Ἔργον
Ἰγνάτιος Ἀντιοχείας – Ἐπιστολαὶ παρεμβεβλημέναι καὶ ἐπιστολαὶ ὑποβολιμαῖαι (Νόθος)
Επιστολή προς Μαρία
Ο Ιγνάτιος απευθύνεται στη Μαρία, επαινεί την πίστη της, αναφέρεται στα δεσμά του και προειδοποιεί κατά των αιρετικών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιστολή προς Μαρία
Ο Ιγνάτιος απευθύνεται στη Μαρία, επαινεί την πίστη της, αναφέρεται στα δεσμά του και προειδοποιεί κατά των αιρετικών.
ΠΡΟΣ ΜΑΡΙΑΝ. Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, τῇ ἠλεημένῃ χάριτι θεοῦ πατρὸς ὑψίστου καὶ κυρίου Ἰησοῦ Χριστοῦ τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος πιστοτάτῃ, ἀξιοθέῳ, χριστοφόρῳ θυγατρὶ Μαρίᾳ πλεῖστα ἐν θεῷ χαίρειν. Κρεῖττον μὲν γράμματος ὄψις, ὅσῳπερ μέρος οὖσα τοῦ χοροῦ τῶν αἰσθήσεων οὐ μόνον οἷς μεταδιδοῖ τὰ φιλικὰ τιμᾷ τὸν λαμβάνοντα, ἀλλὰ καὶ οἷς ἀντιδέχεται τὸν ἐπὶ τοῖς κρείττοσι πόθον πλουτεῖ. πλὴν δεύτερος, φασί, λιμὴν καὶ ὁ τῶν γραμμάτων τρόπος, ὃν ὥσπερ ἀγαθὸν ὅρμον δεδέγμεθα παρὰ τῆς σῆς πίστεως πόρρωθεν, ὥσπερ δι᾽ αὐτῶν ἰδόντες τὸ ἔν σοι καλόν. αἱ γὰρ τῶν ἀγαθῶν, ὦ πάνσοφε γύναι, ψυχαὶ ταῖς καθαρωτέραις ἐοίκασι πηγαῖς· ἐκεῖναί τε γὰρ τοὺς παριόντας, κἂν μὴ διψῶσιν, αὐτῷ τῷ εἴδει ἐφέλκονται αὐτοὺς ἀρύσασθαι τοῦ ποτοῦ, ἥ τε σὴ σύνεσις παρεγγυᾷ μετασχεῖν ἡμᾶς παρακελευομένη τῶν ἐν τῇ ψυχῇ σου βλυζόντων θείων ναμάτων.
Ἐγὼ δέ, ὦ μακαρία, οὐκ ἐμαυτοῦ νῦν τοσοῦτον, ὅσον ἄλλων γενόμενος, ταῖς πολλῶν τῶν ἐναντίων γνώμαις ἐλαύνομαι, τὰ μὲν φυγαῖς, τὰ δὲ φρουραῖς, τὰ δὲ δεσμοῖς. ἀλλ᾽ οὐδενὸς τούτων ἐπιστρέφομαι· ἐν δὲ τοῖς ἀδικήμασιν αὐτῶν μᾶλλον μαθητεύομαι, ἵνα Ἰησοῦ Χριστοῦ ἐπιτύχω. ὀναίμην τῶν δεινῶν τῶν ἐμοὶ ἡτοιμασμένων, ἐπειδὴ οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς.
Τὰ δὲ ὑπό σου διὰ τῆς ἐπιστολῆς κελευσθέντα ἀσμένως ἐπλήρωσα, ἐν οὐδενὶ ἀμφιβάλλων, ὧν αὐτὴ καλῶς ἔχειν δεδοκίμακας. ἔγνων γάρ σε κρίσει θεοῦ τὴν μαρτυρίαν τοῖν ἀνδροῖν πεποιῆσθαι, ἀλλ᾽ οὐ χάριτι σαρκικῇ. πάνυ δέ με ἧσαν καὶ αἱ συνεχεῖς σου τῶν γραφικῶν χωρίων μνῆμαι, ἃς ἀναγνοὺς οὐδὲ μέχρις ἐννοίας ἐνεδοίασα περὶ τὸ πρᾶγμα· οὐ γὰρ εἶχον τίσιν ὀφθαλμοῖς ἐκδραμεῖν, ὧν εἶχον ἀναντίρρητον ὑπό σου τὴν ἀπόδειξιν. ἀντίψυχόν σου γενοίμην ἐγώ, ὅτι φιλεῖς Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος· διὸ καὶ αὐτὸς ἐρεῖ σοι· Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσιν εἰρήνην.
Ἐπέρχεται δέ μοι λέγειν, ὅτι ἀληθινὸς ὁ λόγος, ὃν ἤκουον περί σου, ἔτι οὔσης σου ἐν τῇ Ῥώμῃ παρὰ τῷ μακαρίῳ πάπᾳ Ἀνεγκλήτῳ, ὃν διεδέξατο τὰ νῦν ὁ ἀξιομακάριστος Κλήμης, ὁ Πέτρου καὶ Παύλου ἀκουστής. καὶ νῦν προσέθηκας ἐπ᾽ αὐτῷ ἑκατονταπλασίως, καὶ προσθείης γε ἔτι, ὦ αὕτη. σφόδρα ἐπεθύμουν ἐλθεῖν πρὸς ὑμᾶς, ὥστε συναναπαύσασθαι ὑμῖν. ἀλλ᾽ οὐκ ἐν ἀνθρώπῳ ἡ ὁδὸς αὐτοῦ· ἐπέχει γάρ μου τὴν πρόθεσιν, οὐ συγχωροῦσα εἰς πέρας ἐλθεῖν ἡ στρατιωτικὴ φρουρά· ἀλλ᾽ οὔτε ἐν οἷς εἰμι δρᾶν τι ἢ παθεῖν οἷός τε ἐγώ. διὸ δεύτερον τῆς ἐν φίλοις παραμυθίας τὸ γράμμα λογιζόμενος κατασπάζομαι τὴν ἱεράν σου ψυχήν, παρακαλῶν προσθεῖναι τῷ τόνῳ· ὁ γὰρ παρὼν πόνος ὀλίγος, ὁ δὲ προσδοκώμενος μισθὸς πολύς.
Φεύγετε τοὺς ἀρνουμένους τὸ πάθος Χριστοῦ καὶ τὴν κατὰ σάρκα γέννησιν. πολλοὶ δέ εἰσιν ἄρτι οἱ ταύτην νοσοῦντες τὴν ἀρρωστίαν. τὰ δὲ ἄλλα σοι παραινεῖν εὔηθες, κατηρτισμένῃ μὲν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ, δυναμένῃ δὲ καὶ ἄλλους νουθετεῖν ἐν Χριστῷ. ἄσπασαι πάντας τοὺς ὁμοίως σοι ἀντεχομένους τῆς ἑαυτῶν σωτηρίας ἐν Χριστῷ. ἀσπάζονταί σε οἱ πρεσβύτεροι καὶ οἱ διάκονοι καὶ πρὸ πάντων ὁ ἱερὸς Ἥρων. ἀσπάζεταί σε Κασσιανὸς ὁ ξένος μου καὶ ἡ ἀδελφή μου ἡ γαμετὴ αὐτοῦ καὶ τὰ φίλτατα αὐτῶν τέκνα. ἐρρωμένην σε σαρκικὴν καὶ πνευματικὴν ὑγείαν ὁ κύριος ἁγιάσοι ἀεί, καὶ ἴδοιμί σε ἐν Χριστῷ τυγχάνουσαν τοῦ στεφάνου.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.