Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εἰρηναῖος Λυώνος – Ἔλεγχος καὶ ἀνατροπὴ τῆς ψευδωνύμου γνώσεως

Εἰρηναῖος Λυώνος

Η ουαλεντινιανή διδασκαλία περί του Πληρώματος και των Αιώνων

Ανάλυση της γνωστικής θεωρίας για την προβολή των τριάντα Αιώνων, το πάθος της Σοφίας εντός του Πληρώματος και την αποκατάσταση της ισορροπίας μέσω του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εἰρηναῖος Λυώνος

—

Κεφάλαιο 2 από 11

ΛΕΓΟΥΣΙ γάρ τινα εἶναι ἐν ἀοράτοις καὶ ἀκατονομάστοις ὑψώμασι τέλειον Αἰῶνα προόντα· τοῦτον δὲ καὶ [προαρχὴν καὶ] προπάτορα καὶ Βυθὸν καλοῦσιν. ...... ὑπάρχοντα δ᾽ αὐτὸν ἀχώρητον καὶ ἀόρατον, ἀΐδιόν τε καὶ ἀγέννητον, ἐν ἡσυχίᾳ καὶ ἠρεμίᾳ πολλῇ γεγονέναι ἐν ἀπείροις αἰῶσι [χρόνων]. συνυπάρχειν δ᾽ αὐτῷ καὶ Ἔννοιαν, ἣν δὴ καὶ Χάριν, καὶ Σιγὴν ὀνομάζουσι· καὶ ἐννοηθῆναί ποτε ἀφ᾽ ἑαυτοῦ προβαλέσθαι τὸν Βυθὸν τοῦτον, ἀρχὴν τῶν πάντων καὶ καθάπερ σπέρμα, τὴν προβολὴν ταύτην, ἣν προβαλέσθαι ἐνενοήθη, καὶ καθέσθαι ὡς ἐν μήτρᾳ τῇ συνυπαρχούσῃ ἑαυτῷ Σιγῇ· ταύτην δὲ ὑποδεξαμένην τὸ σπέρμα τοῦτο καὶ ἐγκύμονα γενομένην, ἀποκυῆσαι Νοῦν, ὅμοιόν τε καὶ ἶσον τῷ προβαλόντι, καὶ μόνον χωροῦντα τὸ μέγεθος τοῦ Πατρός· τὸν δὲ Νοῦν τοῦτον καὶ Μονογενῆ καλοῦσι, καὶ Πατέρα, καὶ Ἀρχὴν τῶν πάντων· συμπροβεβλῆσθαι δὲ αὐτῷ Ἀλήθειαν· καὶ εἶναι ταύτην πρῶτον καὶ ἀρχέγονον Πυθαγορικὴν τετρακτὺν, ἣν καὶ ῥίζαν τῶν πάντων καλοῦσιν· ἔστι γὰρ Βυθὸς καὶ Σιγὴ, ἔπειτα Νοῦς καὶ Ἀλήθεια. Αἰσθόμενόν τε τὸν Μονογενῆ τοῦτον ἐφ᾽ οἷς προεβλήθη, προβαλεῖν καὶ αὐτὸν Λόγον καὶ Ζωὴν, πατέρα πάντων τῶν μετ᾽ αὐτὸν ἐσομένων, καὶ ἀρχὴν καὶ μόρφωσιν παντὸς τοῦ πληρώματος.

