Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εἰρηναῖος Λυώνος – Ἔλεγχος καὶ ἀνατροπὴ τῆς ψευδωνύμου γνώσεως

Εἰρηναῖος Λυώνος

Προοίμιο και μεθοδολογία του έργου

Ο Ειρηναίος εκθέτει τον σκοπό του συγγράμματός του, ο οποίος είναι η αποκάλυψη και ανατροπή της ψευδώνυμης γνώσης και των πλανών των αιρετικών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εἰρηναῖος Λυώνος

—

Κεφάλαιο 1 από 11

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΕΙΡΗΝΑΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΛΟΥΓΔΟΥΝΟΥ ΕΛΕΓΧΟΥ ΚΑΙ ΑΝΑΤΡΟΠΗΣ ΤΗΣ ΨΕΥΔΩΝΥΜΟΥ ΓΝΩΣΕΩΣ ΒΙΒΛΙΑ ΠΕΝΤΕ. ἘΠΙ [l. Ἐπεὶ] τὴν ἀλήθειαν παραπεμπόμενοί τινες, ἐπεισάγουσι λόγους ψευδεῖς καὶ γενεαλογίας ματαίας, αἵτινες ζητήσεις μᾶλλον παρέχουσι, καθὼς ὁ Ἀπόστολός φησιν, ἢ οἰκοδομὴν Θεοῦ τὴν ἐν πίστει· καὶ διὰ τῆς πανούργως συγκεκροτημένης πιθανότητος παράγουσι τὸν νοῦν τῶν ἀπειροτέρων, καὶ αἰχμαλωτίζουσιν αὐτοὺς, ῥᾳδιουργοῦντες τὰ λόγια Κυρίου, ἐξηγηταὶ κακοὶ τῶν καλῶς εἰρημένων γινόμενοι· καὶ πολλοὺς ἀνατρέπουσιν, ἀπάγοντες αὐτοὺς προφάσει γνώσεως ἀπὸ τοῦ τόδε τὸ πᾶν συστησαμένου καὶ κεκοσμηκότος, ὡς ὑψηλότερόν τι καὶ μεῖζον ἔχοντες ἐπιδεῖξαι τοῦ τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ πάντα τὰ ἐν αὐτοῖς πεποιηκότος Θεοῦ· πιθανῶς μὲν ἐπαγόμενοι διὰ λόγων τέχνης τοὺς ἀκεραίους εἰς τὸν τοῦ ζητεῖν τρόπον, ἀπιθάνως δὲ ἀπολλύντες αὐτοὺς ἐν τῷ βλάσφημον καὶ ἀσεβῆ τὴν γνώμην αὐτῶν κατασκευάζειν εἰς τὸν Δημιουργὸν, μηδὲ ἐν τῷ διακρίνειν δυναμένων τὸ ψεῦδος ἀπὸ τοῦ ἀληθοῦς· ἡ γὰρ πλάνη καθ᾽ αὑτὴν μὲν οὐκ ἐπιδείκνυται, ἵνα μὴ γυμνωθεῖσα γένηται κατάφωρος· πιθανῷ δὲ περιβλήματι πανούργως κοσμουμένη, καὶ αὐτῆς τῆς ἀληθείας ἀληθεστέραν ἑαυτὴν παρέχειν [l.

παρέχει] φαίνεσθαι διὰ τῆς ἔξωθεν φαντασίας τοῖς ἀπειροτέροις· καθὼς ὑπὸ τοῦ κρείττονος ἡμῶν εἴρηται ἐπὶ τῶν τοιούτων, ὅτι λίθον τὸν τίμιον σμάραγδον ὄντα, καὶ πολυτίμητόν τισιν, ὕαλος ἐνυβρίζει διὰ τέχνης παρομοιουμένη, ὁπόταν μὴ παρῇ ὁ σθένων δοκιμάσαι, καὶ τέχνῃ [Int. τέχνην] διελέγξαι τὴν πανούργως γενομένην· ὅταν δὲ ἐπιμιγῇ ὁ χαλκὸς εἰς τὸν ἄργυρον, τίς εὐκόλως δυνήσεται τοῦτον ἀκεραίως [Int. ἀκέραιος ὤν] δοκιμάσαι; ἵνα οὖν μὴ παρὰ τὴν ἡμετέραν αἰτίαν συναρπάζωνταί τινες, ὡς πρόβατα ὑπὸ λύκων, ἀγνοοῦντες αὐτοὺς διὰ τὴν ἔξωθεν τῆς προβατείου δορᾶς ἐπιβουλὴν, οὓς φυλάσσειν παρήγγελκεν ἡμῖν Κύριος, ὅμοια μὲν λαλοῦντας, ἀνόμοια δὲ φρονοῦντας, ἀναγκαῖον ἡγησάμην, ἐντυχὼν τοῖς ὑπομνήμασι τῶν, ὡς αὐτοὶ λέγουσιν, Οὐαλεντίνου μαθητῶν, ἐνίοις δ᾽ αὐτῶν καὶ συμβαλὼν, καὶ καταλαβόμενος τὴν γνώμην αὐτῶν, μηνύσαι σοι, ἀγαπητὲ, τὰ τερατώδη καὶ βαθέα μυστήρια, ἃ οὐ πάντες χωροῦσιν, ἐπεὶ μὴ πάντες τὸν ἐγκέφαλον ἐξεπτύκασιν, ὅπως καὶ σὺ μαθὼν αὐτὰ, πᾶσι τοῖς μετά σου φανερὰ ποιήσῃς, καὶ παραινέσῃς αὐτοῖς φυλάξασθαι τὸν βυθὸν τῆς ἀνοίας, καὶ τῆς εἰς Χριστὸν [Int. Θεὸν] βλασφημίας.

