Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰγνάτιος Ἀντιοχείας – Ἐπιστολαὶ παρεμβεβλημέναι καὶ ἐπιστολαὶ ὑποβολιμαῖαι (Νόθος)

Ἰγνάτιος Ἀντιοχείας

Επιστολή προς Τραλλιανούς

Έπαινος της εκκλησίας των Τραλλέων, προτροπές για υπακοή στον κλήρο και αυστηρές προειδοποιήσεις κατά των χριστολογικών πλανών και αιρέσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰγνάτιος Ἀντιοχείας

—

Κεφάλαιο 2 από 13

ΠΡΟΣ ΤΡΑΛΛΙΑΝΟΥΣ. Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, τῇ ἠγαπημένῃ παρὰ θεοῦ πατρὸς καὶ Ἰησοῦ Χριστοῦ ἐκκλησίᾳ ἁγίᾳ, τῇ οὔσῃ ἐν Τράλλεσιν, ἐκλεκτῇ καὶ ἀξιοθέῳ, εἰρηνευούσῃ ἐν σαρκὶ καὶ πνεύματι Ἰησοῦ Χριστοῦ, τῆς ἐλπίδος ἡμῶν, ἐν πάθει τῷ διὰ σταυροῦ καὶ θανάτου καὶ ἀναστάσει, ἣν καὶ ἀσπάζομαι ἐν τῷ πληρώματι ἐν ἀποστολικῷ χαρακτῆρι καὶ εὔχομαι πλεῖστα χαίρειν.

Ἄμωμον διάνοιαν καὶ ἀνυπόκριτον ἐν ὑπομονῇ ἔγνων ὑμᾶς ἔχοντας, οὐ κατὰ χρῆσιν, ἀλλὰ κατὰ κτῆσιν, καθὼς ἐδήλωσέν μοι Πολύβιος, ὁ ἐπίσκοπος ὑμῶν, ὃς παρεγένετο θελήματι θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ συνεργείᾳ πνεύματος ἐν Σμύρνῃ καὶ οὕτως μοι συνεχάρη δεδεμένῳ ἐν Χριστῷ Ἰησοῦ, ὥστε με τὸ πᾶν πλῆθος ὑμῶν ἐν αὐτῷ θεωρῆσαι. ἀποδεξάμενος οὖν τὴν κατὰ θεὸν ὑμῶν εὔνοιαν δι᾽ αὐτοῦ ἔδοξα, εὑρὼν ὑμᾶς μιμητὰς ὄντας Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος.

Τῷ ἐπισκόπῳ ὑποτάσσεσθε ὡς τῷ κυρίῳ· αὐτὸς γὰρ ἀγρυπνεῖ ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσων θεῷ. διὸ καὶ φαίνεσθέ μοι οὐ κατὰ ἄνθρωπον ζῶντες, ἀλλὰ κατὰ Ἰησοῦν Χριστὸν τὸν δι᾽ ἡμᾶς ἀποθανόντα, ἵνα πιστεύοντες εἰς τὸν θάνατον αὐτοῦ διὰ τοῦ βαπτίσματος κοινωνοὶ τῆς ἀναστάσεως αὐτοῦ γένησθε. ἀναγκαῖον οὖν ἐστιν, ὅσαπερ ποιεῖτε, ἄνευ τοῦ ἐπισκόπου μηδὲν πράττειν ὑμᾶς, ἀλλ᾽ ὑποτάσσεσθαι καὶ τῷ πρεσβυτερίῳ ὡς ἀποστόλοις Ἰησοῦ Χριστοῦ, τῆς ἐλπίδος ἡμῶν, ἐν ᾧ διάγοντες ἐν αὐτῷ εὑρεθησόμεθα. δεῖ δὲ καὶ τοὺς διακόνους ὄντας μυστηρίων Ἰησοῦ Χριστοῦ κατὰ πάντα τρόπον ἀρέσκειν· οὐ γὰρ βρωτῶν καὶ ποτῶν εἰσι διάκονοι, ἀλλ᾽ ἐκκλησίας θεοῦ ὑπηρέται· δέον οὖν αὐτοὺς τὰ ἐγκλήματα φυλάττεσθαι ὡς πῦρ φλέγον. αὐτοὶ μὲν οὖν ἔστωσαν τοιοῦτοι.

