Ἔργον
Εἰρηναῖος Λυώνος – Ἔλεγχος καὶ ἀνατροπὴ τῆς ψευδωνύμου γνώσεως
Η εκ Παρθένου γέννηση και η ανακεφαλαίωση
Η θεοπνευστία των Εβδομήκοντα, η πρόσληψη αληθινού ανθρώπινου σώματος εκ της Παρθένου Μαρίας και ο παραλληλισμός με τον πρώτο Αδάμ.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η εκ Παρθένου γέννηση και η ανακεφαλαίωση
Η θεοπνευστία των Εβδομήκοντα, η πρόσληψη αληθινού ανθρώπινου σώματος εκ της Παρθένου Μαρίας και ο παραλληλισμός με τον πρώτο Αδάμ.
Ὁ Θεὸς οὖν ἄνθρωπος ἐγένετο καὶ αὐτὸς Κύριος ἔσωσεν ἡμᾶς, δοὺς τὸ τῆς παρθένου σημεῖον. Ἀλλ᾽ οὐχ ὡς ἔνιοί φασιν τῶν νῦν τολμώντων μεθερμηνεύειν τὴν γραφήν· «Ἰδοὺ ἡ νεᾶνις ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν», ὡς Θεοδοτίων ἡρμήνευσεν ὁ Ἐφέσιος καὶ Ἀκύλας ὁ Ποντικός, ἀμφότεροι Ἰουδαῖοι προσήλυτοι· οἷς κατακολουθήσαντες οἱ Ἐβιωναῖοι ἐξ Ἰωσὴφ αὐτὸν γεγεννῆσθαι φάσκουσιν.
Πρὸ τοῦ γὰρ Ῥωμαίους κρατῦναι τὴν ἀρχὴν αὐτῶν, ἔτι τῶν Μακεδόνων τὴν Ἀσίαν κατεχόντων, Πτολεμαῖος ὁ Λάγου, φιλοτιμούμενος τὴν ὑπ᾽ αὐτοῦ κατεσκευασμένην βιβλιοθήκην ἐν Ἀλεξανδρείᾳ κοσμῆσαι τοῖς πάντων ἀνθρώπων συγγράμμασιν ὅσα γε σπουδαῖα ὑπῆρχεν, ᾐτήσατο παρὰ τῶν Ἱεροσολυμιτῶν εἰς τὴν Ἑλληνικὴν διάλεκτον σχεῖν αὐτῶν μεταβεβλημένας τὰς γραφάς. Οἳ δέ, ὑπήκουον γὰρ ἔτι τοῖς Μακεδόσι τότε, τοὺς παρ᾽ αὐτοῖς ἐμπειροτάτους τῶν γραφῶν καὶ ἀμφοτέρων τῶν διαλέκτων ἑβδομήκοντα πρεσβυτέρους ἔπεμψαν Πτολεμαίῳ, ποιήσαντος τοῦ Θεοῦ ὅπερ ἠβούλετο.
Ὃ δὲ ἰδίᾳ πεῖραν αὐτῶν λαβεῖν θελήσας εὐλαβηθείς τε μήτι ἄρα συνθέμενοι ἀποκρύψωσι τὴν ἐν ταῖς γραφαῖς διὰ τῆς ἑρμηνείας ἀλήθειαν, χωρίσας αὐτοὺς ἀπ᾽ ἀλλήλων ἐκέλευσε τοὺς πάντας τὴν αὐτὴν ἑρμηνείαν γράφειν, καὶ τοῦτ᾽ ἐπὶ πάντων τῶν βιβλίων ἐποίησεν.
Συνελθόντων δὲ αὐτῶν ἐπὶ τὸ αὐτὸ παρὰ τῷ Πτολεμαίῳ καὶ συναντιβαλόντων ἑκάστου τὴν ἑαυτοῦ ἑρμηνείαν, ὁ μὲν Θεὸς ἐδοξάσθη, αἱ δὲ γραφαὶ ὄντως θεῖαι ἐγνώσθησαν, τῶν πάντων τὰ αὐτὰ ταῖς αὐταῖς λέξεσιν καὶ τοῖς αὐτοῖς ὀνόμασιν ἀναγορευσάντων ἀπ᾽ ἀρχῆς μέχρι τέλους, ὥστε καὶ τὰ παρόντα ἔθνη γνῶναι ὅτι κατ᾽ ἐπίπνοιαν τοῦ Θεοῦ εἰσιν ἡρμηνευμέναι αἱ γραφαί. Καὶ οὐδέν γε θαυμαστὸν τὸν Θεὸν τοῦτο ἐνηργηκέναι, ὅς γε καὶ ἐν τῇ ἐπὶ Ναβουχοδονόσορ αἰχμαλωσίᾳ τοῦ λαοῦ διαφθαρεισῶν τῶν γραφῶν καὶ μετὰ ἑβδομήκοντα ἔτη τῶν Ἰουδαίων ἀνελθόντων εἰς τὴν χώραν αὐτῶν, ἔπειτα ἐν τοῖς χρόνοις Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως ἐνέπνευσεν Ἔσδρᾳ τῷ ἱερεῖ ἐκ τῆς φυλῆς Λευὶ τοὺς τῶν προγεγονότων προφητῶν πάντας ἀνατάξασθαι λόγους καὶ ἀποκαταστῆσαι τῷ λαῷ τὴν διὰ Μωϋσέως νομοθεσίαν.