Ἐκ δὴ τοῦ Λόγου καὶ τῆς Ζωῆς προβεβλῆσθαι κατὰ συζυγίαν Ἄνθρωπον καὶ Ἐκκλησίαν· καὶ εἶναι ταύτην ἀρχέγονον Ὀγδοάδα, ῥίζαν καὶ ὑπόστασιν τῶν πάντων, τέτρασιν ὀνόμασι παρ᾽ αὐτοῖς καλουμένων, [l. καλουμένην] Βυθῷ, καὶ Νῷ, καὶ Λόγῳ, καὶ Ἀνθρώπῳ· εἶναι γὰρ αὐτῶν ἕκαστον ἀῤῥενόθηλυν· οὕτως πρῶτον τὸν Προπάτορα ἡνῶσθαι κατὰ συζυγίαν τῇ ἑαυτοῦ Ἐννοίᾳ· τὸν δὲ Μονογενῆ, τουτέστι τὸν Νοῦν, τῇ Ἀληθείᾳ· τὸν δὲ Λόγον τῇ Ζωῇ, καὶ τὸν Ἄνθρωπον τῇ Ἐκκλησίᾳ. Τούτους δὲ τοὺς Αἰῶνας εἰς δόξαν τοῦ Πατρὸς προβεβλημένους, βουληθέντας καὶ αὐτοὺς διὰ τοῦ ἰδίου δοξάσαι τὸν Πατέρα, προβαλεῖν προβολὰς ἐν συζυγίᾳ· τὸν μὲν Λόγον καὶ τὴν Ζωὴν, μετὰ τὸ προβαλέσθαι τὸν Ἄνθρωπον καὶ τὴν Ἐκκλησίαν, ἄλλους δέκα Αἰῶνας, ὧν τὰ ὀνόματα λέγουσι ταῦτα· Βύθιος καὶ Μίξις, Ἀγήρατος καὶ Ἑνώσις, Αὐτοφυὴς καὶ Ἡδονὴ, Ἀκίνητος καὶ Σύγκρασις, Μονογενὴς καὶ Μακαρία· οὗτοι δέκα Αἰῶνες, οὓς καὶ φάσκουσιν ἐκ Λόγου καὶ Ζωῆς προβεβλῆσθαι.

τὸν δὲ Ἄνθρωπον καὶ αὐτὸν προβαλεῖν μετὰ τῆς Ἐκκλησίας Αἰῶνας δώδεκα, οἷς ταῦτα τὰ ὀνόματα χαρίζονται· Παράκλητος καὶ Πίστις, Πατρικὸς καὶ Ἐλπὶς, Μητρικὸς καὶ Ἀγάπη, Ἀείνους καὶ Σύνεσις, Ἐκκλησιαστικὸς καὶ Μακαριότης, Θελητὸς καὶ Σοφία· οὗτοί εἰσιν οἱ τριάκοντα Αἰῶνες τῆς πλάνης αὐτῶν, οἱ σεσιγημένοι καὶ μὴ γινωσκόμενοι· τοῦτο τὸ ἀόρατον καὶ πνευματικὸν κατ᾽ αὐτοὺς πλήρωμα, τριχῆ διεσταμένον εἰς ὀγδοάδα, καὶ δεκάδα, καὶ δωδεκάδα. Καὶ διὰ τοῦτο τὸν Σωτῆρα λέγουσιν (οὐδὲ γὰρ Κύριον ὀνομάζειν αὐτὸν θέλουσι) τριάκοντα ἔτεσι κατὰ τὸ φανερὸν μηδὲν πεποιηκέναι, ἐπιδεικνύντα τὸ μυστήριον τούτων τῶν Αἰώνων.

Ἀλλὰ καὶ ἐπὶ τῆς παραβολῆς τῶν εἰς τὸν ἀμπελῶνα πεμπομένων ἐργατῶν φασὶ φανερώτατα τοὺς τριάκοντα τούτους Αἰῶνας μεμηνύσθαι· πέμπονται γὰρ οἱ μὲν περὶ πρώτην ὥραν, οἱ δὲ περὶ τρίτην, οἱ δὲ περὶ ἕκτην, οἱ δὲ περὶ ἐνάτην, ἄλλοι δὲ περὶ ἑνδεκάτην· συντιθέμεναι οὖν αἱ προειρημέναι ὧραι εἰς ἑαυτὰς, τὸν τῶν τριάκοντα ἀριθμὸν ἀναπληροῦσι· μία γὰρ, καὶ τρεῖς, καὶ ἓξ, καὶ ἐννέα, καὶ ἕνδεκα, τριάκοντα γίνονται· διὰ δὲ τῶν ὡρῶν τοὺς Αἰῶνας μεμηνύσθαι θέλουσι.

