Οὐκέτι γὰρ ταῦτα ὅμοια ἐκείνοις, περὶ ὧν ὁ Κύριος ἡμῶν εἴρηκε, δωρεὰν ἐλάβετε, δωρεὰν δότε· ἀλλὰ ἀνακεχωρηκότα, καὶ τερατώδη καὶ βαθέα μυστήρια μετὰ πολλοῦ καμάτου περιγινόμενα τοῖς φιλοψευδέσι. Τίς γὰρ οὐκ ἂν ἐκδαπανήσειε πάντα τὰ ὑπάρχοντα αὐτοῦ, ἵνα μάθῃ, ὅτι ἀπὸ τῶν δακρύων τῆς Ἐνθυμήσεως τοῦ πεπονθότος Αἰῶνος, θάλασσαι, καὶ πηγαὶ, καὶ ποταμοὶ, καὶ πᾶσα ἔνυδρος οὐσία τὴν γένεσιν εἴληφεν, ἐκ δὲ τοῦ γέλωτος αὐτῆς τὸ φῶς, καὶ ἐκ τῆς ἐκπλήξεως καὶ τῆς ἀμηχανίας τὰ σωματικὰ τοῦ κόσμου στοιχεῖα; Βούλομαι δὲ καὶ αὐτὸς συνεισενεγκεῖν τι τῇ καρποφορίᾳ αὐτῶν. Ἐπειδὴ γὰρ ὁρῶ τὰ μὲν γλυκέα ὕδατα ὄντα, οἷον πηγὰς, καὶ ποταμοὺς, καὶ ὄμβρους, καὶ τὰ τοιαῦτα· τὰ δὲ ἐπὶ ταῖς θαλάσσαις ἁλμυρά· ἐπινοῶ μὴ πάντα ἀπὸ τῶν δακρύων αὐτῆς προβεβλῆσθαι, διότι τὸ δάκρυον ἁλμυρὸν τῇ ποιότητι ὑπάρχει· φανερὸν οὖν, ὅτι τὰ ἁλμυρὰ ὕδατα ταῦτά ἐστι τὰ ἀπὸ τῶν δακρύων. Εἰκὸς δὲ αὐτὴν ἐν ἀγωνίᾳ πολλῇ καὶ ἀμηχανίᾳ γεγονυῖαν καὶ ἱδρωκέναι· ἐντεῦθεν δὴ κατὰ τὴν ὑπόθεσιν αὐτῶν ὑπολαμβάνειν δεῖ, πηγὰς καὶ ποταμοὺς, καὶ εἴ τινα ἄλλα γλυκέα ὕδατα ὑπάρχει, τὴν γένεσιν μὴ [l. μετεσχ.] ἐσχηκέναι ἀπὸ τῶν δακρύων [ἱδρώτων] αὐτῆς· ἀπίθανον γὰρ, μιᾶς ποιότητος οὔσης τῶν δακρύων, τὰ μὲν ἁλμυρὰ, τὰ δὲ γλυκέα ὕδατα ἐξ αὐτῶν προελθεῖν· τοῦτο δὲ πιθανώτερον, τὰ μὲν εἶναι ἀπὸ τῶν δακρύων, τὰ δὲ ἀπὸ τῶν ἱδρώτων.