτὺν εἰπε〈ῖν〉· «θέλω δέ σοι καὶ αὐτὴν ἐπιδεῖξαι τὴν Ἀλήθειαν· κατήγαγ(ον) γὰρ α(ὐ)τὴ(ν) ἐκ (τ)ῶν ὕπερθεν δωμάτων, ἵνα ἴδῃς αὐτὴν γυμνὴν καὶ καταμάθῃς αὐτῆς τὸ κάλλος, ἀλλὰ καὶ ἀκούσῃς αὐτῆς λαλούσης καὶ θαυμάσῃς τὸ φρόνημα αὐτῆς. ὅρα οὖν κεφαλήν», φησίν, «ἄνω τὸ πρῶτον, ἄλφα ω, τράχηλον [τὸ] δὲ β ψ, ὤμους 〈ἅμα χερσὶ〉 γ χ, στήθη δέλτα φ, 〈διά〉φραγμα ε 〈υ〉, κοιλίαν ζ τ, αἰδοῖα η σ, μηροὺς θ ρ, γόνατα ι π, κνήμας κ ο, σφυρὰ λ ξ, πόδας μ ν». τοῦτ᾽ ἔστι τὸ σῶμα τῆς κατὰ τὸν Μάρκον Ἀληθείας, τοῦτο τὸ σχῆμα τοῦ στοιχείου, οὗτος ὁ χαρακτὴρ τοῦ γράμματος. καὶ καλεῖ τὸ στοιχεῖον τοῦτο Ἄνθρωπον· εἶναι δὲ πηγήν φησι〈ν αὐτὸ〉 παντὸς λόγου, καὶ ἀρχὴν πάσης φωνῆς, καὶ παντὸς ἀρρήτου ῥῆσιν, καὶ τῆς σιωπωμένης Σιγῆς στόμα. «καὶ τοῦτο 〈μὲν〉 τὸ σῶμα αὐτῆς· σὺ δὲ μετάρσιον ἐγείρας 〈τὸ〉 τῆς διανοίας νόημα, τὸν 〈αὐτο〉γεν〈ν〉ήτορα καὶ π〈ατ〉ροπάτορα Λόγον ἀπὸ στομάτων Ἀληθείας ἄκουε».

Ταῦτα δὲ ταύτης εἰπούσης, προσβλέψασαν αὐτῷ τὴν Ἀλήθειαν καὶ ἀνοίξασαν τὸ στόμα λαλῆσαι λόγον· τὸν δὲ λόγον ὄνομα γενέσθαι, καὶ (τ)ὸ ὄνομα εἶναι τοῦτο ὃ γινώσκομεν καὶ λαλοῦμεν, Χριστὸν Ἰησοῦν· ὃ καὶ ὀνομάσασαν αὐτὴν παραυτίκα σιωπῆσαι. προσδοκῶντος δὲ τοῦ Μάρκου πλεῖον αὐτὴν μέλλειν τι λέγειν, π(άλι)ν ἡ Τετρακτὺς παρελθοῦσα εἰς τὸ μέσον φησίν· «ὡς [ἡ] 〈ἀ〉πίθ〈α〉ν〈ον〉 ἡγήσω τὸν λόγον [τοῦτον] 〈ὃν〉 ἀπὸ στομάτων τῆς Ἀληθείας ἤκουσας· οὐ τοῦτο ὅπερ οἶδας καὶ δοκεῖς ἔχειν πάλαι [τοῦτ᾽] ἐστὶν ὄνομα· φωνὴν γὰρ ἔχεις μόνον αὐτοῦ, τὴν δὲ δύναμιν ἀγνοεῖς. Ἰησοῦς μὲν γάρ ἐστιν ἐπίσημον ὄνομα, ἓξ ἔχον γράμματα, ὑπὸ πάντων 〈τῶν〉 τῆς κλήσεως ἐπικαλούμενον· τὸ δὲ παρὰ τοῖς [πέντε] αἰῶσι τοῦ πληρώματος, πολυμερὲς τυγχάνον, ἄλλης ἐστὶ μορφῆς καὶ ἑτέρου τύπου, γινωσκόμενον ὑπ᾽ ἐκείνων τῶν συγγενῶν (αὐτοῦ), ὧν τὰ μεγέθη παρ᾽ αὐτῷ ἐστι διὰ π(αν)τός». «Ταῦτα 〈οὖν〉 τὰ παρ᾽ ὑμῖν εἰκοσιτέσσαρα γράμματα ἀπορροίας γίνωσκε ὑπάρχειν τῶν τριῶν δυνάμ(εων) [(καὶ)] εἰκ(ον)〈ικ〉άς, τῶν ἐμπεριεχουσῶν τὸν ὅλον [καὶ] τῶν ἄνω στοιχείων ἀριθμόν.

τ(ὰ) μὲν γὰρ ἄφωνα γράμματα ἐννέα νόμισον εἶναι τοῦ Πατρὸς καὶ τῆς Ἀληθείας, διὰ τὸ ἀφώνους αὐτοὺς εἶναι, τουτέστιν ἀρρήτους καὶ ἀνεκλαλήτους· τὰ δὲ ἡμίφωνα, ὀκτὼ ὄντα, τοῦ Λόγου καὶ τῆς Ζωῆς, διὰ τὸ μέσα ὥσπερ ὑπάρχειν τῶν τε ἀφώνων καὶ τῶν φωνηέντων καὶ ἀναδεδέχθαι τῶν μὲν ὕπερθεν τὴν ἀπόρ〈ρο〉ιαν, τῶν δὲ ὑπ᾽ αὐτὰ τὴν ἀναφοράν· τὰ δὲ φωνήεντα καὶ αὐτά, ἑπτὰ ὄντα, τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας, ἐπεὶ διὰ τοῦ Ἀνθρώπου ἡ φωνὴ προελθοῦσα ἐμόρφωσε τὰ ὅλα· ὁ γὰρ ἦχος τῆς φωνῆς μορφὴν αὐτοῖς περιεποίησεν. ἔστιν οὖν ὁ μὲν Λόγος [ὁ] ἔχων καὶ ἡ Ζωὴ [ἡ] τὰ ὀκτώ, ὁ δὲ Ἄνθρωπος καὶ ἡ Ἐκκλησία τὰ ἑπτά, ὁ δὲ Πατὴρ καὶ ἡ Ἀλήθεια τὰ ἐννέα.

