Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εἰρηναῖος Λυώνος – Ἔλεγχος καὶ ἀνατροπὴ τῆς ψευδωνύμου γνώσεως

Εἰρηναῖος Λυώνος

Η ανάσταση των σωμάτων και η παντοδυναμία του Θεού

Η παιδαγωγική διάλυση του σώματος, η δεκτικότητά του στη ζωοποιό δύναμη του Θεού και τα βιβλικά παραδείγματα σωματικής αφθαρσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εἰρηναῖος Λυώνος

—

Κεφάλαιο 2 από 7

Καὶ ὅνπερ τρόπον τὸ ξύλον τῆς ἀμπέλου κλιθὲν εἰς τὴν γῆν τῷ ἰδίῳ καιρῷ ἐκαρποφόρησε, καὶ «ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν» καὶ διαλυθεὶς πολλοστὸς ἠγέρθη διὰ τοῦ Πνεύματος τοῦ Θεοῦ τοῦ συνέχοντος τὰ πάντα, ἔπειτα δὲ διὰ τῆς σοφίας τοῦ Θεοῦ εἰς χρῆσιν ἐλθόντα ἀνθρώπων καὶ προσλαμβανόμενα τὸν λόγον τοῦ Θεοῦ εὐχαριστία γίνεται, ὅπερ ἐστὶ σῶμα καὶ αἷμα τοῦ Χριστοῦ, οὕτως καὶ τὰ ἡμέτερα σώματα ἐξ αὐτῆς τρεφόμενα καὶ τεθέντα εἰς τὴν γῆν καὶ διαλυθέντα ἐν αὐτῇ ἀναστήσεται ἐν τῷ ἰδίῳ καιρῷ, τοῦ Λόγου τοῦ Θεοῦ τὴν ἔγερσιν αὐτοῖς χαριζομένου εἰς δόξαν Θεοῦ καὶ Πατρός, ὃς ὄντως τῷ θνητῷ τὴν ἀθανασίαν περιποιεῖ καὶ τῷ φθαρτῷ τὴν ἀφθαρσίαν προσχαρίζεται, ὅτι ἡ δύναμις τοῦ Θεοῦ ἐν ἀσθενείᾳ τελειοῦται, ἵνα μὴ ὡς ἐξ ἡμῶν αὐτῶν ἔχοντες τὴν ζωὴν φυσιωθῶμεν καὶ ἐπαρθῶμέν ποτε κατὰ τοῦ Θεοῦ ἀχάριστον ἔννοιαν ἀναλαβόντες, πείρᾳ δὲ μαθόντες ὅτι ἐκ τῆς ἐκείνου ὑπεροχῆς ἀλλ᾽ οὐκ ἐκ τῆς ἡμετέρας φύσεως τὴν εἰς ἀεὶ παραμονὴν ἔχομεν, μήτε τῆς περὶ τὸν Θεὸν δόξης ὡς ἔστιν ἀστοχήσωμεν, μήτε τὴν ἡμετέραν φύσιν ἀγνοήσωμεν, ἀλλ᾽ εἰδῶμεν τί ὁ Θεὸς δύναται καὶ τί ἄνθρωπος εὐεργετεῖται, καὶ μὴ σφαλῶμέν ποτε τῆς ἀληθοῦς περὶ τῶν ὄντων ὡς ἔστι καταλήψεως, τουτέστι Θεοῦ τε καὶ ἀνθρώπων.

Καὶ μήτι γε, καθὼς προείπαμεν, καὶ διὰ τοῦτο ἠνέσχετο ὁ Θεὸς τὴν εἰς τὴν γῆν ἡμῶν ἀνάλυσιν, ὅπως παντοίως παιδευθέντες ἐν πᾶσιν εἰς τὸ μέλλον ὦμεν ἀκριβεῖς, μήτε Θεὸν μήτε ἑαυτοὺς ἀγνοοῦντες;