Καὶ ταῦτ᾽ εἶναι τὰ μεγάλα καὶ θαυμαστὰ καὶ ἀπόῤῥητα Μυστήρια, ἃ καρποφοροῦσιν αὐτοὶ, καὶ εἴ που τι τῶν ἐν πλήθει εἰρημένων ἐν ταῖς γραφαῖς δυνηθείη προσαρμόσαι, καὶ εἰκάσαι τῷ πλάσματι αὐτῶν. Τὸν μὲν οὖν Προπάτορα αὐτῶν γινώσκεσθαι μόνῳ λέγουσι τῷ ἐξ αὐτοῦ γεγονότι Μονογενεῖ, τουτέστι τῷ Νῷ· τοῖς δὲ λοιποῖς πᾶσιν ἀόρατον καὶ ἀκατάληπτον ὑπάρχειν· μόνος δὲ ὁ Νοῦς κατ᾽ αὐτοὺς ἐτέρπετο θεωρῶν τὸν Πατέρα, καὶ τὸ μέγεθος τὸ ἀμέτρητον αὐτοῦ κατανοῶν ἠγάλλετο· καὶ διενοεῖτο καὶ τοῖς λοιποῖς αἰῶσιν ἀνακοινώσασθαι τὸ μέγεθος τοῦ Πατρὸς, ἡλίκος τε καὶ ὅσος ὑπῆρχε, καὶ ὡς ἦν ἄναρχός τε καὶ ἀχώρητος, καὶ οὐ καταληπτὸς ἰδεῖν· κατέσχε δὲ αὐτὸν ἡ Σιγὴ βουλήσει τοῦ Πατρὸς, διὰ τὸ θέλειν πάντας αὐτοὺς εἰς ἔννοιαν καὶ πόθον ζητήσεως τοῦ προειρημένου Προπάτορος αὐτῶν ἀγαγεῖν. Καὶ οἱ μὲν λοιποὶ ὁμοίως Αἰῶνες ἡσυχῇ πως ἐπεπόθουν τὸν προβολέα τοῦ σπέρματος αὐτῶν ἰδεῖν, καὶ τὴν ἄναρχον ῥίζαν ἱστορῆσαι· προήλατο δὲ πολὺ ὁ τελευταῖος καὶ νεώτατος τῆς δωδεκάδος, τῆς ὑπὸ τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας, προβεβλημένος Αἰὼν, τουτέστιν ἡ Σοφία, καὶ ἔπαθε πάθος ἄνευ τῆς ἐπιπλοκῆς τοῦ ζυγοῦ [l. συζ.] τοῦ Θελητοῦ· ὃ ἐνήρξατο μὲν ἐν τοῖς περὶ τὸν Νοῦν καὶ τὴν Ἀλήθειαν, ἀπέσκηψε δὲ εἰς τοῦτον τὸν παρατραπέντα, πρόφασιν μὲν ἀγάπης, τόλμης δὲ, διὰ τὸ μὴ κεκοινωνῆσθαι τῷ Πατρὶ τῷ τελείῳ, καθὼς καὶ ὁ Νοῦς.

Τὸ δὲ πάθος εἶναι ζήτησιν τοῦ Πατρός· ἤθελε γὰρ, ὡς λέγουσι, τὸ μέγεθος αὐτοῦ καταλαβεῖν· ἔπειτα μὴ δυνηθῆναι, διὰ τὸ ἀδυνάτῳ ἐπιβαλεῖν πράγματι, καὶ ἐν πολλῷ πάνυ ἀγῶνι γενόμενον, διά τε τὸ μέγεθος τοῦ βάθους, καὶ τὸ ἀνεξιχνίαστον τοῦ Πατρὸς, καὶ τὴν πρὸς αὐτὸν στοργὴν, ἐκτεινόμενον ἀεὶ ἐπὶ τὸ πρόσθεν, ὑπὸ τῆς γλυκύτητος αὐτοῦ τελευταῖον ἂν καταπεπόσθαι, καὶ ἀναλελύσθαι εἰς τὴν ὅλην οὐσίαν, εἰ μὴ τῇ στηριζούσῃ καὶ ἐκτὸς τοῦ ἀῤῥήτου μεγέθους φυλασσούσῃ τὰ ὅλα συνέτυχε δυνάμει. Ταύτην δὲ τὴν δύναμιν καὶ Ὅρον καλοῦσιν, ὑφ᾽ ἧς ἐπεσχῆσθαι καὶ ἐστηρίχθαι, καὶ μόγις ἐπιστρέψαντα εἰς ἑαυτὸν, καὶ πεισθέντα ὅτι ἀκατάληπτός ἐστιν ὁ Πατὴρ, ἀποθέσθαι τὴν προτέραν ἐνθύμησιν σὺν τῷ ἐπιγινομένῳ πάθει ἐκ τοῦ ἐκπλήκτου ἐκείνου θαύματος.