Ἐπὶ δὲ τοῦ ὑστερήσαντος λόγου ὁ ἀφεδρασθεὶς ἐν τῷ Πατρὶ κατῆλθεν, ἐκπεμφθεὶς ἐπὶ τὸν ἀφ᾽ οὗ ἐχωρί〈σ〉θη ἐπὶ διορθώσει τῶν πραχθέντων, ἵνα ἡ τῶν πληρωμάτων ἑνότης, ἐπ〈ὶ〉 τῷ 〈ἴσῳ〉 ἀριθμῷ οὖσα, καρποφορῇ μίαν ἐν πᾶσι τὴν ἐκ πάντων δύναμιν. καὶ οὕτως ὁ τῶν ἐπτὰ τὴν τῶν ὀκτὼ ἐκομίσατο δύναμιν, καὶ ἐγένοντο οἱ τρεῖς τόποι ὅμοιοι τοῖς ἀριθμοῖς, ὀγδοάδες ὄντες· οἵτινες τρὶς ἐφ᾽ ἑαυτοὺς ἐλθόντες τὸν τῶν εἰκοσιτεσσάρων ἀνέδειξαν ἀριθμόν».

Τὰ μέντοι τρία στοιχεῖα, 〈ἅ〉 φησιν αὐτὸς τῶν τριῶν ἐν συζυγίᾳ δυνάμεων ὑπάρχειν, ἅ ἐστιν ἕξ, ἀφ᾽ ὧν ἀπερ〈ρ〉ύη τὰ εἰκοσιτέσσαρα στοιχεῖα, τετραπλασιασθέντα τῷ τῆς ἀρρήτου Τετράδος λόγῳ τὸν αὐτὸν 〈αὐ〉τοῖς ἀριθμὸν ποιεῖ. ἅπερ φησὶ τοῦ ἀνωνομάστου ὑπάρχειν· φορεῖσθαι δὲ αὐτὰ ὑπὸ τῶν τριῶν δυνάμεων εἰς ὁμοιότητα τοῦ ἀοράτου, ὧν στοιχείων εἰκόνας εἰκόνων [ὧν] 〈τὰ παρ᾽ ἡμῖν〉 τρία διπλᾶ γράμματα ὑπάρχειν· ἃ συναριθμούμενα τοῖς εἰκοσιτέσσαρσι στοιχείοις δυνάμει τῇ κατὰ ἀναλογίαν τὸν τῶν τριάκοντα ποιεῖ ἀριθμόν.

Τούτου τοῦ λόγου καὶ τῆς οἰκονομίας ταύτης καρπόν φησιν «ἐν ὁμοιώματι εἰκόνος» πεφηνέναι ἐκεῖ(νον) τὸν μετὰ τὰς ἓξ ἡμέρας τέταρτον ἀναβάντα εἰς τὸ ὄρος καὶ γενόμενον ἕκτον, τὸν καταβάντα καὶ κρατηθέντα ἐν τῇ Ἑβδομάδι, ἐπίσημον Ὀγδοάδα ὑπάρχοντα καὶ ἔχοντα ἐν ἑαυτῷ τὸν ἅπαντα τῶν στοιχείων ἀριθμόν. ὃν ἐφανέρωσεν, ἐλθόντος αὐτοῦ ἐπὶ τὸ βάπτισμα, ἡ τῆς περιστερᾶς κάθοδος, ἥτις ἐστὶν ω καὶ ἄλφα, δι᾽ ἀρι(θ)μοῦ δηλουμένη ὀκτακοσίων ἑνός. καὶ διὰ τοῦτο Μωσέα ἐν τῇ ἕκτῃ ἡμέρᾳ λέγειν τὸν ἄνθρωπον γεγονέναι· καὶ τὴν οἰκονομίαν δὲ τοῦ πάθους ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν—ἥτις ἐστὶν ἡ παρασκευή—, 〈ἐν〉 ᾗ τὸν ἔσχατον ἄνθρωπον εἰς ἀναγέννησιν τοῦ πρώτου ἀνθρώπου πεφηνέναι. ταύτης τῆς οἰκονομίας ἀρχὴν καὶ τέλος τὴν ἕκτην ὥραν εἶναι, ἐν ᾗ προσηλώθη τῷ ξύλω. τὸν γὰρ τέλειον Νοῦν, ἐπιστάμενον τὸν τῶν ἓξ ἀριθμὸν δύναμιν ποιήσε〈ως〉 καὶ ἀναγεννήσεως ἔχοντα, φανερῶσαι «τοῖς υἱοῖς τοῦ φωτὸς» τὴν διὰ τοῦ φανέντος ἐπισήμου εἰς 〈αὐ〉τὸν [δι᾽ αὐτοῦ] γενομένην ἀναγέννησιν. ἔνθεν καὶ τὰ διπλᾶ γράμματα τὸν ἀριθμὸν ἐπίσημον ἔχειν φησίν· ὁ γὰρ ἐπίσημος ἀριθμὸς συγκερασθεὶς τοῖς εἰκοσιτέσσαρσι στοιχείοις τὸ τριακονταγράμματον ὄνομα ἀπετέλεσε.

