Ἐπεὶ 〈οὖν〉 οὐδέν, 〈φησίν, ἦν,〉 οὐχ ὕλη, οὐκ οὐσία, οὐκ ἀνούσιον, οὐχ ἁπλοῦν, οὐ σύνθετον, οὐ νοητόν, οὐκ αἰσθητόν, οὐκ ἄνθρωπος, οὐκ ἄγγελος, οὐ θεός, οὐδὲ ὅλως τι τῶν ὀνομαζομένων ἢ δι᾽ αἰσθήσεως λαμβανομένων ἢ νοητῶν πραγμάτων, ἀλλ᾽ οὕτω καὶ ἔτι λεπτομερ〈εστέρ〉ως πάντων ἁπλῶς περιγεγραμμένων, 〈ὁ〉 οὐκ ὢν θεός—ὃν Ἀριστοτέλης καλεῖ νόησιν νοήσεως, οὗτοι δὲ οὐκ ὄντα—ἀνοήτως, ἀναισθήτως, ἀβουλ〈ήτ〉ως, ἀπροαιρέτως, ἀπαθῶς, ἀνεπιθυμήτως κόσμον ἠθέλησε ποιῆσαι. τὸ δὲ «ἠθέλησε» λέγω, φησί, σημασίας χάριν 〈τὸ〉 ἀθελήτως καὶ ἀνοήτως καὶ ἀναισθήτως· «κόσμον» δὲ οὐ τὸν κατὰ διαίρεσιν γεγενημένον καὶ ὕστερον κατὰ πλάτος διεστῶτα, ἀλλὰ γὰρ σπέρμα κόσμου. τὸ δὲ σπέρμα τοῦ κόσμου πάντα εἶχεν ἐν ἑαυτῷ, ὡς ὁ τοῦ σινάπεως κόκκος ἐν ἐλαχίστῳ συλλαβὼν ἔχει πάντα ὁμοῦ 〈κεχυμένα〉· τὰς ῥίζας, τὸ πρέμνον, τοὺς κλάδους, τὰ φύλλα, τὰ ἀνεξαρίθμητα [μετὰ] 〈πλήθη〉 τῶν κόκκων (ἀπ)ὸ τοῦ φυτοῦ γεννώμενα, σπέρματα πάλιν 〈γινόμενα〉 ἄλλων καὶ ἄλλων πολλάκις φυτῶν [κεχυμένα].