Καὶ ἐν τῷ εἰπεῖν· «Ἀκούσατε δή, οἶκος Δαυίδ», σημαίνοντος ἦν ὅτι ὃν ἐπηγγείλατο τῷ Δαυὶδ ὁ Θεὸς ἐκ καρποῦ τῆς κοιλίας αὐτοῦ αἰώνιον ἀναστήσειν Βασιλέα, οὗτός ἐστιν ὁ ἐκ τῆς δαυιτικῆς παρθένου γεννώμενος.
Εἰ τοίνυν ὁ πρῶτος Ἀδὰμ ἔσχε πατέρα ἄνθρωπον καὶ ἐκ σπέρματος ἐγεννήθη, εἰκὸς ἦν καὶ τὸν δεύτερον Ἀδὰμ λέγειν αὐτοὺς ἐξ Ἰωσὴφ γεγεννῆσθαι. Εἰ δὲ ἐκεῖνος ἐκ γῆς ἐλήφθη, Πλάστης δὲ αὐτοῦ ὁ Θεός, ἔδει καὶ τὸν ἀνακεφαλαιούμενον εἰς αὐτὸν τὸν ὑπὸ τοῦ Θεοῦ πεπλασμένον ἄνθρωπον τὴν αὐτὴν ἐκείνῳ τῆς γεννήσεως ἔχειν ὁμοιότητα.
Εἰς τί οὖν πάλιν οὐκ ἔλαβε χοῦν ὁ Θεός, ἀλλ᾽ ἐκ Μαρίας ἐνήργησε τὴν πλάσιν γενέσθαι; Ἵνα μὴ ἄλλη πλάσις γένηται μηδὲ ἄλλο τὸ σῳζόμενον ᾖ, ἀλλ᾽ αὐτὸς ἐκεῖνος ἀνακεφαλαιωθῇ, τηρουμένης τῆς ὁμοιότητος. Ἄγαν οὖν πίπτουσιν οἱ λέγοντες αὐτὸν μηδὲν ἀνειληφέναι ἐκ τῆς παρθένου, ἵν᾽ ἐκβάλωσι τὴν τῆς σαρκὸς κληρονομίαν καὶ ἀποβάλωνται τὴν ὁμοιότητα.
Ἐπεὶ περισσὴ καὶ ἡ εἰς τὴν Μαρίαν αὐτοῦ κάθοδος. Τί γὰρ καὶ εἰς αὐτὴν κατῄει, εἰ μηδὲν ἔμελλε λήψεσθαι παρ᾽ αὐτῆς; Ἔτι τε εἰ μηδὲν εἰλήφει παρὰ τῆς Μαρίας, οὐκ ἂν τὰς ἀπὸ τῆς γῆς εἰλημμένας προσίετο τροφάς, δι᾽ ὧν τὸ ἀπὸ τῆς γῆς ληφθὲν τρέφεται σῶμα· οὐδ᾽ ἂν εἰς τεσσαράκοντα ἡμέρας ὁμοίως Μωϋσῇ καὶ Ἠλίᾳ νηστεύσας ἐπείνησε, τοῦ σώματος αὐτοῦ τὴν ἰδίαν ἐπιζητοῦντος τροφήν· οὐδ᾽ ἂν Ἰωάννης ὁ μαθητὴς αὐτοῦ περὶ αὐτοῦ γράφων εἰρήκει· «Ὁ δὲ Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο»· οὐδ᾽ ἂν ὁ Δαυὶδ προαναπεφωνήκει εἰς αὐτόν· «Καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν»· οὐδ᾽ ἂν ἐδάκρυσεν ἐπὶ τοῦ Λαζάρου· οὐδ᾽ ἂν ἵδρωσε θρόμβους αἵματος· οὐδ᾽ ἂν εἰρήκει ὅτι «Περίλυπός ἐστιν ἡ ψυχή μου»· οὐδ᾽ ἂν νυγείσης αὐτοῦ τῆς πλευρᾶς ἐξῆλθεν αἷμα καὶ ὕδωρ.
Ταῦτα γὰρ πάντα σύμβολα σαρκὸς τῆς ἀπὸ τῆς γῆς εἰλημμένης, ἣν εἰς ἑαυτὸν ἀνεκεφαλαιώσατο, τὸ ἴδιον πλάσμα σῴζων.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.