Ἔνιοι δὲ αὐτῶν πῶς τὸ πάθος τῆς Σοφίας καὶ τὴν ἐπιστροφὴν μυθολογοῦσιν· ἀδυνάτῳ καὶ ἀκαταλήπτῳ πράγματι αὐτὴν ἐπιχειρήσασαν τεκεῖν οὐσίαν ἄμορφον, οἵαν φύσιν εἶχε θήλειαν τεκεῖν· ἣν καὶ κατανοήσασαν πρῶτον μὲν λυπηθῆναι, διὰ τὸ ἀτελὲς τῆς γενέσεως, ἔπειτα φοβηθῆναι μηδὲ αὐτὸ τὸ εἶναι τελείως ἔχειν· εἶτα ἐκστῆναι καὶ ἀπορῆσαι, ζητοῦσαν τὴν αἰτίαν, καὶ ὅντινα τρόπον ἀποκρύψει τὸ γεγονός. Ἐγκαταγενομένην δὲ τοῖς πάθεσι λαβεῖν ἐπιστροφὴν, καὶ ἐπὶ τὸν Πατέρα ἀναδραμεῖν πειρασθῆναι, καὶ μέχρι τινὸς τολμήσασαν, ἐξασθενῆσαι, καὶ ἱκέτιν τοῦ πατρὸς γενέσθαι· συνδεηθῆναι δὲ αὐτῇ καὶ τοὺς λοιποὺς Αἰῶνας, μάλιστα δὲ τὸν Νοῦν. Ἐντεῦθεν λέγουσι πρώτην ἀρχὴν ἐσχηκέναι τὴν οὐσίαν, ἐκ τῆς ἀγνοίας, καὶ τῆς λύπης, καὶ τοῦ φόβου, καὶ τῆς ἐκπλήξεως. Ὁ δὲ Πατὴρ τὸν προειρημένον Ὅρον ἐπὶ τούτοις διὰ τοῦ Μονογενοῦς προβάλλεται ἐν εἰκόνι ἰδίᾳ, ἀσύζυγον, ἀθήλυντον. Τὸν γὰρ Πατέρα ποτὲ μὲν μετὰ συζυγίας τῆς Σιγῆς, ποτὲ δὲ καὶ ὑπέραῤῥεν, καὶ ὑπέρθηλυ εἶναι θέλουσι. Τὸν δὲ Ὅρον τοῦτον καὶ Συλλυτρωτὴν [l. Σταυρὸν καὶ Λυτρωτὴν], καὶ Καρπιστὴν, καὶ Ὁροθέτην, καὶ Μεταγωγέα καλοῦσι. Διὰ δὲ τοῦ Ὅρου τούτου φασὶ κεκαθάρθαι καὶ ἐστηρίχθαι τὴν Σοφίαν, καὶ ἀποκατασταθῆναι τῇ συζυγίᾳ· χωρισθείσης γὰρ τῆς Ἐνθυμήσεως ἀπ᾽ αὐτῆς σὺν τῷ ἐπιγινομένῳ πάθει, αὐτὴν μὲν ἐντὸς πληρώματος εἶναι· [l. μεῖναι· Tert. remansisse.]

τὴν δὲ ἐνθύμησιν αὐτῆς σὺν τῷ πάθει ὑπὸ τοῦ Ὅρου ἀφορισθῆναι καὶ ἀποστερηθῆναι [l. ἀποσταυρωθῆναι], καὶ ἐκτὸς αὐτοῦ γενομένην, εἶναι μὲν πνευματικὴν οὐσίαν, φυσικήν τινα Αἰῶνος ὁρμὴν τυγχάνουσαν· ἄμορφον δὲ καὶ ἀνείδεον διὰ τὸ μηδὲν καταλαβεῖν· καὶ διὰ τοῦτο καρπὸν ἀσθενῆ καὶ θῆλυν αὐτὸν λέγουσι.

