Ἔργον
Εἰρηναῖος Λυώνος – Ἔλεγχος καὶ ἀνατροπὴ τῆς ψευδωνύμου γνώσεως
Το αποστολικό κήρυγμα περί του ενός Θεού και του Υιού
Η μαρτυρία των Αποστόλων σχετικά με την πίστη στον ένα Θεό Δημιουργό και τον σταυρωθέντα και αναστάντα Υιό του.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Το αποστολικό κήρυγμα περί του ενός Θεού και του Υιού
Η μαρτυρία των Αποστόλων σχετικά με την πίστη στον ένα Θεό Δημιουργό και τον σταυρωθέντα και αναστάντα Υιό του.
Τὴν ἀναπλήρωσιν τῶν ἀποστόλων ἐκ τῶν ὑπὸ Δαυὶδ εἰρημένων ποιούμενος. Ὁ οὖν διὰ τοῦ προφήτου ἐπαγγειλάμενος Θεὸς πέμψειν τὸ Πνεῦμα αὐτοῦ ἐπὶ τὴν ἀνθρωπότητα, οὗτος καὶ ἔπεμψε, καὶ Θεὸς ὑπὸ Πέτρου καταγγέλλεται τὴν ἰδίαν ἐπαγγελίαν πεπληρωκώς.
Οὐκ ἄλλον Θεὸν κατήγγελλον οἱ ἀπόστολοι, οὐδὲ ἄλλον μὲν παθόντα καὶ ἐγερθέντα Χριστόν, ἄλλον δὲ τὸν ἀναστήσαντα καὶ ἀπαθῆ διαμεμενηκότα, ἀλλ᾽ ἕνα καὶ τὸν αὐτὸν Θεὸν σωτῆρα καὶ Χριστὸν Ἰησοῦν τὸν ἐκ νεκρῶν ἐγερθέντα· καὶ τὴν εἰς αὐτὸν πίστιν ἐκήρυσσον τοῖς μὴ πιστεύουσιν εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ ἐκ τῶν προφητῶν συνεβίβαζον αὐτοὺς ὅτι ὃν ἐπηγγείλατο ὁ Θεὸς πέμψειν Χριστὸν ἔπεμψε τὸν Ἰησοῦν, ὃν αὐτοὶ ἐσταύρωσαν καὶ Θεὸς ἤγειρεν.
Φανερὸν τὸ κήρυγμα ὁ Πέτρος σὺν Ἰωάννῃ ἐκήρυσσεν αὐτοῖς, τὴν ὑπόσχεσιν ἣν ἐποιήσατο ὁ Θεὸς τοῖς πατράσι 〈δι᾽〉 Ἰησοῦ πεπληρῶσθαι εὐαγγελιζόμενος, ἀλλ᾽ οὐκ ἄλλον Θεὸν καταγγέλλων, ἀλλὰ τὸν Υἱὸν τοῦ Θεοῦ τὸν καὶ ἄνθρωπον γεγονότα καὶ παθόντα εἰς ἐπίγνωσιν ἄγων τῷ Ἰσραήλ, καὶ ἐν Ἰησοῦ τὴν ἀνάστασιν τῶν νεκρῶν κηρύσσων, καὶ σημαίνων ὅτι ὅσα οἱ προφῆται κατήγγειλαν περὶ τοῦ πάθους τοῦ Χριστοῦ ταῦτα ἐπλήρωσεν ὁ Θεός.
Οὕτως οἱ ἀπόστολοι οὐ τὸν Θεὸν ἤλλασσον, ἀλλὰ τὸν Χριστὸν κατήγγελλον τῷ λαῷ εἶναι τὸν Ἰησοῦν τὸν ἐσταυρωμένον, ὃν ὁ Θεὸς ὁ τοὺς προφήτας πέμψας, αὐτὸς Θεὸς ὤν, ἤγειρε καὶ τὴν σωτηρίαν ἐν αὐτῷ ἔδωκε τοῖς ἀνθρώποις.