Ὑμεῖς δὲ ἐντρέπεσθε αὐτοὺς ὡς Χριστὸν Ἰησοῦν, οὗ φύλακές εἰσιν τοῦ τόπου· ὡς καὶ ὁ ἐπίσκοπος τοῦ πατρὸς τῶν ὅλων τύπος ὑπάρχει, οἱ δὲ πρεσβύτεροι ὡς συνέδριον θεοῦ καὶ σύνδεσμος ἀποστόλων Χριστοῦ. χωρὶς τούτων ἐκκλησία ἐκλεκτὴ οὐκ ἔστιν, οὐ συνάθροισμα ἅγιον, οὐ συναγωγὴ ὁσίων. πέπεισμαι δὲ καὶ ὑμᾶς οὕτω διακεῖσθαι· τὸ γὰρ ἐξεμπλάριον τῆς ἀγάπης ὑμῶν ἔλαβον καὶ ἔχω μεθ᾽ ἑαυτοῦ ἐν τῷ ἐπισκόπῳ ὑμῶν, οὗ αὐτὸ τὸ κατάστημα μεγάλη μαθητεία, ἡ δὲ πραότης αὐτοῦ δύναμις· ὃν λογίζομαι καὶ τοὺς ἀθέους ἐντρέπεσθαι. ἀγαπῶν ὑμᾶς φείδομαι συντονώτερον ἐπιστεῖλαι, ἵνα μὴ δόξω τισὶν εἶναι προσάντης ἢ ἐπιδεής. δέδεμαι μὲν διὰ Χριστόν, ἀλλ᾽ οὐδέπω Χριστοῦ ἄξιός εἰμι· ἐὰν δὲ τελειωθῶ, τάχα γενήσομαι.

Οὐχ ὡς ἀπόστολος διατάσσομαι, ἀλλ᾽ ἐμαυτὸν μετρῶ, ἵνα μὴ ἐν καυχήσει ἀπόλωμαι. καλὸν δὲ τὸ ἐν κυρίῳ καυχᾶσθαι. κἂν ἐρρωμένος ὦ τὰ κατὰ θεόν, πλέον με δεῖ φοβεῖσθαι καὶ μὴ προσέχειν τοῖς εἰκῆ φυσιοῦσί με· οἱ γάρ με ἐπαινοῦντες μαστιγοῦσιν. ἀγαπῶ μὲν γὰρ τὸ παθεῖν, ἀλλ᾽ οὐκ οἷδα, εἰ ἄξιός εἰμι· τὸ γὰρ ζῆλος τοῦ ἐχθροῦ πολλοῖς μὲν οὐ φαίνεται, ἐμὲ δὲ πολεμεῖ. χρῄζω οὖν πραότητος, ἐν ᾗ καταλύεται ὁ ἄρχων τοῦ αἰῶνος τούτου ὁ διάβολος.

Μὴ γὰρ οὐκ ἐδυνάμην ὑμῖν μυστικώτερα γράψαι; ἀλλὰ φοβοῦμαι, μὴ νηπίοις οὖσιν ὑμῖν βλάβην παραθῶμαι καὶ σύγγνωτέ μοι, μὴ οὐ δυνηθέντες χωρῆσαι τὴν ἐνέργειαν στραγγαλωθῆτε. καὶ γὰρ ἐγώ, οὐ καθότι δέδεμαι καὶ δύναμαι νοεῖν τὰ ἐπουράνια καὶ τὰς ἀγγελικὰς τάξεις καὶ τὰς τῶν ἀρχαγγέλων καὶ στρατιῶν ἐξαλλαγάς, δυνάμεών τε καὶ κυριοτήτων διαφοράς, θρόνων τε καὶ ἐξουσιῶν παραλλαγὰς αἰώνων τε μεγαλότητας, τῶν τε Χερουβεὶμ καὶ Σεραφεὶμ τὰς ὑπεροχάς, τοῦ τε πνεύματος τὴν ὑψηλότητα καὶ τοῦ κυρίου τὴν βασιλείαν καὶ ἐπὶ πᾶσιν τὸ τοῦ παντοκράτορος θεοῦ ἀπαράθετον· ταῦτα γινώσκων ἐγὼ οὐ πάντως ἤδη τετελείωμαι ἢ μαθητής εἰμι, οἷς Παῦλος καὶ Πέτρος· πολλὰ γάρ μοι λείπει, ἵνα θεοῦ μὴ ἀπολειφθῶ.