Μετὰ δὲ τὸ ἀφορισθῆναι ταύτην ἐκτὸς τοῦ πληρώματος τῶν Αἰώνων, τήν τε Μητέρα αὐτῆς ἀποκατασταθῆναι τῇ ἰδίᾳ συζυγίᾳ, τὸν Μονογενῆ πάλιν ἑτέραν προβαλέσθαι συζυγίαν κατὰ προμήθειαν τοῦ Πατρὸς, ἵνα μὴ ὁμοίως ταύτῃ πάθῃ τις τῶν Αἰώνων, Χριστὸν καὶ Πνεῦμα ἅγιον εἰς πῆξιν καὶ στηριγμὸν τοῦ Πληρώματος, ὑφ᾽ ὧν καταρτισθῆναι τοὺς Αἰῶνας. Τὸν μὲν γὰρ Χριστὸν διδάξαι αὐτοὺς συζυγίας φύσιν, ἀγεννήτου κατάληψιν γινώσκοντας, ἱκανοὺς εἶναι, ἀναγορεῦσαί τε ἐν αὐτοῖς τὴν τοῦ πατρὸς ἐπίγνωσιν, ὅτι τε ἀχώρητός ἐστι καὶ ἀκατάληπτος, καὶ οὐκ ἔστιν οὔτε ἰδεῖν οὔτε ἀκοῦσαι αὐτόν· ἢ διὰ μόνου τοῦ Μονογενοῦς γινώσκεται.

Καὶ τὸ μὲν αἴτιον τῆς αἰωνίου διαμονῆς τοῖς λοιποῖς τὸ πρῶτον καταληπτὸν ὑπάρχειν τοῦ Πατρὸς, τῆς δὲ γενέσεως αὐτοῦ καὶ μορφώσεως τὸ καταληπτὸν αὐτοῦ, ᾧ δὴ υἱὸς ἐστί. Καὶ ταῦτα μὲν ὁ ἄρτι προβληθεὶς Χριστὸς ἐν αὐτοῖς ἐδημιούργησε. Τὸ δὲ ἓν Πνεῦμα τὸ ἅγιον ἐξισωθέντας αὐτοὺς πάντας εὐχαριστεῖν ἐδίδαξε, καὶ τὴν ἀληθινὴν ἀνάπαυσιν ἡγήσατο [l. εἰσηγήσατο].

Οὕτως τε μορφῇ καὶ γνώμῃ ἴσους κατασταθῆναι τοὺς Αἰῶνας λέγουσι, πάντας γενομένους Νόας, καὶ πάντας Λόγους, καὶ πάντας Ἀνθρώπους, καὶ πάντας Χριστούς· καὶ τὰς θηλείας ὁμοίως πάσας Ἀληθείας, καὶ πάσας Ζωὰς, καὶ Πνεύματα, καὶ Ἐκκλησίας. Στηριχθέντα δὲ ἐπὶ τούτῳ τὰ ὅλα, καὶ ἀναπαυσάμενα τελέως, μετὰ μεγάλης χαρᾶς φησιν ὑμνῆσαι τὸν Προπάτορα, πολλῆς εὐφρασίας μετασχόντα.

Καὶ ὑπὲρ τῆς εὐποιΐας ταύτης βουλῇ μιᾷ καὶ γνώμῃ τὸ πᾶν Πλήρωμα τῶν Αἰώνων, συνευδοκοῦντος τοῦ Χριστοῦ καὶ τοῦ Πνεύματος, τοῦ δὲ Πατρὸς αὐτῶν συνεπισφραγιζομένου, ἕνα ἕκαστον τῶν Αἰώνων, ὅπερ εἶχεν ἐν ἑαυτῷ κάλλιστον καὶ ἀνθηρότατον συνενεγκαμένους καὶ ἐρανισαμένους, καὶ ταῦτα ἁρμοδίως πλέξαντας, καὶ ἐμμελῶς ἑνώσαντας, προβαλέσθαι προβλήματα εἰς τιμὴν καὶ δόξαν τοῦ Βυθοῦ, τελειότατον κάλλος τε καὶ ἄστρον τοῦ Πληρώματος, τέλειον καρπὸν τὸν Ἰησοῦν, ὃν καὶ Σωτῆρα προσαγορευθῆναι, καὶ Χριστὸν, καὶ Λόγον πατρωνυμικῶς, καὶ κατὰ [καὶ τὰ] Πάντα, διὰ τὸ ἀπὸ πάντων εἶναι· δορυφόρους τε αὐτῶν [αὐτῷ] εἰς τιμὴν τὴν αὐτῶν ὁμογενεῖς Ἀγγέλους συμπροβεβλῆσθαι.