Κέχρηται δὲ διακόνῳ τῷ τῶν ἑπτὰ ἀριθμῶν μεγέθει, ἵνα τῆς αὐτοβουλήτου 〈βουλῆς〉 φανερωθῇ ὁ καρπός. τὸν μέντοι ἐπίσημον 〈τοῦτον ἀριθμὸν〉 ἐπὶ τοῦ παρόντος, φησί, τὸν ἐπὶ τοῦ ἐπισήμου μορφωθέντα νόησον, τὸν ὥσπερ μερισθέντα 〈ἢ διχοτομηθέντα〉 καὶ ἔξω μείναντα. ὃς τῇ ἑαυτοῦ δυνάμει τε καὶ φρονήσει διὰ τῆς 〈ἀπ᾽〉 αὐτοῦ προβολῆς τοῦτον 〈τὸν〉 [τὴν ζωὴν] τῶν ἑπτὰ δυνάμεων μιμήσει τῆς Ἑβδομάδος δυνάμεως ἐψύχωσε κόσμον καὶ ψυχὴν ἔθετο εἶναι τοῦ ὁρωμένου παντός. κέχρηται μὲν οὖν καὶ 〈αὐτὸς〉 οὗτος τῷδε 〈τῷ〉 ἔργῳ ὡς αὐθαιρέτως ὑπ᾽ αὐτοῦ γενομένῳ, τὰ 〈δὲ〉 † διακονεῖ, † μιμήματα ὄντα τῶν ἀμιμήτων, τὴν ἐνθύμησιν τῆς Μητρός.

Καὶ ὁ μὲν (π)ρῶτος οὐρανὸς φθέγγεται τὸ ἄλφα, ὁ δὲ μετὰ τοῦτον τὸ 〈ει〉, ὁ δὲ τρίτος τὸ ἦτα, (ὁ) δ(ὲ) τέταρτος καὶ [ὁ] μέσος τῶν ἐπτὰ τὴν τοῦ ἰῶτα δύναμιν, ὁ δὲ πέμπτος τὸ 〈ου〉, ἕκτος δὲ τὸ 〈υ〉, ἕβδομος δὲ καὶ τέταρτος ἀπὸ τοῦ μέσου τὸ 〈ω〉. αἳ δὲ δυνάμεις πᾶσαι εἰς ἓν συμπλακεῖσαι ἠχοῦσι καὶ δοξάζουσιν ἐκεῖνον ὑφ᾽ οὗ προεβλήθησαν, ἡ δὲ δόξα τῆς ἠχήσεως ἀνεπέμφθη πρὸς τὸν Προπάτορα. ταύτης μέν(τ)οι τῆς δοξολογίας τὸν ἦχον εἰς τὴν γῆν φερόμενόν φησι πλάστην γενέσθαι καὶ γεν〈ν〉ήτορα τῶν ἐπὶ τῆς γῆς.

Τὴν δὲ ἀπόδειξιν 〈φέρει〉 ἀπὸ τῶν ἄρτι γεν〈ν〉ωμένων βρεφῶν, ὧν ἡ ψυχὴ ἅμα τῷ ἐκ μήτρας προελθεῖν ἐπιβοᾷ ὁμοίως ἑνὸς ἑκάστου τῶν στοιχείων τούτων τὸν ἦχον. καθὼς οὖν 〈αἱ〉 ἐπτά, φησίν, δυνάμεις δοξάζουσι τὸν Λόγον, οὕτω καὶ ἡ ψυχὴ ἐν τοῖς βρέφεσι κλαίουσα 〈καὶ θρηνοῦσα δοξάζει αὐτόν〉. διὰ τοῦτο δέ φησι καὶ τὸν Δα(βὶ)δ εἰρηκέναι· «ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον» καὶ πάλιν· «οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ». ἐπὰν δὲ ἐν πόνοις γένηται ἡ ψυχή, [ὡς] ἐπιβοᾷ οὐδὲν ἕτερον ἢ τὸ 〈ω〉, ἐφ᾽ ᾧ ἀνίεται, ὅπως γνωρίσασα ἡ ἄνω ψυχὴ τὸ συγγενὲς αὐτῆς, βοηθὸν αὐτῇ καταπέμψῃ.

Καὶ περὶ τούτων μὲν οὕτως· περὶ δὲ τῆς τῶν εἰκοσιτεσσάρων στοιχείων γενέσεως οὕτως λέγει· τῇ Μονότητι συνυπάρχειν Ἑνότητα, ἐξ ὧν δύο προβολαί, Μονάς τε καὶ τὸ Ἕν· δὶς δύο οὖσαι, τέσσαρες ἐγένοντο— δὶς γὰρ δύο τέσσαρες. —καὶ πάλιν αἱ δύο καὶ τέσσαρες εἰς τὸ αὐτὸ συντεθεῖσαι τὸν τῶν ἓξ ἐφανέρωσαν ἀριθμόν, οὗτοι δὲ οἱ ἓξ τετραπλασιασθέντες τὰς εἰκοσιτέσσαρας 〈ἀπεκύησαν μορφάς〉. καὶ τὰ μὲν τῆς 〈πρώτης〉 τετράδος ὀνόματα, ἅγια ἁγίων νοούμενα καὶ μὴ δυνάμενα λεχθῆναι, γινώσκεσθαι δὴ ὑπὸ μόνου τοῦ Υἱοῦ—ταῦτα ὁ Πατὴρ 〈οἶ〉δε τίνα ἐστί. —τὰ 〈δὲ ἄλλα, τὰ μετὰ σεμνότητος καὶ〉 μετὰ ἐ〈ν〉τροπῆς καὶ μετὰ πίστεως ὀνομαζόμενα παρ᾽ αὐτῷ, ἐστὶ ταῦτα· Ἄρρητος καὶ Σιγή, Πατὴρ καὶ Ἀλήθεια.

