Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εἰρηναῖος Λυώνος – Ἔλεγχος καὶ ἀνατροπὴ τῆς ψευδωνύμου γνώσεως

Εἰρηναῖος Λυώνος

Ιστορική ανασκόπηση των αιρέσεων και των ιδρυτών τους

Συνοπτική παρουσίαση των κακόδοξων διδασκαλιών από τον Σίμωνα τον Μάγο, τον Σατορνείλο, τον Καρποκράτη και τον Μαρκίωνα έως τους Οφίτες και τους Καϊνίτες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εἰρηναῖος Λυώνος

—

Κεφάλαιο 10 από 11

Μετενσωματουμένην ... οὕτως τοῖς ἀνθρώποις σωτηρίαν παρέσχε διὰ τῆς ἰδίας ἐπιγνώσεως. Κακῶς γὰρ διοικούντων τῶν ἀγγέλων τὸν κόσμον, διὰ τὸ φιλαρχεῖν αὐτοὺς, εἰς ἐπανόρθωσιν ἐληλυθέναι αὐτὸν ἔφη μεταμορφούμενον καὶ ἐξομοιούμενον ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις, καὶ τοῖς ἀγγέλοις, ὡς καὶ ἄνθρωπον φαίνεσθαι αὐτὸν, μὴ ὄντα ἄνθρωπον, καὶ παθεῖν δὲ ἐν τῇ Ἰουδαίᾳ δεδοκηκέναι καὶ μὴ πεπονθότα ...

Τοὺς δὲ προφήτας ἀπὸ τῶν κοσμοποιῶν ἀγγέλων ἐμπνευσθέντας εἰρηκέναι τὰς προφητείας. Διὸ μὴ φροντίζειν αὐτῶν τοὺς εἰς τὸν Σίμωνα καὶ τὴν Ἑλένην πεπιστευκότας, [ἕως νῦν πράσσειν τὰ σὰ] [l. τοὺς συμπράσσοντας ἃ] βούλονται ὡς ἐλευθέρους· κατὰ γὰρ τὴν αὐτοῦ χάριν σώζεσθαι αὐτοὺς φάσκουσι· μηδὲν γὰρ εἶναι αἴτιον δίκης εἰ πράξει τις κακῶς, οὐ γάρ ἐστι φύσει κακὸς, ἀλλὰ θέσει. Ἔθεντο γάρ φησιν οἱ ἄγγελοι οἱ τὸν κόσμον ποιήσαντες ὅσα ἐβούλοντο, διὰ τῶν τοιούτων λόγων δουλοῦν νομίζοντες τοὺς αὐτῶν ἀκούοντας.

Φύσιν δὲ [l. Λυθῆναι δὲ] αὖθις λέγουσι τὸν κόσμον ἐπὶ λυτρώσει τῶν ἰδίων ἀνθρώπων. Οἱ οὖν τούτου μαθηταὶ [l. μαθητὰς] μαγείαις ἐπιτελοῦσι καὶ ἐπαοιδαῖς· φίλτρα τε καὶ ἀγώγιμα καὶ τοὺς λεγομένους ὀνειροπόμπους δαίμονας ἐπιπέμπουσι πρὸς τὸ ταράσσειν οὓς βούλονται. Ἀλλὰ καὶ παρέδρους τοὺς λεγομένους ἀσκοῦσιν. [Παρέδρους καὶ ὀνειροπόμπους, ἀλλὰ καὶ περίεργα ὅσα ἐμμελῶς ἀσκοῦσιν.] Εἰκόνα τε τοῦ Σίμωνος ἔχουσιν εἰς Διὸς μορφὴν, καὶ τῆς Ἑλένης ἐν μορφῇ Ἀθηνᾶς, καὶ ταύτας προσκυνοῦσι, τὸν μὲν καλοῦντες κύριον, τὴν δὲ κυρίαν.