Παρακαλῶ οὖν ὑμᾶς οὐκ ἐγώ, ἀλλ᾽ ἡ ἀγάπη Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ᾖτε δὲ κατηρτισμένοι τῇ αὐτῇ γνώμῃ καὶ τῷ αὐτῷ νοΐ. εἰσὶ γάρ τινες ματαιολόγοι καὶ φρεναπάται, οὐ Χριστιανοί, ἀλλὰ χριστέμποροι, ἀπάτῃ περιφέροντες τὸ ὄνομα Χριστοῦ καὶ καπηλεύοντες τὸν λόγον τοῦ εὐαγγελίου καὶ τὸν ἰὸν προσπλέκοντες τῆς πλάνης τῇ γλυκείᾳ προσηγορίᾳ, ὥσπερ οἰνομέλιτι κώνειον κεραννύντες, ἵνα ὁ πίνων τῇ γλυκυτάτῃ κλαπεὶς ποιότητι τὴν γευστικὴν αἴσθησιν ἀφυλάκτως τῷ θανάτῳ περιπαρῇ. παραινεῖ τις τῶν παλαιῶν· Μηδεὶς ἀγαθὸς λεγέσθω κακῷ τὸ ἀγαθὸν κεραννύς. λέγουσι γὰρ Χριστόν, οὐχ ἵνα Χριστὸν κηρύξωσιν, ἀλλ᾽ ἵνα Χριστὸν ἀθετήσωσιν· καὶ οὐ νόμον προφέρουσιν, ἵνα νόμον συστήσωσιν, ἀλλ᾽ ἵνα ἀνομίαν καταγγείλωσιν· τὸν μὲν γὰρ Χριστὸν ἀλλοτριοῦσι τοῦ πατρός, τὸν δὲ νόμον τοῦ Χριστοῦ. τὴν ἐκ παρθένου γέννησιν διαβάλλουσιν, ἐπαισχυνόμενοι τὸν σταυρὸν τὸ πάθος ἀρνοῦνται καὶ τὴν ἀνάστασιν οὐ πιστεύουσι· τὸν θεὸν ἄγνωστον εἰσηγοῦνται, τὸν Χριστὸν ἀγέννητον νομίζουσι, τὸ δὲ πνεῦμα οὐδὲ ὅτι ἔστιν ὁμολογοῦσι. τινὲς δὲ αὐτῶν τὸν μὲν υἱὸν ψιλὸν ἄνθρωπον εἶναι λέγουσι, ταὐτὸν δὲ εἶναι πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον, καὶ τὴν κτίσιν ἔργον θεοῦ, οὐ διὰ Χριστοῦ, ἀλλ᾽ ἑτέρου τινός, ἀλλοτρίας δυνάμεως.

Ἀσφαλίζεσθε οὖν τοὺς τοιούτους, ἵνα μὴ λάβητε βρόχον ταῖς ἑαυτῶν ψυχαῖς· καὶ τὸν βίον ὑμῶν ἀπρόσκοπον τίθεσθε πᾶσιν ἀνθρώποις, ἵνα μὴ γένησθε παγὶς τῇ σκοπιᾷ καὶ ὡς δίκτυον ἐκτεταμένον. ὁ μὴ ἰώμενος γὰρ ἑαυτὸν ἐν τοῖς ἔργοις ἑαυτοῦ ἀδελφός ἐστι τοῦ λυμαινομένου ἑαυτόν. ἐὰν οὖν καὶ ὑμεῖς ἀποθῆσθε φυσίωσιν, ἀλαζονείαν, τύφον, ὑπεροψίαν, δυνατὸν ὑμῖν ἐστιν εἶναι ἀχωρίστους θεοῦ· ἐγγὺς γάρ ἐστι τοῖς φοβουμένοις αὐτόν, καί· Ἐπὶ τίνα, φησίν, ἐπιβλέψω ἀλλ᾽ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους; αἰδεῖσθε δὲ καὶ τὸν ἐπίσκοπον ὑμῶν ὡς Χριστόν, καθὰ ὑμῖν οἱ μακάριοι διετάξαντο ἀπόστολοι. ὁ ἐντὸς τοῦ θυσιαστηρίου ὢν καθαρός ἐστιν· διὸ καὶ ὑπακούει τῷ ἐπισκόπῳ καὶ τοῖς πρεσβυτέροις· ὁ δὲ ἐκτὸς ὤν, οὗτός ἐστιν ὁ χωρὶς τοῦ ἐπισκόπου καὶ τῶν πρεσβυτέρων καὶ τῶν διακόνων τι πράσσων· ὁ τοιοῦτος μεμίανται τῇ συνειδήσει καὶ ἔστιν ἀπίστου χείρων. τί γάρ ἐστιν ἐπίσκοπος ἀλλ᾽ ἢ πάσης ἀρχῆς καὶ ἐξουσίας ἐπέκεινα πάντων κρατῶν, ὡς οἷόν τε ἄνθρωπον κρατεῖν μιμητὴν γινόμενον κατὰ δύναμιν Χριστοῦ τοῦ θεοῦ; τί δὲ πρεσβυτέριον ἀλλ᾽ ἢ σύστημα ἱερόν, σύμβουλοι καὶ συνεδρευταὶ τοῦ ἐπισκόπου;

