Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Ἱππόλυτος Ῥώμης

Βιβλίο Ζ΄: Βασιλείδης, Μαρκίων, Σατορνείλος και ελάσσονες αιρέσεις

Έλεγχος του συστήματος του Βασιλείδη με βάση την αριστοτελική φιλοσοφία, παρουσίαση του μαρκιωνισμού ως προερχόμενου από τον Εμπεδοκλή και αναφορά σε άλλες γνωστικές ομάδες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 5 από 9

ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ Ζ Τάδε ἔνεστιν ἐν τῇ ἑβδόμῃ τοῦ κατὰ πασῶν αἱρέσεων ἐλέγχου· Τίς ἡ δόξα Βασιλείδου, καὶ ὅτι τοῖς Ἀριστοτέλους δόγμασι καταπλαγεὶς ἐξ αὐτῶν τὴν αἵρεσιν συνεστήσατο. Καὶ τίνα Σατορνεῖλος λέγει, ὁ Βασιλείδῃ σχε〈δ〉ὸν 〈συν〉ακμάσας.

Πῶς καὶ 〈Μέν〉ανδρος ἐπεβάλετο εἰπεῖν ὑπὸ ἀγγέλων τὸν κόσμον γεγονέναι. Τίς ἡ Μαρκίωνος ἀπόνοια, καὶ ὅτι τὸ δόγμα αὐτο〈ῦ〉 οὐ καινὸν οὐδὲ ἐξ ἁγίων γραφῶν, ἀλλὰ Ἐμπεδοκλέους (τ)υγχάνει. Πῶς Καρποκράτης ματαιάζει, καὶ αὐτὸς ὑπὸ ἀγγέλων τὰ ὄντα φάσκων γεγενῆσθαι.

Ὅτι Κήρινθος μηδὲν ἐκ γραφῶν 〈λαβών〉, ἀλλ᾽ ἐκ τῶν Αἰγυπτίοις δοξάντων, 〈τὴν〉 δόξαν συνεστήσατο. Τίνα τὰ τοῖς Ἐβιωναίοις δοκοῦντα, καὶ ὅτι ἔθεσιν Ἰουδαϊκοῖς μᾶλλον προσέχουσι. Πῶς καὶ ὁ Θεόδοτος πεπλάνηται, ἃ μὲν 〈ἐκ〉 τῶν Ἐβιωναίων ἐρανισάμενος, 〈ἃ δ᾽ ἐκ τοῦ Κηρίνθου〉.

Καὶ τίνα Κέρδωνι ἔδοξε, καὶ αὐτῷ τὰ Ἐμπεδοκλέους εἰπόντι καὶ κακῶς προβιβάσ(α)ντι τὸν Μαρκίωνα. Καὶ πῶς Λουκιανός, μαθητὴς γενόμενος Μαρκίωνος, ἀπηρυθριασ[ε]μένως τὸν θεὸν ἐβλασφήμησεν. Ὅτι καὶ Ἀπελ〈λ〉ῆς, 〈καὶ αὐτὸς Μαρκίωνος〉 γενόμενος μαθητής, οὐ τὰ αὐτὰ τῷ διδασκάλῳ ἐδογμάτισεν, ἀλλὰ ἐκ φυσικῶν δογμάτων κινηθεὶς τὴν οὐσίαν τοῦ παντὸς ὑπέθετο.

Πελάγει κλυδωνιζομένῳ ὑπὸ βίας ἀνέμων ἐοικότα [ὁρῶντες] τὰ τῶν αἱρετικῶν δόγματα ἐχρῆν τοὺς ἀκροατὰς 〈ὁρμῶντας〉 παραπλεῖν, ἐπιζητοῦντας τὸν εὔδιον λιμένα. τὸ γὰρ τοιοῦτον πέλαγός ἐστι καὶ θηριῶδες καὶ δύσβατον, ὡς 〈φέρ᾽〉 εἰπεῖν τὸ Σικελιωτικόν, ἐν ᾧ μυθεύεται 〈καὶ〉 Κύκλωψ καὶ Χάρυβδις καὶ Σκύλ(λ)α (καὶ) (Πλ)α(γκταὶ) 〈καὶ〉 τὸ Σειρήνων ὄρος, ὃ διαπλεῦσαι τὸν Ὀδυσσέα φάσκουσιν Ἑλλήνων οἱ ποιηταὶ πανούργως χρησάμενον τῇ τῶν π〈α〉ραξέ〈ν〉ων θηρ〈ί〉ων δεινότητι· διάφορος γὰρ ἡ τούτων ὠμότης πρὸς τοὺς διαπλέοντας ἦν. αἱ δὲ Σειρῆνες λιγὺ ᾄδουσαι καὶ μουσικῶς ἠπάτων τοὺς παραπλέοντας, πείθουσαι ἡδείᾳ φωνῇ προσάγειν τοὺς ἀκροωμένους. τοῦτο 〈δὲ〉 μαθόντα φασὶ τὸν Ὀδυσσέα κατακηρῶσαι τὰς ἀκοὰς τῶν ἑταίρων, ἑαυτὸν δὲ τῷ ξύλῳ προσδήσαντα παραπλεῦσαι ἀκινδύνως τὰς Σειρῆνας, 〈καίπερ〉 κατακούσαντα τῆς τούτων ᾠδῆς. ὃ ποιῆσαι τοῖς ἐντυγχάνουσιν συμβουλὴ 〈ἐμή〉, καὶ ἢ τὰ ὦτα κατακηρώσα(ν)τας δι᾽ ἀσθένειαν διαπλεῦσαι τὰ τῶν αἱρετικῶν δόγματα, μηδε〈νὸς〉 κατακούσαντας 〈τῶν〉 πείθειν εὐκόλως δυναμένων πρὸς ἡδονήν, ὡς 〈τὸ〉 λιγυρὸν ᾆσμα 〈τῶν〉 Σειρήνων, ἢ ἑαυτὸν τῷ ξύλῳ Χριστοῦ προσδήσαντα, πιστῶς κατακούσαντα μὴ ταραχθῆναι, πεποιθότα ᾧ προσεσφίγγετ〈ο〉, καὶ ἑστηκέν〈αι〉 ὀρθόν.

Ἐπειδὴ οὖν ἐν ταῖς πρὸ ταύτης βίβλοις ἓξ ἐκτεθείμεθα τὰ 〈τοῖς〉 πρότερον 〈δοκοῦντα〉, δοκεῖ νῦν 〈καὶ〉 τὰ Βασιλείδου μὴ σιωπᾶν 〈ὄν〉τα Ἀριστοτέλους τοῦ Σταγειρίτου δόγματα, οὐ Χριστοῦ. ἀλλ᾽ εἰ καὶ πρότερον 〈ὑφ᾽ ἡμῶν〉 ἔκκειται τὰ Ἀριστοτέλει δοκοῦντα, οὐδὲ νῦν ὀκνήσομεν προϋποθέσθαι ἐν συντόμῳ, πρὸς τὸ τοὺς ἐντυγχάνοντας διὰ τῆς 〈τού〉των ἐγγίονος ἀντιπαραθέσεως συνιδεῖν εὐκόλως τὰ ὑπὸ Βασιλείδου 〈εὑρεθέντα〉 ὄντα Ἀριστοτελικὰ σοφιστεύματα.

Ἀριστοτέλης μὲν οὖν τὴν οὐσίαν διαιρεῖ τριχῶς· ἔστι γὰρ αὐτῆς τὸ μέν τι γένος, τὸ δέ τι εἶδος [ὡς], τὸ δέ τι ἄτομον. ἄτομον δὲ οὐ διὰ σμικρότητα σώματος ἐκεῖνος λέγει, ἀλλὰ 〈τὸ〉 φύσει τομὴν ἀναδέξασθαι μηδ᾽ ἡντιναοῦν δυνάμενον. τὸ δὲ γένος ἐστὶν οἱονεὶ σωρός τις, ἐκ πολλῶν καὶ διαφόρων καταμεμιγμένος σπερμάτων, ἀφ᾽ οὗ γένους οἱονεί τινος σωροῦ πάντα τὰ τῶν γεγονότων εἴδη διακέ〈κρ〉ιται. καὶ ἔστι τὸ γένος ἓ(ν) ὂν πᾶσι τοῖς γεγενημένοις ἀρκοῦν. ἵνα δὲ σαφὲς ἔσται τὸ λεγ(ό)μεν(ο)ν, δείξω διά του παραδείγματος, δι᾽ οὗ ἐπὶ τὴν ὅλην τοῦ Περιπάτου θεωρίαν ἀναδραμεῖν ἔσται.

Λέγομεν εἶναι ζῷον ἁπλῶς, οὐχὶ τὶ ζῷον· ἔστι δὲ τοῦτο τὸ ζῷον οὐ βοῦς, οὐχ ἵππος, οὐκ ἄνθρωπος, [οὐ θεός,] οὐκ ἄλλο τι τῶν ὁτιδήποτε ἔστι δηλοῦν, ἀλλ᾽ ἁπλῶς ζῷον. ἀπὸ τούτου 〈δὲ〉 τοῦ ζῴου αἱ πάντων τῶν κατὰ μέρος ζῴων ἰδέαι τὴν ὑπόστασιν ἔχουσι, καὶ ἔστι πᾶσι τοῖς ζῴοις τοῖς γεγενημένοις ἐν 〈ε〉ἴδεσι τοῦτο τὸ ἀν〈ε〉ίδεον ζῷον 〈ἀρχή〉, καὶ τῶν γεγενημένων οὐδὲ ἕν 〈ἐστιν〉. ἔστι γὰρ ζῷον ἄνθρωπος, ἀπ᾽ ἐκείνου τοῦ ζῴου λαμβάνων τὴν ἀρχήν, καὶ ζῷον ἵππος, ἀπ᾽ ἐκείνου τοῦ ζῴου λαμβάνων τὴν ἀρχήν. ὁ 〈οὖν ἄνθρωπος καὶ〉 ἵππος καὶ βοῦς καὶ κύων καὶ τῶν ἄλλων ζῴων ἕκαστον ἀπὸ τοῦ ζῴου τοῦ ἁπλῶς λαμβάνει τὴν ἀρχήν, ὅ ἐστι τούτων οὐδὲ ἕν.

Εἰ δὲ οὐκ ἔστι τούτων οὐδὲ ἓν ἐκεῖνο τὸ ζῷον, ἐξ οὐκ ὄντων 〈γε〉 γέγονεν κατ᾽ Ἀριστοτέλην ἡ τῶν γεγενημένων ὑπόστασις. 〈ἐκεῖνο〉 γὰρ τὸ ζῷον, ὅθεν ταῦτα 〈τὰ ζῷα〉 ἐλήφθη κατὰ μέρος, ἐστὶν οὐδὲ ἕν· οὐδὲ ἓν δὲ ὄν, γέγονε τῶν ὄντων μία τις ἀρχή. τίς δὲ ὁ ταύτην καταβεβλημένος τὴν 〈μὴ〉 οὖσαν τῶν γεγονότων ἀρχήν, ὕστερον ἐροῦμεν, ἐπὶ τὸν οἰκεῖον ἐρχόμενοι τούτου λόγον.

Ἐπειδὴ 〈δ᾽〉 ἔστιν ἡ οὐσία τριχῇ 〈διῃρημένη〉, ὡς ἔφην, 〈εἰς〉 γένος, εἶδος, ἄτομον, καὶ ἐθέμεθα τὸ ζῷον εἶναι γένος, τὸν δὲ ἄνθρωπον εἶδος, τῶν πολλῶν ζῴων ἤδη κεχωρισμένον, [ἔτι] συγκεχυμένον δὲ ὅμως ἔτι καὶ μήπω μεμορφωμένον εἰς εἶδος οὐσίας ὑποστατῆς, ὀνόματι μορφώσας τὸν ἀπὸ τοῦ γένους 〈κατὰ μέρος〉 ληφθέντα ἄνθρωπον ὀνομάζω 〈αὐτὸ〉ν Σωκράτην ἢ Διογένην ἤ τι τῶν πολλῶν ὀνομάτων ἕν· καὶ ἐπειδὰν ὀνόματι καταλάβω τὸν ἄνθρωπον, εἶδος 〈ἀπὸ〉 γένους γεγενημένον, ἄτομον καλῶ τὴν τοιαύτην οὐσίαν. ἐτμήθη γὰρ τὸ μὲν γένος εἰς εἶδος, τὸ δὲ εἶδος εἰς ἄτομον, τὸ δὲ ἄτομον, ἐπειδὰν γένηται ὀνόματι κατειλημμένον, οὐχ οἷόν 〈τε〉 τμηθῆναι κατὰ φύσιν εἰς ἄλλο τι, ὡς ἐτέμομεν τῶν προλελεγμένων ἕκαστον.

Ταύτην Ἀριστοτέλης «〈τὴν〉 πρώτως καὶ κυριώ(τα)τα καὶ μάλιστα 〈λεγομένην〉 (οὐ)σί(α)ν» κ(α)λ(εῖ), «τὴ(ν) μήτε καθ᾽ ὑποκειμένου τινὸς λεγομένην μήτ᾽ ἐν ὑποκειμένῳ 〈τινὶ〉 οὖσαν». καθ᾽ ὑποκειμένου 〈δὲ〉 λέγει [οἷον εἰ] τὸ γένος—ὅπερ ἔφη〈ν〉 ζῷον—, 〈τὸ〉 κατὰ πάντων τῶν κατὰ μέρος ὑποκειμένων ζῴων—οἱονεὶ βοός, ἵππου, 〈ἀνθρώπου,〉 καὶ τῶν ἐφεξῆς—κοινῷ ὀνόματι λεγόμενον. ἀληθὲς γάρ ἐστιν εἰπεῖν ὅτι ζῷον ἄνθρωπός ἐστι, καὶ ζῷον ἵππος, καὶ ζῷον [ἔστι] βοῦς, καὶ τῶν ἄλλων ἕκαστον. τοῦτ᾽ ἔστι τὸ καθ᾽ ὑποκειμένου, τὸ ἓν ὄν, κατὰ πολλῶν καὶ διαφόρων τοῖς 〈ε〉ἴδεσι δυνάμενον ὁμοίως λέγεσθαι. οὐδὲ〈ν〉 γὰρ διαφέρει ἵππος ἀνθρώπου ᾗ ζῷον, ο〈ὐ〉δὲ βοῦς· ὅρος γὰρ ὁ τοῦ ζῴου πᾶσιν ἁρμόζει τοῖς ζῴοις, ὁμοίως λεγόμενος. τί γάρ ἐστι ζῷον ἂν ὁριζώμεθα, πάντα τὰ ζῷα 〈ὁ〉 κοινὸς καταλήψεται ὅρος. ζῷον δ᾽ ἔστιν οὐσία ἔμψυχος, αἰσθητική· τοῦτο 〈οὖν〉 βοῦς, ἵππος, ἄνθρωπος, 〈καὶ〉 τῶν ἄλλων ἕκαστον. «Ἐν ὑποκειμένῳ δέ», φησίν, ἐστὶν, «ὃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστι». 〈τοῦτ᾽ ἔστι〉 τῶν συμβεβηκότων τῇ οὐσίᾳ ἕκαστον. ὃ καλεῖται πο(ι)ότης, καθ᾽ ὃ ποιοί τινες λεγόμεθα— οἷον λευκοί, [γλαυκοί,] μέλανες, δίκαιοι, ἄδικοι, σώφρονες, 〈ἄφρονες,〉 καὶ τὰ τούτων παραπλήσια. —τούτων γὰρ ἓν αὐτὸ καθ᾽ αὑτὸ [τῷ] 〈ἀ〉δύνατόν ἐστι γενέσθαι, ἀλλὰ δεῖ ἔν τινι εἶναι.

Εἰ δὲ οὔτε τὸ ζῷον, ὃ κατὰ πάντων λέγω τῶν καθ᾽ ἕκαστα ζῴων, οὔτε 〈τὰ〉 συμβεβηκότα, ἃ ἐν πᾶσιν οἷς συμβέβηκεν εὑρίσκεται, δυνατά 〈ἐστιν〉 αὐτὰ καθ᾽ αὑτὰ γενέσθαι, ἐκ τούτων δὲ συμπληροῦται τὰ ἄτομα, 〈ἐκ〉 τῶν οὐκ ὄντων γέ ἐστιν ἡ τριχῇ διῃρημένη οὐσία, οὐκ ἐξ ἄλλων, συνεστῶσα. «〈ἡ〉 πρώτως» ἄρα «καὶ κυριώτατα καὶ μάλιστα λεγομένη οὐσία», 〈ἣ〉 ἐκ τούτων ὑπάρχει, ἐξ οὐκ ὄντων κατὰ τὸν Ἀριστοτέλην ἐστὶν 〈γεγενημένη〉.

