Πάντα δέ, φησί, νενόμισται τὰ μέρη τοῦ πυρός, ὁρατὰ καὶ ἀόρατα, «φρόνησιν ἔχειν». γέγονεν οὖν, φησίν, ὁ κόσμος ὁ γεννητὸς ἀπὸ τοῦ ἀγεννήτου πυρός. ἤρξατο δέ, φησίν, οὕτως γίνεσθαι· ἓξ ῥίζας τὰς πρώτας τῆς ἀρχῆς τῆς γενέσεως ὁ γεννητὸς ἀπὸ τῆς ἀρχῆς τοῦ πυρὸς ἐκείνου λαβών. ταύτας γάρ 〈φησι τὰς〉 ῥίζας γεγονέναι κατὰ συζυγίαν ἀπὸ τοῦ πυρός, ἅστινας καλεῖ Νοῦν καὶ Ἐπίνοιαν, Φωνὴν καὶ Ὄνομα, Λογισμὸν καὶ Ἐνθύμησιν. εἶναι δὲ ἐν ταῖς ἓξ ῥίζαις 〈ταύταις πᾶσαν〉 ὁμοῦ τὴν ἀπέραντον δύναμιν 〈δυνάμει, οὐκ ἐνεργείᾳ, ἥντινα ἀπέραντον δύναμιν〉 εἶναί φησι τὸν ἑστῶτα στάντα στησόμενον. ὃς 〈ἐὰν μὲν〉 ἐξεικονισθῇ, 〈ὢν〉 ἐν ταῖς ἓξ δυνάμεσιν, ἔσται οὐσίᾳ, δυνάμει, μεγέθει, ἀποτελέσματι μία καὶ 〈ἡ〉 αὐτὴ τῇ ἀγεννήτῳ καὶ ἀπεράντῳ δυνάμει, οὐδὲν ὅλως ἔχουσα ἐνδεέστερον ἐκείνης τῆς ἀγεννήτου καὶ ἀπαραλ〈λ〉άκτου καὶ ἀπεράντου δυνάμεως. ἐὰν δὲ μείνῃ δυνάμει μόνον ἐν ταῖς ἓξ δυνάμεσι καὶ μὴ ἐξεικονισθῇ, ἀφανίζεται, φησί, καὶ ἀπόλλυται, οὕτως ὡς ἡ δύναμις ἡ γραμματικὴ 〈ἢ〉 ἡ γεωμετρικὴ 〈ἐν〉 ἀνθρώπου ψυχῇ ὑπάρξασα, μὴ προσλαβοῦσα τεχνίτην τὸν διδάξοντα. αὑτὸν δὲ εἶναι ὁ Σίμω(ν) λέγει τὸν ἑστῶτα στάντα στησόμενον, ὄντα δύναμιν τὴν ὑπὲρ τὰ πάντα. τα(ῦ)τα τοίνυν καὶ ὁ Σίμων.