Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Ἱππόλυτος Ῥώμης

Βιβλίο Η΄: Δοκητές, Μονόιμος, Μοντανιστές και λοιπές αιρέσεις

Έκθεση των δοξασιών των Δοκητών, του Μονόιμου του Άραβα, του Τατιανού, του Ερμογένους, των Τεσσαρεσκαιδεκατιτών, των Φρυγών (Μοντανιστών) και των Εγκρατιτών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 6 από 9

Δοκεῖ 〈οὖν〉 ἡμῖν καὶ τα(ῦτ)α ἱκανῶς ἐκτεθεῖσθαι· ἀλλ᾽ ἐπεὶ μηδὲν παραλιπεῖν ἀνέλεγκτον ἐκρίναμεν τῶν ὑπὸ τῶν 〈αἱρετικῶν〉 δεδογματισμένων, ἴδωμεν τί καὶ τὸ τοῖς Δοκηταῖς 〈δόγμα〉 ἐπινενοημένον.

〈ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ〉 Η Τάδε ἔνεστιν ἐν τῇ ὀγδόῃ τοῦ κατὰ πασῶν [τῶν] αἱρέσεω(ν) ἐλ(έγ)χου· Τίνα τοῖς Δοκηταῖς τὰ δοκοῦντα, καὶ ὅτι ἐκ φυσικῆς φιλοσοφίας ἃ λέγουσιν ἐδογμάτισαν. Πῶς ὁ Μονόϊμος ληρεῖ, ποιηταῖς καὶ γεωμέτραις καὶ ἀριθμητικοῖς προσέχων.

Πῶς 〈ὁ〉 Τατιανὸς κεκί(ν)ηται ἐκ τῶν Οὐαλεντίνου καὶ Μαρκίωνος δοξ〈ῶν τ〉ὰς ἑαυτοῦ συνιστᾶν, ὅ〈τι〉 τε 〈ὁ〉 Ἑρμογένης τοῖς Σωκράτους δόγμασι κέχρηται, οὐ τοῖς Χριστοῦ. Πῶς πλανῶ(ντ)αι οἱ τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ ἐπιτελεῖν φιλονεικοῦντες.

Τίς ἡ πλάνη τῶν Φρυγῶν, νομιζόντων Μοντανὸν καὶ Πρισκίλλαν καὶ Μαξιμίλλαν προφήτας. Τίς ἡ τῶν Ἐγκρατιτῶν κενοδοξία, καὶ ὅτι οὐκ ἐξ ἁγίων γραφῶν τὰ δόγματα αὐτῶν συνέστηκεν, ἀλλ᾽ ἐξ αὑτῶν καὶ ἐκ τῶν παρ᾽ Ἰνδοῖς γυμνοσοφιστῶν.

Ἐπεὶ [οἱ] πολλοί, τῇ τοῦ κυρίου συμβουλίᾳ μὴ χρώμενοι, τὴν δοκὸν ἐν τῷ ὀφθαλμῷ ἔχοντες 〈ἄλλους ποιεῖν〉 ὁρᾶν ἐπαγγέλ〈λ〉ονται τυφλώττοντες, δοκεῖ ἡμῖν μηδὲ τὰ τούτων δόγματα σιωπᾶν, ὅπως κἂν διὰ τοῦ ὑφ᾽ ἡμῶν γινομένου ἐλέγχου [πρὸς] αὐτῶν αἰδεσθέντες ἐπιγνῶσιν ὡς συνεβούλευσεν ὁ σωτὴρ ἐξαιρεῖν τὴν δοκὸν πρῶτον, εἶτα διαβλέπειν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ. αὐτάρκως οὖν καὶ ἱκανῶς ἐκθέμενοι τὰ τῶν πλειόνων 〈δόγματα〉 ἐν ταῖς πρὸ ταύτης βίβλοις ἑπτά, νῦν 〈καὶ〉 τὰ 〈τῶν〉 ἀκολούθων οὐ σιωπήσομεν, τὸ ἄφθονον τῆς χάριτος τοῦ ἁγίου πνεύματος ἐπιδεικνύντες, καὶ τοὺς τῷ δοκεῖν «〈τὴν〉 ἀσφάλειαν λόγων» κεκτῆσθαι 〈θέλοντας〉 ἐλέγξομεν· οἳ ἑ(α)υτοὺς Δοκητὰς ἀπεκάλεσαν, δογματίζοντες ταῦτα.

Θεὸν εἶναι τὸν πρῶτον οἱονεὶ σπέρμα συκῆς, μεγέθει μὲν ἐλάχιστον παντελῶς, δυνάμει δὲ ἀπειρομέγεθες, ἀνήριθμον [ἐν] πλήθει, πρὸς γένεσιν ἀπροσδεές· φοβουμένων καταφυγή〈ν〉, γυμνῶν σκέπη〈ν〉, αἰσχύνης ἐπικάλυμ〈μ〉α· (κ)αρπὸν ζητούμενον, ἐφ᾽ ὃν ἦλθεν ὁ ζητῶν, φησί, τρίς, καὶ οὐχ εὗρε· διὸ 〈καὶ〉 κατηράσατο, φησίν, τῇ συκῇ, ὅτι τὸν γλυκὺν ἐκεῖνον καρπὸν οὐχ εὗρεν ἐν αὐτῇ [καρπὸν ζητούμενον].

Τοιούτου δὲ ὄντος, ὡς εἰπεῖν τύπῳ, καὶ τηλικούτου, μικροῦ καὶ 〈παμ〉μεγέθους, κατ᾽ ἐκείνους τοῦ θεοῦ, γέγονεν ὁ κόσμος, ὡς ἐκείνοις δοκεῖ, τοιοῦτόν τινα τρόπον· ἁπαλῶν 〈ἤδη〉 γενομένων (τ)ῶν κλάδων τῆς συκῆς προῆλθε 〈τὰ〉 φύλλα, ὥσπερ ἔστιν ὁρ〈ᾶν τῷ βουλ〉ομένῳ, (ἑ)πομένως δὲ ὁ καρπός, ἐν ᾧ τὸ ἄπειρον καὶ [τὸ] ἀνεξαρίθμητον θησαυριζόμενον φυλάσσεται σπέρμα συκῆς. τρία οὖν εἶναι δοκοῦμεν τὰ πρώτως ὑπὸ τοῦ σπέρματος γενόμενα τοῦ συκίνου· πρέμνον, ὅπερ ἐστὶν ἡ συκῆ, 〈καὶ〉 φύλλα καὶ καρπόν, τὸ σῦκον, ὡς προειρήκαμεν· οὕτως, φησί, τρεῖς γεγόνασιν αἰῶνες ἀπὸ τῆς πρώτης ἀρχῆς, τῶν ὅλων ἀρχαί. καὶ τοῦτο, φησίν, οὐκ ἐσιώπησεν οὐδὲ Μωϋσῆς, λέγων ὅτι οἱ λόγοι τοῦ θεοῦ τρεῖς εἰσιν· «σκότος, γνόφος, θύελ〈λ〉α, καὶ οὐ προσέθηκεν»· οὐδὲν γάρ, φησίν, ὁ θεὸς τοῖς τρισὶ προσέθηκεν αἰῶσιν, ἀλλ᾽ αὐτοὶ πάντα τοῖς γενητοῖς πᾶσιν ἐπήρκεσαν καὶ ἐπαρκοῦσι· μένει δὲ ὁ θεὸς αὐτὸς καθ᾽ ἑαυτόν, πολὺ τῶν τριῶν αἰώνων κεχωρισμένος.