Ἀλλὰ περὶ μὲν τῆς οὐσίας ἀρκέσει τὰ λεγόμενα 〈τὸ〉 νῦν. οὐ μόνον δὲ ἡ οὐσία καλεῖται [τὸ] γένος, εἶδος, ἄτομον, ἀλλὰ καὶ ὕλη καὶ εἶδος καὶ στέρησις· διαφέρει δὲ οὐδέ〈ν〉, ἐν το〈ῖς α〉ὐτοῖς μενούσης τῆς τομῆς. τοιαύτης δὲ οὔσης τῆς οὐσίας, ἔστιν ἡ τοῦ κόσμου διαταγὴ γεγενημένη κατ᾽ αὐτὸν τοιοῦτόν τινα τρόπον. ὁ κόσμος ἐστὶ κατ᾽ Ἀριστοτέλην διῃρημένος εἰς μέρη πλείονα καὶ (δ)ι(άφορα· καὶ ἔ)στι (τ)οῦ κόσμου 〈τὸ μὲν〉 μέρος τοῦθ᾽, ὅπερ ἐστὶν ἀπὸ τῆς γῆς μέχρι τῆς σελήν(ης), ἀπρονόητον, ἀκυβέρνητον, ἀρκούμενον μόνῃ τῇ φύσει τῇ ἑαυτοῦ· τὸ δὲ μετὰ τὴν σελήνην 〈μέρος〉 μέχρι τῆς ἐπιφανείας τοῦ οὐρανοῦ ἐν πάσῃ τάξει καὶ προνοίᾳ καὶ κυβερνήσει 〈ἐστὶ〉 τεταγμένον. ἡ δ᾽ ἐπιφάνεια 〈τοῦ οὐρανοῦ〉, πέμπτη τις οὖσα οὐσία, φυσικῶν 〈ἐστιν〉 ἀπηλλαγμένη στοιχείων πάντων, ἀφ᾽ ὧν ὁ κόσμος τὴν σύστασιν ἔχει, καὶ ἔστιν αὕτη [τίς] ἡ πέμπτη κατὰ τὸν Ἀριστοτέλην οὐσία οἱονεὶ οὐσία τις ὑπερκόσμιος.

Καὶ γέγονεν αὐτῷ κατὰ τὴν διαίρεσιν τοῦ κόσμου καὶ ὁ 〈περὶ〉 τῆς φιλοσοφίας διῃρημένος λόγος. Φυσικὴ γάρ τις ἀκρόασις αὐτῷ γέγονεν, ἐν ᾗ πεπόνηται περὶ τῶν φύσει καὶ οὐ προνοίᾳ διοικουμένων ἀπὸ τῆς γῆς μέχρι τῆς σελήνης πραγμάτων. γέγονε δὲ αὐτῷ καὶ Μετὰ τὰ φυσικὰ περὶ τῶν μετὰ 〈τὴν〉 σελήνην ἰδία τις ἄλλη οὕτως ἐπιγραφομένη πραγματεία λόγων. γέγονε δὲ αὐτῷ 〈καὶ〉 περὶ 〈τῆς〉 πέμπτης οὐσίας ἴδιος λόγος, ὅς ἐστιν αὐτῷ θεολογούμενος. τοιαύτη τίς 〈ἐστι〉 καὶ ἡ διαίρεσις τῶν λόγων, ὡς τύπῳ περιλαβεῖν, 〈τῆς〉 κατ᾽ Ἀριστοτέλην φιλοσοφίας. (Ὁ) δὲ Περὶ ψυχῆς αὐτῷ λόγος ἐστὶν ἀσαφής· ἐν τρισὶ γὰρ συγγράμ〈μ〉ασιν ὅλοις οὐκ ἔστιν εἰπεῖν σαφῶς ὅ τι φρονεῖ περὶ ψυχῆς Ἀριστοτέλης. ὃν γὰρ ἀποδίδωσι 〈περὶ〉 τῆς ψυχῆς ὅρον ἔστιν εἰπεῖν ῥᾴδιον, τὸ δὲ ὑπὸ 〈τοῦ〉 ὅρου δεδηλωμένον ἐστὶ δυσεύρετον. ἔστι γάρ, φησί, ψυχὴ φυσικοῦ σώματος ὀργανικοῦ ἐντελέχεια· ἣ τίς ποτ᾽ ἔστι〈ν εὑρεῖν〉, λόγων 〈πάνυ πολλῶν〉 δεῖται καὶ μεγάλης ζητήσεως. ὁ δὲ θεός, ὁ πάντων τούτων τῶν ὄντων καλῶν αἴτιος, οὗτος τῆς ψυχῆς ἐστι [πάνυ πολλῶν], καὶ 〈ἐν〉 μακροτέρῳ λόγῳ θεωροῦντι, γνωσθῆναι χαλεπώτερος. ὁ γὰρ ὅρος, ὃν Ἀριστοτέλης ἀποδίδωσι περὶ τοῦ θεοῦ, χαλεπὸς μὲν οὐκ ἔστι〈ν εἰπεῖν〉, γνωσθῆναι [νοηθῆναι] δ᾽ ἔστιν ἀμήχανος. νόησις γάρ, φησίν, ἐστὶ νοήσεως· ὅπερ ἐστί· παντάπασιν οὐκ ὤν.

ὁ δὲ κόσμος ἄφθαρτος 〈καὶ〉 ἀίδιος κατ᾽ Ἀριστοτέλην ἐστίν· οὐδὲν γὰρ ἔχει πλημμελὲς ἐν αὑτῷ, προνοίᾳ καὶ φύσει κυβερνώμενος. καταβέβληται δὲ Ἀριστοτέλης οὐ μόνον περὶ φύσεως καὶ κόσμου καὶ προνοίας καὶ θεοῦ λόγους, ἀλλὰ γὰρ γέγονεν αὐτῷ καὶ πραγματεία τις λόγων ἠθικῶν· ἐπιγράφε〈ται〉 δὲ ταῦτα Ἠθικὰ βιβλία, δι᾽ ὧν σπουδαῖον ἐκ φαύλου τὸ τῶν ἀκροωμένων ἦθος ἐργάζεται.

Ἐὰν 〈οὖν〉 ὁ Βασιλείδης εὑρεθῇ μὴ τῇ δυνάμει μόνῃ ἀλλὰ καὶ τοῖς λόγοις αὐτοῖς καὶ τοῖς ὀνόμασι τὰ τοῦ Ἀριστοτέλους δόγματα εἰς τὸν εὐαγγελικὸν καὶ σωτήριον ἡμῶν λόγον μεθαρμοζόμενος, τί λείψει ἢ τὰ ἀλλότρια ἀποδόντας 〈ἡμᾶς〉 ἐπιδεικνύναι τοῖς τούτου μαθηταῖς ὅτι ἐθνικοὺς ὄντας αὐτοὺς «Χριστὸς οὐδὲν ὠφελήσει».

Βασιλείδης τοίνυν καὶ Ἰσίδωρος, ὁ Βασιλείδου παῖς γνήσιος καὶ μαθητής, φασὶν εἰρηκέναι Ματθίαν αὐτοῖς λόγους ἀποκρύφους, οὓς ἤκουσε παρὰ τοῦ σωτῆρος κατ᾽ ἰδίαν διδαχθείς. ἴδωμεν οὖν πῶς καταφανῶς Βασιλείδης ὁμοῦ καὶ Ἰσίδωρος καὶ πᾶς ὁ τούτων χορὸς οὐχ ἁπλῶς καταψεύδο〈ν〉ται μόνου Ματθίου, ἀλλὰ γὰρ καὶ τοῦ σωτῆρος αὐτοῦ.

Ἦν, φησί, ποτὲ 〈ὅτε〉 ἦν οὐδέν· ἀλλ᾽ οὐδὲ τὸ «οὐδὲν» ἦν τι τῶν ὄντων, ἀλλὰ Ψιλῶς καὶ ἀνυπονοήτως 〈καὶ〉 δίχα παντὸς σοφίσματος ἦν ὅλως οὐδέν. ὅταν δὲ λέγω, φησί, τὸ «ἦν», οὐχ ὅτι ἦν λέγω, ἀλλ᾽ ἵνα σημάνω τοῦτο ὅπερ βούλομαι δεῖξαι [λέγω, φησίν], ὅτι ἦν ὅλως οὐδέν. ἔστι δέ, φησίν, ἐκεῖνο ἁπλῶς οὐκ ἄρρητον, 〈ὃ «ἄρρητον»〉 ὀνομάζεται· «ἄρρητον» γὰρ αὐτὸ καλοῦμεν, ἐκεῖνο δὲ οὐκ ἄρρητον. καὶ δὲ τὸ οὐκ ἄρρητον «οὐκ ἄρρητον» ὀνομάζεται, ἀλλ᾽ ἔστι, φησίν, «ὑπεράνω παντὸς ὀνόματος ὀνομαζομένου».

Οὐδὲ γὰρ τῷ κόσμῳ, φησίν, ἐξαρκεῖ τὰ ὀνόματα—οὕτως ἐστὶ πολυσχιδής—, ἀλλ᾽ ἐπιλέλοιπε· καὶ οὐ〈δέν τι μᾶλλον〉 δέχομαι, φησί, κατὰ πάντων 〈πραγμάτων〉 εὑρεῖν κυρίως ὀνόματα. ἀλλὰ δὴ 〈δεῖ〉 τῇ διανοίᾳ, (οὐ) τοῖς (ὀν)όμασι, τῶν ὀνομαζομένων τὰς ἰδιότητας ἀρρήτως ἐκλαμβάνειν· ἡ γὰρ ὁμωνυμία ταραχήν, 〈φησίν,〉 ἐμπεποίηκε καὶ πλάνην 〈περὶ〉 τῶν πραγμάτων τοῖς ἀκροωμένοις.

Τοῦτο 〈οὖν〉 πρῶτον σφετέρισμα καὶ κλέμμα 〈ἀπὸ〉 τοῦ Περιπάτου λαβόντες ἀπατῶσι τὴν ἄ〈γ〉νοιαν τῶν συναγελαζομένων ἅμ᾽ αὐτοῖς. πολλαῖς γὰρ γενεαῖς Ἀριστοτέλης Βασιλείδου γεγενημένος πρότ〈ερ〉ος, τὸν περὶ τῶν ὁμωνύμων ἐν ταῖς Κατηγορίαις καταβέβληται λόγον· ὃν ὡς ἴδιον οὗτοι καὶ καινόν τινα, καὶ τῶν Ματθίου λόγων κρυφίων τινῶν ἕν〈α〉 διασαφοῦσιν.

Ἐπεὶ 〈οὖν〉 οὐδέν, 〈φησίν, ἦν,〉 οὐχ ὕλη, οὐκ οὐσία, οὐκ ἀνούσιον, οὐχ ἁπλοῦν, οὐ σύνθετον, οὐ νοητόν, οὐκ αἰσθητόν, οὐκ ἄνθρωπος, οὐκ ἄγγελος, οὐ θεός, οὐδὲ ὅλως τι τῶν ὀνομαζομένων ἢ δι᾽ αἰσθήσεως λαμβανομένων ἢ νοητῶν πραγμάτων, ἀλλ᾽ οὕτω καὶ ἔτι λεπτομερ〈εστέρ〉ως πάντων ἁπλῶς περιγεγραμμένων, 〈ὁ〉 οὐκ ὢν θεός—ὃν Ἀριστοτέλης καλεῖ νόησιν νοήσεως, οὗτοι δὲ οὐκ ὄντα—ἀνοήτως, ἀναισθήτως, ἀβουλ〈ήτ〉ως, ἀπροαιρέτως, ἀπαθῶς, ἀνεπιθυμήτως κόσμον ἠθέλησε ποιῆσαι. τὸ δὲ «ἠθέλησε» λέγω, φησί, σημασίας χάριν 〈τὸ〉 ἀθελήτως καὶ ἀνοήτως καὶ ἀναισθήτως· «κόσμον» δὲ οὐ τὸν κατὰ διαίρεσιν γεγενημένον καὶ ὕστερον κατὰ πλάτος διεστῶτα, ἀλλὰ γὰρ σπέρμα κόσμου. τὸ δὲ σπέρμα τοῦ κόσμου πάντα εἶχεν ἐν ἑαυτῷ, ὡς ὁ τοῦ σινάπεως κόκκος ἐν ἐλαχίστῳ συλλαβὼν ἔχει πάντα ὁμοῦ 〈κεχυμένα〉· τὰς ῥίζας, τὸ πρέμνον, τοὺς κλάδους, τὰ φύλλα, τὰ ἀνεξαρίθμητα [μετὰ] 〈πλήθη〉 τῶν κόκκων (ἀπ)ὸ τοῦ φυτοῦ γεννώμενα, σπέρματα πάλιν 〈γινόμενα〉 ἄλλων καὶ ἄλλων πολλάκις φυτῶν [κεχυμένα].

Οὕτως 〈οὖν ὁ〉 οὐκ ὢν θεὸς ἐποίησε κόσ(μ)ον οὐκ ὄν〈τα〉 ἐξ οὐκ ὄντων, 〈οὐκ ὂν〉 καταβαλόμενος καὶ ὑποστήσας σπέρμα τι ἕν, ἔχον πᾶσαν ἐν ἑαυτῷ τὴν (τ)οῦ (κ)όσ(μ)ου (πα)νσπερμίαν. ἵνα δὲ καταφανέστερον ποιήσω τοῦτο ὅπερ ἐκεῖνοι λέγουσι· καθάπερ ᾠὸν ὄρνιθος ἐκποικιλλ〈ομέν〉ου τινὸς καὶ πολυχρωμάτου, οἱονεὶ τοῦ ταῶνος ἢ ἄλλου τινὸς ἔτι μᾶλλον πολυμόρφου καὶ πολυχρωμάτου, ἓν ὂν [οὕτως] ἔχει ἐν ἑαυτῷ πολλὰς οὐσιῶν πολυμόρφων καὶ πολυχρωμάτων καὶ πολυσυστάτων ἰδέας, οὕτως ἔχει τὸ καταβληθέν, φησίν, ὑπὸ τοῦ οὐκ ὄντος θεοῦ οὐκ ὂν σπέρμα 〈τὴν πανσπερμίαν〉 τοῦ κόσμου, πολύμορφον ὁμοῦ καὶ πολυούσιον.

Πάντα οὖν ὅσα ἔστιν, 〈φησίν,〉 εἰπεῖν ἢ ἔτι μὴ εὑρόντα παραλιπεῖν, ὅσα τῷ μέλλοντι γενέσθαι ἀπὸ τοῦ σπέρματος κόσμῳ ἔμελλεν ἁρμόζειν, ἀναγκαίως καιροῖς ἰδίοις κατὰ προσθήκην αὐξανομένῳ, [ὡς] ὑπὸ τηλικούτου καὶ τοιούτου θεοῦ, ὁποῖον οὐκ εἰπεῖν οὐ〈δὲ〉 νοήσει δυνατὴ γέγονε χωρῆσαι ἡ κτίσις, [καὶ] 〈γενέσθαι προβεβουλευμένα ὡς οὐκ ὄντα〉 ἐνυπῆρχε τεθησαυρισμένα τῷ σπέρματι, καθάπερ νεογενεῖ παιδίῳ ὀδόντας ὕστερον ὁρῶμεν προσγίνεσθαι καὶ πατρικὴν οὐσίαν καὶ φρένας καὶ ὅσα παραυξανομένῳ ἐκ νέου κατὰ μικρὸν ἀνθρώπῳ γίνεται, ἃ μὴ πρότερον ἦν.

