Ἔστιν οὖν κατὰ τὸν Σίμωνα τὸ μακάριον καὶ ἄφθαρτον ἐκεῖνο ἐν παντὶ 〈ἀνθρώπῳ〉 κεκρυμμένον δυνάμει, οὐκ ἐνεργείᾳ, ὅπερ ἐστὶν ὁ ἑστὼς στὰς στησόμενος· ἑστὼς ἄνω ἐν τῇ ἀγεννήτῳ δυνάμει, στὰς κάτω ἐν τῇ ῥοῇ τῶν ὑδάτων, ἐν εἰκόνι γεννηθείς, στησόμενος ἄνω παρὰ τὴν μακαρίαν ἀπέραντον δύναμιν, ἐὰν ἐξεικονισθῇ. τρεῖς γάρ, φησίν, εἰσὶν ἑστῶτες 〈αἰῶνες〉, καὶ ἄνευ τοῦ τρεῖς εἶναι ἑστῶτας αἰῶνας οὐ κοσμεῖ ὁ γεννητός, ὁ κατ᾽ αὐτοὺς ἐπὶ τοῦ ὕδατος φερόμενος, ὁ καθ᾽ ὁμοίωσιν ἀναπεπλασμένος τέλειος ἐπου(ράν)ιος, 〈ὁ〉 κατ᾽ οὐδεμίαν ἐπίνοιαν ἐνδεέστερος τῆς ἀγεννήτου δυνάμεως (γε)ν〈ν〉ώμενος. τοῦτ᾽ ἔστιν, 〈φησίν,〉 ὃ λέγουσιν· «ἐγὼ καὶ σὺ ἕν· 〈τὸ〉 πρὸ ἐμοῦ σύ, τὸ μετὰ σὲ ἐγώ». αὕτη, φησίν, ἐστὶ〈ν ἡ〉 δύναμις μία, διῃρημένη 〈δ᾽〉 ἄνω κάτω, αὑτὴν γεννῶσα, αὑτὴν αὔξουσα, αὑτὴν ζητοῦσα, αὑτὴν εὑρίσκουσα, αὑτῆς μήτηρ οὖσα, αὑτῆς πατήρ, αὑτῆς ἀδελφή, αὑτῆς σύζυγος, αὑτῆς θυγάτηρ, αὑτῆς υἱός, [μήτηρ, πατήρ,] ἓν οὖσα· ῥίζα τῶν ὅλων.