Τούτων 〈οὖν〉, φησί, τῶν 〈τριῶν〉 αἰώνων 〈τὴν〉 ἀρχὴν γενέσεως λαβόν〈των〉 ὡς λέλεκται, κατ᾽ ὀλίγον 〈ἕκαστος〉 ηὔξησε καὶ ἐμεγαλύνθη καὶ ἐγένετο τέλειος. τὸ δὲ τέλειον εἶναι δοκοῦσιν ἀριθμούμενον δέκα· ἴσων οὖν γεγονότων ἀριθμῷ καὶ τελειότητι τῶν 〈τριῶν〉 αἰώνων, ὡς ἐκεῖνοι δοκοῦσι, τριάκοντα γεγόνασιν αἰῶνες οἱ πάντες, ἕκαστος αὐτῶν ἐν δεκάδι πληρούμενος. εἰσὶ δὲ ἀλλήλων 〈ἀ〉διαίρετοι, 〈ἀρχὴν μὲν〉 (καὶ) τιμὴν ἔχοντες οἱ τρεῖς πρὸς ἑαυτοὺς μίαν, θέσει 〈δὲ〉 μόνῃ διαφέροντες, ὅτι τὸ μέν ἐστι πρῶτον, τὸ δὲ δεύτερον, τὸ δὲ τούτων τρίτον. ἡ δὲ θέσις αὐτοῖς διαφορὰν δυνάμεως παρέσχεν· ὁ μὲν γὰρ ἔγγιστα τῷ πρώτῳ θεῷ, τῷ οἱονεὶ σπέρματι, 〈τῇ〉 θέσει τυχών, τῶν ἄλλων γονιμωτέραν ἔσχε δύναμιν, δεκάκις [αὐτὸς] αὑτὸν μεγέθει μετρήσας ὁ ἀμέτρητος· ὁ δὲ τῇ θέσει τοῦ πρώτου γενόμενος δεύτερος, ἑξάκις αὑτὸν κατέλαβεν ὁ ἀκατάληπτος· ὁ δὲ ἤδη τρίτος τῇ θέσει 〈τυχών〉, εἰς ἄπειρον διάστημα διὰ τὴν αὔξησιν τῶν ἀδελφῶν γενόμενος, τρὶς 〈αὑτὸν〉 νοήσας 〈ὁ ἀνεννόητος〉, ἑαυτὸν οἱονεὶ δεσμόν τινα τῆς ἑνότητος αὐτῶν ἔδησεν αἰώνιον.

Καὶ τοῦτο εἶναι δοκοῦσιν οὗτοι τὸ λελεγμένον ὑπὸ τοῦ σωτῆρος· «ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι» καὶ «〈τὸ〉 πεσὸν εἰ(ς) τὴν γῆν τὴν καλὴν καὶ ἀγαθὴν ἐποίει 〈καρπὸν〉 ὃ μὲν ἑκατόν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα». καὶ διὰ τοῦτο εἴρηκε, φησίν· «ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω», ὅτι ταῦτα οὐκ ἔστι πάντων ἀκούσματα. οὗτοι 〈δὲ〉 [πάντες] οἱ αἰῶνες, οἵ τε τρεῖς καὶ οἱ ὑπ᾽ αὐτῶν ἀπειράκις ἄπειροι 〈προβεβλημένοι〉, πάντες εἰσὶν αἰῶνες ἀρσενοθήλεις.

Αὐξηθέντες οὖν καὶ μεγαλυνθέντες καὶ γενόμενοι 〈τέλειοι〉 οὗτοι πάντες 〈οἱ αἰῶνες〉, ἐξ ἑνὸς ἐκείνου τοῦ πρώτου σπέρματος 〈τῆς συκῆς γεγονότες, οἱονεὶ συμβόλου〉 τῆς συμφωνίας αὐτῶν καὶ τῆς ἑνότητος, [οἱ πάντες] εἰς ἕνα ὁμοῦ γενόμενοι αἰῶνα, τὸν μέσον αὐτῶν, γέν〈ν〉ημα κοινὸν [οἱ πάντες] ἐγέν〈ν〉ησαν ἐκ παρθένου Μ〈αρ〉ίας, τὸν ἐν μεσότητι [Μαρίας] σωτῆρα πάντων, ἰσοδύναμον κατὰ πάντα τῷ σπέρματι τῷ συκίνῳ, πλὴν ὅτι γεν〈ν〉ητὸς οὗτος, τὸ δὲ πρῶτον σπέρμα ἐκεῖνο, ὅθεν γέγονεν ἡ συκῆ, ἐστὶν ἀγέν〈ν〉ητον. κεκοσμημένων 〈μὲν〉 οὖν τῶν τριῶν αἰώνων ἐκείνων παναρέτως καὶ παναγίως, ὡς δοκοῦσιν οὗτοι διδάσκοντες, καὶ τοῦ παιδὸς ἐκείνου τοῦ μονογενοῦς—γέγονε γὰρ μόνος τοῖς ἀπείροις αἰῶσιν ἐκ τριγενοῦς· τρεῖς γὰρ αὐτὸν ἐγέννησαν ὁμοφρονοῦντες αἰῶνες ἀμέτρητοι—, κεκόσμητο μὲν 〈δὴ〉 ἀνενδεῶς 〈καὶ〉 πᾶσα ἡ νοητὴ φύσις.

Φῶς δὴ ἦν ἅπαντα ἐκεῖνα τὰ νοητὰ καὶ αἰώνια· φῶς δὲ οὐκ ἄμορφον οὐδὲ ἀργὸν οὐδὲ οἱου〈δ〉ήτινος ἐπιποιοῦντος δεόμεν(ο)ν, ἀλλὰ ἔχον ἐν ἑαυτῷ κατὰ τὸ πλῆθος τῶν ἀπειράκις ἀπείρων 〈αἰώνων καὶ〉 κατὰ τὸ παράδειγμα τῆς συκῆς ἀπείρους ἰδέας ζῴων πολυποικίλων, τῶν ἐκεῖ 〈τεθησαυρισμένων. ὃ οὖν〉 κατέλαμψεν ἄνωθεν εἰς τὸ ὑ(π)οκείμενον χάος· τὸ δὲ φωτισθὲν ὁμοῦ καὶ μορφωθὲν (ἐ)κείναις ταῖς ἄνωθεν πολυποικίλοις ἰδέαις, πῆξιν ἔλαβε καὶ ἀνεδέξατο τὰς ἰδέας τὰς ἄνωθεν ἁπάσας ἀπὸ τοῦ τρίτου αἰῶνος τοῦ τριπλασιάσαντος αὑτόν.