Τοῦτον ποιήσαντα ἀγγέλους, ἀρχαγγέλους, δυνάμεις, ἐξουσίας. Ἀπὸ δὲ ἑπτά τινων ἀγγέλων τὸν κόσμον γεγενῆσθαι, καὶ πάντα τὰ ἐν αὐτῷ, καὶ τὸν ἄνθρωπον δὲ ἀγγέλων εἶναι ποίημα, ἄνωθεν ἀπὸ τῆς αὐθεντίας φωνῆς [l. φαεινῆς] εἰκόνος ἐπιφανείσης, ἣν κατασχεῖν μὴ δυνηθέντες διὰ τὸ παραχρῆμά φησιν ἀναδραμεῖν ἄνωθεν, ἐκέλευσαν ἑαυτοῖς λέγοντες· Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν· οὗ γενομένου, φησὶν, καὶ μὴ δυναμένου ἀνορθοῦσθαι τοῦ πλάσματος διὰ τὸ ἀδρανὲς τῶν ἀγγέλων, ἀλλὰ ὡς σκώληκος σκαρίζοντος, οἰκτείρασα αὐτὸν ἡ ἄνω δύναμις διὰ τὸ ἐν ὁμοιώματι αὐτῆς γεγονέναι, ἔπεμψε σπινθῆρα ζωῆς, ὃς διήγειρε τὸν ἄνθρωπον, καὶ ζῆν ἐποίησε. Τοῦτον οὖν τὸν σπινθῆρα τῆς ζωῆς μετὰ τὴν τελευτὴν ἀνατρέχειν πρὸς τὰ ὁμόφυλα λέγει, καὶ τὰ λοιπὰ, ἐξ ὧν ἐγένετο, εἰς ἐκεῖνα ἀναλύεσθαι, τὸν δὲ Πατέρα [Σωτῆρα] ἀγέννητον ὑπέθετο, καὶ ἀσώματον καὶ ἀνείδεον, δοκήσει δὲ ἐπιπεφηνέναι ἄνθρωπον· καὶ τὸν τῶν Ἰουδαίων Θεὸν ἕνα τῶν ἀγγέλων εἶναί φησι· καὶ διὰ τοῦτο [l. τὸ] βούλεσθαι τὸν Πατέρα καταλῦσαι πάντας τοὺς ἄρχοντας, παραγενέσθαι τὸν Χριστὸν ἐπὶ καταλύσει τοῦ τῶν Ἰουδαίων Θεοῦ, καὶ ἐπὶ σωτηρίᾳ τῶν πειθομένων αὐτῷ· εἶναι δὲ τούτους ἔχοντας τὸν σπινθῆρα τῆς ζωῆς ἐν αὐτοῖς.

Δύο γὰρ γένη τῶν ἀνθρώπων ὑπὸ τῶν ἀγγέλων πεπλάσθαι ἔφη, τὸν μὲν πονηρὸν τὸν δὲ ἀγαθόν· καὶ ἐπειδὴ οἱ δαίμονες τοῖς πονηροῖς ἐβοήθουν, ἐληλυθέναι τὸν Σωτῆρα ἐπὶ καταλύσει τῶν φαύλων ἀνθρώπων καὶ δαιμόνων, ἐπὶ σωτηρίᾳ δὲ τῶν ἀγαθῶν. Τὸ δὲ γαμεῖν καὶ γεννᾶν ἀπὸ τοῦ σατανᾶ φησὶν εἶναι. Οἱ πλείους τε τῶν ἀπ᾽ ἐκείνου καὶ ἐμψύχων ἀπέχονται, διὰ τῆς προσποιήτου ταύτης ἐγκρατείας. Τὰς δὲ προφητείας, ἃς μὲν ἀπὸ τῶν κοσμοποιῶν ἀγγέλων λελαλῆσθαι, ἃς δὲ ἀπὸ τοῦ σατανᾶ, ὃν καὶ αὐτὸν ἄγγελον ἀντιπράττοντα τοῖς κοσμικοῖς ὑπέθεντο, [l. κοσμοποίοις ὑπέθετο,] μάλιστα δὲ τὸν τῶν Ἰουδαίων Θεόν [Int. τῷ τ. Ἰ. Θεῷ]. Ταῦτα μὲν οὖν ὁ Σατορνεῖλος.