Ἐπεὶ δὲ ἦν ἄπορον εἰπεῖν προβολήν τινα 〈ἐκ〉 τοῦ μὴ ὄντος θεοῦ γεγονέναι, τὸ οὐκ ὂν 〈σπέρμα παρεισάγει〉· φεύγει γὰρ πάνυ καὶ δέδοικε τὰς κατὰ προβολὴν 〈γεγενημένας〉 τῶν γεγονότων οὐσίας ὁ Βασιλείδης. ποίας γὰρ προβολῆς, 〈φησί,〉 χρεία ἢ ποίας ὕλης ὑποθέσεως, ἵνα κόσμον 〈ὁ〉 θεὸς ἐργάσηται, καθάπερ ὁ ἀράχνης τὰ μηρύματα, ἢ θνητὸς ἄνθρωπος χαλκὸν ἢ ξύλον ἢ 〈ἄλλο〉 τι τῶν τῆς ὕλης μερῶν ἐργαζόμενος λαμβάνει; ἀλλὰ «εἶπε», φησί, «καὶ ἐγένετο». καὶ τοῦτό ἐστιν, ὡ〈ς〉 λέγουσιν οἱ ἄνδρες οὗτοι, τὸ λεχθὲν ὑπὸ Μωσέως· «γενηθήτω φῶς. καὶ ἐγένετο φῶς». πόθεν, φησί, γέγονε τὸ φῶς; ἐξ οὐδενός. οὐ γὰρ γέγραπται, φησί, πόθεν, ἀλλ᾽ αὐτὸ μόνον 〈τὸ γενόμενον〉 ἐκ τῆς φωνῆς τοῦ λέγοντος. ὁ δὲ λέγων, φησίν, οὐκ ἦν, οὐδὲ τὸ λεγόμενον ἦν.

Γέγονε〈ν οὖν〉, φησίν, ἐξ οὐκ ὄντος τὸ 〈οὐκ ὂν〉 σπέρμα τοῦ κόσμου, ὁ λόγος ὁ λεχθεὶς «γενηθήτω φῶς». καὶ τοῦτο, φησίν, ἐστὶ τὸ λεγ(ό)μενον ἐν τοῖ(ς) εὐαγγελίοις· «ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον». 〈πᾶς γὰρ ὁ κόσμος〉 λαμβάνει τὰς ἀρχὰς ἀπὸ τοῦ σπέρματος ἐκείνου καὶ φωτίζεται. —τοῦτο 〈δ᾽〉 ἔστι τὸ σπέρμα, 〈τ〉ὸ ἔχον ἐν ἑαυτῷ πᾶσαν τὴν πανσπερμίαν, ὅ φησιν Ἀριστοτέλης γένος εἶναι, εἰς ἀπείρους τεμνόμενον ἰδέας, ὡς τέμνομεν ἀπὸ τοῦ ζῴου βοῦν, ἵππον, ἄνθρωπον, ὅπερ 〈δ᾽〉 ἔστιν οὐκ ὄν. — Ὑποκειμένου τοίνυν τοῦ κοσμικοῦ σπέρματος 〈οὕτως ὡς〉 ἐκεῖνοι λέγουσιν, ὅ τι ἂν λέγω, φησίν, μετὰ ταῦτα γεγονέναι, μὴ ἐπιζήτει πόθεν· εἶχε γὰρ πάντα τὸ σπέρμα ἐν ἑαυτῷ τεθησαυρισμένα καὶ κατακείμενα οἷον οὐκ ὄν〈τα〉, ὑπὸ [τε] τοῦ οὐ(κ) (ὄν)τος θεοῦ γενέσθαι προβεβουλευμένα. ἴδωμεν οὖν τί λ(έγ)ουσιν πρῶτον ἢ τί δεύτερον ἢ τί τρίτον 〈τ〉ὸ ἀπὸ τοῦ σπέρματος τοῦ κοσμικοῦ γεγενημένον. ἦν 〈οὖν〉, φησίν, ἐν αὐτῷ τῷ σπέρματι υἱότης τριμερής, κατὰ πάντα τῷ οὐκ ὄντι θε〈ῷ〉 ὁμοούσιος, γεν〈ν〉ητὴ ἐξ οὐκ ὄντων. ταύτης τῆς υἱότητος τῆς τρ(ι)χῇ διῃρημένης τὸ μέν τι ἦν λεπτομερές, τὸ δὲ 〈παχυμερές, τὸ δὲ〉 ἀποκαθάρσεως δεόμενον.

Τὸ μὲν οὖν λεπτομερὲς εὐθέως πρῶτον, ἅμα τῷ γενέσθαι τοῦ σπέρματος τὴν πρώτην καταβολὴν ὑπὸ τοῦ 〈οὐκ〉 ὄντος, διέσφυξε καὶ ἀνῆλθε καὶ ἀνέδραμε κάτωθεν ἄνω, ποιητικῷ τινὶ χρησάμενον τάχει· ὡσεὶ πτερὸν ἠὲ νόημα, καὶ ἐγένετο, φησί, πρὸς τὸν οὐκ ὄντα· ἐκείνου γὰρ δι᾽ ὑπερβολὴν κάλλους καὶ ὡραιότητος πᾶσα φύσις ὀρέγεται, ἄλλη δὲ ἄλλως.

Ἡ δὲ παχυμερεστέρα ἔτι μένουσα ἐν τῷ σπέρματι, μιμητική τις οὖσα, ἀναδραμεῖν μὲν οὐκ ἠδυνήθη· πολὺ γὰρ ἐνδεεστέρα 〈οὖσα〉 τῆς λεπτομερείας, ἧς εἶχεν ἡ δι᾽ αὑτῆς υἱ(ό)τ(ης) ἀναδραμοῦσα, ἀπελίπετο. 〈ἀν〉επτέρωσεν οὖν αὑτὴν ἡ υἱότης ἡ παχυμερεστέρα τοιούτῳ τινὶ πτερῷ, ὁποίῳ διδάσκαλος ὢ〈ν〉 Ἀριστοτέλους Πλάτων ἐν Φαίδ(ω)νι τὴν ψυχὴν πτεροῖ, καὶ καλεῖ τὸ τοιοῦτο Βασιλείδης οὐ πτερὸν ἀλλὰ Πνεῦμα ἅγιον, ὃ εὐεργετεῖ ἡ υἱότης ἐνδυσαμένη καὶ εὐεργετεῖται. εὐεργετεῖ μὲν 〈οὖν καὶ εὐεργετεῖται〉, ὅτι καθάπερ ὄρνιθος πτερὸν αὐτὸ καθ᾽ αὑτὸ 〈καὶ〉 τοῦ ὄρνιθος ἀπηλλαγμένον οὐκ ἂν γένοιτό ποτε ὑψηλὸν οὐδὲ μετάρσιον, οὐδ᾽ αὖ ὄρνις ἀπολελυμένος τοῦ πτεροῦ οὐκ ἄν ποτε γένοιτο ὑψηλὸς οὐδὲ μετάρσιος, τοιοῦτόν τινά τοι λόγον ἔσχεν ἡ υἱότης πρὸς τὸ Πνεῦμα τὸ ἅγιον καὶ τὸ Πνεῦμα πρὸς τὴν υἱότητα.

Ἀναφερομένη γοῦν ὑπὸ τοῦ Πνεύματος ἡ υἱότης ὡς ὑπὸ πτεροῦ, ἀναφέρει τὸ πτερόν, τουτέστι τὸ Πνεῦμα, καὶ πλησίον γενομένη τῆς λεπτομεροῦς υἱότητος καὶ τοῦ θεοῦ τοῦ οὐκ ὄντος καὶ δημιουργήσαντος 〈κόσμον οὐκ ὄντα〉 ἐξ οὐκ ὄντων, ἔχειν μὲν αὐτὸ μεθ᾽ αὑτῆς οὐκ ἠδύνατο· ἦν γὰρ οὐχ ὁμοούσιον οὐδὲ φύσιν εἶχε [μετὰ] τῆς υἱότητος. ἀλλὰ ὥσπερ ἐστὶ παρὰ φύσιν καὶ ὀλέθριος τ(οῖς ἰ)χθύσιν ἀὴρ καθαρὸς καὶ ξηρός, οὕτω τῷ Πνεύματι τῷ ἁγίῳ ἦν παρὰ φύσιν ἐκεῖνο τὸ ἀρρήτων ἀρρητότερον καὶ «παντὸς ὀνόματος ἀνώτερον» τοῦ οὐκ ὄντος ὁμοῦ θεο〈ῦ〉 καὶ τῆς υἱότητος χωρίον.

Κατέλιπεν οὖν αὐτὸ πλησίον 〈γενομένη ἡ〉 υἱότης ἐκείνου τοῦ μακαρίου καὶ νοηθῆναι μὴ δυναμένου [μὴ] μηδὲ χαρακτηρισθῆναί τινι λόγῳ χωρίου, οὐ 〈μέντοι〉 παντάπασιν ἔρημον οὐδὲ ἀπηλλαγμένον τῆς υἱότητος. ἀλλὰ γὰρ ὥσπερ μύρον εὐωδέστατον εἰς ἄγγος ἐμβληθέν, εἰ καὶ ὅτι μάλιστα ἐπιμελῶς ἐκκενωθείη, ὅμως ὀσμή τις ἔτι μένει τοῦ μύρου καὶ καταλείπεται, κἂν ᾖ κεχωρισμένον τοῦ ἀγγείου, καὶ μύρου ὀσμὴν τὸ ἀγγεῖον 〈ἔχ〉ει καὶ μὴ 〈ἔχον〉 μύρον, οὕτως τὸ Πνεῦμα τὸ ἅγιον μεμένηκε 〈μὲν〉 τῆς υἱότητος ἄμοιρον καὶ ἀπηλλαγμένον, ἔχει δ᾽ ἐν ἑαυτῷ μύρου παραπλησίαν τὴν δύναμιν, 〈τὴν τῆς υἱότητος〉 ὀσμήν. καὶ τοῦτό ἐστι, 〈φησί,〉 τὸ λεγόμενον· «ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ τὸν πώγωνα τὸν Ἀ(α)ρώ(ν)»· 〈τουτέστιν〉 ἡ ἀπὸ τοῦ Πνεύματος τοῦ ἁγίου φερομένη ὀσμὴ ἄνωθεν κάτω μέχρι τῆς ἀμορφίας καὶ τοῦ διαστήματος τοῦ καθ᾽ ἡμᾶς, ὅθεν ἤρξατο ἀνελθεῖν ἡ υἱότης, οἱονεὶ ἐπὶ 〈τῶν〉 πτερύγων ἀετοῦ, φησί, καὶ τῶν μεταφρένων 〈ἀν〉ενεχθεῖσα. σπεύδει γάρ, φησί, πάντα κάτωθεν ἄνω, ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα, οὐδὲν δὲ οὕτως ἀνόητόν ἐστι τῶν 〈ἐν〉 τοῖς κρείττοσιν, ἵνα μὴ 〈μένῃ, ἀλλὰ〉 κατέλθῃ κάτω.

ἡ δὲ τρίτη υἱότης, φησίν, ἡ ἀποκαθάρσεως δεομένη, μεμένηκε〈ν ἐν〉 τῷ μεγάλῳ τῆς πανσπερμίας σωρῷ, 〈καὶ αὐτὴ〉 εὐεργετοῦσα καὶ εὐεργετουμένη· τίνα δέ τοι τρόπον εὐεργετεῖται καὶ εὐεργετεῖ, ὕστερον ἐροῦμεν, κατὰ τὸν οἰκεῖον αὐτοῦ γενόμενοι λόγον.

Ἐπεὶ οὖν γέγονε πρώτη καὶ δευτέρα ἀναδρομὴ τῆς υἱότητος καὶ μεμένηκεν αὐτοῦ τὸ Πνεῦμα τὸ ἅγιον τὸν εἰρημένον τρόπον, στερέωμα τῶν ὑπερκοσμίων καὶ τοῦ κόσμου μεταξὺ τεταγμένον—διῄρηται γὰρ ὑπὸ Βασιλείδου τὰ ὄντα εἰς δύο τὰς προεχεῖς καὶ πρώτας διαιρέσεις, καὶ καλεῖται κατ᾽ αὐτὸν τὸ μέν τι κόσμος, τὸ δέ τι ὑπερκόσμια· τὸ δὲ μεταξὺ τοῦ κόσμου καὶ τῶν ὑπερκοσμίων 〈τεταγμένον καλεῖ〉 μεθόριον Πνεῦμα [τοῦτο], ὅπερ ἐστὶ καὶ ἅγιον καὶ τῆς υἱότητος ἔχει μένουσαν ἐν ἑαυτῷ τὴν ὀσμήν—, 〈γενηθ〉έντος οὖν 〈οὕτως〉 τοῦ στερεώματος, ὅ ἐστιν ὑπεράνω τοῦ οὐρανοῦ, διέσφυξεν καὶ ἐγεν〈ν〉ήθη ἀπὸ τοῦ κοσμικοῦ σπέρματος καὶ τῆς πανσπερμίας τοῦ σωροῦ ὁ μέγας ἄρχων, ἡ κεφαλὴ τοῦ κόσμου, κάλλος τε καὶ μέγεθος ἡ δύναμις 〈λα〉ληθῆναι μὴ δυναμένη· ἀρρήτων γάρ, φησίν, ἐστὶν ἀρρητότερος καὶ δυνατῶν δυνατώτερος καὶ σοφῶν σοφώτερος καὶ ὅ τι ἂν εἴπῃς τῶν καλῶν παντὸς κρείττων.

Οὗτος 〈οὖν〉 γεννηθεὶς ἐπῆρεν ἑαυτὸν καὶ μετεώρισε καὶ ἠνέχθη [ὅλος] ἄνω μέχρι τοῦ στερεώματος [ἔστη], τῆς δὴ ἀναδρομῆς καὶ τοῦ ὑψώματος τὸ στερέωμα τέλος εἶναι νομίσας καὶ μηδὲν εἶναι μετὰ ταῦτα ὅλως [μὴ δὲ εἶναι] ἐπινοήσας. ἐγένετο μὲν 〈γὰρ τῶν〉 ὑποκειμένων πάντων—ὅσα ἦν λοιπὸν κοσμικά—σοφώτερος, δυνατώτερος, ἐκπρεπέστερος, φωτεινότερος, παν〈τὸς〉 ὅ τι ἂν εἴπῃς 〈τῶν〉 καλῶν διαφέρων, χωρὶς μόνης τῆς ὑπολελειμμένης υἱότητος ἔτι ἐν τῇ πανσπερμίᾳ· ἠγνόει γὰρ ὅτι ἐστὶν αὐτοῦ σοφωτέρα καὶ δυνατωτέρα καὶ κρείττων. νομίσας οὖν αὐτὸς εἶναι κύριος καὶ δεσπότης καὶ «σοφὸς ἀρχιτέκτων», τρέπεται εἰς τὴν καθ᾽ ἕκαστα κτίσιν τοῦ κόσμου. καὶ πρῶτον μὲν ἠξίωσε μὴ εἶναι μόνος, ἀλλὰ ἐποίησεν ἑαυτῷ καὶ ἐγέννησεν ἐκ τῶν ὑποκειμένων υἱόν, ἑαυτοῦ πολὺ κρείττονα καὶ σοφώτερον. —ταῦτα δὲ ἦν πάντα προβεβουλευμένος ὁ οὐκ ὢν θεός, ὅτε τὴν πανσπερμίαν κατεβάλε〈το〉. — ἰδὼν οὖν τὸν υἱόν, ἐθαύμασε καὶ ἠγάπησε καὶ κατεπλάγη· τοιοῦτον γάρ τι κάλλος ἐπε〈φαί〉νετο 〈τοῦ〉 υἱοῦ τῷ μεγάλῳ ἄρχοντι. καὶ ἐκάθισεν αὐτὸν ἐκ δεξιῶν 〈αὑτοῦ〉 ὁ ἄρχων· 〈καὶ〉 αὕτη ἐστὶν ἡ κατ᾽ αὐτοὺ〈ς〉 Ὀγδοὰς λεγομένη, ὅπου ἐστὶν ὁ μέγας ἄρχων καθήμενος.