Ὁ δὲ αἰὼν οὗτος ὁ τρίτος, τοὺς χαρακτῆρας βλέπων πάντας ἀθρόως τοὺς ἑαυτοῦ εἰς τὸ ὑποκείμενον κάτω σκότος κατειλημμένους, τήν τε δύναμιν τοῦ σκότους οὐκ ἀγνοῶν καὶ τὸ ἀφελὲς τοῦ φωτὸς ὁμοῦ καὶ ἄφθονον, οὐκ εἴασεν ἐπὶ πολὺ τοὺς φωτεινοὺς χαρακτῆρας ἄνωθεν ὑπὸ τοῦ σκότους κάτω κατασπασθῆναι, ἀλλὰ γὰρ ὑπέταξε τοῖς αἰῶσι στερέωμα οὐρανοῦ κάτωθεν «καὶ διεχώρισεν ἀνὰ μέσον τοῦ σκότους καὶ ἀνὰ μέσον τοῦ φωτός· καὶ ἐκάλεσε τὸ φῶς ἡμέραν»—ὃ ἦν ὑπεράνω τοῦ στερεώματος—«καὶ τὸ σκότος ἐκάλεσε νύκτα»〈—ὃ ἦν ὑποκάτω τοῦ στερεώματος—〉. πασῶν οὖν, ὡς ἔφην, τῶν ἀπείρων τοῦ τρίτου αἰῶνος ἰδεῶν ἀπειλημμένων ἐν τούτῳ τῷ κατωτάτῳ σκότῳ καὶ αὐτοῦ τοῦ τοιούτου αἰῶνος ἐναπεσφράγισται μετὰ τῶν λοιπῶν τὸ ἐκτύπωμα, πῦρ ζῶν ἀπὸ φωτὸς γενόμενον· ὅθεν ὁ μέγας ἄρχων ἐγένετο, περὶ οὗ λέγει Μωϋσῆς· «ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν (καὶ) τὴν γῆν».

Τοῦτον 〈οὖν〉 λέγει Μωϋσῆς πύρινον θεόν, 〈τὸν〉 ἀπὸ τοῦ βάτου λαλήσαντα, τουτέστιν ἀπὸ τοῦ σκοτεινοῦ ἀέρος—βάτος γάρ ἐστι, 〈φησί,〉 πᾶς ὁ σκότει ὑποκείμενος ἀήρ. —βάτον δέ, φησίν, εἴρηκε Μωϋσῆς, ὅτι ἄνωθεν κάτω πᾶσαι διέβησαν τοῦ φωτὸς αἱ ἰδέαι, βατὸν ἔχουσαι τὸν ἀέρα. οὐδὲν δὲ ἧττον καὶ ἡμῖν, 〈φησίν,〉 ὁ λόγος ἀπὸ τοῦ βάτου γνωρίζεται· φωνὴ γάρ ἐστι σημαντικὴ τοῦ λόγου πλησσόμενος ἀήρ, οὗ δίχα λόγος ἀνθρώπινος οὐ γνωρίζεται. οὐ μόνον δὲ ὁ λόγος ἡμῖν ἀπὸ τοῦ βάτου—τουτέστιν ἀέρος—νομοθετεῖ καὶ συμπολιτεύεται, ἀλλὰ γὰρ καὶ ὀσμαὶ καὶ χρώματα διὰ τοῦ ἀέρος ἡμῖν τὰς δυνάμεις τὰς ἑαυτῶν ἐμφανίζουσιν.

Οὗτος οὖν ὁ πυροειδὴς (θεός), ὁ πῦρ ἀπὸ φωτὸς γενόμενος, πεποίηκε τὸν κόσμον οὕτως ὥς φησι Μωϋσῆς, αὐτὸς ὢν ἀνυπόστατος, σκότος ἔχων τὴν οὐσίαν 〈καὶ〉 ἐνυβρίζων ἀεὶ τοῖς ἄνωθεν κάτω κατειλημμένοις τοῦ φωτὸς αἰωνίοις χαρακτῆρσι. μέχρι μὲν οὖν τῆς τοῦ σωτῆρος φανερώσεως πολλή τις ἦ(ν) πλάνη τῶν ψυχῶν ὑπὸ τοῦ θεοῦ τοῦ 〈ἀπὸ〉 φωτὸς 〈γεγονότος〉, τοῦ πυρώδους, τοῦ δημιουργοῦ. ψυχαὶ γὰρ αἱ ἰδέαι καλοῦνται, ὅτι ἀπ(ο)ψυγεῖσαι 〈καὶ καταπεσοῦσαι ἀπὸ〉 τῶν ἄνω ἐν σκότει διατελοῦσι, μεταβαλλόμεναι 〈ἀεὶ〉 ἐκ σώματος εἰς σῶμα καὶ ὑπὸ τοῦ δημιουργοῦ φρουρούμενα〈ι〉. ὅτι δὲ τοῦθ᾽ οὕτως ἔχει, φησίν, ἔνεστι καὶ ἐκ τοῦ Ἰὼβ κατανοῆσαι λέγοντος· «καὶ ἐγὼ πλανῆτις καὶ 〈λάτρις〉, τόπον ἐκ τόπου μεταβαίνουσα καὶ οἰκίαν ἐξ οἰκίας» καὶ 〈ἐκ〉 τοῦ σωτῆρος λέγοντος· «καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω». ἀπὸ δὲ τοῦ σωτῆρος μετενσωμάτωσις πέπαυται πίστις τε κηρύσσεται εἰς ἄφεσιν ἁμαρτιῶν τοιοῦτόν τινα τρόπον.

Ὁ μονογενὴς υἱὸς ἐκεῖνος ὁ τῶν 〈τριῶν〉 αἰώνων, τὰς ἄνωθεν ἰδέας βλέπων [τὰς ἄνωθεν] μεταβαλλομένας ἐν τοῖς σκοτεινοῖς σώμασι, ῥύσασθαι κατελθὼν ἠθέλησεν. εἰδὼς δὲ ὅτι τὸ πλήρωμα τῶν ὅλων αἰώνων 〈αἰώνιον〉 οὐδὲ〈ν〉 [οἱ αἰῶνες οἱ ἀθρόον] ἰδεῖν ὑπομένουσιν, ἀλλὰ καταπλαγέντες ὡς φθαρτοὶ φθορὰν ὑπομενοῦσι, μεγέθει καὶ δόξῃ 〈τῆς αὐτοῦ〉 δυνάμεως κατειλημμένοι, συστείλας ἑαυτὸν ὡς 〈ἂν〉 ἀστραπὴν μεγίστην ἐν ἐλαχίστῳ σώματι 〈ἀφανὴς ἐγένετο〉. μᾶλλον δὲ ὡς 〈τὸ〉 φῶς 〈τῆς〉 ὄψεως, 〈τὸ〉 ὑπὸ τοῖς βλεφάροις συνεσταλμένον, ἐξικνεῖται μέχρις οὐρανοῦ καὶ τῶν ἀστέρων ἐπιψαῦσαν τῶν ἐκεῖ πάλιν ἑαυτὸ συστέλλει ὑπὸ τοῖς βλεφάροις τῆς ὄ(ψε)ως, ὅτε βούλεται· καὶ τοῦτο ποιοῦν τὸ φῶς τῆς ὄψεως καὶ πανταχῇ γινόμενον καὶ πάντα 〈ὁρῶν〉 ἡμῖν ἐστιν ἀφανές, μ(όν)ον δὲ ὁρῶμεν ἡμεῖς 〈τῆς〉 ὄψεως βλέφαρα, κανθοὺς λευκούς, ὑμένας· 〈ἶ〉ριν πολύπτυχον πολυκτηδόνα, χιτῶνα κερατοειδῆ, ὑπὸ δὲ τοῦτον κόρην ῥαγοειδῆ, ἀμφιβληστροειδῆ, δισκοειδῆ, καὶ εἴ τινες ἄλλοι τοῦ φωτὸς τῆς ὄψεώς εἰσι χιτῶνες, οὓς ἐστολισμένον κέκρυπται· οὕτως, φησίν, ὁ μονογενὴς παῖς ἄνωθεν 〈ὁ〉 αἰώνιος ἐπενδυσάμενος κατὰ ἕνα ἕκαστον 〈τοὺς〉 τῶν τριῶν αἰώνων αἰῶνα〈ς〉 καὶ γενόμενος ἐν τριακοντάδι αἰώνων εἰσῆλθεν εἰς τόνδε τὸν κόσμον, τηλικοῦτος ὢν ἡλίκον εἴπομεν· ἀφανής, ἄγνωστος, ἄδοξος, ἀπιστούμενος.