Αὕτη μὲν οὖν ἐστιν ἡ ἐντὸς πληρώματος ὑπ᾽ αὐτῶν λεγομένη πραγματεία, καὶ ἡ τοῦ πεπονθότος Αἰῶνος, καὶ μετὰ μικρὸν ἀπολωλότος, ὡς ἐν πολλῇ ὕλῃ διὰ ζήτησιν τοῦ Πατρὸς συμφορὰ, καὶ ἡ τοῦ Ὅρου, καὶ Στύλου [Σταυροῦ], καὶ Λυτρωτοῦ, καὶ Καρπιστοῦ, καὶ Ὁροθέτου, καὶ Μεταγωγέως ἐξ ἀγῶνος σύμπηξις, καὶ ἡ τοῦ πρώτου Χριστοῦ σὺν τῷ Πνεύματι τῷ ἁγίῳ ἐκ μετανοίας ὑπὸ τοῦ Πατρὸς αὐτῶν μεταγενεστέρα τῶν Αἰώνων γένεσις, καὶ ἡ τοῦ δευτέρου Χριστοῦ, ὃν καὶ Σωτῆρα λέγουσιν, ἐξ ἐράνου σύνθετος κατασκευή.

Ταῦτα δὲ φανερῶς μὲν μὴ εἰρῆσθαι, διὰ τὸ μὴ πάντας χωρεῖν τὴν γνῶσιν, μυστηριωδῶς δὲ ὑπὸ τοῦ Σωτῆρος διὰ παραβολῶν μεμηνύσθαι τοῖς συνιεῖν δυναμένοις οὕτως· τοὺς μὲν γὰρ τριάκοντα Αἰῶνας μεμηνύσθαι διὰ τῶν τριάκοντα ἐτῶν ὡς προέφαμεν, ἐν οἷς οὐδὲν ἐν φανερῷ φάσκουσι πεποιηκέναι τὸν Σωτῆρα, καὶ διὰ τῆς παραβολῆς τῶν ἐργατῶν τοῦ ἀμπελῶνος. Καὶ τὸν Παῦλον φανερώτατα λέγουσι τούσδε Αἰῶνας ὀνομάζειν πολλάκις, ἔτι δὲ καὶ τὴν τάξιν αὐτῶν τετηρηκέναι οὕτως εἰπόντα, εἰς πάσας τὰς γενεὰς τῶν αἰώνων τοῦ αἰῶνος· ἀλλὰ καὶ ἡμᾶς ἐπὶ τῆς εὐχαριστίας λέγοντας, εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἐκείνους τοὺς αἰῶνας σημαίνειν· καὶ ὅπου ἂν αἰὼν ἢ αἰῶνες ὀνομάζονται, τὴν ἀναφορὰν εἰς ἐκείνους εἶναι θέλουσι. Τὴν δὲ τῆς δωδεκάδος τῶν Αἰώνων προβολὴν μηνύεσθαι, διὰ τοῦ δωδεκαετῆ ὄντα τὸν Κύριον διαλεχθῆναι τοῖς νομοδιδασκάλοις, καὶ διὰ τῆς τῶν Ἀποστόλων ἐκλογῆς· δώδεκα γὰρ Ἀπόστολοι. Καὶ τοὺς λοιποὺς δεκαοκτὼ Αἰῶνας φανεροῦσθαι, διὰ τοῦ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν δεκαοκτὼ μησὶ λέγειν διατετριφέναι αὐτὸν σὺν τοῖς μαθηταῖς· ἀλλὰ καὶ διὰ τῶν προηγουμένων τοῦ ὀνόματος αὐτοῦ δύο γραμμάτων, τοῦ τε ἰῶτα καὶ τοῦ ἦτα, τοὺς δεκαοκτὼ Αἰῶνας εὐσήμως μηνύεσθαι. Καὶ τοὺς δέκα Αἰῶνας ὡσαύτως διὰ τοῦ ἰῶτα γράμματος, ὃ προηγεῖται τοῦ ὀνόματος αὐτοῦ, σημαίνουσι λέγεσθαι [σημαίνεσθαι λέγουσι].