Σαφέστατα δὲ Παῦλος ἐπέδειξεν ὅτι παρεδόθη τῇ ἑαυτοῦ ἀσθενείᾳ ὁ ἄνθρωπος ἵνα μὴ ἐπαρθείς ποτε ἀστοχήσῃ τῆς ἀληθείας, εἰπών· «Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις, ἵνα ἐπισκηνώσῃ ἐπ᾽ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.» Εἰ γὰρ τὸ θνητὸν οὐ ζωοποιεῖ καὶ τὸ φθαρτὸν μὴ ἀνάγει εἰς ἀφθαρσίαν, οὐκ ἔστι δυνατὸς ὁ Θεός. Ἀλλ᾽ ὅτι δυνατός ἐστιν ἐν τοῖς τοιούτοις πᾶσιν, ἐκ τῆς ἀρχῆς ἡμῶν συννοεῖν ὀφείλομεν, ὅτι λαβὼν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, ἐποίησε τὸν ἄνθρωπον, καίπερ πολλῷ δυσκολώτερον καὶ ἀπιστότερον ἦν ἐκ μὴ ὄντων ὀστέων τε καὶ νεύρων καὶ τῆς λοιπῆς τῆς κατὰ τὸν ἄνθρωπον οἰκονομίας ποιῆσαι εἰς τὸ εἶναι καὶ ἔμψυχον καὶ λογικὸν ἀπεργάσασθαι ζῷον, ἢ τὸ γεγονός, ἔπειτα ἀναλυθὲν εἰς τὴν γῆν, αὖθις ἀποκαταστῆσαι εἰς ἐκεῖνα χωρῆσαν ὅθεν τὴν ἀρχὴν μηδέπω γεγονὼς ἐγενήθη ὁ ἄνθρωπος· ὁ γὰρ τὴν ἀρχὴν οὐκ ὄντα ποιήσας ὁπότε ἠθέλησε πολλῷ μᾶλλον τοὺς ἤδη γεγονότας αὖθις ἀποκαταστήσει θελήσας εἰς τὴν ὑπ᾽ αὐτοῦ διδομένην ζωήν.

Εὑρεθήσεται δὲ καὶ δεκτικὴ ἅμα καὶ χωρητικὴ ἡ σὰρξ τῆς τοῦ Θεοῦ δυνάμεως· εἰ γὰρ τὴν ἀρχὴν ἀπεδέξατο τὴν τέχνην τοῦ Θεοῦ, καὶ τὸ μέν τι ἐγένετο ὀφθαλμὸς τοῦ ὁρᾶν, τὸ δὲ οὖς, καὶ ἄλλο ἄλλο. Τί γάρ; Οὐκ ἔστιν ἀριθμὸν εἰπεῖν πάσης τῆς κατὰ τὸν ἄνθρωπον μελοποιΐας, ἥτις οὐκ ἄνευ σοφίας πολλῆς ἐγένετο. Τὰ δὲ τέχνης καὶ σοφίας μετέχοντα Θεοῦ μετέχει καὶ τῆς δυνάμεως αὐτοῦ.

Οὐκ ἄρα οὖν ἄμοιρος ἡ σὰρξ τεχνικῆς σοφίας καὶ δυνάμεως Θεοῦ, ἀλλ᾽ ἡ δύναμις αὐτοῦ, ἥτις ἐστὶ ζωῆς παρεκτική, 〈ἐν ἀσθενείᾳ〉 τελεῖται, τουτέστιν ἐν σαρκί. Εἰπάτωσαν ἡμῖν οἱ λέγοντες μὴ εἶναι δεκτικὴν τὴν σάρκα τῆς παρὰ τοῦ Θεοῦ διδομένης ζωῆς, πότερον ζῶντες νῦν καὶ μετέχοντες τῆς ζωῆς λέγουσι ταῦτα, ἢ τὸ καθόλου ζωῆς μετέχοντες μηδέν, νεκροὺς δὲ ἑαυτοὺς τῷ παρόντι ὁμολογοῦσιν; Ἀλλ᾽ εἰ μέν εἰσι νεκροί, πῶς καὶ κινοῦνται καὶ λαλοῦσι καὶ τὰ λοιπὰ ποιοῦσιν, ἅπερ οὐχὶ νεκρῶν ἀλλὰ ζώντων ἔργα;

Εἰ δὲ ζῶσι νῦν καὶ ὅλον αὐτῶν μετέχει τὸ σῶμα τῆς ζωῆς, πῶς τολμῶσι λέγειν μὴ εἶναι τὴν σάρκα μετοχικὴν τῆς ζωῆς, ὁμολογοῦντες ἔχειν ζωὴν ἐν τῷ παρόντι; Ὅμοιον εἴ τις σπογγιὰν ὕδατος πλήρη κρατῶν ἢ λαμπάδα φωτὸς μὴ δύνασθαι λέγει μετέχειν τοῦ ὕδατος ἐπὶ τῆς σπογγιᾶς μηδὲ τὴν λαμπάδα τοῦ πυρός· τὸν αὐτὸν τρόπον καὶ οὗτοι ζῆν λέγοντες καὶ βαστάζειν τὴν ζωὴν ἐν τοῖς ἰδίοις αὐχοῦντες μέλεσιν, ἔπειτα ἑαυτοῖς ἐναντιούμενοι, τὰ μέλη αὐτῶν ἐπιδεκτικὰ μὴ λέγουσι τῆς ζωῆς. Εἰ δὲ τὸ πρόσκαιρον τοῦ ζῆν πολλῷ ἀσθενέστερον ἐκείνης τῆς αἰωνίας ζωῆς ὅμως τοσοῦτον δύναται ὥστε ζωοποιεῖν ἡμῶν τὰ θνητὰ μέλη, ἡ τούτου δραστικωτέρα καὶ αἰώνιος ζωὴ τί ὅτι οὐ ζωοποιεῖ τὴν σάρκα τὴν ἤδη μεμελετηκυῖαν καὶ εἰθισμένην βαστάζειν τὴν ζωήν;