Ἵν᾽ οὖν, 〈ὥς〉 φασιν οἱ Δοκηταί, καὶ τὸ σκότος ἐπενδύσηται τὸ ἐξώτερον [τὴν σάρκα φησίν], ἄγγελος 〈ὁ〉 συνοδεύσας αὐτῷ ἄνωθεν τὴν Μαριὰμ εὐηγγελίσατο, φησίν, ὡς γέγραπται, 〈καὶ〉 ἐγεν〈ν〉ήθη τὸ ἐξ αὐτῆς ὡς γέγραπται. γεννηθὲν δ᾽ ἐνεδύσατο [αὐ]τὸ ἄνωθεν ἐλθόν, καὶ πάντα ἐποίησεν οὕτως ὡς ἐν τοῖς εὐαγγελίοις γέγραπται· ἐλούσατο 〈δὴ〉 εἰς τὸν Ἰορδάνην [ἐλούσατο δὲ], τύπον καὶ σφράγισμα 〈σώματος〉 λαβὸν ἐν τῷ ὕδατι 〈ἀντὶ〉 τοῦ γεγεν〈ν〉ημένου σώματος ὑπὸ τῆς παρθένου· ἵν᾽, ὅταν ὁ ἄρχων κατακρίνῃ τὸ ἴδιον πλάσμα «θανάτῳ [τῷ] σταυροῦ», 〈ἡ〉 ψυχὴ ἐκείνη, 〈ἡ〉 ἐν τῷ σώματι τραφεῖσα, «ἀπεκδυσαμένη» τὸ σῶμα καὶ «προσηλώσασα 〈αὐτὸ〉 πρὸς τὸ ξύλον» καὶ «θριαμβεύσασ〈α〉 δι᾽ αὐτοῦ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας», «μὴ εὑρεθῇ γυμνή», ἀλλ᾽ ἐνδύσηται τὸ ἐν τῷ ὕδατι, ὅτε ἐβαπτίζετο, ἀντὶ τῆς σαρκὸς ἐκείνης ἐκτετυπωμένον σῶμα. τοῦτό ἐστι, φησίν, ὃ λέγει ὁ σωτήρ· «ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐκ εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν», ὅτι «τὸ γεγεν〈ν〉ημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν».

Ἀπὸ τῶν τριάκοντα οὖν αἰώνων τριάκοντα ἰδέας ἐνεδύσατο· διὰ τοῦτο ἐπὶ τριάκοντα ἔτη, 〈φησί,〉 γέγονεν ἐπὶ τῆς γῆς ὁ αἰώνιος ἐκεῖνος, 〈ἐν〉 ἐκάστου αἰῶνος ἰδέᾳ ἐνιαυτῷ φανερούμενος. εἰ〈σ〉ὶ δέ γε ἀπὸ ἑκάστου τῶν τριάκοντα αἰώνων ἅπασα(ι) 〈αἱ〉 ἰδέα(ι) (κ)ατειλημμέναι ψυχαί, καὶ φύσιν ἔχει τούτων ἑκάστη νοεῖν τὸν [κατὰ φύσιν] Ἰησοῦν, ὃν ἐκεῖνος ὁ μονογενὴς ὁ αἰώνιος ἀπὸ τῶν αἰωνίων τόπων ἐνεδύσατο. εἰσὶ δὲ οὗτοι διάφοροι· 〈καὶ〉 διὰ τοῦτο τοσαῦται αἱρέσεις, 〈φησί,〉 ζητοῦσι τὸν Ἰησοῦν περιμαχήτως, καὶ ἔστι πάσαις αὐταῖς οἰκεῖος, ἄλλῃ δὲ ἄλλος 〈φανερούμενος, ὡς〉 ὁρώμενος ἀπ᾽ ἄλλου τόπου. ἐφ᾽ ὃν ἑκάστη φέρεται, φησίν, καὶ σπεύδει, δοκοῦσα τοῦτον εἶναι μόνον, ὅς ἐστιν αὐτῆς συγγενὴς ἴδιος καὶ πολίτης· ὃν ἰδοῦσα 〈τὸ〉 πρῶτον, 〈ὡς〉 ἴδιον ἐγνώρισ〈ε〉 μόνον ἀδελφόν, τοὺς δὲ ἄλλους 〈ὡς〉 νόθους 〈ἀπέβαλεν〉. οἱ μὲν οὖν ἐκ τῶν ὑποκάτω τόπων τὴν φύσιν ἔχοντες τὰς ὑπὲρ αὐτοὺς ἰδέας τοῦ σωτῆρος ἰδεῖν οὐ δύνανται· οἱ δὲ ἄνωθεν, φησίν, ἀπὸ τῆς δεκάδος τῆς μέσης καὶ τῆς πρώτης, τῆς ἀρίστης, ὅθεν ἐσμὲν ἡμεῖς, 〈ὡς〉 λέγουσιν, οὐκ ἐκ μέρους ἀλλ᾽ ὅλον αὐτοὶ τὸν Ἰησοῦν τὸν σωτῆρα ἴσασι· καὶ εἰσὶν 〈οἱ〉 ἄνωθεν τέλειοι μόνοι, οἱ δὲ ἄλλοι πάντες ἐκ μέρους.

Ταῦτα μὲν οὖν αὐτάρκη νομίζω εἶναι τοῖς εὖ πεφρονηκόσι πρὸς ἐπίγνωσιν τῆς τῶν Δοκητῶν πολυπλόκου καὶ ἀσυστάτου αἱρέσεως. οἳ περὶ 〈ὕ〉λης μὴν ἀβάτου καὶ ἀκαταλήπτου λόγους ἐπικεχειρημένους ποιήσαντε(ς) Δοκητὰς ἑαυτοὺς προσηγόρευσαν. οὓς οὐ〈χ ὅτι〉 τῷ δοκεῖν εἶναί τινας κατενοοῦμεν ματαΐζοντας, ἀλλὰ 〈ὡς〉 τὴν ἐκ τοσαύτης ὕλης δοκὸν ἐν ὀφθαλμῷ φερομένους διελέγχομεν, εἴ πως διαβλέψαι δυνηθῶσιν, εἰ δ᾽ οὔ, κἂν 〈εἰς〉 τὸ μὴ ἑτέρους τυφλῶσαι. ὧν τὸ δόγμα πάλαι οἱ Ἑλλήνων σοφισταὶ προεσοφίσαντο κατὰ 〈τὰ〉 πολλά, ὡς ἔστιν ἐπιγ(ν)ῶ(ν)αι τοὺς ἐντυγχάνοντας. ταῦτα μὲν οὖν τοῖς Δοκηταῖς τὰ δόξαντα· τίνα δὲ καὶ Μονοΐμῳ δοκεῖ, οὐ σιωπήσομεν.