καὶ διὰ τοῦτο εἰρηκέναι τὸν Σωτῆρα, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἕως ἂν πάντα γένηται. Τὸ δὲ περὶ τὸν δωδέκατον Αἰῶνα γεγονὸς πάθος [ὑποσημαίνεσθαι λέγουσι] τῆς ἀποστασίας διὰ Ἰούδαν, ὃς δωδέκατος ἦν τῶν Ἀποστόλων, γενομένης προδοσίας δείκνυσθαι λέγουσι, καὶ ὅτι τῷ δωδεκάτῳ μηνὶ ἔπαθεν· ἐνιαυτῷ γὰρ ἑνὶ βούλονται αὐτὸν μετὰ τὸ βάπτισμα αὐτοῦ κεκηρυχέναι. Ἔτι τε ἐπὶ τῆς αἱμοῤῥούσης σαφέστατα τοῦτο δηλοῦσθαι· δώδεκα γὰρ ἔτη παθοῦσαν αὐτὴν ὑπὸ τῆς τοῦ Σωτῆρος παρουσίας τεθεραπεῦσθαι, ἁψαμένην τοῦ κρασπέδου αὐτοῦ, καὶ διὰ τοῦτο εἰρηκέναι τὸν Σωτῆρα, τίς μου ἥψατο; διδάσκοντα τοὺς μαθητὰς τὸ γεγονὸς ἐν τοῖς αἰῶσι μυστήριον, καὶ τὴν ἴασιν τοῦ πεπονθότος αἰῶνος· ἡ γὰρ παθοῦσα δώδεκα ἔτη, ἐκείνη ἡ δύναμις, ἐκτεινομένης αὐτῆς, καὶ εἰς ἄπειρον ῥεούσης τῆς οὐσίας, ὡς λέγουσιν, εἰ μὴ ἔψαυσε τοῦ φορήματος αὐτοῦ, τουτέστι τῆς ἀληθείας τῆς πρώτης τετράδος, ἥτις διὰ τοῦ κρασπέδου μεμήνυται, ἀνελύθη ἂν εἰς τὴν οὐσίαν αὐτῆς· ἀλλὰ ἔστη καὶ ἐπαύσατο τοῦ πάθους· ἡ γὰρ ἐξελθοῦσα δύναμις τούτου, εἶναι δὲ ταύτης [ταύτην] τὸν Ὅρον θέλουσιν, ἐθεράπευσεν αὐτὴν, καὶ τὸ πάθος ἐχώρισεν ἀπ᾽ αὐτῆς.

Τὸ δὲ, Σωτῆρα τὸν ἐκ πάντων ὄντα τὸ πᾶν εἶναι, διὰ τοῦ λόγου τοῦ [τούτου], πᾶν ἄῤῥεν διανοῖγον μήτραν, δηλοῦσθαι λέγουσιν· ὃς τὸ πᾶν ὢν, διήνοιξε τὴν μήτραν τῆς Ἐνθυμήσεως τοῦ πεπονθότος Αἰῶνος, καὶ ἐξορισθείσης ἐκτὸς τοῦ πληρώματος· ἣν δὴ καὶ δευτέραν ὀγδοάδα καλοῦσι, περὶ ἧς μικρὸν ὕστερον ἐροῦμεν. Καὶ ὑπὸ τοῦ Παύλου δὲ φανερῶς διὰ τοῦτο εἰρῆσθαι λέγουσι· καὶ αὐτός ἐστι τὰ πάντα· καὶ πάλιν, πάντα εἰς αὐτὸν, καὶ ἐξ αὐτοῦ τὰ πάντα· καὶ πάλιν, ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος· καὶ τὸ, ἀνακεφαλαιώσασθαι δὲ τὰ πάντα ἐν τῷ Χριστῷ διὰ τοῦ Θεοῦ [suppl. οὕτως], ἑρμηνεύουσιν εἰρῆσθαι, καὶ εἴ τινα ἄλλα τοιαῦτα.