ΚΑΡΠΟΚΡΑΤΗΣ τὸν μὲν κόσμον καὶ τὰ ἐν αὐτῷ ὑπὸ ἀγγέλων πολὺ ὑποβεβηκότων τοῦ ἀγεννήτου Πατρὸς γεγενῆσθαι λέγει· τὸν δὲ Ἰησοῦν ἐξ Ἰωσὴφ γεγενῆσθαι, καὶ ὅμοιον τοῖς ἀνθρώποις γεγονότα, δικαιότερον τῶν λοιπῶν γενέσθαι, τὴν δὲ ψυχὴν αὐτοῦ εὔτονον καὶ καθαρὰν γεγονυῖαν, διαμνημονεῦσαι τὰ ὁρατὰ μὲν [forte l. ὁρώμενα] αὐτῇ ἐν τῇ μετὰ τοῦ ἀγεννήτου Θεοῦ περιφορᾷ, καὶ διὰ τοῦτο ὑπ᾽ ἐκείνου αὐτῷ καταπεμφθῆναι δύναμιν, ὅπως τοὺς κοσμοποιοὺς ἐκφυγεῖν δι᾽ αὐτῆς δυνηθῇ· ἣν καὶ διὰ πάντων χωρήσασαν ἐν πᾶσί τε ἐλευθερωθεῖσαν [ἀν]εληλυθέναι πρὸς αὐτὸν, τὰ ὅμοια αὐτῆς ἀσπαζομένην. Τὴν δὲ τοῦ Ἰησοῦ λέγουσι ψυχὴν ἐννόμως ἠσκημένην ἐν Ἰουδαϊκοῖς ἔθεσι, καταφρονῆσαι αὐτῶν, καὶ διὰ τοῦτο δυνάμεις ἐπιτετελεκέναι, [Int. ἐπιτετυχηκέναι,] δι᾽ ὧν κατήργησε τὰ ἐπὶ κολάσει πάθη προσόντα τοῖς ἀνθρώποις.

Τὴν οὖν ὁμοίως ἐκείνῃ τῇ τοῦ Χριστοῦ ψυχῇ δυναμένην καταφρονῆσαι τῶν κοσμοποιῶν ἀρχόντων, ὁμοίως λαμβάνειν δύναμιν πρὸς τὸ πρᾶξαι τὰ ὅμοια· διὸ καὶ εἰς τοῦτο τὸ τῦφος κατεληλύθασιν, [Epiph. ἐληλακότες,] ὥστε αὑτοὺς [l. τοὺς] μὲν ὁμοίους αὐτῷ εἶναι λέγουσι τῷ Ἰησοῦ, τοὺς δὲ καὶ ἔτι δυνατωτέρους, τινὰς δὲ καὶ διαφορωτέρους τῶν ἐκείνου μαθητῶν, οἷον Πέτρου καὶ Παύλου καὶ τῶν λοιπῶν ἀποστόλων· τούτους δὲ κατὰ μηδένα ἀπολείπεσθαι τοῦ Ἰησοῦ. Τὰς δὲ ψυχὰς αὐτῶν ἐκ τῆς ὑπερκειμένης ἐξουσίας [Ep. τῆς αὐτῆς περιφορᾶς] παρούσας, καὶ διὰ τοῦτο ὡσαύτως καταφρονεῖν [l. c. Int. καταφρονοῦσας] τῶν κοσμοποιῶν διὰ τῆς αὐτῆς ἠξιῶσθαι δυνάμεως, καὶ αὖθις εἰς τὸ αὐτὸ χωρῆσαι. Εἰ δέ τις ἐκείνου πλέον καταφρονήσειεν τῶν ἐνταῦθα, δύνασθαι διαφορώτερον αὐτοῦ ὑπάρχειν.