πᾶσαν οὖν τὴν ἐπουράνιον κτίσιν, τουτέστι τὴν αἰθέριον, αὐτὸς εἰργάσατο ὁ δημιουργός, ὁ μέγας 〈καὶ〉 σοφός· ἐνήργει δὲ αὐτῷ καὶ ὑπετίθετο ὁ υἱὸς ὁ τούτου γενόμενος, ὢν αὐτοῦ τοῦ δημιουργοῦ πολὺ σοφώτερος. —Αὕτη 〈δ᾽〉 ἔστιν ἡ κατ᾽ Ἀριστοτέλην σώματος φυσικοῦ ὀργανικοῦ ἐν(τ)ελέχεια, ψυχὴ ἐνεργοῦσα τῷ σώματι, ἧς δίχα τὸ σῶμα ἐργάζεσθαι οὐδὲν δύναται μεῖζον καὶ ἐπιφανέστερον καὶ δυνατώτερον καὶ σοφώτερον [τῆς ψυχῆς]. ὃν λόγον οὖν Ἀριστοτέλης ἀποδέδωκε περὶ τῆς ψυχῆς καὶ τοῦ σώματος πρότερος 〈ὤν, τοῦτον〉 Βασιλείδης περὶ τοῦ μεγάλου ἄρχοντος καὶ τοῦ κατ᾽ αὐτὸν υἱοῦ διασαφεῖ. τόν τε γὰρ υἱὸν ὁ ἄρχων κατὰ Βασιλείδην γεγέν〈ν〉ηκεν, τήν τε ψυχὴν ἔργον καὶ ἀποτέλεσμα 〈τοῦ σώματ〉ός φησιν εἶναι ὁ Ἀριστοτέλης, φυσικοῦ σώματος ὀργανικοῦ ἐντελέχειαν. ὡς οὖν ἡ ἐντελέχεια διοικεῖ τὸ σῶμα, οὕτως ὁ υἱὸς διοικεῖ κατὰ Βασιλείδην τὸν ἀρρήτων ἀρρητότερον θεόν. — Πάντα οὖν ἐστι προνοούμενα καὶ διοικούμενα ὑπὸ [τῆς μεγάλης] τοῦ ἄρχοντος τοῦ μεγάλου τὰ αἰθέρια—ἅτινα μέχρι 〈τῆς〉 σελήνης ἐστίν· ἐκεῖθεν γὰρ ἀὴρ αἰθέρος διακρίνεται. —κεκοσμημένων οὖν πάντων τῶν αἰθερίων πάλιν, 〈φησίν,〉 ἀπὸ τῆς πανσπερμίας ἄλλος ἄρχων ἀνέβη, μείζων μὲν [τοι] πάντων τῶν ὑποκειμένων χωρὶς μέντοι τῆς καταλελειμμένης υἱότητος, πολὺ δὲ ὑποδεέστερος τοῦ πρώτου ἄρχοντος.

ἔστι δὲ καὶ οὗτος ἄρρητος ὑπ᾽ αὐτῶν λεγόμενος, καὶ καλεῖται ὁ τόπος οὗτος Ἑβδομάς. καὶ πάντων τῶν ὑποκειμένων οὗτός ἐστι 〈ποιητὴς καὶ〉 διοικητὴς καὶ δημιουργός, ποιήσας καὶ αὐτὸς ἑαυτῷ υἱὸν ἐκ τῆς πανσπερμίας [καὶ αὐτὸς] ἑαυτοῦ φρονιμώτερον καὶ σοφώτερον, παραπλησίως τοῖς ἐπὶ τοῦ πρώτου [ἄρχοντος] λελεγμένοις. τὰ δ᾽ ἐν τῷ διαστήματι τούτῳ ὁ σωρὸς αὐτός ἐστι, φησί, καὶ ἡ πανσπερμία. καὶ γίνεται κατὰ φύσιν τὰ γινόμενα, ὡς φθάσαν〈τα〉 τεχθῆναι ὑπὸ τοῦ τὰ μέλλοντα γενέσθαι ὅτε δεῖ καὶ οἷα δεῖ καὶ ὡς δεῖ λελογισμένου 〈οὐκ ὄντος θεοῦ〉. καὶ τούτων ἐστὶν ἐπιστάτης ἢ φροντιστὴς ἢ δημιουργὸς οὐδείς· ἀρκεῖ γὰρ αὐτοῖς ὁ λογισμὸς ἐκεῖνος, 〈ὃν〉 ὁ οὐκ ὢν 〈θεὸς〉 ὅτε 〈κόσμον〉 ἐποίει ἐλογίζετο.

Ἐπεὶ οὖν τετέλεσται κατ᾽ αὐτοὺς ὁ κόσμος ὅλος καὶ τὰ ὑπερκόσμια, καὶ ἔστιν ἐνδεὲς οὐδέν, λείπεται δὴ ἐν τῇ πανσπερμίᾳ ἡ υἱότης ἡ τρίτη, ἡ καταλελει(μ)μένη 〈εἰς τὸ〉 εὐεργετεῖν καὶ εὐεργετεῖσθαι ἐν τῷ σπέρματι. καὶ 〈ἔ〉δει τὴν ὑπολελειμμένην υἱότητα ἀποκαλυφθῆναι καὶ ἀποκατασθῆναι 〈καὶ〉 ἄνω 〈ἀν〉ελθεῖ〈ν〉 ὑπὲρ τὸ μεθόριον Πνεῦμα πρὸς τὴν υἱότητα τὴν λεπτομερῆ καὶ 〈τὴν〉 μιμητικὴν καὶ τὸν οὐκ ὄντα, ὡς γέγραπται, φησί· «καὶ ἡ κτίσις αὐτὴ» «συστενάζει καὶ συνωδίνει 〈μέχρι τοῦ νῦν〉», «τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ 〈ἀπ〉εκδεχομένη». υἱοὶ δὲ 〈τοῦ θεοῦ〉, φησίν, ἐσμὲν ἡμεῖς οἱ πνευματικοί, ἐνθάδε καταλελειμμένοι 〈εἰς τὸ〉 διακοσμῆσαι καὶ διατυπῶσαι καὶ διορθώσασθαι καὶ τελειῶσαι τὰς ψυχὰς τὰς φύσιν ἐχούσας μένειν ἐν τούτῳ τῷ διαστήματι. «Μέχρι μὲν οὖν Μωσέως ἀπὸ Ἀδὰμ ἐβασίλευσεν ἡ ἁμαρτία 〈ἐν κόσμῳ〉», καθὼς γέγραπται, 〈φησίν〉· ἐβασίλευσεν γὰρ ὁ μέγας ἄρχων, ὁ ἔχων τὸ τέλος αὐτοῦ μέχρι 〈τοῦ〉 στερεώματος, 〈ὁ〉 νομίζων «αὐτὸς εἶναι θεὸς μόνος καὶ ὑπὲρ αὐτὸν εἶναι μηδέν〈α〉». πάντα γάρ, 〈φησίν,〉 ἦν φυλασσόμενα ἀποκρύφῳ σιωπῇ. τοῦτο, φησίν, ἐστὶ «τὸ μυστήριον, ὃ ταῖς προτέραις γενεαῖς οὐκ ἐγνωρίσθη». ἀλλὰ ἦν ἐν ἐκείνοις τοῖς χρόνοις βασιλεὺς καὶ κύριος, ὡς ἐδόκει, τῶν ὅλων ὁ μέγας ἄρχων, ἡ Ὀγδοάς.

ἦν δὲ καὶ τούτου τοῦ διαστήματος βασιλεὺς καὶ κύριος 〈ὁ ἄλλος ἄρχων,〉 ἡ Ἑβδομάς· καὶ ἔστιν ἡ μὲν Ὀγδοὰς ἄρρητος, ῥητὸς δὲ ἡ Ἑβδομάς. οὗτός ἐστι, φησίν, ὁ τῆς Ἑβδομάδος ἄρχων ὁ λαλήσας τῷ Μωϋσῇ καὶ εἰπών· «ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ τὸ ὄνομα τοῦ θεοῦ οὐκ ἐδήλωσα αὐτοῖς»—οὕτως γὰρ θέλουσι γεγράφθαι—, τουτέστι τοῦ ἀρρήτου τῆς Ὀγδοάδος ἄρχοντος θεοῦ. πάντες οὖν οἱ προφῆται οἱ πρὸ τοῦ σωτῆρος, φησίν, ἐκεῖθεν ἐλάλησαν.

Ἐπεὶ οὖν ἔδει ἀποκαλυφθῆναι, φησίν, ἡμᾶς, τὰ τέκνα τοῦ θεοῦ, περὶ ὧν «ἐστέναξε», φησίν, «ἡ κτίσις καὶ ὤδινεν», «ἀπεκδεχομένη τὴν ἀποκάλυψιν», ἦλθε τὸ εὐαγγέλιον εἰς τὸν κόσμον, καὶ διῆλθε διὰ «πάσης ἀρχῆς καὶ ἐξουσίας 〈καὶ δυνάμεως καὶ〉 κυριότητος 〈καὶ〉 παντὸς ὀνόματος ὀνομαζομένου». ἦλθε δὲ οὕτως, καί〈περ〉 οὐδὲν κατῆλθεν ἄνωθεν, οὐδ᾽ ἐξέστη ἡ μακαρία υἱότης ἐκείνου τοῦ ἀπερινοήτου καὶ μακαρίου οὐκ ὄντος θεοῦ. ἀλλὰ γὰρ καθάπερ ὁ νάφθας ὁ Ἰνδικός, ὀφθεὶς μόνον ἀπὸ πάνυ πολλοῦ διαστήματος, συνάπτει πῦρ, οὕτω κάτωθεν, ἀπὸ τῆς ἀμορφίας τοῦ σωροῦ, διήκουσιν, 〈φησίν,〉 αἱ δυνάμεις ἄνω μέχρι τῆς υἱότητος. ἅπτει μὲν γὰρ καὶ λαμβάνει τὰ νοήματα κατὰ τὸν 〈ν〉άφθαν τὸν Ἰνδικόν—οἷον ἄφθασ〈τός〉 τις ὤν—ὁ τοῦ μεγάλου τῆς Ὀγδοάδος ἄρχοντος υἱὸς ἀπὸ τῆς μετὰ τὸ μεθόριον 〈Πνεῦμα〉 μακαρίας υἱότητος· ἡ γὰρ ἐν μέσῳ τοῦ ἁγίου Πνεύματος, ἐν τῷ μεθορίῳ 〈μένουσα〉 τῆς υἱότητος δύναμις ῥέοντα καὶ φερόμενα τὰ νοήματα 〈ἀπὸ〉 τῆς 〈μακαρίας〉 υἱότητος μεταδίδωσι τῷ υἱῷ τοῦ μεγάλου ἄρχοντος.

Ἦλθεν οὖν τὸ εὐαγγέλιον [πρῶτον] ἀπὸ τῆς υἱότητος, φησίν, διὰ τοῦ παρακαθημένου τῷ 〈μεγάλῳ〉 ἄρχοντι υἱοῦ τὸ 〈πρῶτον〉 πρὸς τὸν ἄρχοντα, καὶ ἔμαθεν ὁ ἄρχων ὅτι οὐκ ἦν 〈αὐτὸς〉 θεὸς τῶν ὅλων, ἀλλ᾽ ἦν γεννητὸς καὶ ἔχων ὑπεράνω 〈αὑτοῦ〉 τὸν τοῦ ἀρρήτου καὶ 〈ἀ〉κατονομάστου οὐκ ὄντος καὶ τῆς υἱότητος κατακείμενον θησαυρόν· καὶ ἐπέστρεψε καὶ ἐφοβήθη, συνιεὶς ἐν οἵᾳ ἦν ἀγνοίᾳ. τοῦτό ἐστι, φησίν, τὸ εἰρημένον· «ἀρχὴ σοφίας φόβος κυρίου»· ἤρξατο γὰρ σοφίζεσθαι 〈ὁ ἄρχων〉, κατηχούμενος ὑπὸ τοῦ παρακαθημένου 〈αὐτῷ〉 υἱοῦ 〈καὶ〉 διδασκόμενος τίς ἐστιν ὁ οὐκ ὤν, τίς ἡ υἱότης, τί τὸ ἅγιον Πνεῦμα, τίς ἡ τῶν ὅλων κατασκευὴ 〈καὶ〉 ποῦ ταῦτα 〈πάντα〉 ἀποκατασταθήσεται. αὕτη ἐστὶν «ἡ σοφία ἐν μυστηρίῳ λεγομένη», περὶ ἧς, φησίν, ἡ γραφὴ λέγει· «οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ᾽ ἐν διδακτοῖς πνεύματος 〈λεγομένη〉». κατηχηθεὶς οὖν, φησίν, ὁ 〈μέγας〉 ἄρχων καὶ διδαχθεὶς καὶ φοβηθείς, ἐξωμολογήσατο περὶ ἁμαρτίας, ἧς ἐποίησε μεγαλύνων ἑαυτόν. τοῦτό ἐστι, φησί, τὸ εἰρημένον· «τὴν ἁμαρτίαν μου ἐγνώρισα καὶ τὴν ἀνομίαν μου ἐγὼ γινώσκω· ὑπὲρ ταύτης» «ἐξομολογήσομαι εἰς τὸν αἰῶνα».

Ἐπεὶ οὖν κατήχητο μὲν ὁ μέγας ἄρχων, κατήχητο δὲ καὶ δεδίδακτο πᾶσα ἡ τῆς Ὀγδοάδος κτίσις καὶ ἐγνωρίσθη τοῖς ἐπουρανίοις τὸ μυστήριον, ἔδει λοιπὸν καὶ ἐπὶ τὴν Ἑβδομάδα ἐλθεῖν τὸ εὐαγγέλιον, ἵνα καὶ ὁ τῆς Ἑβδομάδος ἄρχων παραπλησίως διδαχθῇ καὶ εὐαγγελισθήσεται. ἐπέλαμψεν 〈οὖν〉 ὁ υἱὸς τοῦ μεγάλου ἄρχοντος τῷ υἱῷ τ(οῦ) ἄρχοντος τῆς Ἑβδομάδος τὸ φῶς, ὃ εἶχεν ἅψας αὐτὸς ἄνωθεν, ἀπὸ τῆς υἱότητος, καὶ ἐφωτίσθη ὁ υἱὸς τοῦ ἄρχοντος τῆς Ἑβδομάδος, καὶ εὐηγγελίσατο τὸ εὐαγγέλιον τῷ ἄρχοντι τῆς Ἑβδομάδος, καὶ ὁμοίως κατὰ τὸν πρῶτον λόγον καὶ αὐτὸς ἐφοβήθη καὶ ἐξωμολογήσατο.

Ἐπεὶ οὖν καὶ τὰ ἐν τῇ Ἑβδομάδι πάντα πεφώτιστο καὶ διήγγελτο τὸ εὐαγγέλιον αὐτοῖς—κτίσεις γάρ εἰσι κατ〈ὰ〉 [αὐτὰ] τὰ διαστήματα καὶ 〈κόσμοι〉 κατ᾽ αὐτοὺς ἄπειροι, καὶ ἀρχαὶ καὶ δυνάμεις καὶ ἐξουσίαι· περὶ ὧν μακρός ἐστι παρ᾽ αὐτοῖς πάνυ λόγος 〈καὶ〉 διὰ πολλῶν λεγόμενος· ἔνθα καὶ τριακοσίους ἑξήκοντα πέντε οὐρανοὺς φάσκουσι, καὶ τὸν μέγαν ἄρχοντα αὐτῶν εἶναι τὸν Ἀβρασάξ, διὰ τὸ περιέχειν τὸ ὄνομα αὐτοῦ ψῆφον τξεʹ, ὡς δὴ τοῦ ὀνόματος τὴν ψῆφον περιέχειν πάντα, καὶ διὰ τοῦτο τὸν ἐνιαυτὸν 〈ἐκ〉 τοσούτων ἡμερῶν συνεστάναι· —ἀλλ᾽ ἐπεί, φησίν, ταῦθ᾽ οὕτως ἐγένετο, ἔδει λοιπὸν καὶ τὴν ἀμορφίαν 〈τὴν〉 καθ᾽ ἡμᾶς φωτισθῆναι, καὶ τῇ υἱότητι τῇ ἐν τῇ ἀμορφίᾳ καταλελειμμένῃ οἱονεὶ ἐκτρώματι ἀποκαλυφθῆναι «τὸ μυστήριον, ὃ ταῖς προτέραις γενεαῖς οὐκ ἐγνωρίσθη», καθὼς γέγραπται, φησίν· «κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον» καὶ «ἤκουσα ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ εἰπεῖν».