Αὗται φωναὶ τῆς ἐκκλησίας ἐξ ἧς πᾶσα ἔσχηκεν ἐκκλησία τὴν ἀρχήν· αὗται φωναὶ τῆς μητροπόλεως τῶν τῆς καινῆς διαθήκης πολιτῶν· αὗται φωναὶ τῶν ἀποστόλων, αὗται φωναὶ τῶν μαθητῶν τοῦ Κυρίου, τῶν ἀληθῶς τελείων, μετὰ τὴν ἀνάληψιν τοῦ Κυρίου διὰ τοῦ Πνεύματος τελειωθέντων, καὶ ἐπικαλουμένων τὸν Θεὸν τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, τὸν διὰ τῶν προφητῶν κεκηρυγμένον, καὶ τὸν τούτου Παῖδα, ὃν ἔχρισεν ὁ Θεός, καὶ ἄλλον οὐκ εἰδότων. Οὐ γὰρ ἦν τότε Οὐαλεντῖνος ἐκεῖ, οὐδὲ Μαρκίων, οὐδ᾽ οἱ λοιποὶ ἑαυτῶν τε καὶ τῶν πειθομένων αὐτοῖς καταστροφεῖς. Διὸ καὶ ἐπήκουσεν αὐτῶν ὁ Ποιητὴς τῶν ἁπάντων Θεός· «ἐσαλεύθη» γάρ, φησίν, «ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες τοῦ ἁγίου Πνεύματος, καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παρρησίας παντὶ τῷ θέλοντι πιστεύειν.» Τοῦ Πέτρου τὴν ἀποκάλυψιν ἰδόντος ἐν ᾗ ἡ οὐράνιος εἶπεν αὐτῷ φωνή· «Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου», τοῦθ᾽ ὅτι διὰ τοῦ νόμου μεταξὺ καθαρῶν καὶ ἀκαθάρτων διαστείλας ὁ Θεός, οὗτος κεκαθάρικε τὰ ἔθνη διὰ τοῦ αἵματος τοῦ Παιδὸς αὐτοῦ, ὃν καὶ ὁ Κορνήλιος ἐσέβετο.
Τρανῶς σημαίνων ὅτι ὃν πρότερον Θεὸν ἐφοβεῖτο ὁ Κορνήλιος, ὃν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν κατηχεῖτο, δι᾽ ὃν καὶ τὰς ἐλεημοσύνας ἐποίει, οὗτος ἐπ᾽ ἀληθείας ἐστὶ Θεός. Ἔλειπε δὲ αὐτῷ ἡ τοῦ Υἱοῦ γνῶσις.
Τοῦτον εἶναι Ἰησοῦν καὶ πεπληρῶσθαι ἐν αὐτῷ τὴν γραφήν, ὡς αὐτὸς ὁ εὐνοῦχος πεισθεὶς καὶ παραυτίκα ἀξιῶν βαπτισθῆναι ἔλεγε· «Πιστεύω τὸν Υἱὸν τοῦ Θεοῦ εἶναι Ἰησοῦν.» Ὃς καὶ ἐπέμφθη εἰς τὰ κλίματα τῆς Αἰθιοπίας, κηρύξων τοῦθ᾽ ὅπερ αὐτὸς ἐπίστευσε, Θεὸν μὲν ἕνα, τὸν διὰ τῶν προφητῶν κεκηρυγμένον, τούτου δὲ τὸν Υἱὸν τὴν κατὰ ἄνθρωπον ἤδη πεποιῆσθαι παρουσίαν, καὶ ὡς πρόβατον εἰς σφαγὴν ἦχθαι, καὶ τὰ λοιπὰ ὅσα οἱ προφῆται λέγουσι περὶ αὐτοῦ.
Παῦλος μετὰ τὸ ἐκ τοῦ οὐρανοῦ λαλῆσαι αὐτῷ τὸν Κύριον καὶ ἐπιδεῖξαι ὅτι τὸν ἴδιον Δεσπότην ἐδίωκε διώκων τοὺς μαθητὰς αὐτοῦ καὶ πέμψαι Ἀνανίαν πρὸς αὐτὸν καὶ ἀναβλέψαι καὶ βαπτισθῆναι, «ἐν ταῖς συναγωγαῖς», φησίν, «ἐν Δαμασκῷ ἐκήρυσσε μετὰ πάσης παρρησίας τὸν Ἰησοῦν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ ὁ Χριστός». Τοῦτ᾽ ἔστι τὸ μυστήριον ὃ λέγει κατὰ ἀποκάλυψιν ἐγνωρίσθαι αὐτῷ, ὅτι ὁ παθὼν ἐπὶ Ποντίου Πιλάτου, οὗτος Κύριος τῶν πάντων καὶ Βασιλεὺς καὶ Θεὸς καὶ Κριτής ἐστιν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.