Ταύτης δὲ τῆς τετράδος ὁ σύμπας ἀριθμός ἐστι στοιχείων εἰκοσιτεσσάρων· ὁ γὰρ Ἄρρητος ἔχει στοιχεῖα ἑπτ(ά), ἡ 〈δὲ〉 Σ〈ε〉ιγὴ πέ(ντ)ε, καὶ ὁ Πατὴρ πέντε, καὶ 〈ἡ〉 Ἀλήθεια ἑπτά. ὡσαύτως δὲ καὶ ἡ δευτέρα τετράς, Λόγος καὶ Ζωή, Ἄνθρωπος καὶ Ἐκκλησία, τὸν αὐτὸν ἀριθμὸν τῶν στοιχείων ἀνέδειξαν. καὶ τὸ τοῦ Σωτῆρος 〈δὲ〉 ῥητὸν ὄνομα 〈Ἰησοῦς〉 γραμμάτων ὑπάρχειν ἕξ, τὸ δὲ 〈ἄρ〉ρητον αὐτοῦ—〈τὸ〉 ἐπ᾽ ἀριθμῷ τῶν κατὰ ἓν 〈στοιχεῖον〉 γραμμάτων—[τουτέστι τὸν Ἰησοῦν] στοιχείων ἐστὶν εἰκοσιτεσσάρων· Υἱὸς δὲ Χρ〈ε〉ιστὸς 〈γραμμάτων〉 δώδεκα, τὸ δὲ ἐν τῷ Χριστῷ ἄρ(ρ)ητον γρ(αμμ)άτων τριάκοντα— καὶ αὐτὸ 〈ἐπὶ〉 τοῖς ἐν αὐτῷ γράμμασι κατὰ ἓν στοιχεῖον ἀριθμουμένοις· τὸ γὰρ Χρ〈ε〉ιστός ἐστι στοιχείων ὀκτώ· τὸ μὲν γὰρ χεῖ τριῶν, τὸ δὲ ῥ〈ῶ〉 δύο, καὶ τὸ 〈ει〉 δύο, καὶ 〈τὸ〉 ἰ〈ῶτα〉 τεσσάρων, τὸ 〈δὲ〉 σ〈ῖγμα〉 πέντε, καὶ τὸ τ〈αῦ〉 τριῶν, τὸ δὲ 〈ου〉 δύο, καὶ τὸ 〈σὰ〉ν τριῶν 〈*〉 οὕτως τὸ ἐν τῷ Χριστῷ ἄρρητον 〈ὄνομα〉 φάσκουσι στοιχείων 〈εἶναι〉 τριάκοντα. —καὶ διὰ τοῦτο δέ φασιν αὐτὸν λέγειν· «ἐγὼ τὸ ἄλφα καὶ τὸ 〈ω〉», ἐπιδεικνύντα τὴν περιστεράν, τοῦτον ἔχουσαν τὸν ἀριθμόν, ὅ ἐστιν ὀκτακόσια ἕν.

Ὁ δὲ Ἰησοῦς ταύτην [μὲν] ἔχει, 〈φησί,〉 τὴν ἄρρητον γένεσιν· ἀπὸ γὰρ τῆς μητρὸς τῶν ὅλων, τῆς πρώτης τετράδος, ἐν θυγατρὸς τόπῳ προῆλθεν ἡ δευτέρα τετράς, καὶ ἐγένετο ὀγδοάς, ἐξ ἧς προῆλθεν ἡ δεκάς· οὕτως ἐγένετο [ἰῶτα εἶτα] δεκαοκτώ. ἡ οὖν δεκάς, ἐπισυνελθοῦσα τῇ ὀγδοάδι καὶ δεκαπλασίονα αὐτὴν ποιήσασα, τὸν τῶν ὀγδοήκοντα 〈προεβίβασεν ἀριθμόν· καὶ τὰ ὀγδοήκοντα〉 πάλιν δεκαπλασιάσασα τὸν τῶν ὀκτακοσίων ἀριθμὸν ἐγέννησεν· ὥστε εἶναι τὸν ἅπαντα τῶν γραμμάτων ἀριθμόν, ἀπὸ ὀγδοάδος εἰς δεκά〈δα〉 προελθόντα, [εἶναι] 〈η〉 καὶ 〈π〉 καὶ 〈ω〉, ὅ ἐστιν Ἰησοῦς. τὸ γὰρ Ἰησοῦς ὄνομα κατὰ τὸν ἐν τοῖς γράμμασιν ἀριθμόν ἐστιν ὀκτακόσια ὀγδοηκονταοκτώ. 〈διὸ〉 καὶ τὸ〈ν〉 ἀλφάβητον δὲ τὸ〈ν〉 Ἑλληνικὸν ἔχει〈ν〉 μονάδας ὀκτὼ 〈καὶ δεκάδας ὀκτὼ〉 καὶ ἑκατοντάδας ὀκτώ, τὴν τῶν ὀκτακοσίων ὀγδοηκονταοκτὼ ψῆφον ἐπιδεικνύοντα, τουτέστι τὸν Ἰησοῦν, ἐκ πάντων συνεστῶτα τῶν ἀριθμῶν. καὶ διὰ τοῦτο ἄλφα 〈καὶ 〈ω〉〉 ὀνομάζεσθαι αὐτόν, τὴν ἐκ πάντων 〈αὐτοῦ〉 γένεσιν σημαίνοντα.