τί δὲ διάκονοι ἀλλ᾽ ἢ μιμηταὶ Χριστοῦ, διακονοῦντες τῷ ἐπισκόπῳ ὡς Χριστὸς τῷ πατρὶ καὶ λειτουργοῦντες αὐτῷ λειτουργίαν καθαρὰν καὶ ἄμωμον, ὡς Στέφανος ὁ ἅγιος Ἰακώβῳ τῷ μακαρίῳ καὶ Τιμόθεος καὶ Λῖνος Παύλῳ καὶ Ἀνέγκλητος καὶ Κλήμης Πέτρῳ; ὁ τοίνυν τούτων παρακούων ἄθεος πάμπαν εἴη ἂν καὶ δυσσεβής, ἀθετῶν Χριστὸν καὶ τὴν αὐτοῦ διάταξιν σμικρύνων.

Ἐγὼ δὲ ταῦτα ὑμῖν ἐπιστέλλω, οὐχ ὅτι ἔγνων τοιούτους τινὰς ἐν ὑμῖν (ἀλλὰ μηδὲ συγχωρήσειέν ποτε ὁ θεὸς τοιοῦτον εἰς ἀκοὰς ἐλθεῖν τὰς ἐμάς, ὁ μὴ φεισάμενος τοῦ υἱοῦ αὐτοῦ διὰ τὴν ἁγίαν ἐκκλησίαν), ἀλλὰ προορῶν τὰς ἐνέδρας τοῦ πονηροῦ ταῖς παραγγελίαις προασφαλίζομαι ὑμᾶς ὡς τέκνα μου ἀγαπητὰ καὶ πιστὰ ἐν Χριστῷ, προποτίζων ὑμᾶς τὰ φυλακτικὰ τῆς λοιμικῆς τῶν ἀνυποτάκτων νόσου, ἧς ὑμεῖς ἀποφεύγετε τὴν νόσον εὐδοκίᾳ Χριστοῦ τοῦ κυρίου ἡμῶν. ὑμεῖς οὖν ἀναλαβόντες πραότητα γίνεσθε μιμηταὶ παθημάτων Χριστοῦ καὶ ἀγάπης αὐτοῦ, ἣν ἠγάπησεν ἡμᾶς, δοὺς ἑαυτὸν ὑπὲρ ἡμῶν λύτρον, ἵνα τῷ αἵματι αὑτοῦ καθαρίσῃ ἡμᾶς παλαιᾶς δυσσεβείας καὶ ζωὴν ἡμῖν παράσχηται, μέλλοντας ὅσον οὐδέπω ἀπόλλυσθαι ὑπὸ τῆς ἐν ἡμῖν κακίας. μηδεὶς οὖν ὑμῶν τι κατὰ τοῦ πλησίον ἐχέτω· ἄφετε γάρ, φησὶν ὁ κύριος ἡμῶν, καὶ ἀφεθήσεται ὑμῖν. μὴ ἀφορμὰς δίδοτε τοῖς ἔθνεσιν, ἵνα μὴ ὀλίγων τινῶν ἀφρόνων εἵνεκεν ὁ λόγος καὶ ἡ διδασκαλία βλασφημῆται. οὐαὶ γάρ, φησὶν ὁ προφήτης ὡς ἐκ προσώπου τοῦ θεοῦ, δι᾽ οὗ τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν.