Μονόϊμος ὁ Ἄραψ (οὐ) μακρὰν τῆς τοῦ μεγαλοφώνου ποιητοῦ δόξης γεγένη(τ)αι, (τ)οιοῦτόν τινα τὸν ἄνθρωπον νομίσας, ὁποῖον ὁ ποιητὴς τὸν Ὠκεανόν, οὕτω πως λέγων· Ὠκεανὸς γένεσίς τε θεῶν γένεσίς τ᾽ ἀνθρώπων. ταῦτα 〈οὖν〉 ἄλλοις λόγοις μεταστήσας λέγει ἄνθρωπον εἶναι τὸ〈ν〉 π〈ρῶτ〉ον—〈ὅς〉 ἐστιν 〈ἡ〉 ἀρχὴ τῶν ὅλων—ἀγέν〈ν〉ητον, ἄφθαρτον, ἀίδιον, καὶ υἱὸν ἀνθρώπου τοῦ προειρημένου γεν〈ν〉ητὸν καὶ παθητόν, ἀχρόνως γενόμενον, ἀβουλήτως, ἀπροορίστως· τοιαύτη γάρ 〈ἐστι〉, φησίν, ἡ δύναμις ἐκείνου τοῦ ἀνθρώπου. 〈τοι〉οῦτον 〈οὖν〉 ὄντα αὐτὸν τῇ δυνάμει γενέσθαι τὸν υἱὸν λογισμοῦ καὶ βουλήσεως τάχιον. καὶ τοῦτό ἐστι, φησί, τὸ εἰρημένον ἐν ταῖς γραφαῖς· «ἦν καὶ ἐγένετο». ὅπερ ἐστίν· [ὁ] ἦν ἄνθρωπος, καὶ ἐγένετο υἱὸς αὐτοῦ, ὡς 〈ἄν〉 τις εἴποι· ἦν πῦρ, καὶ ἐγένετο φῶς ἀχρόνως καὶ ἀβουλήτως καὶ ἀπροορίστως, ἅμα τῷ εἶναι τὸ πῦρ.

Ὁ δὲ ἄνθρωπος οὗτος μία μονάς ἐστιν, 〈φησίν·〉 ἀσύνθετος, συνθετή, ἀδιαίρετος, διαιρετή, πάντα φίλη, πάντα μαχίμη, πάντα εἰρηνική, πάντα πρὸς ἑαυτὴν πολέμιος· ἀνόμοιος, ὁμοία, οἱονεί τις ἁρμονία μουσική· πάντα ἔχουσα ἐν ἑαυτῇ, ὅσ᾽ ἄν τις εἴπῃ 〈ἢ〉 καὶ παραλείπῃ μὴ νοήσας· πάντα ἀναδεικνύουσα, πάντα γεννῶσα· αὕτη μήτηρ, αὕτη πατήρ, τὰ δύο ἀθάνατα ὀνόματα. ὑποδείγματος δὲ χάριν, τοῦ τελείου ἀνθρώπου 〈τούτου〉 κατανόει, φησί, 〈τὴν〉 μεγίστην εἰκόνα 〈ὡς〉 «ἰῶτα ἕν», τὴν «μίαν κεραίαν»· ἥτις ἐστὶ [κεραία μία] ἀσύνθετος, ἁπλῆ, μονὰς εἰλικρινής, ἐξ οὐδενὸς ὅλως τὴν σύνθεσιν ἔχουσα· 〈καὶ αὖ〉 συνθετή, πολυειδής, πολυσχιδής, πολυμερής. ἡ ἀμερὴς ἐκείνη μία 〈μονάς〉, φησίν, ἐστὶν ἡ πολυπρόσωπος καὶ μυριόμματος καὶ μυριώνυμος μία τοῦ ἰῶτα κεραία, ἥτις ἐστὶν εἰκὼν τοῦ τελείου ἀνθρώπου ἐκείνου, τοῦ ἀοράτου.

Ἔστιν οὖν, φησίν, ἡ 〈μία〉 μονάς, ἡ μία κεραία, καὶ δεκάς· δύναμις γὰρ αὕτη το〈ῦ〉 ἰῶτα, τῆς μιᾶς κεραίας, 〈ἐν ᾗ ἐστιν ἡ παντὸς ἀριθμοῦ ὑπόστασις· μονὰς〉 καὶ δυὰς καὶ τριὰς καὶ τετρὰς καὶ πεντὰς καὶ ἑξὰς καὶ ἑπτὰς (καὶ) ὀγδοὰς καὶ ἐν〈νε〉ὰς μέχρι τῶν δέκα· οὗτοι γάρ, φησίν, εἰσὶν οἱ πολυσχιδεῖς ἀριθμοὶ 〈οἱ〉 ἐν ἐκείνῃ κατοικοῦντες τῇ ἁπλῇ καὶ ἀσυνθέτῳ τοῦ ἰῶτα κεραίᾳ μιᾷ. καὶ τοῦτό ἐστι, 〈φησί,〉 τὸ εἰρημένον· «ὅτι πᾶν τὸ πλήρωμα ηὐδόκησε κατοικῆσαι» ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου «σωματικῶς»· αἱ γὰρ τοσαῦται τῶν ἀριθμῶν συνθέσεις ἐξ ἁπλῆς καὶ ἀσυνθέτου τῆς μιᾶς κεραίας τοῦ ἰῶτα σωματικαὶ γεγόνασι, φησίν, ὑποστάσεις.

Γέγονεν οὖν, φησίν, ἀπὸ τοῦ τελείου ἀνθρώπου ὁ υἱὸς τοῦ ἀνθρώπου, «ὃν ἔγνωκεν οὐδείς»· φαντάζεται γὰρ 〈αὐτόν〉, φησίν, ὡς γέν〈ν〉ημα 〈τῆς〉 θηλείας ἡ κτίσις πᾶσα, τὸν υἱὸν ἀγνοοῦσα. οὗ υἱοῦ 〈δὲ〉 ἀκτῖνες ἀμυδραὶ πάνυ, ἐμπελάζουσαι τῷδε τῷ κόσμῳ, συνέχουσι, 〈φησί,〉 καὶ συγκρατοῦσι τὴν μεταβολήν, 〈τουτέστι〉 τὴν γένεσιν. τὸ δὲ κάλλος ἐκείνου τοῦ υἱοῦ τοῦ ἀνθρώπου μέχρι νῦν, 〈φησί,〉 πᾶσίν ἐστιν ἀκατάληπτον ἀνθρώποις, ὅσοι περὶ τὸ γέν〈ν〉ημα τῆς θηλείας εἰσὶ πεπλανημένοι. γέγονεν οὖν, φησίν, ἀπὸ τοῦ ἀνθρώπου ἐκείνου οὐδὲν τῶν ἐνθάδε, οὐδ᾽ ἔσται πώποτε· τὰ δὲ γεγονότα πάντα οὐκ ἀπὸ ὅλου, ἀλλ᾽ ἀπὸ μέρους τινὸς γέγονε τοῦ υἱοῦ τοῦ ἀνθρώπου. ἔστι γάρ, φησίν, ὁ υἱὸς τοῦ ἀνθρώπου ἰῶτα ἕν, μία κεραία, ῥυεῖσα ἄνωθεν, πλήρης ἀποπληροῦσα, πάντα ἔχουσα ἐν ἑαυτῇ, ὅσα καὶ ὁ ἄνθρωπος ἔχει, ὁ πατὴρ τοῦ υἱοῦ τοῦ ἀνθρώπου.