Κατῆλθεν 〈οὖν〉 ἀπὸ τῆς Ἑβδομάδος τὸ φῶς, τὸ κατελθὸν ἀπὸ τῆς Ὀγδοάδος ἄνωθεν τῷ υἱῷ 〈τοῦ ἄρχοντος〉 τῆς Ἑβδομάδος, ἐπὶ τὸν Ἰησοῦν, τὸν υἱὸν τῆς Μαρίας, καὶ ἐφωτίσθη συνεξαφθεὶς τῷ φωτὶ τῷ λάμψαντι εἰς αὐτόν. τοῦτό ἐστι, φησί, τὸ εἰρημένον· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ», 〈τουτέστι τὸ φῶς〉 τὸ ἀπὸ τῆς υἱότητος διὰ τοῦ μεθορίου Πνεύματος ἐπὶ τὴν Ὀγδοάδα καὶ τὴν Ἑβδομάδα διελθὸν μέχρι τῆς Μαρίας, «καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι», 〈τουτέστιν〉 ἡ δύναμις τῆς 〈δια〉κρίσεως, 〈ἡ κατελθοῦσα〉 ἀπὸ τῆς ἀκρωρείας 〈τῆς υἱότητος〉 ἄνωθεν 〈διὰ〉 τοῦ δημιουργοῦ μέχρι τῆς κτίσεως, ὅ ἐστι τοῦ Ἰ(ησ)οῦ. μέχρι δ᾽ ἐκείνου φησὶ συνεστηκέναι τὸν κόσμον οὕτως, μέχρις οὗ πᾶσα ἡ υἱότης, ἡ καταλελειμμένη ἐν 〈τῇ〉 ἀμορφίᾳ εἰς τὸ εὐεργετεῖν τὰς ψυχὰς καὶ εὐεργετεῖσθαι, δια〈με〉μορφωμένη κατακολουθήσῃ τῷ Ἰησοῦ καὶ ἀναδράμῃ καὶ 〈ἀν〉έλθῃ ἀποκαθαρισθεῖσα καὶ γενομένη λεπτομερεστάτη, ὡς δύνασθαι δι᾽ αὑτῆς ἀναδραμεῖν, ὥσπερ ἡ πρώτη 〈υἱότης〉. πᾶσαν γὰρ ἔχει τὴν δύναμιν συνεστηριγμένην φυσικῶς τῷ φωτὶ τῷ λάμψαντι ἄνωθεν κάτω.

Ὅταν οὖν 〈ἀν〉έλθῃ, φησί, πᾶσα 〈ἡ〉 υἱότης καὶ ἔσται ὑπὲρ τὸ μεθόριον [τὸ] Πνεῦμα, τότε ἐλεηθήσεται ἡ κτίσις· «στένει γὰρ μέχρι τοῦ νῦν καὶ βασανίζεται», καὶ «μένει τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ», ἵνα πάντες ἀνέλθωσιν ἐντεῦθεν οἱ τῆς υἱότητος ἄνθρωποι. ἐπειδὰν 〈οὖν〉 γένηται τοῦτο, ἐπάξει, φησίν, ὁ θεὸς ἐπὶ τὸν κόσμον ὅλον τὴν μεγάλην ἄγνοιαν, ἵνα μ〈έν〉ῃ πάντα κατὰ φύσιν καὶ μηδὲν μηδενὸς τῶν παρὰ φύσιν ἐπιθυ〈μήσῃ〉. ἀλλὰ γὰρ πᾶσαι αἱ ψυχαὶ τούτου τοῦ διαστήματος, ὅσαι φύσιν ἔχουσιν ἐν τούτῳ 〈ὡς〉 ἀθάνατοι διαμένειν μόνῳ, μενοῦσιν οὐδὲν ἐ〈π〉ιστάμεναι τούτου τοῦ διαστήματος διάφορον οὐ〈δὲ〉 βέλτιον· οὐδὲ ἀκοή τις ἔσται τῶν ὑπερκειμένων ἐν τοῖς ὑποκειμένοις οὐδὲ γνῶσις, ἵνα μὴ τῶν ἀδυνάτων αἱ ὑποκείμεναι ψυχαὶ ὀρεγόμεναι βασανίζωνται, καθάπερ 〈οἱ〉 ἰχθύ〈ε〉ς ἐπιθυμήσα〈ντε〉ς ἐν τοῖς ὄρεσι μετὰ τῶν προβάτων νέμεσθαι· ἐγένετο 〈γὰρ〉 ἄν, φησίν, αὐτοῖς ἡ τοιαύτη ἐπιθυμία φθορά. ἔσται οὖν, φησίν, ἄφθαρτα πάντα τὰ κατὰ χώραν μένοντα, φθαρτὰ δὲ εἰ ἐκ τῶν κατὰ φύσιν ὑπερπηδᾶν καὶ ὑπερβαίνειν βούλοιντο 〈τόπων〉.

Οὕτως οὐδὲ〈ν〉 ὁ ἄρχων τῆς Ἑβδομάδος γνώσεται τῶν ὑπερκειμένων· καταλήψεται γὰρ καὶ τοῦτον ἡ μεγάλη ἄγνοια, ἵνα ἀποστῇ ἀπ᾽ αὐτοῦ «λύπη καὶ ὀδύνη καὶ στεναγμός»· ἐπιθυμήσει γὰρ οὐδενὸς τῶν ἀδυνάτων οὐδὲ λυπηθήσεται. καταλήψεται δὲ ὁμοίως καὶ τὸν μέγαν ἄρχοντα τῆς Ὀγδοάδος ἡ ἄγνοια αὕτη, καὶ πάσας τὰς ὑποκειμένας αὐτῷ κτίσεις παραπλησίως, ἵνα μηδὲν κατὰ μηδένα 〈τόπον〉 ὀρέγηται τῶν παρὰ φύσιν τινὸς μηδὲ ὀδυνή〈σε〉ται. καὶ οὕτως ἡ ἀποκατάστασις ἔσται πάντων, κατὰ φύσιν τεθεμελιωμένων μὲν ἐν τῷ σπέρματι τῶν ὅλων ἐν ἀρχῇ, ἀποκαταστα〈θησο〉μένων δὲ 〈εἰς τόπους ἰδίους〉 καιρο〈ῖ〉ς ἰδίοις.

Ὅτι δέ, φησίν, ἕκαστον ἰδίους ἔχει καιρούς, ἱκανῶς ὁ σωτὴρ 〈μαρτυρεῖ〉 λέγων· «οὔπω ἥκει ἡ ὥρα μου», καὶ 〈δὴ καὶ〉 οἱ μάγοι 〈οἱ αὐτοῦ〉 τὸν ἀστέρα τεθεαμένοι. ἦν γάρ, φησί, καὶ αὐτὸς ὑπὸ 〈τοῦ οὐκ ὄντος θεοῦ κατὰ τὸν καιρὸν〉 γενέσεως [ἀστέρων] καὶ 〈τὴν〉 ὥραν ἀποκαταστάσεως ἐν τῷ μεγάλῳ προλελογισμένος σωρῷ. οὗτός ἐστιν ὁ κατ᾽ αὐτοὺς νενομι〈σ〉μένος «ἔσω ἄνθρωπος», 〈ὁ〉 πνευματικὸς ἐν τῷ ψυχικῷ. ὅ ἐστιν 〈ἡ τρίτη〉 υἱότης, ἐνταῦθα ἀπολιποῦσα τὴν ψυχήν— οὐ〈χ ὡς〉 θνητήν, ἀλλὰ 〈ὡς〉 αὐτοῦ μένουσαν κατὰ φύσιν, κα〈θά〉περ 〈καὶ〉 ἡ προτ〈έρ〉α υἱότης ἄνω λέλοιπεν τὸ ἅγιον Πνεῦμα τὸ μεθόριον, ἐν 〈τῷ〉 οἰκείῳ τόπῳ—, ἰδίαν τότε περιβεβλημένη ψυχήν.

Ἵνα δὲ μηδὲν τῶν κατ᾽ αὐτοῦ〈ς〉 παραλείπωμεν, ὅσα καὶ περὶ εὐαγγελίου λέγουσιν ἐκθήσομαι. εὐαγγέλιόν ἐστι κατ᾽ αὐτοὺς ἡ τῶν ὑπερκοσμίων γνῶσις, ὡς 〈προ〉δεδήλωται, ἣν ὁ μέγας ἄρχων οὐκ ἠπίστατο. ὡς οὖν ἐδηλώθη αὐτῷ ὅτι καὶ τὸ Πνεῦμα ἅγιόν ἐστι [τουτέστι] τὸ μεθόριον, καὶ ἡ υἱότης, καὶ θεός, ὁ τούτων αἴτιος πάντων, ὁ οὐκ ὤν, ἐχάρη ἐπὶ τοῖς λεχθεῖσι, 〈φησί,〉 καὶ ἠγαλλιάσατο, 〈καὶ〉 τοῦτ᾽ ἔστι κατ᾽ αὐτοὺς τὸ εὐαγγέλιον.

Ὁ δὲ Ἰησοῦς γεγένηται κατ᾽ αὐτοὺς ὡς προειρήκαμεν· γεγενημένης δὲ τῆς γενέσεως τῆς προδεδηλωμένης, γέγονε πάντα ὁμῶς κατ᾽ αὐτοὺς τὰ περὶ τὸν σωτῆρα ὡς ἐν τοῖς εὐαγγελίοις γέγραπται. γέγονε δὲ ταῦτα, φησίν, ἵνα ἀπαρχὴ τῆς φυλοκρινήσεως γένηται τῶν συγκεχυμένων ὁ Ἰησοῦς. ἐπεὶ γάρ ἐστιν ὁ κόσμος διῃρημένος εἰς Ὀγδοάδα—ἥτις ἐστὶν ἡ κεφαλὴ τοῦ παντὸς κόσμου, κεφαλὴ δὲ [τοῦ παντὸς κόσμου] 〈τῆς Ὀγδοάδος〉 ὁ μέγας ἄρχων—, καὶ εἰς Ἑβδομάδα—ἥτις ἐστὶν ἡ κεφαλὴ 〈τοῦ ὑποσελήνου κόσμου, κεφαλὴ δὲ〉 τῆς Ἑβδομάδος ὁ δημιουργὸς τῶν ὑποκειμένων—, καὶ εἰς τοῦτο τὸ διάστημα τὸ καθ᾽ ἡμᾶς, ὅπου ἐστὶν ἡ ἀμορφία, ἀναγκαῖον ἧν τὰ συγκεχυμένα φυλοκρι〈νη〉θῆναι διὰ τῆς τοῦ Ἰησοῦ διαιρέσεως. ἔπαθεν οὖν τοῦτο ὅπερ ἦν αὐτοῦ σωματικὸν μέρος· ὅ〈περ〉 ἦν τῆς ἀμορφίας, καὶ ἀπεκατέστη εἰς τὴν ἀμορφίαν. ἀνέστη δὲ τοῦτο ὅπερ ἦν ψυχικὸν αὐτοῦ μέρος· ὅπερ ἦν τῆς Ἑβδομάδος, καὶ ἀπεκατέστη εἰς τὴν Ἑβδομάδα. ἀνέστηκεν δὲ τοῦτο ὅπερ ἦν τῆς ἀκρωρείας οἰκεῖον τοῦ μεγάλου ἄρχοντος, καὶ ἔμεινε παρὰ τὸν ἄρχοντα τὸν μέγαν. ἀνηνέγκ〈ατ〉ο δὲ ἄνω μέχρι 〈τοῦ στερεώματος〉 τοῦτο ὅπερ ἦν τοῦ μεθορίου Πνεύματος, καὶ ἔμεινεν ἐν τῷ μεθορίῳ Πνεύματι. ἀπεκαθάρθη δὲ ἡ υἱότης ἡ τρίτη δι᾽ αὐτοῦ, ἡ ἐγκαταλελειμμένη 〈ἐν τῇ ἀμορφίᾳ〉 πρὸς τὸ εὐεργετεῖν καὶ εὐεργετεῖσθαι, καὶ ἀνῆλθε πρὸς τὴν μακαρίαν υἱότητα, διὰ πάντων τούτων διελθοῦσα.

Ὅλη δὲ αὐτῶν ἡ ὑπόθεσις 〈περὶ〉 σύγχυσιν 〈καὶ〉 οἱονεὶ πανσπερμίας 〈σωρὸν〉 καὶ φυλοκρίνησιν καὶ ἀποκατάστασιν τῶν συγκεχυμένων εἰς τὰ οἰκεῖα 〈*〉. τῆς 〈γὰρ〉 οὖν φυλοκρινήσεως ἀπαρχὴ γέγονεν ὁ Ἰησοῦς, καὶ τὸ πάθος οὐκ ἄλλου τινὸς χάριν γέγονεν 〈ἀλλ᾽ ἢ〉 ὑπὲρ τοῦ φυλοκρινηθῆναι τὰ συγκεχυμένα. τούτῳ γὰρ τῷ τρόπῳ φησὶν ὅλην τὴν υἱότητα, τὴν καταλελειμμένην ἐν τῇ ἀμορφίᾳ πρὸς τὸ εὐεργετεῖν καὶ εὐεργετεῖσθαι, δεῖν φυλοκρι〈νη〉θῆναι, ᾧ τρόπῳ καὶ ὁ Ἰησοῦς πεφυλοκρίνηται. ταῦτα μὲν οὖν ἐστιν ἃ καὶ Βασιλείδης μυθεύει, 〈ὃς〉 σχολάσας κατὰ τὴν 〈τῶν〉 Αἰγυπτ〈ί〉ων 〈χώραν〉 καὶ παρ᾽ αὐτῶν τὴν τοιαύτην σοφίαν διδαχθείς, ἐκαρποφόρησε τοιούτους καρπούς.

Σατορνεῖλος δέ τις, συνακμάσας τῷ Βασιλείδῃ κατὰ τὸν αὐτὸν χρόνον, διατρίψας δ᾽ ἐν Ἀντιοχείᾳ τῆς Συρίας, ἐδογμάτισε τοιαῦτα ὁποῖα καὶ Μένανδρος. λέγει γὰρ ἕνα Πατέρα ἄγνωστον τοῖς πᾶσιν ὑπάρχειν, τὸν ποιήσαντα ἀγγέλους, ἀρχαγγέλους, δυνάμεις, ἐξουσίας· ὑπὸ δὲ ἑπτά τινων ἀγγέλων τὸν κόσμον γεγενῆσθαι καὶ πάντα τὰ ἐν αὐτῷ. καὶ τὸν ἄνθρωπον δὲ ἀγγέλων εἶναι ποίημα, ἄνωθεν, ἀπὸ τῆς αὐθεντίας, φω〈τει〉νῆς εἰκόνος ἐπιφανείσης. ἣν κατασχεῖν μὴ δυνηθέντες, διὰ τὸ παραχρῆμα, φησίν, ἀναδραμεῖν ἄνω, ἐκέλευσαν ἑαυτοῖς λέγοντες· «ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν». οὗ γενομένου, φησί, καὶ 〈μὴ〉 δυναμένου ἀνορθοῦσθαι τοῦ πλάσματος διὰ τὸ ἀδρανὲς τῶν ἀγγέλων, ἀλλὰ ὡς σκώληκος σκαρίζοντος, οἰκτείρασα αὐτὸν ἡ ἄνω δύναμις διὰ τὸ ἐν ὁμοιώματι αὐτῆς γεγονέναι 〈ἔ〉πεμψε σπινθῆρα ζωῆς, ὃς διήγειρε τὸν ἄνθρωπον καὶ 〈ἀνώρθωσε καὶ〉 ζῆν ἐποίησε. τοῦτον οὖν τὸν σπινθῆρα τῆς ζωῆς μετὰ τὴν τελευτὴν ἀνατρέχειν πρὸς τὰ ὁμόφυλα λέγει, καὶ τὰ λοιπά, ἐξ ὧν ἐγένετο, εἰς ἐκεῖνα ἀναλύεσθαι.

Τὸν δὲ σωτῆρα ἀγέν〈ν〉ητον ὑπέθετο καὶ ἀσώματον καὶ ἀνείδεον, δοκήσει δ᾽ ἐπιπεφηνέναι ἄνθρωπον. καὶ τὸν τῶν Ἰουδαίων θεὸν ἕνα τῶν ἀγγέλων εἶναί φησι· καὶ διὰ τὸ βούλεσθαι τὸν Πατέρα καταλῦσαι πάντας τοὺς ἄρχοντας 〈αὐτοῦ〉 παραγενέσθαι τὸν Χριστόν, ἐπὶ καταλύσει τοῦ τῶν Ἰουδαίων θεοῦ καὶ ἐπὶ σωτηρίᾳ τῶν πειθομένων αὐτῷ. εἶναι δὲ τούτους 〈τοὺς〉 ἔχοντας τὸν σπινθῆρα τῆς ζωῆς ἐν αὑτοῖς. δύο γὰρ γένη τῶν ἀνθρώπων ὑπὸ τῶν ἀγγέλων πεπλάσθαι ἔφη, τὸ μὲν πονηρόν, τὸ δὲ ἀγαθόν· καὶ ἐπειδὴ οἱ δαίμονες τοῖς πονηροῖς ἐβοήθουν, ἐληλυθέναι τὸν σωτῆρα ἐπὶ καταλύσει τῶν φαύλων ἀνθρώπων καὶ δαιμόνων, ἐπὶ σωτηρίᾳ δὲ τῶν ἀγαθῶν.