Περὶ δὲ τῆς τούτου δημιουργίας ο(ὕ)τως λέγει· ἀπὸ τῆς τετράδος τῆς δευτέρας δυνάμεις ἀπορ〈ρ〉υεί(σ)α(ς) δεδημιουργηκέναι τὸν ἐπὶ γῆς φανέντα Ἰησοῦν· καὶ τοῦ 〈μὲν〉 Λόγου τὸν τό〈πο〉ν ἀναπεπληρωκέναι τὸν ἄγγελον Γαβριήλ, τῆς δὲ Ζωῆς τὸ ἅγιον Πνεῦμα, τοῦ δὲ Ἀνθρώπου τὴν τοῦ ὑψίστου δύναμιν, τῆς δὲ Ἐκκλησίας τὴν παρθένον, οὕτως 〈τε〉 ὁ κατ᾽ οἰκονομίαν διὰ τῆς Μαρίας γενεσιουργεῖται παρ᾽ αὐτῷ ἄνθρωπος, 〈ὃν ὁ Πατὴρ τῶν ὅλων διελθόντα διὰ μήτρας ἐξελέξατο διὰ Λόγου εἰς ἐπίγνωσιν αὐτοῦ〉. ἐλθόντος δὲ αὐτοῦ εἰς τὸ ὕδωρ, κατελθεῖν εἰς αὐτὸν ὡς περιστερὰν τὸν ἀναδραμόντα ἄνω καὶ πληρώσαντα τὸν δωδέκατον ἀριθμόν, ἐν ᾧ ὑπάρχει τὸ σπέρμα τούτων τῶν συσπαρέντων αὐτῷ καὶ συγκαταβάντων καὶ συναναβάντων. ταύτην δὲ τὴν δύναμιν τὴν καταβᾶσαν εἰς αὐτὸν 〈σπέρμα〉 φησὶν εἶναι τοῦ Πατρός, ἔχον ἐν ἑαυτῷ καὶ τὸν Πατέρα καὶ τὸν Υἱόν, τήν τε διὰ τούτων γινωσκομένην ἀνονόμαστον δύναμιν τῆς Σιγῆς καὶ τοὺς ἅπαντας αἰῶνας.

Καὶ τοῦτο εἶναι τὸ πνεῦμα τὸ [ἐν αὐτῷ] φω〈νῆ〉σαν διὰ τοῦ στόματος τοῦ Ἰησοῦ, τὸ ὁμολογῆσαν ἑαυτὸ Υἱὸν ἀνθρώπου καὶ φανερῶσαν τὸν Πατέρα· κατελθὸν μέντοι γε εἰς τὸν Ἰησοῦν ἡνῶσθαι αὐτῷ. 〈καὶ〉 καθεῖλε μὲν τὸν θάνατον, φησίν, ὁ ἐκ 〈τῆς〉 οἰκονομίας σωτὴρ 〈Ἰησοῦς〉, ἐγνώρισε δὲ τὸν Πατέρα Χριστόν [Ἰησοῦν]. εἶναι οὖν τὸν Ἰησοῦν ὄνομα μὲν τοῦ ἐκ τῆς οἰκονομίας ἀνθρώπου λέγει, τεθεῖσθαι δὲ 〈εἰς〉 ἐξομοίωσιν καὶ μόρφωσιν τοῦ μέλλοντος εἰς αὐτὸν κατέρχεσθαι Ἀνθρώπου· ὃν χωρήσαντα αὐτὸν ἐσχηκέναι, αὐτόν τε [εἶναι] τὸν Ἄνθρωπον, αὐτόν 〈τε〉 τὸν Λόγον, 〈καὶ〉 [αὐτὸν] τὸν Πατέρα καὶ 〈τὸν〉 Ἄρρητον καὶ τὴν Σιγὴν καὶ τὴν Ἀλήθειαν καὶ Ἐκκλησίαν καὶ Ζωήν.