Γέγονεν οὖν 〈ὁ〉 κόσμος, ὥς φησι Μωϋσῆς, ἐν ἓξ ἡμέραις, τουτέστιν ἐν ἓξ δυνάμεσι, ταῖς 〈κατειλημμέναις〉 ἐν τῇ μιᾷ κεραίᾳ τοῦ ἰῶτα· 〈ἡ δὲ〉 ἑβδόμη, 〈ἡ καὶ〉 κατάπαυσις καὶ σάββατον, ἀπὸ τῆς Ἑβδομάδος γέγονε τῆς ἐκεῖ. 〈*〉 γῆς καὶ ὕδατος καὶ ἀέρος καὶ πυρός, ἐξ ὧν ὁ κόσμος ἀπὸ τῆς κεραίας γέγονε τῆς μι(ᾶς). οἵ τε γὰρ κύβοι καὶ τὰ 〈εἰκοσάεδρα καὶ τὰ〉 ὀκτάεδρα καὶ 〈αἱ〉 πυραμίδες καὶ πάντα τὰ τούτοις παραπλήσια σχήμα〈τα〉, ἐξ ὧν συνέστηκε πῦρ, ἀή(ρ), ὕδωρ, γῆ, ἀπὸ τῶν ἀριθμῶν γεγόνασι τῶν κατειλη(μ)μέν(ων) ἐν ἐκείνῃ τῇ ἁπλῇ τοῦ ἰῶτα κεραίᾳ, ἥτις ἐστὶν υἱὸς ἀνθρώπου, 〈ἐκ〉 τελείου τέλειος.

Ὅταν οὖν, φησίν, ῥάβδον λέγῃ Μωϋσῆς στρεφομένην ποικίλως εἰς τὰ πάθη τὰ κατὰ τὴν Αἴγυπτον—ἅτινα, φησίν, ἐστὶ τῆς κτίσεως ἀλ〈λ〉ηγορού〈μενα〉 σύμβολα—, οὐκ εἰς πλείονα πάθη τῶν δέκα σχηματίζει τὴν ῥάβδον, ἥτις ἐστίν, 〈φησίν, ἡ τοῦ〉 ἰῶτα μία κεραία, ἁπλῆ 〈καὶ〉 ποικίλη. αὕτη 〈δέ〉, φησίν, ἐστὶν ἡ δεκάπληγος ἡ κοσμικὴ κτίσις· πάντα γὰρ πλησσόμενα γεννᾶται καὶ καρποφορεῖ, καθάπερ αἱ ἄμπελοι. «ἄνθρωπος 〈γὰρ〉 ἐξ ἀνθρώπου ἐξέσ〈σ〉υται», φησίν, «καὶ ἀποσπᾶται, πληγῇ τινι μεριζόμενος», ἵνα γένηται. κἂν εἴπῃ〈ς〉 νόμον, ὃν ἔθηκε Μωϋσῆς παρὰ θεοῦ λαβών, κατὰ τὴν κεραίαν ἐκείνην τὴν μίαν ὁ νόμος ἐστί, 〈φησίν,〉 ἡ δεκάλογος ἀλληγοροῦσα τὰ θεῖα τῶν ὅλων μυστήρια. πᾶσα γάρ, φησίν, ἡ γνῶσις τῶν ὅλων δεκάπληγός ἐστι καὶ δεκάλογος· ἣν οἶδεν οὐδεὶς τῶν περὶ τὸ γέν〈ν〉ημα τῆς θηλείας πεπλανημένων. κἂν εἴπῃς πεντάτευχον 〈ἢ〉 ὅλον τὸν νόμον, ἔστιν, 〈φησίν,〉 ἀπὸ τῆς πεντάδος τῆς ἐν τῇ μιᾷ κεραίᾳ κατειλημμένης.

Τὸ δὲ ὅλον ἐστί, φησί, τοῖς μὴ πεπηρωμένοις παντελῶς τὴν διάνοιαν μυστήριον, καινὴ καὶ μὴ παλαιουμένη «ἑορτὴ νόμιμος, αἰώνιος εἰς τὰς γενεὰς ἡμῶν», «κυρίου τοῦ θεοῦ πάσχα», «διατηρούμενον» τοῖς δυναμένοις βλέπειν «〈ἕως〉 ἐναρχομένης τῆς 〈τεσσαρεσκαι〉δεκάτης», ἥτις ἐστὶν ἀρχὴ δεκάδος, ἀφ᾽ ἧς, φησίν, ἀριθμοῦμεν. ἡ γὰρ μονὰς ἕως τῆς 〈τετράδος τῆς ἐν τῇ〉 τεσσαρεσκαιδεκάτῃ ἐστί, 〈φησί,〉 τὸ κεφάλαιον τῆς μιᾶς 〈κεραίας〉, τοῦ τελείου ἀριθμοῦ· τό τε γὰρ ἕν, δύο, τρία, τέσσαρα γίνεται δέκα, ὅπερ ἐστίν, 〈φησίν,〉 ἡ μία κεραία. 〈Τὴν〉 δὲ ἀπὸ τῆς τεσσαρεσκαιδεκάτης [φησὶν] «ἕως 〈ἡμέρας〉 μιᾶς καὶ εἰκάδος» ἑβδομάδα λέγει 〈τὴν〉 ὑπάρχουσαν ἐν τῇ μιᾷ κεραίᾳ τοῦ κόσμου [τὴν] κτίσιν, ἄζυμον 〈οὖσαν〉 ἐν τοῖς ἅπασιν. τί γὰρ 〈ἂν〉 δεηθείη, φησίν, ἡ μία κεραία οὐσίας τινὸς οἱονεὶ ζύμης ἔξωθεν εἰς «τὸ πάσχα τοῦ κυρίου», «τὴν αἰώ(ν)ιον ἑορτήν», ἥτις ἐστὶν «εἰς τὰς γενεὰς» δεδομένη; ὅλος γὰρ ὁ κόσμ(ο)ς (κα)ὶ πάντα 〈τὰ〉 τῆς κτίσεως στ〈οιχ〉εῖα πάσχα ἐστίν, 〈φησίν,〉 ἑορτὴ κυρίου. χαίρει γὰρ ὁ θεὸς τῆς κτίσεως τῇ μεταβολῇ, 〈φησίν,〉 ἥτις ὑπὸ τῶν δέκα πληγῶν τῆς κεραίας ἐνεργεῖται τῆς μιᾶς· ἥτις ἐστὶ Μωσέως ῥάβδος ὑπὸ τοῦ θεοῦ δεδομένη. ᾗ τοὺς Αἰγυπτίους πλήσσων 〈ὁ θεὸς〉 μεταβάλλει τὰ σώματα, καθάπερ τὴν χεῖρα Μωσέως 〈εἰς χιόνα, καὶ〉 τὸ ὕδωρ εἰς αἷμα, καὶ τὰ λοιπά.

τούτοις 〈δὲ〉 παραπλησίως 〈τὰς〉 ἀκρίδας—ὅπερ ἐστὶ χόρτος—〈τὴν〉 τῶν στοιχείων εἰς σάρκα μεταβολὴν λέγει· «πᾶσα» γὰρ «σὰρξ χόρτος», 〈ὡς,〉 φησίν, 〈γέγραπται〉.

Οὐδὲν δὲ ἧττον καὶ τὸν ὅλον νόμον οἱ ἄνδρες οὗτοι τοιοῦτόν τινα τρόπον ἐκδέχονται, τάχα που κατακολουθήσαντες, ὡς ἐγὼ δοκῶ, Ἑλλήνων 〈σοφοῖς〉 τοῖς λέγουσιν οὐσίαν εἶναι καὶ ποιὸν καὶ ποσὸν καὶ πρός τι καὶ ποῦ καὶ πότε καὶ κεῖσθαι καὶ ἔχειν καὶ ποιεῖν καὶ πάσχειν.

