Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εἰρηναῖος Λυώνος – Ἔλεγχος καὶ ἀνατροπὴ τῆς ψευδωνύμου γνώσεως

Εἰρηναῖος Λυώνος

Η κοσμική εξουσία, η καταδίκη του διαβόλου και η τελική κρίση

Ο θεοσύστατος χαρακτήρας της εξουσίας, η ανάλυση της πλάνης του διαβόλου και η φύση της αιώνιας κοινωνίας με τον Θεό έναντι της εκούσιας στέρησης του θείου φωτός.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εἰρηναῖος Λυώνος

—

Κεφάλαιο 5 από 7

Διὰ τοῦτο γὰρ καὶ αὐτοὶ οἱ ἄρχοντες, φησίν, ἐν αὐλίσματι δικαιοσύνης τοὺς νόμους ἔχοντες, ὅσα μὲν δικαίως καὶ νομίμως ποιήσουσιν, οὐ περὶ τούτων ἐτασθήσονται, ὅσα δὲ κατὰ παρατροπὴν τοῦ δικαίου ἀδίκως καὶ ἀνόμως καὶ τυραννικῶς ἐπιτελέσουσιν, ἐν τούτοις καὶ ἀπολοῦνται, τῆς τοῦ Θεοῦ δικαιοκρισίας ἅπαντας ὁμοίως ἐξικνουμένης.

Ἐπὶ συμφέροντι οὖν τῶν ἐθνῶν ἐπίγειος ἀρχὴ ἐτέθη ὑπὸ τοῦ Θεοῦ, ἀλλ᾽ οὐχὶ ὑπὸ τοῦ διαβόλου, ὥς τινές φασιν, ἵνα φοβούμενοι αὐτὴν οἱ ἄνθρωποι ἀλλήλους δίκην ἰχθύων μὴ καταπίνωσιν, ἀλλὰ διὰ τῆς τῶν νόμων θέσεως ἀνακρούωσι τὴν πολλὴν τῶν ἀνθρώπων ἀδικίαν.

Καὶ κατὰ τοῦτο καὶ «αἱ οὖσαι ἐξουσίαι ὑπὸ τοῦ Θεοῦ τεταγμέναι εἰσὶ λειτουργοὶ Θεοῦ», καθὼς Παῦλός φησι. Φανερὸν οὖν ὅτι ψευδόμενος ὁ διάβολος ἔλεγεν «ὅτι ἐμοὶ παραδέδοται, καὶ ᾧ ἐὰν θέλω δίδωμι αὐτάς»· οὐ γὰρ τῇ τούτου κελεύσει βασιλεῖς καθίστανται. Οἱ μὲν γὰρ αὐτῶν εἰς ἐπανόρθωσιν καὶ ὠφέλειαν τῶν ὑποτεταγμένων δίδονται καὶ συντήρησιν δικαιοσύνης, οἱ δὲ εἰς φόβον καὶ τιμωρίαν καὶ ἐπίπληξιν, οἱ δὲ καὶ εἰς χλευασμὸν ὕβριν τε καὶ ὑπερηφανίαν, καθὼς καὶ ἄξιοί εἰσι τῆς τοῦ Θεοῦ δικαιοκρισίας, ὡς προέφημεν.

Καὶ καλῶς ὁ Ἰουστῖνος εἶπεν ὅτι πρὸ μὲν τῆς τοῦ Κυρίου παρουσίας οὐδέποτε ἐτόλμησεν ὁ Σατανᾶς βλασφημῆσαι τὸν Θεόν, ἅτε μηδέπω εἰδὼς τὴν ἑαυτοῦ κατάκρισιν, διὰ τὸ ἐν παραβολαῖς καὶ ἀλληγορίαις κεῖσθαι, μετὰ δὲ τὴν παρουσίαν τοῦ Κυρίου ἐκ τῶν λόγων αὐτοῦ καὶ τῶν ἀποστόλων μαθὼν ἀναφανδὸν ὅτι πῦρ αἰώνιον αὐτῷ ἡτοίμασται κατ᾽ ἰδίαν γνώμην ἀποστάντι τοῦ Θεοῦ καὶ πᾶσι τοῖς ἀμετανοήτως παραμείνασιν ἐν τῇ ἀποστασίᾳ, διὰ τῶν τοιούτων ἀνθρώπων βλασφημεῖ τὸν τὴν κρίσιν ἐπάγοντα Κύριον, ὡς ἤδη κατακεκριμένος, καὶ τὴν ἁμαρτίαν τῆς ἰδίας ἀποστασίας τῷ ἐκτικότι αὐτὸν ἀποκαλεῖ, ἀλλ᾽ οὐ τῇ ἰδίᾳ αὐθαιρέτῳ γνώμῃ, ὡς καὶ οἱ παραβαίνοντες τοὺς νόμους, ἔπειτα δίκας διδόντες, αἰτιῶνται τοὺς νομοθέτας, ἀλλ᾽ οὐχ ἑαυτούς.