Ταῦτα μὲν οὖν πρόδηλα εἶναι πᾶσιν ἐλπίζω τοῖς ὑγιαίνοντα νοῦν κεκτημένοις ὄντα ἄκυρα καὶ μακρὰν τῆς κατὰ θεοσέβειαν γνώσεως 〈ἀπεμφαίνοντα〉, ὄντα μέρη ἀστρολογικῆς ἐφευρέσεως καὶ ἀριθμητικῆς Πυθαγορείου, καθὼς οἱ φιλομαθεῖς εἴσεσθε, ἐν τοῖς προμεριμνηθεῖσιν ἡμῖν ἐκκειμένων τούτων τῶν δογμάτων. ἵνα δὲ σαφέστερον τούτους ἐπιδείξωμεν οὐ Χριστοῦ μαθητάς, ἀλλὰ Πυθαγόρου καὶ τῶν περὶ τὰ μετέωρα [τῶν] ἀστρ〈ολόγ〉ων ἀπ(ῃο)λημένων, ὅσα 〈ἐν〉 ἐπιτομῇ δυνατόν ἐστιν ἐκθήσομαι. λέγουσι γὰρ ταῦτα· Ἐκ (μ)ονάδος καὶ δυά(δ)ος τὰ ὅλα συνεστάναι· καὶ ἀπὸ [μὲν] μονάδος ἕως τῶν τεσσάρων ἀριθμοῦντες οὕτως γεννῶσι τῆν δεκάδα. πάλιν δ᾽ αὖ 〈ἡ〉 δυὰς 〈ἀφ᾽ αὑτῆς〉 προελθοῦσα ἕως τοῦ ἐπισήμου, οἷον δύο καὶ τέσσαρες καὶ ἕξ, τὴν δωδεκάδα ἐπέδειξε. καὶ πάλιν ἀπὸ τῆς δυάδος 〈ὁμοίως〉 ἀριθμούντων ἡμῶν ἕως τῶν δέκα ἡ τριακοντὰ〈ς〉 ἀνεδείχθη, ἐν ᾗ ὀγδοὰς καὶ δεκὰς καὶ δωδεκάς. τὴν οὖν δωδεκάδα, διὰ τὸ ἐπίσημ(ον) ἐσχηκέναι συνεπακολουθῆσαν αὐτῇ, τὸ ἐπίσημον πάθος 〈λέγουσι〉. καὶ διὰ τοῦτο, περὶ τὸν δωδέκατον ἀριθμὸν τοῦ σφάλματος γενομένου, τὸ πρόβατον ἀποσκιρτῆσαν πεπλανῆσθαι, 〈ἐπειδὴ τὴν ἀποστασίαν ἀπὸ δωδεκάδος φάσκουσι γεγενῆσθαι〉. ὁμοίως δὲ καὶ ἐπὶ τῆς δεκάδος· καὶ ἐπὶ τούτων τὴν δραχμὴν λέγουσιν, ἣν ἀπολέσασα γυνή, ἅψασα λύχνον ἐζήτει.

τὴν δὲ ἐπὶ ἑνὶ προβάτῳ ἀπώλειαν καὶ τὴν 〈ἐπὶ μιᾶς δραχμῆς〉 συντιθέντες, 〈τὸν〉 τῶν ἐνενήκοντα ἐννέα ἑαυτοῖς ἀριθμὸν μυθεύουσιν, ὡς τῶν ἕνδεκα ἐπισυμπλεκομένων τοῖς ἐννέα ποιεῖν τὸν τῶν ἐνενήκοντα ἐννέα ἀριθμόν· καὶ τούτου χάριν λέγεσθαι τὸ ἀμήν, περιέχον ἀριθμὸν ἐνενήκοντα ἐννέα.

Ἄλλον δὲ ἀριθμὸν οὕτω λέγουσι· τὸ ἦτα στοιχεῖον σὺν 〈μὲν〉 τῷ ἐπισήμῳ ὀγδοάδα εἶναι, ἀπὸ τοῦ ἄλφα ὀγδόῳ κείμενον τόπῳ· εἶτα πάλιν ἄνευ τοῦ ἐπισήμου ψηφίζοντες τὸν ἀριθμὸν αὐτῶν τῶν στοιχείων καὶ συντιθέντες μέχρι τοῦ ἦτα, τὸν 〈τῶν〉 τριάκοντα ἀριθμὸν ἐπιδεικνύουσιν.

ἀρξάμενος γάρ τις ἀπὸ τοῦ ἄλφα 〈καὶ τελευτῶν〉 εἰς τὸ ἦτα 〈κατὰ〉 τὸν ἀριθμὸν τῶν στοιχείων, ὑπεξαιρούμενος 〈δὲ〉 τὸ ἐπίσημον 〈καὶ ἐπισυντιθεὶς τὴν ἐπαύξησιν τῶν γραμμάτων〉, εὑρήσει 〈τὸν τῶν〉 τριάκοντα ἀριθμόν. 〈καὶ ἐντεῦθεν ἀποδεικνύουσι τὴν Ὀγδοάδα μητέρα τῶν τριάκοντα αἰώνων.〉 ἐπεὶ οὖν ἐκ τῶν τριῶν δυνάμεων ἥνωται ὁ τῶν τριάκοντα ἀριθμός, 〈τρὶς〉 αὐτὸς γενόμενος τὰ ἐνενήκοντα ἐποίησε —τρὶς γὰρ τριάκοντα ἐνενήκοντα—. 〈καὶ αὐτὴ δὲ ἡ τριὰς ἐφ᾽ ἑαυτὴν συντεθεῖσα ἐννέα ἐγέννησεν.〉 οὕτως ἡ ὀγδοὰς τὸν τῶν ἐνενήκοντα ἐννέα ἀπεκύησεν ἀριθμόν. —〈τουτέστιν〉 ἐκ 〈τῆς〉 πρώτης ὀγδοάδος καὶ δωδεκά(δ)ος καὶ δεκάδος· ἧς ποτὲ μὲν ὡς ὁλοκλήρου συνάγοντες τὸν ἀριθμὸν ποιοῦσι τριακοντάδα· ποτὲ δὲ 〈τῆς δωδεκάδος〉 τὸν δωδέκατον ὑφαιροῦντες ψηφίζουσι(ν) ἕνδεκα, καὶ ὁμοίως 〈τῆς δεκάδος ὑφαιροῦντες〉 τὸν δέκατον ψηφίζουσιν ἐννέα, ταῦτά τε ἐπισυμπλέκοντες [καὶ δεκαπλασιάσαντες] ἀριθμὸν ἐπιτελοῦσι 〈τὸν〉 τῶν ἐνενήκοντα ἐννέα. — Ἐπειδὴ δὲ ὁ δωδέκατος αἰὼν καταλείψας τοὺς 〈ἄνω〉 ἕνδεκα καὶ ἀποστὰς κάτω ἐχώρησε, φάσκουσι κατάλληλον καὶ τοῦτο· ὁ γὰρ τύπος τῶν γραμμάτων διδάσκει.