Τεχνὰς οὖν μαγικὰς ἐξεργαζόμενοι καὶ ἐπαοιδὰς, φίλτρα τε καὶ χαριτήσια, παρέδρους τε καὶ ὀνειροπόμπους καὶ τὰ λοιπὰ κακουργήματα, φάσκοντες ἐξουσίαν ἔχειν πρὸς τὸ κυριεύειν ἤδη τῶν ἀρχόντων καὶ ποιητῶν τοῦδε τοῦ κόσμου, οὐ μὴν ἀλλὰ καὶ τῶν ἐν αὐτῷ ποιημάτων ἁπάντων, οἵτινες καὶ αὐτοὶ εἰς διαβολὴν τοῦ θείου τῆς Ἐκκλησίας ὀνόματος, πρὸς [l. ὡς καὶ] τὰ ἔθνη ὑπὸ τοῦ Σατανᾶ προεβλήθησαν, ἵνα κατ᾽ ἄλλον καὶ ἄλλον τρόπον τὰ ἐκείνων ἀκούοντες ἄνθρωποι, καὶ δοκοῦντες ἡμᾶς πάντας τοιούτους ὑπάρχειν, ἀποστρέφουσι τὰς ἀκοὰς αὐτῶν ἀπὸ τοῦ τῆς ἀληθείας κηρύγματος, [adj. ἢ καὶ] βλέποντες τὰ ἐκείνων ἅπαντας ἡμᾶς βλασφημοῦσιν.

Εἰς τοσοῦτον δὲ μετενσωματοῦσθαι φάσκουσι τὰς ψυχὰς, ὅσον πάντα τὰ ἁμαρτήματα πληρώσωσιν· ὅταν δὲ μηδὲν λείπῃ, τότε ἐλευθερωθεῖσαν ἀπαλλαγῆναι πρὸς ἐκεῖνον τὸν ὑπεράνω τῶν κοσμοποιῶν ἀγγέλων Θεὸν, καὶ οὕτως σωθήσεσθαι πάσας τὰς ψυχάς. Εἴ τινες δὲ φθάσασαι ἐν μίᾳ παρουσίᾳ ἀναμιγῆναι πάσαις ἁμαρτίαις οὐκέτι μετενσωματοῦνται, ἀλλὰ πάντα ὁμοῦ ἀποδοῦσαι τὰ ὀφλήματα, ἐλευθερωθήσονται τοῦ μηκέτι γενέσθαι ἐν σώματι.

Καὶ εἰ μὲν πράσσεται παρ᾽ αὐτοῖς τὰ ἄθεα, καὶ ἔκθεσμα, καὶ ἀπειρημένα, ἐγὼ οὐκ ἂν πιστεύσαιμι. Ἐν δὲ τοῖς συγγράμμασιν αὐτῶν οὕτως ἀναγέγραπται, καὶ αὐτοὶ οὕτως ἐξηγοῦνται, τὸν Ἰησοῦν λέγοντες ἐν μυστηρίῳ τοῖς μαθηταῖς αὐτοῦ καὶ ἀποστόλοις κατ᾽ ἰδίαν λελαληκέναι, καὶ αὐτοὺς ἀξιῶσαι, τοῖς ἀξίοις καὶ τοῖς πειθομένοις ταῦτα παραδιδόναι.

Διὰ πίστεως γὰρ καὶ ἀγάπης σώζεσθαι· τὰ δὲ λοιπὰ ἀδιάφορα ὄντα, κατὰ τὴν δόξαν τῶν ἀνθρώπων, πῆ μὲν ἀγαθὰ, πῆ δὲ κακὰ νομίζεσθαι, οὐδενὸς φύσει κακοῦ ὑπάρχοντος. Τούτων τινὲς καὶ καυτηριάζουσι τοὺς ἰδίους μαθητὰς ἐν τοῖς ὀπίσω μέρεσι τοῦ λοβοῦ τοῦ δεξιοῦ ὠτός .... καὶ εἰκόνας δὲ .... κατασκευάζουσι τοῦ Χριστοῦ, λέγοντες ὑπὸ Πιλάτου τῷ καιρῷ ἐκείνῳ γενέσθαι ...