Τὸ δὲ γαμεῖν καὶ γεν〈ν〉ᾶν ἀπὸ τοῦ Σατανᾶ φησιν εἶναι. οἱ πλείους δὲ τῶν ἀπ᾽ ἐκείνου καὶ ἐμψύχων ἀπέχονται, διὰ τῆς προσποιητοῦ ταύτης ἐγκρατείας 〈πλανῶντες πολλούς〉. τὰς δὲ προφητείας ἃς μὲν ἀπὸ τῶν κοσμοποιῶν ἀγγέλων λελαλῆσθαι, ἃς δὲ ἀπὸ τοῦ Σατανᾶ· ὃν καὶ αὐτὸν ἄγγελον, ἀντιπράττοντα τοῖς κοσμοποιοῖς ὑπέθετο, μάλιστα δὲ τῷ τῶν Ἰουδαί(ων) θεῷ. ταῦτα μὲν οὖν 〈καὶ〉 ὁ Σατορνεῖλος.

Μαρκίων δὲ ὁ Ποντικός, πολὺ τούτων 〈ὢν〉 μανικώτερος, τὰ πολλὰ τῶν πλειόνων 〈γραφῶν〉 παραπεμψάμενος, ἐπὶ τὸ ἀναιδέστερον ὁρμήσας δύο ἀρχὰς τοῦ παντὸς ὑπέθετο, ἀγαθὸν 〈θεόν〉 τινα λέγων καὶ τὸν ἕτερον πονηρόν. καὶ αὐτὸς δὲ νομίζων καινόν τι παρεισαγαγεῖν, σχολὴν (ἐ)σκεύασεν ἀπονοίας γέμουσαν καὶ κυνικοῦ βίου, ὤν τις μάχιμος. ὃς νομίζων λήσεσθαι τοὺς πολλοὺς ὅτι μὴ Χριστοῦ τυγχάνει μαθητὴς ἀλλ᾽ Ἐμπεδοκλέους, πολὺ αὐτοῦ προγενεστέρου τυγχάνοντος, ταὐτὰ ὁρίσας ἐδογμάτισε δύο εἶναι τὰ τοῦ παντὸς αἴτια, νεῖκος καὶ φιλίαν. τί γάρ φησιν ὁ Ἐμπεδοκλῆς περὶ τῆς τοῦ κόσμου διαγωγῆς, εἰ καὶ προείπομεν, ἀλλά γε καὶ νῦν πρὸς τὸ ἀντιπαραθεῖναι τῇ τοῦ κλεψιλόγου αἱρέσει οὐ σιωπήσομαι.

Οὗτός φησιν 〈οὖν〉 εἶναι τὰ πάντα στοιχεῖα, ἐξ ὧν ὁ κόσμος συνέστηκε καὶ ἔστιν, ἕξ· δύο μὲν ὑλικά, γῆν καὶ ὕδωρ· δύο δὲ ὄργανα, οἷς τὰ ὑλικὰ κοσμεῖται καὶ μεταβάλλεται, πῦρ καὶ ἀέρα· δύο δὲ τὰ ἐργαζόμενα τοῖς ὀργάνοις τὴν ὕλην καὶ δημιουργοῦντα, νεῖκος καὶ φιλίαν, λέγων ὧδέ πως· τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε· Ζεὺς 〈αἰθὴρ〉 Ἥρη τε φερέσβιος ἠδ᾽ Ἀϊδωνεὺς Νῆστίς θ᾽, ἣ δακρύοις τέγγει κρούνωμα βρότειον.

Ζεύς ἐστι, 〈φησί,〉 τὸ πῦρ, Ἥρη δὲ φερέσβιος ἡ γῆ, ἡ φέρουσα τοὺς πρὸς τὸν βίον καρπούς, Ἀϊδωνεὺς δὲ ὁ ἀήρ, ὅτι πάντα δι᾽ αὐτοῦ βλέπο〈ν〉τες μόνον αὐτὸν οὐ καθορῶμεν, Νῆστις δὲ τὸ ὕδωρ· μόνον γὰρ τοῦτο, «ὄχημα τροφῆς», 〈τουτέστιν〉 αἴτιον, γιν(ό)μενον πᾶσι τοῖς τρεφομένοις, αὐτὸ καθ᾽ αὑτὸ τρέφειν οὐ δύναται τὰ τρεφόμενα. εἰ γὰρ ἔτρεφε, φησίν, οὐκ ἄν ποτε λιμῷ κατελήφθη τὰ ζῷα, ὕδατος ἐν τῷ κόσμῳ πλεονάζοντος ἀεί. διὰ τοῦτο 〈οὖν〉 Νῆστιν καλεῖ τὸ ὕδωρ, ὅτι τροφῆς αἴτιον γινόμενον, τρέφειν οὐκ εὐτονεῖ τὰ τρεφόμενα. ταῦτα μὲν οὖν ἐστιν, ὡς τύπῳ περιλαβεῖν, τὰ συνέχοντα τοῦ κόσμου τὴν ὅλην ὑπόθεσιν· ὕδωρ καὶ γῆ, ἐξ ὧν 〈ἐστι〉 τὰ γινόμενα, πῦρ καὶ πνεῦμα, 〈τουτέστι〉 τὰ ὄργανα, καὶ τὰ δραστήρια, νεῖκος δὴ καὶ φιλία, τὰ δημιουργοῦντα τεχνικῶς.

Καὶ ἡ μὲν φιλία εἰρήνη τίς ἐστι καὶ ὁμόνοια καὶ στοργή, ἕνα τέλειον 〈καὶ〉 κατηρτισμένον εἶναι προαιρουμένη τὸν κόσμον· τὸ δὲ νεῖκος ἀεὶ διασπᾷ τὸ ἓν καὶ κατακερματίζει καὶ ἀπεργάζεται ἐξ ἑνὸς πολλά. ἔστι μὲν οὖν τὸ μὲν νεῖκος αἴτιον τῆς κτίσεως πάσης—ὅ φησιν «οὐλόμενον» εἶναι, τουτέστιν ὀλέθριον· μέλει γὰρ αὐτῷ, ὅπως διὰ παντὸς αἰῶνος ἡ κτίσις αὑτὴ συνεστήκῃ—, καὶ ἔστι πάντων τῶν γεγονότων τῆς γενέσεως δημιουργὸς καὶ ποιητὴς τὸ νεῖκος τὸ ὀλέθριον, τῆς δ᾽ ἐκ τοῦ κόσμου τῶν γεγονότων ἐξαγωγῆς καὶ μεταβολῆς καὶ εἰς τὸ ἓν ἀποκαταστάσεως ἡ φιλία. περὶ ὧν ὁ Ἐμπεδοκλῆς 〈φησιν〉 ὅτι ἐστὶν ἀθάνατα 〈τὰ〉 δύο καὶ ἀγέν〈ν〉ητα καὶ ἀρχὴν τοῦ γενέσθαι μηδέποτε εἰληφότα· ἀλλὰ 〈δὴ〉 λέγει τοιοῦτόν τινα τρόπον· ἦ γὰρ καὶ πάρος ἦν, καί 〈γ᾽〉 ἔσ〈σε〉ται, οὐδέ ποτ᾽, οἴω, τούτων ἀμφοτέρων κεν〈ε〉ώσεται ἄσπετος αἰών. τίνων 〈δὲ〉 τούτων; τοῦ νείκους καὶ τῆς φιλίας· οὐ γὰρ ἤρξα〈ν〉το γενέσθαι, ἀλλὰ προῆσαν καὶ ἔσονται ἀεί, διὰ τὴν ἀγεννησίαν φθορὰν ὑπομεῖναι μὴ δυνάμενα.

Τὸ δὲ πῦρ 〈καὶ τὸ ὕδωρ〉 καὶ ἡ γῆ καὶ ὁ ἀὴρ θνῄσκοντα καὶ ἀναβιοῦντα. ὅταν μὲν γὰρ ἀποθάνῃ τὰ ὑπὸ τοῦ νείκους γενόμενα, παραλαμβάνουσα αὐτὰ ἡ φιλία πρ(ο)σάγει καὶ προστίθησι καὶ προσοικειοῖ τῷ παντί, ἵνα μένῃ τὸ πᾶν ἕν, ὑπὸ τῆς φιλίας ἀεὶ διακοσμούμενον μονοτρόπως καὶ μονοειδῶς. ὅταν δὲ ἡ φιλία ἐκ πολλῶν ποιήσῃ τὸ ἓν καὶ τὰ διεσπασμένα προσοικοδομήσῃ τῷ ἑνί, πάλιν τὸ νεῖκος ἀπὸ τοῦ ἑνὸς ἀποσπᾷ καὶ ποιεῖ πολλά, τουτέστιν πῦρ, ὕδωρ, γῆν, ἀέρα, τά 〈τ᾽〉 ἐκ τούτων γεννώμενα ζῷα καὶ φυτὰ καὶ ὅσα μέρη τοῦ κόσμου κατανοοῦμεν. καὶ περὶ μὲν τῆς τοῦ κόσμου ἰδέας, ὁποία τίς ἐστιν ὑπὸ τῆς φιλίας κοσμουμένη, λέγει τοιοῦτόν τινα τρόπον· οὐ γὰρ ἀπὸ νώτοιο δύο κλάδοι ἀίσ〈σ〉ονται, οὐ πόδες, οὐ θοὰ γοῦν᾽, οὐ μήδεα γεν〈ν〉ήεντα, ἀλλὰ σφαῖρος ἔην 〈μοῦνός τε〉 καὶ ἶσος [ἐστὶν] 〈ἑ〉αυτῷ. τοιοῦτον 〈οὖν〉 τι 〈τέλειον〉 καὶ κάλλιστον εἶδος τοῦ κόσμου ἡ φιλία ἐκ πολλῶν ἓν ἀπεργάζεται· τὸ δὲ νεῖκος, τὸ τῆς [τῶν] κατὰ μέρος διακοσμήσεως αἴτιον, ἐξ ἑνὸς ἐκείνου ἀποσπᾷ καὶ ἀπεργάζεται πολλά.

Καὶ τοῦτό ἐστιν ὃ λέγει περὶ τῆς ἑαυτοῦ γεννήσεως ὁ Ἐμπεδοκλῆς· τὴν καὶ ἐγὼ 〈νῦν〉 εἶμι, φυγὰς θεόθεν καὶ ἀλήτης, [τουτέστι] θεὸν καλῶν τὸ ἓν καὶ τὴν ἐκείνου ἑνότητα, ἐν ᾧ ἦν πρὶν ὑπὸ τοῦ νείκους ἀποσπασθῆναι καὶ γενέσθαι ἐν τοῖς πολλοῖς τούτοις, τοῖς κατὰ τὴν τοῦ νείκους διακόσμησιν 〈γεγονόσι〉. «νείκει» γάρ, φησί, 〈«μαινομένῳ πίσυνος», νεῖκος〉 μαινόμενον καὶ τετα〈ρα〉γμένον καὶ ἄστατον τὸν δημιουργὸν το〈ῦ〉δε τοῦ κόσμου ὁ Ἐμπεδοκλῆς ἀποκαλῶν. αὕτη γάρ ἐστιν, 〈φησίν,〉 ἡ καταδίκη καὶ ἀνάγκη τῶν ψυχῶν, ὧν ἀποσπᾷ τὸ νεῖκος ἀπὸ τοῦ ἑνὸς καὶ δημιουργεῖ καὶ 〈ἀπ〉εργάζεται 〈πολλάς〉, λέγων τοιοῦτόν τινα τρόπον· 〈ὅρκον θ᾽〉 ὅς κ᾽ ἐπίορκον ἁμαρτήσας ἐπομόσ〈σ〉ῃ, δαίμονες οἵτε μακραίωνος λελάχασι βίοιο —δαίμονας τὰς ψυχὰς λέγων, μακραίωνας 〈δέ〉, ὅτι εἰσὶν ἀθάνατοι καὶ μακροὺς ζῶσιν αἰῶνας—, τρίς μιν μυρίας ὧρας ἀπὸ μακάρων ἀλάλησθαι —μάκαρας καλῶν τοὺς (σ)υνηγμένους ὑπὸ τῆς φιλίας ἀπὸ τῶν πολλῶν εἰς τὴν ἑνότη(τ)α τοῦ κόσμου τοῦ νοητοῦ· —τούτους οὖν φησιν ἀλάλησθαι [καὶ] φυομένους παντοῖα διὰ χρόνου [ε]ἴδεα θνητῶν, ἀργαλέας βιότ(οιο) (μ)εταλλάσσοντα κελεύθους. ἀργαλέας [δὲ] κελεύθους φησὶν εἶναι τῶν ψυχῶν τὰς εἰς τὰ σώματα μεταβολὰς καὶ μετακοσμήσεις· τοῦτ᾽ ἔστιν ὃ λέγει· ἀργαλέας βιότοιο μεταλλάσσοντα κελεύθους.

μεταλλάσσουσι γὰρ αἱ ψυχαὶ σῶμα ἐκ σώματος, ὑπὸ τοῦ νείκους μεταβαλλόμεναι καὶ κολαζόμεναι καὶ οὐκ ἐώμεναι 〈μετα〉βαίνειν εἰς τὸ ἕν. ἀλλὰ 〈δὴ〉 κολάζεσθαι ἐν πάσαις κολάσεσιν ὑπὸ τοῦ νείκους τὰς ψυχάς, μεταβαλλομένας σῶμα ἐκ σώματος, 〈φησὶ λέγων ὧδέ πως〉· αἰθέριον 〈μὲν〉 γάρ σφε μένος [ψυχὰς] πόντονδε [ἐχθονὸς] διώκει, πόντος δ᾽ ἐ(ς) χθονὸς οὖδας ἀπέπτυσε, γαῖα δ᾽ ἐς αὐγὰς ἠελίου φαέθοντος, ὁ δ᾽ αἰθέρος ἔμβαλε δίναις· ἄλλος δ᾽ ἐξ ἄλλου δέχεται, στυγέουσι δὲ πάντες. αὕτη 〈δή〉 ἐστιν ἡ κόλασις ᾗ κολάζει 〈τὰς ψυχὰς〉 ὁ δημιουργός, καθάπερ χαλκεύς τις 〈ὁ〉 μετακοσμῶν σίδηρον καὶ ἐκ πυρὸς εἰς ὕδωρ μεταβάπτων. πῦρ γάρ ἐστιν ὁ αἰθήρ, ὅθεν εἰς πόντον—〈τουτέστιν ὕδωρ〉— μεταβάλλει τὰς ψυχὰς ὁ δημιουργός. χθὼν δὲ ἡ γῆ· ὅθεν φησίν· ἐξ ὕδατος εἰς γῆν, ἐκ γῆς δ᾽ εἰς τὸν ἀέρα. τοῦτ᾽ ἔστιν ὃ λέγει· γαῖα δ᾽ ἐς αὐγὰς ἠελίου φαέ(θο)ντος, ὁ δ᾽ αἰθέρος ἔμβαλε δίναις· ἄλλος 〈δ᾽〉 ἐξ ἄλλου δέχεται, στυγέουσι δὲ πάντες.

Μισουμένας οὖν τὰς ψυχὰς καὶ βασανιζομένας καὶ κολαζομένας ἐν τῷδε τῷ κόσμῳ κατὰ τὸν Ἐμπεδοκλέα συνάγει ἡ φιλία, ἀγαθή τις οὖσα καὶ κατοικτείρουσα τὸν στεναγμὸν αὐτῶν καὶ τὴν ἄτακτον καὶ πονηρὰν «τοῦ νείκους τοῦ μαινομένου» κατασκευήν, καὶ ἐξάγειν 〈αὐτὰς〉 κατ᾽ ὀλίγον ἐκ τοῦ κόσμου καὶ προσοικειοῦν τῷ ἑνὶ σπεύδουσα, καὶ κοπιῶσα, ὅπως τὰ πάντα εἰς τὴν ἑνότητα καταντήσῃ ὑπ᾽ αὐτῆς ἀγόμενα.

Διὰ τὴν τοιαύτην οὖν τοῦ ὀλεθρίου νείκους διακόσμησιν τοῦδε τοῦ μεμερισμένου κόσμου πάντων 〈τῶν〉 ἐμψύχων ὁ Ἐμπεδοκλῆς τοὺς ἑαυτο(ῦ) μαθητὰς ἀπέχεσθαι παρακαλεῖ· εἶναι γάρ φησι τὰ σώματα τῶν ζῴων τὰ ἐσθιόμενα ψυχῶν κεκολασμένων οἰκητήρια. καὶ ἐγκρατεῖς 〈δ᾽〉 εἶναι τοὺς τῶν τοιούτων λόγων ἀκροωμένους τῆς πρὸς γυναῖκα ὁμιλίας διδάσκει, ἵνα μὴ συνεργάζωνται καὶ συνεπιλαμβάνωνται τῶν ἔργων ὧν δημιουργεῖ τὸ νεῖκος, τὸ τῆς φιλίας ἔργον λύον ἀεὶ καὶ διασπῶν.