ἑνδέκατον γὰρ τῶν γραμμάτων κεῖσθαι τὸ 〈λ〉, ὅ ἐστιν ἀριθμὸς τῶν τριάκοντα, 〈καὶ〉 κεῖσθαι αὐτὸ κατ᾽ εἰκόνα τῆς ἄνω οἰκονομίας, ἐπειδὴ ἀπὸ τοῦ ἄλφα—χωρὶς τοῦ ἐπισήμου— αὐτῶν τῶν γραμμάτων ὁ ἀριθμὸς ἕως τοῦ 〈λ〉 συντ(ε)θειμένος 〈κατὰ〉 τὴν παραύξησιν τῶν γραμ(μά)τω(ν) σὺν αὐτῷ τῷ 〈λ〉 τὸν 〈τῶν〉 ἐνενήκοντα ἐννέα ποιεῖ ἀριθμόν. ὅτι δὲ τὸ 〈λ〉, ἑνδεκάτῳ κείμενον τόπῳ, ἐπὶ τὴν τοῦ ὁμοίου αὐτῷ κατῆλθε ζήτησιν, ἵνα ἀναπληρώσῃ τὸν δωδέκατον ἀριθμόν, καὶ εὑρὸν αὐτὸν ἐπληρώθη, φανερὸν εἶναι ἐξ αὐτοῦ τοῦ σχήματος τοῦ στοιχείου. τὸ γὰρ Λ, ὥσπερ ἐπὶ τὴν τοῦ ὁμοίου αὐτῷ ζήτησιν παραγενόμενον, καὶ εὑρὸν 〈καὶ εἰς ἑαυτ〉ὸ[ν] ἁρπάσαν 〈αὐτόν〉, τὴν τοῦ δωδεκάτου ἀνεπλήρωσε χώραν, τοῦ Μ στοιχείου ἐκ δύο Λ [καὶ 〈η〉] συγκειμένου. διὸ δὴ καὶ φ〈ε〉ύγειν αὐτοὺς διὰ τῆς γνώσεως τὴν τῶν ἐνενήκοντα ἐννέα χώραν—τουτέστι τὸ ὑστέρημα—, τύπον ἀριστερᾶς χειρός, μεταδιώκειν δὲ τὸ ἕν, ὃ προστεθὲν τοῖς ἐνενήκοντα ἐννέα εἰς τὴν δεξιὰν αὐτοὺ〈ς〉 χεῖρα μετέ〈στησεν.

Αὐτὴν δὲ τὴν κτίσιν κατ᾽ εἰκόνα τῶν ἀοράτων ὑπὸ τοῦ δημιουργοῦ, ὡς ἀγνοοῦντος αὐτοῦ, κατε〉σκευάσθαι διὰ τῆς Μητρὸς 〈οὕτως〉 λέγουσι· Πρῶτον μὲν τὰ τέσσαρα στοιχεῖά [ἃ] φασιν—πῦρ, ὕδωρ, γῆν, ἀέρα— εἰκόνα προβεβλῆσθαι τῆς ἄνω τετράδος· τάς τε ἐνεργείας αὐτῶν συναριθμοῦντες, οἷον θερμόν, ψυχρόν, ὑγρόν, ξηρόν, λέγουσιν ἀκριβῶς ἐξεικονίζειν τὴν ὀγδοάδα. ἑξῆς 〈δὲ〉 δέκα δυνάμεις οὕτω καταριθμοῦσιν· ἑπτὰ 〈μὲν〉 σώματα κυκλοειδῆ, ἃ καὶ οὐρανοὺς καλοῦσιν, ἔπειτα τὸν περιεκτικὸν αὐτῶν κύκλον, ὃν καὶ ὄγδοον οὐρανὸν ὀνομάζουσι, πρὸς δὲ τούτοις ἥλιόν τε καὶ σελήνην. καὶ ταῦτα δέκα ὄντα τὸν ἀριθμὸν εἰκόνας λέγουσιν εἶναι τῆς ἀοράτου δεκάδος, τῆς ἀπὸ Λόγου καὶ Ζωῆς 〈προελθούσης〉. τὴν 〈δὲ〉 δωδεκάδα 〈μηνύεσθαι〉 διὰ τοῦ ζῳδιακοῦ καλουμένου κύκλου· τὰ γὰρ δώδεκα ζῴδια φανερώτατα τὴν τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας θυγατέρα Δωδεκάδα ἀποσκιάζειν λέγουσι.