Ὅσα τὴν πρὸς Θεὸν τηρεῖ φιλίαν, τούτοις τὴν ἰδίαν παρέχει κοινωνίαν· κοινωνία δὲ Θεοῦ ζωὴ καὶ φῶς καὶ ἀπόλαυσις τῶν παρ᾽ αὐτοῦ ἀγαθῶν. Ὅσα ἀφίστανται κατὰ τὴν γνώμην αὐτῶν τοῦ Θεοῦ, τούτοις τὸν ἀπ᾽ αὐτοῦ χωρισμὸν ἐπάγει· χωρισμὸς δὲ Θεοῦ θάνατος, καὶ χωρισμὸς φωτὸς σκότος, καὶ χωρισμὸς Θεοῦ ἀποβολὴ πάντων τῶν παρ᾽ αὐτοῦ ἀγαθῶν. Οἱ οὖν διὰ τῆς ἀποστασίας ἀποβαλόντες τὰ προειρημένα, ἅτε ἐστερημένοι πάντων τῶν ἀγαθῶν, ἐν πάσῃ κολάσει καταγίνονται, τοῦ Θεοῦ μὲν προηγητικῶς μὴ κολάζοντος, ἐπακολουθούσης δὲ ἐκείνοις τῆς κολάσεως διὰ τὸ ἐστερῆσθαι πάντων τῶν ἀγαθῶν.

Αἰώνια δὲ καὶ ἀτελεύτητα τὰ παρὰ τοῦ Θεοῦ ἀγαθά, καὶ διὰ τοῦτο καὶ ἡ στέρησις αὐτῶν αἰώνιος καὶ ἀτελεύτητος, ὡς, διηνεκοῦς ὄντος τοῦ φωτός, οἱ τυφλώσαντες ἑαυτοὺς ἢ καὶ ὑπὸ ἄλλων τυφλωθέντες διηνεκῶς ἀπεστέρηνται τῆς τοῦ φωτὸς ἀπολαύσεως, οὐ τοῦ φωτὸς ἐπιφέροντος αὐτοῖς τὴν ἐν τῇ τυφλώσει τιμωρίαν, ἀλλ᾽ αὐτῆς τῆς τυφλώσεως ἐπαγούσης τὴν μοχθηρίαν.

Ἐπεὶ οὖν ἐν τῷ αἰῶνι τούτῳ οἱ μὲν προστρέχουσι τῷ φωτὶ καὶ διὰ τῆς πίστεως ἑνοῦσιν ἑαυτοὺς τῷ Θεῷ, οἱ δὲ ἀφίστανται τοῦ φωτὸς καὶ ἀφορίζουσιν ἑαυτοὺς τοῦ Θεοῦ, ἐκδέχεται ὁ Λόγος τοῦ Θεοῦ τοῖς πᾶσιν τὴν ἁρμόζουσαν οἴκησιν ἐπάγων, τοῖς μὲν ἐν τῷ φωτὶ πρὸς τὸ ἀπολαύειν αὐτοὺς τῶν ἐν αὐτῷ ἀγαθῶν, τοῖς δὲ ἐν τῷ σκότει πρὸς τὸ μετέχειν αὐτοὺς τῆς ἐν αὐτῷ μοχθηρίας.

Διὰ τοῦτό φησι τοὺς μὲν ἐκ δεξιῶν ἀνακαλέσασθαι εἰς τὴν τοῦ Πατρὸς βασιλείαν, τοὺς δὲ ἐξ ἀριστερῶν εἰς τὸ αἰώνιον πῦρ πέμψειν· ἑαυτοὺς γὰρ πάντων ἐστέρησαν τῶν ἀγαθῶν. Ὁ Ἀπόστολός φησιν· «Ἀνθ᾽ ὧν τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς, διὰ τοῦτο πέμπει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει», τοῦ μὲν γὰρ ἐρχομένου ἰδίᾳ γνώμῃ τὴν ἀπιστίαν ἀνακεφαλαιουμένου πρὸς ἑαυτὸν καὶ αὐτεξουσίου πράξαντος ὅσα καὶ πράξει καὶ εἰς τὸν ναὸν τοῦ Θεοῦ καθίσαντος, ἵνα ὡς Χριστὸν αὐτὸν προσκυνήσουσιν οἱ πλανώμενοι ὑπ᾽ αὐτοῦ, διὸ καὶ δικαίως εἰς τὴν κάμινον βληθήσονται τοῦ πυρός, τοῦ Θεοῦ δὲ κατὰ τὴν ἰδίαν πρόγνωσιν προειδότος τὰ πάντα καὶ ἁρμόζοντι καιρῷ τὸν τοιοῦτον μέλλοντα ἔσεσθαι ἐπάγοντος «εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει», οὗ τὴν παρουσίαν Ἰωάννης ἐνταῦθα οὕτως ἐμήνυσεν.