Ἔπειτα περὶ τοῦ Ὅρου αὐτῶν, ὃν δὴ καὶ πλείοσιν ὀνόμασι καλοῦσι, δύο ἐνεργείας ἔχειν αὐτὸν ἀποφαινόμενοι, τὴν ἑδραστικὴν καὶ τὴν μεριστικήν· καὶ καθὰ μὲν ἑδράζει καὶ στηρίζει, Σταυρὸν εἶναι, καθὸ δὲ μερίζει καὶ διορίζει, Ὅρον· τὸν μὲν Σταυρὸν [l. Σωτῆρα] οὕτως λέγουσι μεμηνυκέναι τὰς ἐνεργείας αὐτοῦ· καὶ πρῶτον μὲν τὴν ἑδραστικὴν ἐν τῷ εἰπεῖν· ὃς οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ μοι, μαθητὴς ἐμὸς οὐ δύναται γενέσθαι· καὶ, ἄρας τὸν σταυρὸν αὐτοῦ, ἀκολουθεῖ μοι· τὴν δὲ διοριστικὴν αὐτοῦ ἐν τῷ εἰπεῖν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Καὶ τὸν Ἰωάννην δὲ λέγουσιν αὐτὸ τοῦτο μεμηνυκέναι, εἰπόντα· τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα, καὶ συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ· καὶ διὰ τούτου τὴν ἐνέργειαν τοῦ Ὅρου μεμηνυκέναι· πτύον γὰρ ἐκεῖνον τὸν Σταυρὸν ἑρμηνεύουσιν εἶναι, ὃν δὴ [f. l. δεῖ] καὶ ἀναλίσκειν τὰ ὑλικὰ πάντα, ὡς ἄχυρα πῦρ· καθαίρειν δὲ τοὺς σωζομένους, ὡς τὸ πτύον τὸν σῖτον. Παῦλον δὲ τὸν Ἀπόστολον καὶ αὐτὸν ἐπιμιμνήσκεσθαι τούτου τοῦ Σταυροῦ λέγουσιν οὕτως· ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ· καὶ πάλιν· ἐμοὶ δὲ μὴ γένοιτο ἐν μηδενὶ καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Ἰησοῦ, δι᾽ οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κᾀγὼ τῷ κόσμῳ.

Τοιαῦτα μὲν οὖν περὶ τοῦ πληρώματος αὐτῶν, καὶ τοῦ πλάσματος πάντες [l. τοῦ πάντος] λέγουσιν, ἐφαρμόζειν βιαζόμενοι τὰ καλῶς εἰρημένα τοῖς κακῶς ἐπινενοημένοις ὑπ᾽ αὐτῶν· καὶ οὐ μόνον ἐκ τῶν εὐαγγελικῶν καὶ τῶν ἀποστολικῶν πειρῶνται τὰς ἀποδείξεις ποιεῖσθαι, παρατρέποντες τὰς ἑρμηνείας, καὶ ῥᾳδιουργοῦντες τὰς ἐξηγήσεις· ἀλλὰ, καὶ ἐκ νόμου καὶ προφητῶν, ἅτε πολλῶν παραβολῶν καὶ ἀλληγοριῶν εἰρημένων, καὶ εἰς πολλὰ ἕλκειν δυναμένων τὸ ἀμφίβολον διὰ τῆς ἐξηγήσεως, ἕτεροι δὲ δεινῶς, [δεινοτέρως] τῷ πλάσματι αὐτῶν καὶ δολίως ἐφαρμόζοντες, αἰχμαλωτίζουσιν ἀπὸ τῆς ἀληθείας τοὺς μὴ ἑδραίαν τὴν πίστιν εἰς ἕνα Θεὸν πατέρα παντοκράτορα, καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ Θεοῦ διαφυλάσσοντας.