Καὶ, καθὼς δύναμις ἡμῖν, τήν τε γνώμην αὐτῶν τῶν νῦν παραδιδασκόντων, λέγω δὴ τῶν περὶ Πτολεμαῖον, ἀπάνθισμα οὖσαν τῆς Οὐαλεντίνου σχολῆς, συντόμως καὶ σαφῶς ἀπαγγελοῦμεν, καὶ ἀφορμὰς δώσομεν κατὰ τὴν ἡμετέραν μετριότητα, πρὸς τὸ ἀνατρέπειν αὐτὴν, ἀλλόκοτα καὶ ἀνάρμοστα τῇ ἀληθείᾳ ἐπιδεικνύντες τὰ ὑπ᾽ αὐτῶν λεγόμενα, μήτε συγγράφειν εἰθισμένοι, μήτε λόγων τέχνην ἠσκηκότες· ἀγάπης δὲ ἡμᾶς προτρεπομένης σοί τε καὶ πᾶσι τοῖς μετά σου μηνύσαι τὰ μέχρι μὲν νῦν κεκρυμμένα, ἤδη δὲ κατὰ τὴν χάριν τοῦ Θεοῦ εἰς φανερὸν ἐληλυθότα διδάγματα· οὐδὲν γάρ ἐστι κεκαλυμμένον, ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν, ὃ οὐ γνωσθήσεται.

Οὐκ ἐπιζητήσεις δὲ παρ᾽ ἡμῶν τῶν ἐν Κελτοῖς διατριβόντων, καὶ περὶ βάρβαρον διάλεκτον τὸ πλεῖστον ἀσχολουμένων, λόγων τέχνην, ἣν οὐκ ἐμάθομεν, οὔτε δύναμιν συγγραφέως, ἣν οὐκ ἠσκήσαμεν, οὔτε καλλωπισμὸν λέξεων, οὔτε πιθανότητα, ἣν οὐκ οἴδαμεν· ἀλλὰ ἁπλῶς, καὶ ἀληθῶς, καὶ ἰδιωτικῶς τὰ μετὰ ἀγάπης σοι γραφέντα, μετὰ ἀγάπης σὺ προσδέξῃ, καὶ αὐτὸς αὐξήσεις αὐτὰ παρὰ σεαυτῷ, ἅτε ἱκανώτερος ἡμῶν τυγχάνων, οἱονεὶ σπέρματα καὶ ἀρχὰς λαβὼν παρ᾽ ἡμῶν, καὶ ἐν τῷ πλάτει σου τοῦ νοῦ ἐπὶ πολὺ καρποφορήσεις τὰ δι᾽ ὀλίγων ὑφ᾽ ἡμῶν εἰρημένα, καὶ δυνατῶς παραστήσεις τοῖς μετὰ σοῦ τὰ ἀσθενῶς ὑφ᾽ ἡμῶν ἀπηγγελμένα· καὶ ὡς ἡμεῖς ἐφιλοτιμήθημεν, πάλαι ζητοῦντός σου μαθεῖν τὴν γνώμην αὐτῶν, μὴ μόνον σοι ποιῆσαι φανερὰν, ἀλλὰ καὶ ἐφόδια δοῦναι πρὸς τὸ ἐπιδεικνύειν αὐτὴν ψευδῆ· οὕτω δὲ καὶ σὺ φιλοτίμως τοῖς λοιποῖς διακονήσεις, κατὰ τὴν χάριν τὴν ὑπὸ τοῦ Κυρίου σοὶ δεδομένην, εἰς τὸ μηκέτι παρασύρεσθαι τοὺς ἀνθρώπους ὑπὸ τῆς ἐκείνων πιθανολογίας, οὔσης τοιαύτης.