Καὶ ἐπεὶ ἀντ〈επ〉εζεύχθη, φασί, τῇ τῶν ὅλων [ἀνα]φορᾷ, ὠκυτάτῃ ὑπαρχούσῃ, ὁ ὑπερ〈τε〉θεὶς ο(ὐ)ρανός, ὁ πρὸς αὐτῷ τῷ κύτει βαρύνων καὶ ἀντιταλαντεύων τὴν ἐκείνων ὠκύτητα τῇ ἑαυτοῦ βραδυτῆτι, ὡς ἐν τριάκοντα ἔτεσι τὴν περίοδον ἀπὸ σημείου ἐπὶ σημεῖον ποιεῖσθαι, εἰκόνα λέγουσιν αὐτὸν τοῦ Ὅρου, τοῦ τὴν τριακοντώνυμον Μητέρα αὐτῶν περιέχοντος. τὴν σελήνην τε πάλιν, τὸν 〈ἑαυτῆς〉 οὐρανὸν ἐκπεριε〈ρ〉χομένην ἐν τριάκοντα ἡμέραις, διὰ τῶν ἡμερῶν τὸν ἀριθμὸν τῶν 〈τριάκοντα〉 αἰώνων ἐκτυποῦν. καὶ τὸν ἥλιον δέ, ἐν δώδεκα μησὶν ἐκπεριε〈ρ〉χόμενον καὶ τερματίζοντα τὴν κυκλικὴν αὑτοῦ ἀποκατάστασιν, 〈διὰ τῶν δώδεκα μηνῶν〉 τὴν δωδεκάδα φανεροῦν. καὶ αὐτὰς δὲ τὰς ἡμέρας, δώδεκα ὡρῶν τὸ μέτρον ἐχούσ(ας), τύπον τῆς φαεινῆς δωδεκάδος εἶναι. καὶ αὐτοῦ δὲ τοῦ ζῳδιακοῦ κύκλου τὴν περίμετρον εἶναι μοιρῶν τριακοσίων ἑξήκοντα· ἕκαστον 〈γὰρ〉 ζῴδιον μοίρας ἔχειν τριάκοντα· οὕτω δὴ καὶ διὰ τοῦ κύκλου τὴν εἰκόνα τῆς συναφείας τῶν δώδεκα πρὸς 〈τὰ〉 τριάκοντα τετηρῆσθαι λέγουσιν. ἔτι μὴν καὶ τὴν γῆν εἰς δώδεκα κλίματα διῃρῆσθαι φάσκοντες, καὶ καθ᾽ ἓν ἕκαστον κλίμα ἀνὰ μίαν δύναμιν ἐκ τῶν οὐρανῶν κατὰ κάθετον ὑποδεχομένην καὶ ὡμοιωμένα τίκτουσαν τέκνα τῇ καταπεμπούσῃ [κατὰ] τὴν ἀπόρροιαν δυνάμει, τύπον 〈εἶναι〉 τῆς ἄνω δωδεκάδος.

Πρὸς δὲ τούτοις, θελήσαντά 〈φασι〉 τὸν δημιουργὸν τῆς ἄνω Ὀγδοάδος τὸ ἀπέραντον καὶ αἰώνιον καὶ ἀόριστον καὶ ἄχρονον μιμήσασθαι, καὶ μὴ δυνηθέντα τὸ μόνιμον αὐτῆς καὶ [τὸ] ἀΐδιον ἐκτυπῶσαι, διὰ τὸ καρπὸν α(ὐ)τὸν εἶναι ὑστερήματος, εἰς [τοῦτο] χρόνους καὶ καιρούς, ἀριθμούς τε πολυετεῖς [πρὸς] τὸ αἰώνιον αὐτῆς 〈κατα〉τεθεῖσθαι, οἰόμενον ἐν τῷ πλήθει τῶν χρόνων μιμήσασθαι αὐτῆς τὸ ἀόριστον. ἐνταῦθα δὲ λέγουσιν, ἐκφυγούσης αὐτὸν τῆς ἀληθείας, ἐπηκολουθηκέναι τὸ ψεῦδος, καὶ διὰ τοῦτο, πληρωθέντων τῶν χρόνων, κατάλυσιν λαβεῖν αὐτοῦ τὸ ἔργον.

Ταῦτα μὲν οὖν οἱ ἀπὸ τῆς Οὐαλεντίνου σχολῆς περί τε τῆς κτίσεως καὶ περὶ τοῦ παντὸς λέγουσιν, ἑκάστοτε καινότερόν 〈τι〉 ἐπιγεννῶντες· καὶ τοῦτο καρποφορίαν νομίζουσιν, εἴ τις μεῖζον 〈ψεῦσμα〉 ὁμοίως ἐφευρὼν τερατ(ουρ)γ(εῖν) δόξει. καὶ ἐκ τῶν γραφῶν ἕκαστα πρὸς τοὺς προειρημένους ἀριθμοὺς ἐφευρίσκοντες σύμφωνα, κατηγοροῦσι Μωσέως καὶ τῶν προφητῶν, φάσκοντες ἀλ〈λ〉ηγορικῶς αὐτοὺς τὰ μέτρα τῶν αἰώνων λέγειν· ἃ παρατιθέναι μοι οὐκ ἔδοξε〈ν, ὄν〉τα φλύαρα καὶ ἀσύστατα, ἤδη τοῦ μακαρίου πρεσβυτέρου Εἰρηναίου δεινῶς καὶ πεπονημένως [ὡς] τὰ δόγματα αὐτῶν διελέγξαντος. παρ᾽ οὗ καὶ 〈ἡμεῖς τὰ〉 αὐτῶν ἐφευρήματα 〈μεταλαβόντες ἐξεθέμεθα,〉 ἐπιδεικνύντες αὐτοὺς 〈ἐκ τῆς〉 Πυθαγορείου φιλοσοφίας καὶ ἀστρολόγων (π)εριε(ργ)ίας ταῦτα σφετερισαμένους ἐγκαλεῖν Χριστῷ [ὡς] ταῦτα παραδεδωκέναι. ἀλλ᾽ ἐπεὶ ἱκανῶς νομίζω καὶ τὰ τούτων φλύαρα δόγματα ἐκτεθεῖσθαι, σαφῶς τε ἐπιδεδεῖχθαι τίνων εἶεν μαθηταὶ Μάρκος τε καὶ Κολάρβασος, οἱ τῆς Οὐαλεντίνου σχολῆς διάδοχοι γενόμενοι, ἴδωμεν τί λέγει καὶ Βασιλείδης.