Κωφώθητε οὖν, ὅταν ὑμῖν χωρὶς Ἰησοῦ Χριστοῦ λαλῇ τις, τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ γενομένου ἐκ Δαυίδ, τοῦ ἐκ Μαρίας, ὃς ἀληθῶς ἐγεννήθη καὶ ἐκ θεοῦ καὶ ἐκ παρθένου, ἀλλ᾽ οὐχ ὡσαύτως· οὐδὲ γὰρ ταὐτὸν θεὸς καὶ ἄνθρωπος. ἀληθῶς ἀνέλαβεν σῶμα· ὁ λόγος γὰρ σὰρξ ἐγένετο· καὶ ἐπολιτεύσατο ἄνευ ἁμαρτίας· τίς γάρ, φησίν, ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; ἔφαγεν καὶ ἔπιεν ἀληθῶς, ἐσταυρώθη καὶ ἀπέθανεν ἐπὶ Ποντίου Πιλάτου· ἀληθῶς δὲ καὶ οὐ δοκήσει ἐσταυρώθη καὶ ἀπέθανεν βλεπόντων οὐρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, οὐρανίων μὲν ὡς τῶν ἀσωμάτων φύσεων, ἐπιγείων τε Ἰουδαίων καὶ Ῥωμαίων καὶ τῶν παρόντων κατ᾽ ἐκεῖνο καιροῦ ἀνθρώπων σταυρουμένου τοῦ κυρίου, καταχθονίων δὲ ὡς τοῦ πλήθους τοῦ συναναστάντος τῷ κυρίῳ· πολλὰ γάρ, φησίν, σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη τῶν μνημείων ἀνεῳχθέντων. καὶ κατῆλθεν εἰς ᾅδην μόνος, ἀνῆλθεν δὲ μετὰ πλήθους καὶ ἔσχισεν τὸν ἀπ᾽ αἰῶνος φραγμὸν καὶ τὸ μεσότοιχον αὐτοῦ ἔλυσεν, καὶ ἀνέστη διὰ τριῶν ἡμερῶν ἐγείραντος αὐτὸν τοῦ πατρός, καὶ τεσσαράκοντα ἡμέρας συνδιατρίψας τοῖς ἀποστόλοις ἀνελήφθη πρὸς τὸν πατέρα καὶ ἐκάθισεν ἐκ δεξιῶν αὐτοῦ περιμένων, ἕως ἂν τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ.

τῇ οὖν παρασκευῇ τρίτῃ ὥρᾳ ἀπόφασιν ἐδέξατο παρὰ τοῦ Πιλάτου συγχωρήσαντος τοῦ πατρός, ἕκτῃ ὥρᾳ ἐσταυρώθη, ἐννάτῃ ἀπέπνευσεν, πρὸ ἡλίου δύσεως ἐτάφη· τὸ σάββατον ὑπὸ γῆν μένει ἐν τῷ μνημείῳ, ᾧ ἀπέθετο αὐτὸν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθείας· ἐπιφωσκούσης κυριακῆς ἀνέστη ἐκ τῶν νεκρῶν κατὰ τὸ εἰρημένον ὑπ᾽ αὐτοῦ· Ὥσπερ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. περιέχει οὖν ἡ μὲν παρασκευὴ τὸ πάθος, τὸ σάββατον τὴν ταφήν, ἡ κυριακὴ τὴν ἀνάστασιν.

Εἰ δέ, ὥσπερ τινὲς ἄθεοι ὄντες, τουτέστιν ἄπιστοι, λέγουσι, τὸ δοκήσει γεγενῆσθαι αὐτὸν ἄνθρωπον, οὐκ ἀληθῶς ἀνειληφέναι σῶμα, καὶ τὸ δοκεῖν τεθνηκέναι, πεπονθέναι οὐ τῷ ὄντι, τίνος ἕνεκεν ἐγὼ δέδεμαι καὶ εὔχομαι θηριομαχῆσαι; δωρεὰν οὖν ἀποθνήσκω, ἄρα καταψεύδομαι τοῦ σταυροῦ τοῦ κυρίου καὶ περιττὸς ὁ προφήτης· Ὄψονται εἰς ὃν ἐξεκέντησαν καὶ κόψονται ἐφ᾽ ἑαυτοῖς ὡς ἐπὶ ἀγαπητῷ. οὐκοῦν ἄπιστοι αὐτοὶ οὐχ ἧττον τῶν σταυρωσάντων αὐτόν. ἐγὼ δὲ οὐ τὸ δοκεῖν ἔχω τὰς ἐλπίδας ἐπὶ τῷ ὑπὲρ ἐμοῦ ἀποθανόντι, ἀλλὰ τῷ ὄντι· ἀληθείας γὰρ ἀλλότριον τὸ ψεῦδος. ἀληθῶς τοίνυν ἐγέννησεν Μαρία σῶμα θεὸν ἔνοικον ἔχον καὶ ἀληθῶς ἐγεννήθη ὁ θεὸς λόγος ἐκ τῆς παρθένου σῶμα ὁμοιοπαθὲς ἡμῖν ἠμφιεσμένος· ἀληθῶς γέγονεν ἐν μήτρᾳ ὁ πάντας ἀνθρώπους ἐν μήτρᾳ διαπλάττων, καὶ ἐποίησεν ἑαυτῷ σῶμα ἐκ τῶν τῆς παρθένου σπερμάτων, πλὴν ὅσον ἄνευ ὁμιλίας ἀνδρός. ἐκυοφορήθη ὡς καὶ ἡμεῖς χρόνων περιόδοις, καὶ ἀληθῶς ἐτέχθη ὡς καὶ ἡμεῖς, καὶ ἀληθῶς ἐγαλακτοτροφήθη καὶ τροφῆς κοινῆς καὶ ποτοῦ μετέσχεν ὡς καὶ ἡμεῖς.