Τοιγαροῦν Μονόϊμος αὐτὸς ἐν τῇ πρὸς Θεόφραστον ἐπιστολῇ διαρρήδην λέγει· «〈Εἰ θέλεις ἐπιγνῶναι τὸ πᾶν,〉 καταλιπὼν ζητεῖν θεὸν κατὰ κτίσιν καὶ τὰ τούτοις παραπλήσια, ζήτησον αὐτὸν ἀπὸ 〈σ〉εαυτοῦ, καὶ μάθε τίς ἐστιν ὁ πάντα ἁπαξαπλῶς ἐν σοὶ ἐξιδιοποιούμενος καὶ λέγων· [ὁ θεός μου,] ὁ νοῦς μου, ἡ διάνοιά μου, ἡ ψυχή μου, τὸ σῶμά μου· καὶ μάθε πόθεν ἐστὶ τὸ λυπεῖσθαί 〈σε〉 καὶ τὸ χαίρειν, καὶ τὸ ἀγαπᾶν καὶ τὸ μισεῖν· καὶ τὸ γρηγορεῖν 〈σε〉 μὴ θέλοντα καὶ τὸ νυστάζειν μὴ θέλοντα, καὶ τὸ ὀργίζεσθαι μὴ θέλοντα καὶ τὸ φιλεῖν μὴ θέλοντα. καὶ ἂν 〈πάντα〉 ταῦτα», φησίν, «ἐπιζητήσῃς ἀκριβῶς, εὑρήσεις αὐτὸν ἐν 〈σ〉εαυτῷ, ἓν 〈ὄντα〉 καὶ πολλά, κατὰ τὴν κεραίαν ἐκείνην 〈τὴν μίαν〉, ἀφ᾽ ἑαυτοῦ τὴν διέξοδον εὑρών».

Ταῦτα μὲν οὖν ἐκεῖνοι· οἷς οὐκ ἀνάγκην ἔχομεν τὰ παρ᾽ Ἕλλησι προμεμεριμνημένα παρατιθέναι, οὖσι προδήλοις τοῖς ὑπ᾽ αὐτῶν λεγομένοις 〈ὅτι〉 τὴν σύστασιν ἔχει ἐκ γεωμετρικῆς τέχνης καὶ ἀριθμητικῆς· ἣν γενναιότερον οἱ Πυθαγόρ(ου) μαθηταὶ διέθεντο, καθὼς ἔστι τοῖς ἐντυγχάνουσιν ἐπιγνῶ(ν)α(ι) ἐν τοῖς τόποις, οἷς προδιηγησάμεθα περὶ πάσης σοφίας Ἑλλήνων. ἀλλ᾽ ἐπεὶ καὶ τὰ Μονοΐμου αὐτάρκως διελήλεγκται, ἴδωμεν τίνα καὶ οἱ λοιποὶ τεχνάζονται, ἑαυτῶν βουλόμενοι 〈τὸ〉 ὄνομα μάταιον ὑψοῦν.

Τατιανὸς δὲ καὶ αὐτός, γενόμενος 〈μὲν〉 μαθητὴς Ἰουστίνου τοῦ μάρτυρος, οὐχ ὅμοια τῷ διδασκάλῳ ἐφρόνησεν, ἀλλὰ καινά τινα ἐπιχειρήσας ἔφη αἰῶνας 〈εἶναί〉 τινας ἀοράτους, ὁμοίως τοῖς ἀπὸ Οὐαλεντίνου μυθολογήσας. γάμον δὲ φθορὰν εἶναι παραπλησίως Μαρκίωνι λέγει, τόν τε Ἀδὰμ φάσκει μὴ σῴζεσθαι διὰ τὸ ἀρχηγὸν παρακοῆς γεγονέναι. καὶ ταῦτα μὲν 〈οὖν καὶ〉 Τατιανός.

Ἑρμογένης δέ τις, καὶ αὐτὸς νομίσας τι καινὸν φρονεῖν, ἔφη τὸν θεὸν ἐξ ὕλης συγχρόνου καὶ ἀγενήτου 〈τὰ〉 πάντα πεποιηκέναι· ἀδυνάτως γὰρ ἔχειν τὸν θεὸν μὴ οὐκ ἐξ ὄντων τὰ γενόμενα ποιεῖν. εἶναι δὲ τὸν 〈μὲν〉 θεὸν ἀεὶ κύριον καὶ ἀεὶ ποιητήν, τὴν δὲ ὕλην ἀεὶ δούλην καὶ 〈ἀεὶ〉 ποιουμένην, οὐ πᾶσαν δέ· ἀεὶ γὰρ ἀγρίως καὶ ἀτάκτως φερομένην ἐκόσμησε〈ν ὁ θεὸς〉 τούτῳ τῷ λόγῳ. δίκην λ(έβητ)ος ὑποκαιομένου βράζουσαν ἰδὼν ἐχώρισε κατ(ὰ) μέρος, καὶ τὸ μὲν ἐκ τοῦ παντὸς λαβὼν ἡμέρωσε, τὸ δὲ 〈λοιπὸν〉 εἴασεν ἀτάκτως φέρεσθαι. καὶ τὸ 〈μὲν〉 ἡμερωθὲν τοῦτο εἶναι 〈τὸν〉 κόσμον λέγει, τὸ δὲ ἄγριον μένον καὶ 〈ἄτακτον〉 ὕλην καλεῖσθαι ἄκοσμον. —ταύτην 〈οὖν〉 οὐσίαν εἶναι τῶν ἀπάντων λέγει, ὡς καινὸν φέρων 〈τὸ〉 δόγμα τοῖς αὑτοῦ μαθηταῖς· οὐκ ἐνενόει δὲ ὅτι Σωκρατικὸς ὁ μῦθος οὗτος τυγχάνει, ὑπὸ Πλάτωνος ἐξειργασμένος βέλτιον ἢ ὑπὸ Ἑρμογένους. — Τὸν (δ)ὲ Χριστὸν υἱὸν εἶναι ὁμολογεῖ τοῦ τὰ πάντα κτίσαντος θεοῦ καὶ (τοῦ)τ(ον) ἐκ παρθένου γεγεν〈ν〉ῆσθαι καὶ πνεύματος [μὲν ὁμολογεῖ] κατὰ τὴν τῶν εὐαγγελίων φωνήν. ὃν μετὰ τὸ πάθος ἐγερθέντα ἐν σώματι πεφηνέναι τοῖς 〈αὑτοῦ〉 μαθηταῖς καὶ ἀνερχόμενον εἰς τοὺς οὐρανοὺς ἐν τῷ ἡλίῳ τὸ σῶμα καταλελοιπέναι, αὐτὸν δὲ πρὸς τὸν πατέρα πεπορεῦσθαι.

μαρτυρίᾳ δὲ χρῆται 〈τῇδε〉, νομίζων ὑπὸ τοῦ ῥητοῦ συνηγορεῖσθαι, οὗπερ ὁ ψαλμῳδὸς Δαβὶδ λέγει· «ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ· καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν 〈αὐτοῦ〉». ταῦτα μὲν οὖν καὶ Ἑρμογένης ἐπεχείρει.