Τοῦτον 〈οὖν〉 εἶναί φησιν ὁ Ἐμπεδοκλῆς νόμον μέγιστον τῆς τοῦ παντὸς διοικήσεως, λέγων ὧδέ πως· ἔστιν Ἀνάγκη〈ς〉 χρῆμα, θεῶν ψήφισμα παλαιόν, ἀίδιον, πλατέεσ〈σ〉ι κατεσφρηγισμένον ὅρκοις· Ἀνάγκην καλῶν τὴν ἐξ ἑνὸς εἰς πολλὰ κατὰ τὸ νεῖκος καὶ ἐκ πολλῶν εἰς ἓν κατὰ τὴν φιλίαν μεταβολήν· θεοὺς δέ, ὡς ἔφην, τέσσαρας μὲν θνητούς, πῦρ, ὕδωρ, γῆν, ἀέρα, δύο δὲ ἀθανάτους, ἀγεννήτους, πολεμίους ἑαυτοῖς διὰ παντός, τὸ νεῖκος καὶ τὴν φιλίαν. καὶ τὸ μὲν νεῖκος ἀδικεῖν διὰ παντὸς καὶ πλεονεκτεῖν καὶ ἀποσπᾶν τὰ τῆς φιλίας καὶ ἑαυτῷ προσνέμειν, τὴν δὲ φιλίαν ἀεὶ καὶ διὰ παντός, ἀγαθήν τινα οὖσαν καὶ τῆς ἑνότητος ἐπιμελουμένην, τὰ ἀπεσπασμένα τοῦ παντὸς καὶ βεβασανισμένα καὶ κεκολασμένα ἐν τῇ κτίσει ὑπὸ τοῦ δημιουργοῦ ἀνακαλεῖσθαι καὶ προσάγειν 〈τῷ παντὶ〉 καὶ ἓν ποιεῖν.

Τοιαύτη 〈δή〉 τις [ἡ] κατὰ τὸν Ἐμπεδοκλέα ἡμῖν ἡ τοῦ κόσμου γένεσις καὶ φθορὰ καὶ σύστασις, ἐξ ἀγαθοῦ καὶ κακοῦ συνεστῶσα, φιλοσοφεῖται. εἶναι δέ φησι καὶ νοητὴν τρίτην τινὰ δύναμιν, ἣν κἂν ἐκ τούτων 〈τῶν πολλῶν〉 ἐπινοεῖσθαι δύνασθαι, λέγων ὧδέ πως· εἰ γάρ κέν σφ᾽ ἀδινῇσιν ὑπὸ πραπίδεσ〈σ〉ιν ἐρείσας εὐμενέως (κ)αθαρῇσιν ἐποπτεύ〈σ〉ῃς μελέτῃσιν, ταῦτά τέ σοι μάλα πάντα δι᾽ αἰῶνος παρέσονται, ἄλλα τε πόλλ᾽ ἀπὸ τῶνδ᾽ ἐκτή(σ)εαι· αὐτὰ γὰρ αὔξει ταῦτ᾽ εἰς ἦθος ἕκαστον, ὅπη φύσις ἐστὶν ἑκάστῳ. εἰ δὲ σύ γ᾽ ἀλλοίων ἐπορέξεαι, οἷα κατ᾽ ἄνδρας μυρία δειλὰ πέλονται ἅ τ᾽ ἀμβλύνουσι μερίμνας, ἦ σ᾽ ἄφαρ ἐκλείψουσι περιπλομένοιο χρόνοιο σφῶν αὐτῶν ποθέοντα φίλην ἐπὶ γέν〈ν〉αν ἱκέσθαι· πάντα γὰρ ἴσθι φρόνησιν ἔχειν καὶ νώματος 〈α〉ἶσαν.

Ἐπειδὰν οὖν Μαρκίων ἢ τῶν ἐκείνου κυνῶν τις ὑλακτῇ κατὰ τοῦ δημιουργοῦ, τοὺς ἐκ τῆς ἀντιπαραθέσεως ἀγαθοῦ καὶ κακοῦ προφέρων λόγους, δεῖ αὐτοῖ(ς) λέγειν ὅτι τούτους οὔτε Παῦλος ὁ ἀπόστολος οὔτε Μάρκος ὁ κολοβοδάκτυλος ἀνήγγειλαν—τούτων γὰρ οὐδε〈ὶς〉 ἐν τῷ 〈κατὰ〉 Μάρκον εὐαγγελίῳ γέγραπται—, ἀλλὰ Ἐμπεδοκλῆς Μ〈έ〉τωνος Ἀκραγαντῖνος· ὃν συλαγωγῶν 〈Μαρκίων〉 μέχρι νῦν λανθάνειν ὑπελάμβανε τὴν διαταγὴν πάσης τῆς κατ᾽ αὐτὸν αἱρέσεως ἀπὸ τῆς Σικελίας εἰς τοὺς εὐαγγελικοὺς λόγους μεταφέρων αὐταῖς 〈ταῖς〉 λέξεσι. φέρε δέ, ὦ Μαρκίων, καθάπερ τὴν ἀντιπαράθεσιν πεποίηκας ἀγαθοῦ καὶ κακοῦ, ἀντιπαραθῶ κἀγὼ σήμερον κατακολουθῶν τοῖς σοῖς, οἷς ὑπολαμβάνεις, δόγμασι. δημιουργὸν 〈οὖν〉 φῂς εἶναι τοῦ κόσμου πονηρόν· εἶτ᾽ οὐκ ἐγκαλύπτῃ τοὺς Ἐμπεδοκλέο〈υ〉ς λόγους τὴν ἐκκλησίαν κατηχῶν; ἀγαθὸν φῂς εἶναι θεὸν 〈τὸν〉 καταλύοντα τὰ τοῦ δημιουργοῦ ποιήματα· εἶτ᾽ οὐ καταφανῶς τὴν Ἐμπεδοκλέους φιλίαν εὐαγγελίζῃ τοῖς ἀκροωμένοις 〈ὡς〉 τὸν ἀγαθόν; «κωλύεις γαμεῖν», τεκνοῦν, «ἀπέχεσθαι βρωμάτων, ὧν ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν 〈μετὰ εὐχαριστίας〉 τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν». 〈εἶτ᾽ οὐ〉 τοὺς Ἐμπεδοκλέους λανθάνεις διδάσκων Καθαρμούς; ἑπόμενος γὰρ ὡς ἀληθῶς κατὰ πάντα τούτῳ, τὰ βρ(ώ)ματα παραιτεῖσθαι τοὺς ἑαυτοῦ μαθητὰς διδάσκεις, ἵνα μὴ φάγωσι σῶμά τι, λείψανον 〈ὂν〉 ψυχῆς ὑπὸ τοῦ δημιουργοῦ κεκολασμένης.

λύεις τοὺς ὑπὸ τοῦ θεοῦ συνηρμοσμένους γάμους, τοῖς Ἐμπεδοκλέους ἀκολουθῶν δόγμασιν, ἵνα σοι φυλαχθ(ῇ) τ(ὸ) τῆς φιλίας ἔργον ἓν 〈καὶ〉 ἀδιαίρετον· διαιρεῖ γὰρ ὁ γάμος κατὰ Ἐμπεδοκλέα τὸ ἓν καὶ ποιεῖ πολλά, καθὼς ἀπεδείξαμεν.

Ἡ μὲν οὖν πρώτη καὶ καθαριωτάτη Μαρκίωνος αἵρεσις, ἐξ ἀγα(θ)οῦ καὶ κακοῦ τὴν σύστασιν ἔχουσα, Ἐμπεδοκλέους ἡμῖν εἶναι πεφανέρωται· ἐπεὶ δ᾽ ἐν τοῖς καθ᾽ ἡμᾶ(ς) χρόνοις νῦν καινότερόν τι ἐπεχείρησε Μαρκιωνιστής τις Πρέπων, 〈ὢν〉 Ἀσ〈σ〉ύριος, πρὸς (Β)αρδησιάνην τὸν Ἀρμένιον ἐγγράφως ποιήσασθαι λόγους περὶ τῆς αἱρέσεως 〈τετολμηκώς〉, οὐδὲ τοῦτο σιωπήσομαι. τρίτην 〈τινὰ οὖν〉 φάσκων δίκαιον εἶναι ἀρχήν, καὶ μέσην ἀγαθοῦ καὶ κακοῦ τεταγμένην, οὐδ᾽ οὕτως δὴ ὁ Πρέπων τὴν Ἐμπεδοκλέους διαφυγεῖν ἴσχυσε δόξαν. κόσμον γάρ φησιν εἶναι ὁ Ἐμπεδοκλῆς 〈τοῦτον〉, τὸν ὑπὸ τοῦ νείκους διοικούμενον τοῦ πονηροῦ, καὶ ἕτερον νοητόν, τὸν ὑπὸ τῆς φιλίας, καὶ εἶναι ταύτας τὰς διαφερούσας ἀρχὰς δύο, ἀγαθοῦ καὶ κακοῦ· μέσον δὲ εἶναι τῶν διαφόρων ἀρχῶν 〈τούτων τὸν〉 δίκαιον λόγον, καθ᾽ ὃν συγκρίνεται τὰ διῃρημένα ὑπὸ τοῦ νείκους καὶ προσαρμόζεται κατὰ τὴν φιλίαν τῷ ἑνί. τοῦτον δὲ [αὐτὸν] τὸν δίκαιον λόγον, τὸν τῇ φιλίᾳ συναγωνιζόμενον, Μοῦσαν ὁ Ἐμπεδοκλῆς προσαγορεύει καὶ αὐτὸν αὑτῷ συναγωνίζεσθαι παρακαλεῖ, λέγων ὧδέ πως· εἰ γὰρ ἐφημερίων ἕνεκέν τινος, ἄμβροτε Μοῦσα, ἡμετέρας μελέτας 〈ἅδε τοι〉 διὰ φροντίδος ἐλθεῖν, εὐχομένῳ νῦν αὖτε παρίστασο, Καλλιόπεια, ἀμφὶ θεῶν μακάρων ἀγαθὸν λόγον ἀμφαίνοντι.

Τούτοις κατακολουθῶν 〈οὖν λόγοις〉 Μαρκίων τὴν γένεσιν τοῦ σωτῆρος ἡμῶν παντάπασ(ιν) παρῃτήσατο, ἄτοπον εἶναι νομίζων ὑπὸ τὸ πλάσμα τοῦ ὀλεθρίου τούτου νείκους γεγονέναι τὸν λόγον τὸν τῇ φιλίᾳ συναγωνιζόμενον—τουτέστι τῷ ἀγαθῷ· —ἀλλὰ 〈γάρ φησι〉 χωρὶς γενέσεως «〈ἐν〉 ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος» κατεληλυθότα αὐτὸν ἄνωθεν, μέσον ὄντα κακοῦ καὶ ἀγαθοῦ, «διδάσκειν ἐν ταῖς συναγωγαῖς». εἰ γὰρ μεσίτης ἐστίν, ἀπήλλακται, φησί, πάσης τῆς τοῦ κακοῦ φύσεως. —κακὸς δ᾽ ἔστιν, ὡς λέγει, ὁ δημιουργὸς καὶ τούτου τὰ ποιήματα· διὰ τοῦτο ἀγέν〈ν〉ητος κατῆλθεν ὁ Ἰησοῦς, φησίν, ἵνα ᾖ πάσης ἀπηλλαγμένος κακίας. —ἀπήλλακται δέ, φησί, καὶ τῆς τοῦ ἀγαθοῦ φύσεως, ἵνα ᾖ μεσίτης, ὡς, φησίν, ὁ Παῦλος 〈*〉 καὶ ὡς αὐτὸς ὁμολογεῖ 〈λέγων〉· «τί με λέγετε ἀγαθόν; εἷ〈ς〉 ἐστιν ἀγαθός».

Ταῦτα μὲν οὖν 〈ἐστι〉 τὰ Μαρκίωνι δόξαντα, δι᾽ ὧν ἐπλάνησε πολλούς· τοῖς 〈γὰρ〉 Ἐμπεδοκλέους λόγοις χρησάμενος καὶ τὴν ὑπ᾽ ἐκείνου ἐφηυρημένην φιλοσοφίαν ἰδίᾳ δόξῃ μετάγων, αἵρεσιν ἄθεον συνεστήσατο. ἣν ἱκανῶς ἠλέγχθαι ὑφ᾽ ἡμῶν νομίζω μηθέν τε 〈ἀνέλεγκτον〉 καταλελεῖφθαι, ὧν κλεψιλογήσαντες παρ᾽ Ἑλλήνων τοὺς Χριστοῦ μαθητὰς ἐπηρεάζουσιν ὡς 〈ἂν〉 τούτων αὐτοῖς γενομένους διδασκάλους. ἀλλ᾽ ἐπεὶ καὶ τὰ τούτου ἱκανῶς ἡμῖν δοκεῖ ἐκτεθεῖσθαι, ἴδωμεν τί λέγει 〈καὶ〉 Καρποκράτης.

Καρποκράτης τὸν μὲν κόσμον καὶ τὰ ἐν αὐτῷ ὑπὸ ἀγγέλων πολὺ ὑποβεβηκότων τοῦ ἀγεν〈ν〉ήτου Πατρὸς γεγενῆσθαι λέγει, τὸν δὲ Ἰησοῦν ἐξ Ἰωσὴφ γεγεν〈ν〉ῆσθαι, καὶ ὅμοιον τοῖς 〈λοιποῖς〉 ἀνθρώποις γεγονότα δικαιότερον τῶν λοιπῶν γενέσθαι. τὴν γὰρ ψυχὴν αὐτοῦ, εὔτονον καὶ καθαρὰν γεγονυῖαν, διαμνημονεῦσαι τὰ ὁρα〈θέν〉τα [μὲν] αὐτῇ ἐν τῇ μετὰ τοῦ ἀγεν〈ν〉ήτου θεοῦ περιφορᾷ· καὶ διὰ τοῦτο ὑπ᾽ ἐκείνου αὐτ(ῇ) καταπεμφθῆναι δύναμιν, ὅπως τοὺς κοσμοποιοὺς ἐκφυγεῖν δι᾽ αὐτῆς δυνηθῇ, [ἦν] καὶ διὰ πάντων χωρήσασαν ἐν πᾶσί τε ἐλευθερωθεῖσαν 〈ἀν〉εληλύθῃ πρὸς αὐτόν, 〈καὶ τὰς〉 τὰ ὅμοια αὐτῇ ἀσπαζομένας 〈ὁμοίως〉. τὴν δὲ τοῦ Ἰησοῦ λέγουσι ψυχήν, ἐννόμως ἠσκημέ(ν)ην ἐν Ἰουδαϊκοῖς ἔθεσι, καταφρονῆσαι αὐτῶν, καὶ διὰ τοῦτο δυνάμεις ἐπιτετελεκέναι, δι᾽ ὧν κατήργησε τὰ ἐπὶ κολάσε〈σ〉ι πάθη προσόντα τοῖς ἀνθρώποις.

Τὴν οὖν ὁμοίως ἐκείνῃ τῇ τοῦ Χριστοῦ ψυχῇ δυναμένην καταφρονῆσαι τῶν κοσμοποιῶν ἀρχόντων ὁμοίως λαμβάνειν δύναμιν πρὸς τὸ πρᾶξαι τὰ ὅμοια. διὸ καὶ εἰς τοῦτο το〈ῦ〉 τύφου κατεληλύθασιν, ὥστε τοὺς μὲν 〈αὐτῶν〉 ὁμοίους αὐτῷ εἶναι λέγειν τῷ Ἰησοῦ, τοὺς δ᾽ ἔτι καὶ 〈αὐτοῦ〉 δυνατωτέρους, τινὰς δὲ καὶ διαφορωτέρους τῶν ἐκείνου μαθητῶν, οἷον Πέτρου καὶ Παύλου καὶ τῶν λοιπῶν ἀποστόλων. τούτους δὲ κατὰ μηδὲν ἀπολείπεσθαι τοῦ Ἰησοῦ· τὰς γὰρ ψυχὰς αὐτῶν, ἐκ τῆς 〈αὐτῆς〉 ὑπερκειμένης ἐξουσίας παρούσας καὶ διὰ τοῦτο ὡσαύτως καταφρονούσας τῶν κοσμοποιῶν, [διὰ] τῆς αὐτῆς ἠξιῶσθαι δυνάμεως καὶ αὖθις εἰς τὸ αὐτὸ χωρῆσαι. εἰ δέ τις ἐκείνου πλέον καταφρονήσειεν τῶν ἐνταῦθα, δύνασθαι διαφορώτερον αὐτοῦ ὑπάρχειν.