Ὅτι γὰρ ἐπιδεκτικὴ ζωῆς ἐστιν ἡ σάρξ, ἐκ τοῦ ζῆν δείκνυται· ζῇ δὲ ἐφ᾽ ὅσον αὐτὴν ὁ Θεὸς θέλει ζῆν. Ὅτι δὲ καὶ ὁ Θεὸς δυνατὸς παρέχειν αὐτῇ τὴν ζωήν, δῆλον· ἐκείνου γὰρ παρέχοντος ἡμῖν τὴν ζωήν, ζῶμεν. Καὶ τοῦ Θεοῦ οὖν δυνατοῦ ὄντος ζωοποιεῖν τὸ πλάσμα τὸ ἑαυτοῦ καὶ τῆς σαρκὸς δυναμένης ζωοποιεῖσθαι, τί λοιπὸν τὸ κωλῦον αὐτὴν μετέχειν τῆς ἀφθαρσίας, ἥτις ἐστὶ μακαρία καὶ ἀτελεύτητος ὑπὸ Θεοῦ διδομένη ζωή;

Τί δὲ καὶ περὶ ἐκείνων λέγομεν, ὅπου γε καὶ Ἐνὼχ εὐαρεστήσας τῷ Θεῷ ἐν σώματι μετετέθη, τὴν μετάθεσιν τῶν δικαίων προμηνύων, καὶ Ἠλίας ὡς ἦν ἐν τῇ τοῦ πλάσματος ὑποστάσει ἀνελήφθη, τὴν ἀνάληψιν τῶν πνευματικῶν προφητεύων; Καὶ οὐδὲν ἐνεπόδισεν αὐτοῖς τὸ σῶμα πρὸς τὴν μετάθεσιν καὶ ἀνάληψιν· δι᾽ ὧν γὰρ χειρῶν ἐπλάσθησαν τὴν ἀρχήν, διὰ τούτων τὴν ἀνάληψιν καὶ μετάθεσιν ἐλάμβανον. Εἰθισμέναι γὰρ ἦσαν ἐν τῷ Ἀδὰμ αἱ χεῖρες τοῦ Θεοῦ ῥυθμίζειν καὶ κρατεῖν καὶ βαστάζειν τὸ ἴδιον πλάσμα καὶ φέρειν καὶ τιθέναι ὅπου αὐταὶ βούλονται. Ποῦ οὖν ἐτέθη ὁ πρῶτος ἄνθρωπος; Ἐν τῷ παραδείσῳ δηλονότι, καθὼς γέγραπται. Καὶ ἐκεῖθεν ἐξεβλήθη εἰς τόνδε τὸν κόσμον παρακούσας. Διὸ καὶ λέγουσιν οἱ πρεσβύτεροι, τῶν ἀποστόλων μαθηταί, τοὺς μετατεθέντας ἐκεῖσε μετατεθῆναι—δικαίοις γὰρ ἀνθρώποις καὶ πνευματοφόροις ἡτοιμάσθη ὁ παράδεισος, ἐν ᾧ καὶ Παῦλος ὁ ἀπόστολος εἰσκομισθεὶς ἤκουσε ῥήματα ἄρρητα ὡς πρὸς ἡμᾶς ἐν τῷ παρόντι—κἀκεῖ μένειν τοὺς μετατεθέντας ἕως συντελείας, προοιμιαζομένους τὴν ἀφθαρσίαν.

Εἰ δέ τις ἀδύνατον ὑπολάβοι χρόνοις τοσούτοις ὑπομένειν τοὺς ἀνθρώπους, καὶ τὸν Ἠλίαν μὴ ἔνσαρκον ἀνειλῆφθαι, δεδαπανῆσθαι δὲ τὴν σάρκα αὐτοῦ ἐν τῷ πυρίνῳ ἅρματι, ἐννοησάτω μὲν ὅτι Ἰωνᾶς ἐν τῷ βυθῷ ῥιφείς, σῶος πάλιν ἐξεπτύσθη τῇ γῇ κελεύσει Θεοῦ, Ἀνανίας τε καὶ Ἀζαρίας καὶ Μισαὴλ εἰς κάμινον ἐμβληθέντες πυρὸς ἑπταπλασίως ἐκκαιομένην οὔτε ἐβλάβησάν τι οὔτε ὀσμὴ πυρὸς εὑρέθη ἐν αὐτοῖς. Ἡ οὖν αὐτοῖς συμπαροῦσα χεὶρ τοῦ Θεοῦ καὶ παράδοξα καὶ ἀδύνατα τῇ φύσει τῶν ἀνθρώπων εἰς αὐτοὺς ἐπιτελέσασα, τί θαυμαστὸν εἰ καὶ ἐν τοῖς μετατεθεῖσιν ἀπείργασται παράδοξον ὑπουργοῦσα τῷ θελήματι τοῦ Πατρός;