Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εἰρηναῖος Λυώνος – Ἔλεγχος καὶ ἀνατροπὴ τῆς ψευδωνύμου γνώσεως

Εἰρηναῖος Λυώνος

Η οικονομία της σαρκώσεως και η ίαση της παρακοής

Η αποκατάσταση του ανθρώπου και η αναίρεση της αρχέγονης πτώσης μέσω της υπακοής του σαρκωθέντος Λόγου στον Σταυρό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εἰρηναῖος Λυώνος

—

Κεφάλαιο 4 από 7

Ἐν τοῖς πρόσθεν χρόνοις ἐλέγομεν κατ᾽ εἰκόνα Θεοῦ γεγονέναι τὸν ἄνθρωπον, οὐκ ἐδείκνυτο δέ· ἔτι γὰρ ἀόρατος ἦν ὁ Λόγος, οὗ κατ᾽ εἰκόνα ὁ ἄνθρωπος ἐγεγόνει· διὰ τοῦτο δὴ καὶ τὴν ὁμοίωσιν ῥᾳδίως ἀπέβαλεν. Ὁπότε δὲ σὰρξ ἐγένετο ὁ Λόγος τοῦ Θεοῦ, τὰ ἀμφότερα ἐπεκύρωσε· καὶ γὰρ καὶ τὴν εἰκόνα ἔδειξεν ἀληθῶς, αὐτὸς τοῦτο γενόμενος ὅπερ ἦν ἡ εἰκὼν αὐτοῦ, καὶ τὴν ὁμοίωσιν βεβαίως κατέστησε συνεξομοιώσας τὸν ἄνθρωπον τῷ ἀοράτῳ Πατρὶ διὰ τοῦ βλεπομένου Λόγου.

Καὶ οὐ μόνον γε διὰ τῶν προειρημένων τὸν Πατέρα τε καὶ ἑαυτὸν ἐμήνυσεν ὁ Κύριος, ἀλλὰ δι᾽ αὐτοῦ τοῦ πάθους. Ἐκλύων γὰρ τὴν ἀπ᾽ ἀρχῆς ἐν τῷ ξύλῳ γενομένην τοῦ ἀνθρώπου παρακοήν, «ὑπήκοος ἐγένετο μέχρι θανάτου, θανάτου δὲ σταυροῦ», τὴν ἐν τῷ ξύλῳ παρακοὴν διὰ τῆς ὑπακοῆς ἰώμενος. Οὐκ ἂν δὲ διὰ τῶν αὐτῶν ἐληλύθει ἐκλύων τὴν πρὸς τὸν πεπλακότα ἡμᾶς παρακοήν, εἰ ἄλλον κατήγγελλε Πατέρα. Ἐπειδὴ δὲ δι᾽ ὧν παρηκούσαμεν Θεοῦ καὶ ἠπειθήσαμεν αὐτοῦ τῷ λόγῳ, διὰ τῶν αὐτῶν τὴν ὑπακοὴν εἰσηγήσατο καὶ τὴν πρὸς τὸν λόγον αὐτοῦ πεισμονήν, φανερώτατα αὐτὸν δεικνὺς Θεόν· ἐν μὲν γὰρ τῷ πρώτῳ Ἀδὰμ προσεκόψαμεν μὴ ποιήσαντες αὐτοῦ τὴν ἐντολήν, ἐν δὲ τῷ δευτέρῳ Ἀδὰμ ἀποκατηλλάγημεν ὑπήκοοι μέχρι θανάτου γενόμενοι· οὐδὲ γὰρ ἄλλῳ τινὶ ἦμεν ὀφειλέται, ἀλλ᾽ ἐκείνῳ οὗ καὶ τὴν ἐντολὴν παρέβημεν ἀπ᾽ ἀρχῆς.

Ἔστι δὲ οὗτος ὁ Δημιουργός, ὁ κατὰ μὲν τὴν ἀγάπην Πατήρ, κατὰ δὲ τὴν δύναμιν Κύριος, κατὰ δὲ τὴν σοφίαν Ποιητὴς καὶ Πλάστης ἡμῶν, οὗ καὶ τὴν ἐντολὴν παραβάντες ἐχθροποιήθημεν πρὸς αὐτόν. Καὶ καιρῷ εἰς φιλίαν ἀποκατέστησεν ἡμᾶς ὁ Κύριος διὰ τῆς ἰδίας σαρκώσεως, «μεσίτης Θεοῦ τε καὶ ἀνθρώπων» γενόμενος.

Ὧδε δι᾽ ἔργου ἔδειξεν ὁ προφήτης ὅτι τὸν στερεὸν Λόγον τοῦ Θεοῦ, ὃν ἀμελῶς ἀποβαλόντες οὐχ ηὑρίσκομεν, ἀποληψόμεθα πάλιν διὰ τῆς τοῦ ξύλου οἰκονομίας. Ὅτι δὲ ἀξίνῃ ἔοικεν ὁ Λόγος τοῦ Θεοῦ, Ἰωάννης ὁ Βαπτιστής φησι περὶ αὐτοῦ· «Ἤδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται.» Καὶ Ἰερεμίας δὲ ὁμοίως φησίν· «Ὁ Λόγος Κυρίου ὡς πέλεκυς κόπτων πέτραν.» Τοῦτον οὖν κεκρυμμένον ἀφ᾽ ἡμῶν ἡ τοῦ ξύλου ἐφανέρωσεν, ὡς προέφαμεν, οἰκονομία. Ἐπεὶ γὰρ διὰ ξύλου ἀπεβάλομεν αὐτόν, διὰ ξύλου πάλιν φανερὸς τοῖς πᾶσιν ἐγένετο, ἐπιδεικνύων τὸ ὕψος καὶ μῆκος καὶ πλάτος καὶ βάθος ἐν ἑαυτῷ καὶ, ὡς ἔφη τις τῶν προβεβηκότων, διὰ τῆς θείας ἐκτάσεως τῶν χειρῶν τοὺς δύο λαοὺς εἰς ἕνα Θεὸν συνάγων· δύο μὲν γὰρ αἱ χεῖρες, ὅτι καὶ δύο λαοὶ διεσπαρμένοι εἰς τὰ πέρατα τῆς γῆς, μία δὲ μέση κεφαλή, ὅτι «εἷς Θεὸς ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν ἡμῖν».