ΚΗΡΙΝΘΟΣ δέ τις, [καὶ] αὐτὸς Αἰγυπτίων παιδείᾳ ἀσκηθεὶς, ἔλεγεν οὐχ ὑπὸ τοῦ πρώτου [suppl. Θεοῦ] γεγονέναι τὸν κόσμον, ἀλλ᾽ ὑπὸ δυνάμεως τινὸς κεχωρισμένης, [suppl. καὶ ἀπεχούσης] τῆς ὑπὲρ τὰ ὅλα ἐξουσίας, καὶ ἀγνοούσης τὸν ὑπὲρ πάντα Θεόν. Τὸν δὲ Ἰησοῦν ὑπέθετο μὴ ἐκ παρθένου γεγενῆσθαι, γεγονέναι δὲ αὐτὸν ἐξ Ἰωσὴφ καὶ Μαρίας οἷον [l. υἱὸν,] ὁμοίως τοῖς λοιποῖς ἅπασιν ἀνθρώποις, καὶ δικαιότερον γεγονέναι [Int. καὶ φρονιμώτερον] καὶ σοφώτερον.

Καὶ μετὰ τὸ βάπτισμα κατελθεῖν εἰς αὐτὸν τὸν [l. ἀπὸ] τῆς ὑπὲρ τὰ ὅλα αὐθεντίας, τὸν Χριστὸν ἐν εἴδει περιστερᾶς· καὶ τότε κηρῦξαι τὸν γνωστὸν [l. ἄγνωστον] πατέρα, καὶ δυνάμεις ἐπιτελέσαι, πρὸς δὲ τῷ τέλει, ἀποστῆναι τὸν Χριστὸν ἀπὸ τοῦ Ἰησοῦ, καὶ τὸν Ἰησοῦν πεπονθέναι καὶ ἐγηγέρθαι, τὸν δὲ Χριστὸν ἀπαθῆ διαμεμενηκέναι πατρικὸν [l. πνευματικὸν] ὑπάρχοντα.

ἘΒΙΩΝΑΙΟΙ δὲ ὁμολογοῦσι τὸν κόσμον ὑπὸ τοῦ ὄντως Θεοῦ γεγονέναι· τὰ δὲ περὶ τὸν Χριστὸν ὁμοίως τῷ Κηρίνθῳ καὶ Καρποκράτει μυθεύουσι. ΚΕΡΔΩΝ δέ τις ἀπὸ τῶν περὶ τὸν Σίμωνα τὰς ἀφορμὰς λαβὼν, καὶ ἐπιδημήσας ἐν τῇ Ῥώμῃ ἐπὶ Ὑγίνου, ἔνατον κλῆρον τῆς ἐπισκοπικῆς διαδοχῆς ἀπὸ τῶν ἀποστόλων ἔχοντος, ἐδίδαξε τὸν ὑπὸ τοῦ νόμου καὶ προφητῶν κεκηρυγμένον Θεὸν, μὴ εἶναι Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Τὸν μὲν γὰρ γνωρίζεσθαι [Hipp. ἐγνῶσθαι], τὸν δὲ ἀγνῶτα [Hipp. ἄγνωστον] εἶναι· καὶ τὸν μὲν δίκαιον, τὸν δὲ ἀγαθὸν ὑπάρχειν. ΔΙΑΔΕΞΑΜΕΝΟΣ δὲ αὐτὸν Μαρκίων ὁ Ποντικὸς, ηὔξησε τὸ διδασκαλεῖον, ἀπηρυθριασμένως βλασφημῶν.

Ἀπὸ Σατορνίνου καὶ Μαρκίωνος οἱ καλούμενοι ἐγκρατεῖς, ἀγαμίαν ἐκήρυξαν, ἀθετοῦντες τὴν ἀρχαίαν πλάσιν τοῦ Θεοῦ, καὶ ἠρέμα κατηγοροῦντες τοῦ ἄῤῥεν καὶ θῆλυ εἰς γένεσιν ἀνθρώπων πεποιηκότος· καὶ τῶν λεγομένων παρ᾽ αὐτοῖς ἐμψύχων ἀποχὴν εἰσηγήσαντο, ἀχαριστοῦντες τῷ πάντα πεποιηκότι Θεῷ. Ἀντιλέγουσί τε τῇ τοῦ πρωτοπλάστου σωτηρίᾳ· καὶ τοῦτο νῦν ἐξευρέθη παρ᾽ αὐτοῖς. Τατιάνου τινὸς πρώτως ταύτην εἰσενέγκαντος τὴν βλασφημίαν· ὃς Ἰουστίνου ἀκροατὴς γεγονὼς, ἐφόσον μὲν συνῆν ἐκείνῳ, οὐδὲν ἐξέφηνε τοιοῦτον· μετὰ δὲ τὴν ἐκείνου μαρτυρίαν ἀποστὰς τῆς Ἐκκλησίας, οἰήματι διδασκάλου ἐπαρθεὶς καὶ τυφωθεὶς ὡς διαφέρων τῶν λοιπῶν, ἴδιον χαρακτῆρα διδασκαλείου συνεστήσατο· Αἰῶνάς τινας ἀοράτους ὁμοίως τοῖς ἀπὸ Οὐαλεντίνου μυθολογήσας· τὸν γάμον τε φθορὰν καὶ πορνείαν παραπλησίως Μαρκίωνι καὶ Σατορνίνῳ ἀναγορεύσας· τῇ δὲ τοῦ Ἀδὰμ σωτηρίᾳ παρ᾽ ἑαυτοῦ τὴν αἰτιολογίαν ποιησάμενος.