καὶ τρεῖς δεκάδας ἐτῶν πολιτευσάμενος ἐβαπτίσθη ὑπὸ Ἰωάννου ἀληθῶς καὶ οὐ δοκήσει· καὶ τρεῖς ἐνιαυτοὺς κηρύξας τὸ εὐαγγέλιον καὶ ποιήσας σημεῖα καὶ τέρατα ὑπὸ τῶν Ψευδοϊουδαίων καὶ Πιλάτου τοῦ ἡγεμόνος ὁ κριτὴς ἐκρίθη, ἐμαστιγώθη, ἐπὶ κόρρης ἐραπίσθη, ἐνεπτύσθη, ἀκάνθινον στέφανον καὶ πορφυροῦν ἱμάτιον ἐφόρησεν, κατεκρίθη, ἐσταυρώθη ἀληθῶς, οὐ δοκήσει, οὐ φαντασίᾳ, οὐκ ἀπάτῃ. ἀπέθανεν ἀληθῶς καὶ ἐτάφη καὶ ἠγέρθη ἐκ τῶν νεκρῶν, καθώς που προσηύχετο λέγων· Σὺ δὲ κύριε ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. καὶ ὁ πάντοτε ἐπακούων αὐτῷ πατὴρ ἀποκριθεὶς λέγει· Ἀνάστα, ὁ θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν. ὁ τοίνυν ἀναστήσας αὐτὸν πατὴρ καὶ ἡμᾶς δι᾽ αὐτοῦ ἐγερεῖ, οὗ χωρὶς τὸ ἀληθινῶς ζῆν οὐχ ἕξει τις· λέγει γάρ, ὅτι Ἐγώ εἰμι ἡ ζωή· ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται, καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται εἰς τὸν αἰῶνα. φεύγετε οὖν τὰς ἀθέους αἱρέσεις· τοῦ διαβόλου γάρ εἰσιν ἐφευρέσεις, τοῦ ἀρχεκάκου ὄφεως τοῦ διὰ τῆς γυναικὸς ἀπατήσαντος Ἀδὰμ τὸν πατέρα τοῦ γένους ἡμῶν.