Ἕτεροι δέ τινες, φιλόνεικοι τὴν φύσιν, ἰδιῶται τὴν γνῶσιν, μαχιμώτεροι τὸν τρόπον, συ〈νι〉στάνουσι δεῖν τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ πρώτου μηνὸς φυλάσσειν κατὰ τὴν τοῦ νόμου διαταγήν, ἐν ᾗ 〈δ᾽〉 ἂν ἡμέρᾳ ἐμπέσῃ, ὑφορώμενοι τὸ γεγραμμένον ἐν 〈τῷ〉 νόμῳ, [ὡς] ἐπικατάρατον ἔσεσθαι τὸν μὴ φυλάξαντα οὕτως 〈ὡς〉 διαστέλλεται· οὐ προσέχουσι δὲ ὅτι Ἰουδαίοις ἐνομοθετεῖτο, τοῖς μέλλουσι τὸ ἀληθινὸν πάσχα ἀναιρεῖν, τὸ εἰς ἔθνη χωρῆσαν καὶ πίστει νοούμενον, οὐ γράμματι συντηρούμενον. οἳ μιᾷ ταύτῃ προσέχοντες ἐντολῇ οὐκ ἀφορῶσιν εἰς τὸ εἰρημένον ὑπὸ τοῦ ἀποστόλου, ὅτι «διαμαρτύρομαι παν(τὶ) περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶ τοῦ πάντα τὸν νόμον ποιῆσαι». ἐν δὲ τοῖς ἑτέροις οὗτοι συμφωνοῦσι πρὸς πάντα τὰ τῇ ἐκκλη(σίᾳ) ὑπὸ τῶν ἀποστόλων παραδεδομένα.

Ἕτεροι δέ, καὶ αὐτοὶ αἱρετικώτεροι τὴν φύσιν, Φρύγες τὸ γένος, προληφθέντες ὑπὸ γυναίων ἠπάτηνται, Πρισκίλ〈λ〉ης τινὸς καὶ Μαξιμίλλης καλουμένων. ἃς προφήτιδας νομίζουσιν, ἐν ταύταις τὸ παράκλητον πνεῦμα κεχωρηκέναι λέγοντες, καί τινα πρὸ αὐτῶν Μοντανὸν ὁμοίως δοξάζουσιν ὡς προφήτην. ὧν βίβλους ἀπείρους ἔχοντες πλανῶνται, μήτε τὰ ὑπ᾽ αὐτῶν λελαλημένα λόγῳ κρίνοντες, μήτε τοῖς κρῖναι δυναμένοις προσέχοντες, ἀλλ᾽ ἀκρίτως τῇ πρὸς αὐτοὺς πίστει προσφέρονται, πλεῖόν τι δι᾽ αὐτῶν φάσκοντες [ὡς] μεμαθηκέναι ἢ ἐκ 〈τοῦ〉 νόμου καὶ προφητῶν καὶ τῶν εὐαγγελίων. ὑπὲρ δὲ ἀποστόλους καὶ πᾶν χάρισμα ταῦτα τὰ γύναια δοξάζουσιν, ὡς τολμᾶν λέγειν τινὰς αὐτῶν πλεῖόν τι 〈ἢ ἐν τῷ〉 Χριστῷ ἐν τούτοις γεγονέναι. οὗτοι τὸν μὲν θεὸν πατέρα τῶν ὅλων καὶ πάντων κτίστην ὁμοίως τῇ ἐκκλησίᾳ ὁμολογοῦσι καὶ ὅσα τὸ εὐαγγέλιον περὶ τοῦ Χριστοῦ μαρτυρεῖ, καινίζουσι δὲ νηστείας καὶ ἑορτὰς καὶ ξηροφαγίας καὶ ῥαφανοφαγίας, φάσκοντες ὑπὸ τῶν γυναίων δεδιδάχθαι.

Τινὲς δὲ αὐτῶν τῇ τῶν Νοητιανῶν αἱρέσει συντιθέμενοι, τὸν πατέρα αὐτὸν εἶναι 〈καὶ〉 τὸν υἱὸν λέγουσι, καὶ τοῦτον ὑπὸ γένεσιν καὶ πάθος καὶ θάνατον ἐληλυθέναι. περὶ τούτων 〈δὲ〉 αὖθις λεπτομερέστερον ἐκθήσομαι· πολλοῖς γὰρ ἀφορμὴ κακῶν γ(ε)γένηται ἡ τούτων αἵρεσις. ἱκανὰ μὲν οὖν καὶ τὰ περὶ τούτων εἰρημένα κρίνομεν, δι᾽ ὀλίγων τὰ πολλὰ φλύαρα αὐτῶν βιβλία τε καὶ (ἐ)πιχειρήματα 〈ἐν〉 πᾶσιν ἐπιδείξαντες ἀσθενῆ ὄντα καὶ μηδενὸς λ(όγ)ου ἄξια, οἷς οὐ χρὴ προσέχειν τοὺς ὑγιαίνοντα νοῦν κεκτημένους.

Ἕτεροι δέ, ἑαυτοὺς ἀποκαλοῦντες Ἐγκρατίτας, τὰ μὲν περὶ τοῦ θεοῦ καὶ τοῦ Χριστοῦ ὁμοίως [καὶ] τῇ ἐκκλησίᾳ ὁμολογοῦσι, περὶ δὲ 〈τὴν〉 πολιτείαν πεφυσιωμένως ἀναστρέφονται, ἑαυτοὺς διὰ βρωμάτων 〈ἀποχῆς〉 δοξάζειν νομίζοντες, ἀπεχόμενοι ἐμψύχων, ὑδροποτοῦντες καὶ γαμεῖν κωλύοντες, καὶ τῷ λοιπῷ βίῳ καταξήρως προσέχοντες, μᾶλλον 〈ἂν〉 Κυνικοὶ ἢ Χριστιανοὶ οἱ τοιοῦτοι κρινόμενοι. οὐ προσέχουσι δὲ τοῖς διὰ τοῦ ἀποστόλου Παύλου εἰς αὐτοὺς προειρημένοις· ὃς προφητεύων τὰ μέλλοντα ὑπό τινων μάτην καινίζεσθαι, οὕτως ἔφη· «Τὸ δὲ πνεῦμα ῥητῶς λέγει· ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς ὑγιαινούσης διδασκαλίας, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. ὅτι πᾶν κτίσμα θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον· ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως». ἱκανὴ μὲν οὖν αὕτη ἡ φωνὴ τοῦ μακαρίου Παύλου πρὸς ἔλεγχον τῶν οὕτως βιούντων καὶ σεμνυνομένων 〈ὡς〉 δικαίων, 〈καὶ〉 εἰς τὸ δεῖξαι ὅτι καὶ τοῦτο αἵρεσις.

Εἰ δὲ καὶ ἕτεραί τινες αἱρέσεις ὠνομάζοντο, 〈οἷον〉 Καϊνῶν, Ὀφιτῶν ἢ Νοαχιτῶν καὶ ἑτέρων τοιούτων, οὐκ (ἀν)αγκαῖον ἥγημαι 〈καὶ〉 τὰ ὑπ᾽ αὐτῶν λεγόμενα [ἢ γινόμενα] ἐκθέσθαι, ἵ(ν)α μὴ κἂν [ἐν] 〈διὰ〉 τοῦτό τινος αὑτοὺς [ἢ] λόγου ἀξίους ἡγῶνται. ἀλλ᾽ ἐπεὶ καὶ τὰ περὶ τούτων αὐτάρκη δοκεῖ 〈ἡμῖν〉 εἶναι, παρέλθωμεν ἐπὶ τὴν πᾶσι τῶν κακῶν αἰτίαν 〈γενομένην〉 αἵρεσι〈ν〉 Νοητιανῶν, 〈ὅπως〉 τήν τε ῥίζαν αὐτῆς ἀναπτύξαντες καὶ τὸν ἐνδ〈ομ〉υχοῦντα ἰὸν εἰ〈ς〉 φανερὸν 〈ἀγαγόντες καὶ δι〉ελέγξαντες, παύσωμεν τῆς τοιαύτης πλάνης τοὺς ἀπαγομένους ὑπὸ πνεύματος βιαίου δίκην χειμ(άρ)ρ(ου).