Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εἰρηναῖος Λυώνος – Ἔλεγχος καὶ ἀνατροπὴ τῆς ψευδωνύμου γνώσεως

Εἰρηναῖος Λυώνος

Η αποστασία, η τελική κρίση και η συντριβή του όφεως

Οι συνέπειες της εκούσιας απομάκρυνσης από τον Θεό, η δικαίωση της θείας κρίσεως και η ανακεφαλαίωση της νίκης κατά του πονηρού από τον Χριστό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εἰρηναῖος Λυώνος

—

Κεφάλαιο 4 από 4

Οὔτε τὸ φῶς ἐξασθενεῖ διὰ τοὺς ἑαυτοῖς τυφλώττοντας, ἀλλ᾽ ἐκείνου μένοντος ὁποῖον καὶ ἔστιν, οἱ τυφλωθέντες παρὰ τὴν αἰτίαν τὴν ἑαυτῶν ἐν ἀορασίᾳ καθίστανται, μήτε τοῦ φωτὸς μετ᾽ ἀνάγκης δουλαγωγοῦντός τινα, μήτε τοῦ Θεοῦ βιαζομένου, εἰ μὴ θέλοι τις κατασχεῖν αὐτοῦ τὴν τέχνην. Τὰ οὖν ἀποστάντα τοῦ πατρικοῦ φωτὸς καὶ παραβάντα τὸν θεσμὸν τῆς ἐλευθερίας παρὰ τὴν αὐτῶν ἀπέστησαν αἰτίαν, ἐλεύθερα καὶ αὐτεξούσια τὴν γνώμην γεγονότα.

Εἷς καὶ ὁ αὐτὸς Πατήρ, ὁ τοῖς μὲν γλιχομένοις αὐτοῦ τῆς κοινωνίας καὶ προσμένουσιν αὐτοῦ τῇ ὑποταγῇ τὰ παρ᾽ αὐτῷ ἡτοιμακὼς ἀγαθά, τῷ δὲ ἀρχηγῷ τῆς ἀποστασίας διαβόλῳ καὶ τοῖς συναποστᾶσιν αὐτῷ τὸ αἰώνιον πῦρ ἡτοιμακώς, εἰς ὃ πεμφθήσεσθαι ἔφη ὁ Κύριος τοὺς εἰς τὰ ἀριστερὰ διακριθέντας. Καὶ τοῦτό ἐστιν τὸ εἰρημένον ὑπὸ τοῦ προφήτου· «Ἐγὼ Θεὸς ζηλωτής, ποιῶν εἰρήνην καὶ κτίζων κακά», ἐπὶ μὲν τοὺς μετανοοῦντας καὶ ἐπιστρέφοντας πρὸς αὐτὸν ποιῶν εἰρήνην καὶ φιλίαν καὶ ἕνωσιν συντιθέμενος, ἐπὶ δὲ τοὺς μὴ μετανοοῦντας καὶ φεύγοντας αὐτοῦ τὸ φῶς πῦρ αἰώνιον καὶ ἐξώτερον σκότος ἡτοιμακώς, ἅτινά ἐστιν κακὰ τοῖς ἐμπεσοῦσιν εἰς αὐτά.

Ὁ μὲν Κύριος ἐν τῷ ἰδίῳ ἀγρῷ καλὸν ἔσπειρε σπέρμα—«ἀγρὸς δέ ἐστιν ὁ κόσμος»—· «ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους, ἦλθεν ὁ ἐχθρὸς καὶ ἔσπειρε ζιζάνια μέσον τοῦ σίτου καὶ ἀπῆλθεν.» Ἔκτοτε γὰρ ἀποστάτης ὁ ἄγγελος οὗτος καὶ ἐχθρός, ἀφ᾽ ὅτε ἐζήλωσε τὸ πλάσμα τοῦ Θεοῦ καὶ ἐχθροποιῆσαι αὐτὸν πρὸς τὸν Θεὸν ἐπεχείρησε. Διὸ καὶ ὁ Θεὸς τὸν μὲν παρ᾽ αὑτοῦ τὸ ζιζάνιον λάθρα ἐπισπείραντα, τουτέστι τὴν παράβασιν εἰσενεγκόντα, ἀφώρισε τῆς ἰδίας μετουσίας· τὸν δὲ ἀμελῶς μὲν ἀλλ᾽ ἀκάκως παραδεξάμενον τὴν παρακοὴν ἄνθρωπον ἠλέησε καὶ ἀντέστρεψε τὴν ἔχθραν ἣν ἐχθροποιῆσαι πρὸς αὐτὸν ἠθέλησε 〈πρὸς αὐτὸν〉 τὸν ἐχθροποιοῦντα, ἀπωσάμενος μὲν ἀφ᾽ ἑαυτοῦ τὴν πρὸς αὐτὸν ἔχθραν, ἀνακλάσας δὲ αὐτὴν καὶ ἀντιπέμψας πρὸς τὸν ὄφιν, καθὼς ἡ γραφή φησιν εἰρηκέναι τῷ ὄφει τὸν Θεόν· «Καὶ ἔχθραν θήσω ἀνὰ μέσον σου καὶ ἀνὰ μέσον τῆς γυναικός», Καὶ τὴν ἔχθραν ταύτην ὁ Κύριος εἰς ἑαυτὸν ἀνεκεφαλαιώσατο, «γενόμενος ἐκ γυναικὸς» ἄνθρωπος καὶ πατήσας αὐτοῦ τὴν κεφαλήν.