Φεύγετε δὲ αὐτοῦ καὶ τὰς κακὰς παραφυάδας, Σίμωνα τὸν πρωτότοκον αὐτοῦ υἱὸν καὶ Μένανδρον καὶ Βασιλίδην καὶ ὅλον αὐτοῦ τὸν ὀρυγμαδὸν τῆς κακίας, τοὺς ἀνθρωπολάτρας, τοὺς Ἐβιωναίους, οὓς καὶ ἐπικαταράτους λέγει Ἱερεμίας ὁ προφήτης. φεύγετε καὶ τοὺς ἀκαθάρτους Νικολαΐτας, τοὺς ψευδωνύμους, τοὺς φιληδόνους, τοὺς συκοφάντας· οὐ γὰρ ἦν τοιοῦτος ὁ τῶν ἀποστόλων Νικόλαος. φεύγετε καὶ τὰ τοῦ πονηροῦ ἔγγονα Θεόδοτον καὶ Κλεόβουλον, τὰ γεννῶντα καρπὸν θανατηφόρον, οὗ ἐάν τις γεύσηται, παραυτίκα ἀποθνήσκει οὐ τὸν πρόσκαιρον θάνατον, ἀλλὰ τὸν αἰώνιον. οὗτοι οὔκ εἰσι φυτεία πατρός, ἀλλ᾽ ἔγγονα κατηραμένα. πᾶσα δέ, φησὶν ὁ κύριος, φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ ἐπουράνιος, ἐκριζωθήτω. εἰ γὰρ ἦσαν τοῦ πατρὸς κλάδοι, οὐκ ἂν ἦσαν ἐχθροὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ, ἀλλὰ τῶν ἀποκτεινάντων τὸν τῆς δόξης κύριον· νῦν δὲ τὸν σταυρὸν ἀρνούμενοι καὶ τὸ πάθος ἐπαισχυνόμενοι καλύπτουσι τὴν Ἰουδαίων παρανομίαν, τῶν θεομάχων, τῶν κυριοκτόνων· μικρὸν γὰρ εἰπεῖν προφητοκτόνων. ὑμᾶς δὲ παρακαλεῖ Χριστὸς εἰς τὴν αὐτοῦ ἀφθαρσίαν διὰ τοῦ πάθους αὐτοῦ καὶ τῆς ἀναστάσεως, ὄντας μέλη αὐτοῦ.

Ἀσπάζομαι ὑμᾶς ἀπὸ Σμύρνης ἅμα ταῖς συμπαρούσαις μοι ἐκκλησίαις τοῦ θεοῦ, ὧν οἱ ἡγούμενοί με κατὰ πᾶν ἀνέπαυσαν σαρκί τε καὶ πνεύματι. παρακαλεῖ ὑμᾶς τὰ δεσμά μου, ἃ ἕνεκεν Ἰησοῦ Χριστοῦ περιφέρω, αἰτούμενος θεοῦ ἐπιτυχεῖν· διαμένετε ἐν τῇ ὁμονοίᾳ τῇ πρὸς ἀλλήλους καὶ τῇ προσευχῇ· πρέπει γὰρ ὑμῖν τοῖς καθ᾽ ἕνα, ἐξαιρέτως καὶ τοῖς πρεσβυτέροις, ἀναψύχειν τὸν ἐπίσκοπον εἰς τιμὴν πατρὸς καὶ εἰς τιμὴν Ἰησοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων. εὔχομαι ὑμᾶς ἐν ἀγάπῃ ἀκοῦσαί μου, ἵνα μὴ εἰς μαρτύριον ὦ ὑμῖν γράψας. καὶ περὶ ἐμοῦ δὲ προσεύχεσθε τῆς ἀφ᾽ ὑμῶν ἀγάπης χρῄζοντος ἐν τῷ ἐλέει τοῦ θεοῦ, εἰς τὸ καταξιωθῆναί με τοῦ κλήρου, οὗ περίκειμαι ἐπιτυχεῖν, ἵνα μὴ ἀδόκιμος εὑρεθῶ.

Ἀσπάζεται ὑμᾶς ἡ ἀγάπη Σμυρναίων καὶ Ἐφεσίων. μνημονεύετε 〈ἐν ταῖς προσευχαῖς〉 ὑμῶν τῆς ἐν Συρίᾳ ἐκκλησίας, ὅθεν οὐκ ἄξιός εἰμι λέγεσθαι, ὢν ἔσχατος τῶν ἐκεῖ. ἔρρωσθε ἐν κυρίῳ Ἰησοῦ Χριστῷ, ὑποτασσόμενοι τῷ ἐπισκόπῳ, ὁμοίως καὶ τοῖς πρεσβυτέροις καὶ τοῖς διακόνοις· καὶ οἱ κατὰ ἄνδρα ἀλλήλους ἀγαπᾶτε ἐν ἀμερίστῳ καρδίᾳ. ἁγνίζεται ὑμῶν τὸ ἐμὸν πνεῦμα οὐ μόνον νῦν, ἀλλὰ καὶ ὅταν θεοῦ ἐπιτύχω. ἔτι γὰρ ἐπικίνδυνός εἰμι, ἀλλὰ πιστὸς ὁ πατὴρ Ἰησοῦ Χριστοῦ πληρῶσαί μου τὴν αἴτησιν καὶ ὑμῶν, ἐν ᾧ εὑρεθείημεν ἄμωμοι. ὀναίμην ὑμῶν ἐν κυρίῳ.