Τὸ δὲ ὅλον ἐστί, φησί, τοῖς μὴ πεπηρωμένοις παντελῶς τὴν διάνοιαν μυστήριον, καινὴ καὶ μὴ παλαιουμένη «ἑορτὴ νόμιμος, αἰώνιος εἰς τὰς γενεὰς ἡμῶν», «κυρίου τοῦ θεοῦ πάσχα», «διατηρούμενον» τοῖς δυναμένοις βλέπειν «〈ἕως〉 ἐναρχομένης τῆς 〈τεσσαρεσκαι〉δεκάτης», ἥτις ἐστὶν ἀρχὴ δεκάδος, ἀφ᾽ ἧς, φησίν, ἀριθμοῦμεν. ἡ γὰρ μονὰς ἕως τῆς 〈τετράδος τῆς ἐν τῇ〉 τεσσαρεσκαιδεκάτῃ ἐστί, 〈φησί,〉 τὸ κεφάλαιον τῆς μιᾶς 〈κεραίας〉, τοῦ τελείου ἀριθμοῦ· τό τε γὰρ ἕν, δύο, τρία, τέσσαρα γίνεται δέκα, ὅπερ ἐστίν, 〈φησίν,〉 ἡ μία κεραία. 〈Τὴν〉 δὲ ἀπὸ τῆς τεσσαρεσκαιδεκάτης [φησὶν] «ἕως 〈ἡμέρας〉 μιᾶς καὶ εἰκάδος» ἑβδομάδα λέγει 〈τὴν〉 ὑπάρχουσαν ἐν τῇ μιᾷ κεραίᾳ τοῦ κόσμου [τὴν] κτίσιν, ἄζυμον 〈οὖσαν〉 ἐν τοῖς ἅπασιν. τί γὰρ 〈ἂν〉 δεηθείη, φησίν, ἡ μία κεραία οὐσίας τινὸς οἱονεὶ ζύμης ἔξωθεν εἰς «τὸ πάσχα τοῦ κυρίου», «τὴν αἰώ(ν)ιον ἑορτήν», ἥτις ἐστὶν «εἰς τὰς γενεὰς» δεδομένη; ὅλος γὰρ ὁ κόσμ(ο)ς (κα)ὶ πάντα 〈τὰ〉 τῆς κτίσεως στ〈οιχ〉εῖα πάσχα ἐστίν, 〈φησίν,〉 ἑορτὴ κυρίου. χαίρει γὰρ ὁ θεὸς τῆς κτίσεως τῇ μεταβολῇ, 〈φησίν,〉 ἥτις ὑπὸ τῶν δέκα πληγῶν τῆς κεραίας ἐνεργεῖται τῆς μιᾶς· ἥτις ἐστὶ Μωσέως ῥάβδος ὑπὸ τοῦ θεοῦ δεδομένη. ᾗ τοὺς Αἰγυπτίους πλήσσων 〈ὁ θεὸς〉 μεταβάλλει τὰ σώματα, καθάπερ τὴν χεῖρα Μωσέως 〈εἰς χιόνα, καὶ〉 τὸ ὕδωρ εἰς αἷμα, καὶ τὰ λοιπά.