Τέχνας οὖν μαγικὰς ἐξεργάζονται 〈καὶ αὐτοὶ〉 καὶ ἐπαοιδάς, φίλτρα τε καὶ χαριτήσια, παρέδρους τε καὶ ὀνειροπόμπους καὶ τὰ λοιπὰ κακουργήματα, φάσκοντες 〈αὑτοὺς〉 ἐξουσίαν ἔχειν πρὸς τὸ κυριεύειν ἤδη τῶν ἀρχόντων καὶ ποιητῶν τοῦδε τοῦ κόσμου, οὐ μὴν ἀλλὰ καὶ τῶν ἐν αὐτῷ ποιημάτων ἁπάντων. —οἵτινες καὶ αὐτοὶ εἰς διαβολὴν τοῦ θείου τῆς ἐκκλησίας ὀνόματος 〈ὡς ἂν Χριστιανοὶ〉 πρὸς τὰ ἔθνη ὑπὸ τοῦ Σατανᾶ προεβλήθησαν, ἵνα κατ᾽ ἄλλον καὶ ἄλλον τρόπον τὰ ἐκείνων ἀκούοντες ἄνθρωποι, καὶ δοκοῦντες ἡμᾶς πάντας τοιούτους ὑπάρχειν, ἀποστρέφωσι τὰς ἀκοὰς αὐτῶν ἀπὸ τοῦ τῆς ἀληθείας κηρύγματος, 〈ἢ καὶ〉 βλ(έ)ποντες τὰ ἐκείνων ἅπαντα〈ς〉 ἡμᾶς βλασφημῶσιν. — Εἰς τοσοῦτον δὲ μετενσωματοῦσθαι 〈ἀεὶ〉 φάσκουσι τὰς ψυχάς, 〈εἰς〉 ὅσον πάντα τὰ ἁμαρτήματα πληρώσωσιν· ὅταν δὲ μηδὲν λείπῃ 〈αὐτῇ〉, τότε ἐλευθερωθεῖσαν ἀπαλλαγῆναι πρὸς ἐκεῖνον τὸν ὑπεράνω τῶ(ν) (κο)σμοποιῶν ἀγγέλων θεόν. καὶ οὕτως 〈δὲ〉 σωθήσεσθαι πάσας τὰς ψυχάς· [εἰ] τινὲς μὲν φθάσασαι ἐν μιᾷ παρουσίᾳ ἀναμιγῆναι πάσαις 〈ταῖς〉 ἁμαρτίαις οὐκέτι μετενσωματοῦνται, 〈τινὲς δὲ σῶμα ἐκ σώματος μετ〉αλλά〈σσουσαι〉 πάντα 〈τε〉 ὁμοῦ 〈ἐκπληρώσασαι καὶ〉 ἀποδοῦσαι τὰ ὀφλήματα, ἐλευθερωθήσονται τοῦ μηκέτι γενέσθαι ἐν σώματι.

Τούτων 〈δέ〉 τινες καὶ καυτηριάζουσι τοὺς ἰδίους μαθητὰς ἐν τοῖς ὀπίσω μέρεσι τοῦ λοβοῦ τοῦ δεξιοῦ ὠτός. καὶ εἰκόνας δὲ κατασκευάζουσι τοῦ Χριστοῦ, λέγοντες ὑπὸ Πιλάτου τῷ καιρῷ ἐκείνῳ 〈γε〉γενῆσθαι. Κήρινθος δέ τις, 〈καὶ〉 αὐτὸς Αἰγυπτίων παιδείᾳ ἀσκηθείς, ἔλεγεν οὐχ ὑπὸ τοῦ πρώτου 〈θεοῦ〉 γεγονέναι τὸν κόσμον, ἀλλ᾽ ὑπὸ δυνάμεώς τινος 〈πολὺ〉 κεχωρισμένης τῆς ὑπὲρ τὰ ὅλα ἐξουσίας καὶ ἀγνοούσης τὸν ὑπὲρ 〈τὰ〉 πάντα θεόν. τὸν δὲ Ἰησοῦν ὑπέθετο μὴ ἐκ παρθένου γεγεν〈ν〉ῆσθαι, γεγονέναι δὲ αὐτὸν ἐξ Ἰωσὴφ καὶ Μαρίας υἱόν, ὁμοίως τοῖς λοιποῖς ἅπασιν ἀνθρώποις, καὶ δικαιότερον γεγονέναι καὶ σοφώτερον 〈πάντων〉. καὶ μετὰ τὸ βάπτισμα κατελθεῖν εἰς αὐτὸν [τὸν] 〈ἐκ〉 τῆς ὑπὲρ τὰ ὅλα αὐθεντίας τὸν Χριστὸν ἐν εἴδει περιστερᾶς· καὶ τότε κηρῦξαι τὸν 〈ἄ〉γνωστον πατέρα καὶ δυνάμεις ἐπιτελέσαι. πρὸς δὲ τῷ τέλει ἀποπτῆναι τὸν Χριστὸν ἀπὸ τοῦ Ἰησοῦ, καὶ τὸν 〈μὲν〉 Ἰησοῦν πεπονθέναι καὶ ἐγηγέρθαι, τὸν δὲ Χριστὸν ἀπαθῆ διαμεμενηκέναι, πνευματικὸν ὑπάρχοντα.

Ἐβιωναῖοι δὲ ὁμολογοῦσι τὸν 〈μὲν〉 κόσμον ὑπὸ τοῦ ὄντως θεοῦ γεγονέναι, τὰ δὲ περὶ τὸν Χριστὸν ὁμοίως τῷ Κηρίνθῳ καὶ Καρποκράτει μυθεύουσιν. ἔθεσιν Ἰουδαϊκοῖς 〈δὲ προσέχουσι καὶ〉 ζῶσι 〈τὰ πάντα〉 κατὰ 〈τὸν〉 νόμον, 〈οὕτω〉 φάσκοντες δικαιοῦσθαι. καὶ 〈γὰρ〉 τὸν Ἰησοῦν λέγουσι δεδικαιῶσθαι ποιήσαντα τὸν νόμον· διὸ καὶ Χριστὸν αὐτὸν 〈καὶ υἱὸν〉 [τοῦ] θεοῦ ὠνομάσθαι [καὶ Ἰησοῦν], ἐπεὶ μηδεὶς τῶν 〈προφητῶν〉 ἐτέλεσε τὸν νόμον· εἰ γὰρ καὶ ἕτερός τις πεποιήκει τὰ ἐν 〈τῷ〉 νόμῳ προστεταγμένα, ἦν ἂν ἐκεῖνος [ὁ] Χριστός. δύνασθαι δὲ καὶ ἑαυτοὺς ὁμοίως ποιήσαντας 〈τὸν νόμον〉 Χριστοὺς γενέσθαι· καὶ γὰρ καὶ αὐτὸν ὁμοίως ἄνθρωπον εἶναι 〈κοινὸν〉 πᾶσι λέγουσιν.

Θεόδοτος δέ τις, ὢν Βυζάντιος, εἰσήγαγεν αἵρεσιν καινὴν φάσκων τὰ μὲν περὶ τῆς τοῦ παντὸς ἀρχῆς σύμφωνα ἐκ μέρους τοῖς τῆς ἀληθοῦς ἐκκλησίας, ὑπὸ τοῦ θεοῦ 〈δὴ τὰ〉 πάντα ὁμολογῶν γεγονέναι, τὸν δὲ Χριστόν—ἐκ τῆς τῶν γνωστικῶν [καὶ] Κηρίνθου καὶ Ἐβίωνος σχολῆς ἀποσπάσας—φάσκει τοιούτῳ τινὶ τρόπῳ πεφηνέναι. [καὶ] τὸν μὲν Ἰησοῦν εἶναι ἄνθρωπον ἐκ παρθένου γεγενημένον κατὰ βουλὴν τοῦ πατρός, βιώσαντά τε κοινῶς πᾶσιν ἀνθρώποις καὶ εὐσεβέστατον γεγονότα· ὕστερον 〈δ᾽〉 ἐπὶ τοῦ βαπτίσματος ἐπὶ τῷ Ἰορδάνῃ κεχωρηκέναι 〈αὐτὸν〉 τὸν Χριστόν, ἄνωθεν κατεληλυθότα ἐν εἴδει περιστερᾶς. ὅθεν 〈φησὶν〉 οὐ πρότερον «τὰς δυνάμεις ἐν αὐτῷ ἐνηργηκέναι» ἢ ὅτε κατελθὸν ἀνεδείχθη ἐν αὐτῷ τὸ πνεῦμα, ὃ εἶναι τὸν Χριστὸν προσαγορεύει. θεὸν δὲ οὐδέποτε τὸν Χριστὸν γεγονέναι αὐτὸς θέλει, 〈τῶν δὲ ἀπ᾽ αὐτοῦ τινὲς μὲν〉 ἐπὶ τῇ καθόδῳ τοῦ πνεύματος, ἕτεροι δὲ μετὰ τὴν ἐκ νεκρῶν 〈αὐτοῦ〉 ἀνάστασιν.

Διαφόρων δὲ γενομένων ἐν αὐτοῖς ζητήσεων 〈ἐ〉πεχείρησέ τις, καὶ αὐτὸς Θεόδοτος καλούμενος, τραπεζίτης τὴν τέχνην, λέγειν δύναμίν τινα τὸν Μελχισεδὲκ εἶναι με(γ)ίστην, καὶ τοῦτον εἶναι μείζονα τοῦ Χριστοῦ, οὗ κατ᾽ εἰκόνα φάσκουσι τὸν Χριστὸν τυγχάνειν. καὶ αὐτοὶ 〈δὲ〉 ὁμοίως τοῖς προειρημένοις Θεοδοτιανοῖς ἄνθρωπον εἶναι λέγουσι τὸν Ἰησοῦν, καὶ κατὰ τὸν αὐτὸν λόγον τὸν Χριστὸν εἰς αὐτὸν κατεληλυθέναι.

Γνωστικῶν 〈μὲν〉 δὴ διάφοροι 〈αἱ〉 γνῶμα(ι), ὧν οὐκ ἄξιον καταριθμεῖν 〈πάσας〉 τὰς φλυάρους δόξας ἐκρίναμεν, οὔσας πολλὰς 〈καὶ〉 ἀλογίας τε καὶ βλασφημίας γεμούσας· ὧν πολὺ σεμνότερον περὶ τὸ θεῖον οἱ φιλοσοφήσαντες ἀφ᾽ Ἑλλήνων ἠνέχθησαν. πολλῆς δὲ αὐτοῖς συστάσεως κακῶν αἴτιος γεγένηται Νικόλαος, εἷς τῶν ἑπτὰ εἰς διακονίαν ὑπὸ τῶν ἀποστόλων κατασταθείς. ὃς ἀποστὰς τῆς κατ᾽ εὐθεῖαν διδασκαλίας ἐδίδασκεν ἀδιαφορίαν βίου τε καὶ βρώσεως· οὗ τοὺς μαθητὰς ἐνυβρίζον〈τας〉 τὸ ἅγιον πνεῦμα διὰ τῆς Ἀποκαλύψεως Ἰωάννης ἤλεγξε〈ν ὡς〉 «πορνεύοντας καὶ εἰδωλόθυτα ἐσθίοντας».

Κέρδων δέ τις, καὶ αὐτὸς 〈τὰς〉 ἀφορμὰς ὁμοίως παρὰ τούτων λαβὼν καὶ Σίμωνος, λέγει τὸν ὑπὸ Μωσέως καὶ προφητῶν κεκηρυγμένον θεὸν μὴ εἶναι πατέρα Ἰησοῦ Χριστοῦ· τοῦτον μὲν γὰρ ἐγνῶσθαι, τὸν δὲ τοῦ Χριστοῦ πατέρα εἶναι ἄγνωστον· καὶ τὸν μὲν εἶναι δίκαιον, τὸν δὲ ἀγαθόν. τούτου δὲ τὸ δόγμα ἐκράτυνε Μαρκίων, τάς τε ἀντιπαραθέσεις ἐπιχειρήσας καὶ ὅσα αὐτῷ ἔδοξεν εἰς τὸ τὸν ἁπάντων δημιουργὸν δυσφημῆσαι. ὁμοίως δὲ καὶ Λουκιανὸς ὁ τούτου μαθητής.

Ἀπελ〈λ〉ῆς δέ, καὶ 〈αὐτὸς〉 τούτων 〈μαθητὴς〉 γενόμενος, οὕτως λέγει· εἶναί τινα θεὸν ἀγαθόν, καθὼς καὶ Μαρκί(ων) ὑπέθετο· τὸν δὲ 〈τὰ〉 πάντα κτίσαντα εἶναι δίκαιον—ὃς τὰ γενόμενα ἐδημιούργησε· — καὶ τρίτον 〈δὲ εἶναι ἕτερον〉, τὸν Μωσεῖ λαλήσαντα—πύρινον δὲ τοῦτον εἶναι· —εἶναι δὲ καὶ τέταρτον ἕτερον, 〈τὸν τῶν〉 κακῶν αἴτιον· τούτους δὲ ἀγγέλους ὀνομάζει. νόμον δὲ καὶ προφήτας δυσφημεῖ, ἀνθρώπινα καὶ ψευδῆ φάσκων εἶναι τὰ γεγραμμένα· τῶν δὲ εὐαγγελίων καὶ τοῦ ἀποστόλου τὰ ἀρέσκοντα αὐτῷ αἱρεῖται. Φιλουμένης δέ τινος λόγοις προσέχει ὡς προφήτιδος 〈ἐν ταῖς καλουμέναις〉 Φανερώσ〈εσι〉.

Τὸν δὲ Χριστὸν ἐκ τῆς ὕπερθεν δυνάμεώς 〈φησι〉 κατεληλυθέναι, τουτέστι τοῦ ἀγαθοῦ 〈θεοῦ〉, κἀκείνου αὐτὸν εἶναι υἱόν. τοῦτον δὲ οὐκ ἐκ παρθένου γεγενῆσθαι, οὐδ᾽ 〈αὖ〉 ἄσαρκον εἶναι 〈τὸν ἐν σαρκὶ〉 φανέντα λέγει, ἀλλ᾽ ἐκ τῆς τοῦ παντὸς οὐσίας μεταλαβόντα μερῶν σῶμα πεποιηκέναι—τουτέστι θερμοῦ καὶ ψυχροῦ, καὶ ὑγροῦ καὶ ξηροῦ—, καὶ ἐν τούτῳ τῷ σώματι λαθόντα τὰς κοσμικὰς ἐξουσίας βεβιωκέναι ὃν ἐβίωσε χρόνον ἐν 〈τῷ〉 κόσμῳ.

Αὖθις δὲ ὑπὸ Ἰουδαίων ἀνασκολοπισθέντα θανεῖν, καὶ μετὰ τρεῖς ἡμέρας ἐγερθέντα φανῆναι τοῖς μαθηταῖς 〈αὑτοῦ καὶ〉 δείξαντα τοὺς τύπους τῶν ἥλων καὶ τὴν πλευρὰν πείθειν ὅτι αὐτὸς εἴη καὶ οὐ φάντασμα· ἀλλὰ 〈γὰρ〉 ἔνσαρκος ἦν. σάρκ(α) 〈γοῦν〉, φησίν, δείξας ἀπέδωκε γῇ, ἐξ ἧσπερ ἦν οὐσίας· μηδὲν 〈γὰρ〉 ἀλ〈λό〉τριον πλεονεκτῶν, ἀλλὰ πρὸς καιρὸν χρησάμενος, ἑκάστοις τὰ ἴδια ἀπέδωκε, λύσας πάλιν τὸν δεσμὸν τοῦ σώματος—〈τουτέστι〉 θερμῷ τὸ θερμόν, ψυχρῷ τὸ ψυχρόν, ὑγρῷ τὸ ὑγρόν, ξηρῷ τὸ ξηρόν· —καὶ οὕτως ἐπορεύθη πρὸς τὸν ἀγαθὸν πατέρα, καταλιπὼν τὸ τῆς ζωῆς σπέρμα εἰς τὸν κόσμον διὰ τῶν μαθητῶν 〈αὑτοῦ〉 τοῖς πιστεύουσι.