ἘΚ τῶν Βαλεντίνου [l. Σίμωνος] σπερμάτων τὸ τῶν Βαρβηλιωτῶν, ἤγουν Βορβοριανῶν, ἢ Ναασσινῶν, ἢ Στρατιωτικῶν, ἢ Φημιονιτῶν καλουμένων ἐβλάστησε μῦσος. Ὑπέθεντο γὰρ Αἰῶνα τινὰ ἀνώλεθρον ἐν παρθενικῷ διάγοντι πνεύματι, ὁ Βαρβηλὼθ ὀνομάζουσι ... Τὴν δὲ Βαρβηλὼθ [l. Ἔννοιαν] αἰτῆσαι Πρόγνωσιν παρ᾽ αὐτοῦ. Προελθούσης δὲ ταύτης, εἶτ᾽ αὖθις αἰτησάσης, προελήλυθεν Ἀφθαρσία, ἔπειτα Αἰωνία Ζωή.

Εὐφρανθεῖσαν δὲ τὴν Βαρβηλὼθ ... ἐγκύμονα γενέσθαι, καὶ ἀποτεκεῖν τὸ Φῶς. ... Τοῦτό φασι, τῇ τοῦ Πνεύματος χρισθὲν τελειότητι ... ὀνομασθῆναι Χριστὸν, οὗτος πάλιν ὁ Χριστὸς ἐπήγγειλεν Νοῦν ... καὶ ἔλαβεν [f. l. προεβάλετο].

Ὁ δὲ Πατὴρ προστέθεικε καὶ Λόγον. Εἶτα συνεζύγησαν Ἔννοια καὶ Λόγος, Ἀφθαρσία καὶ Χριστὸς, Ζωὴ Αἰωνία καὶ τὸ Θέλημα, ὁ Νοῦς καὶ ἡ Πρόγνωσις ... Ἔπειτα πάλιν ἐκ τῆς Ἐννοίας καὶ τοῦ Λόγου προβληθῆναί φασι τὸν Αὐτογενῆ ... καὶ σὺν αὐτῷ τὴν Ἀλήθειαν· καὶ γενέσθαι πάλιν συζυγίαν ἑτέραν Αὐτογενοῦς καὶ Ἀληθείας. ....

Τὸν δὲ Αὐτογενῆ φασι προβαλέσθαι Ἄνθρωπον τέλειον καὶ ἀληθῆ, ὃν καὶ Ἀδάμαντα καλοῦσι ... προβεβλῆσθαι δὲ σὺν αὐτῷ καὶ ὁμόζυγα Γνῶσιν τελείαν. Ἐντεῦθεν πάλιν ἀναδειχθῆναι μητέρα, πατέρα, καὶ υἱόν· ἐκ δὲ τοῦ Ἀνθρώπου καὶ τῆς Γνώσεως βεβλαστηκέναι Ξύλον· Γνῶσιν δὲ καὶ τοῦτο προσαγορεύουσιν.

Ἐκ δὲ τοῦ πρώτου ἀγγέλου προβληθῆναι λέγουσι Πνεῦμα ἅγιον, ὁ Σοφίαν καὶ Προύνικον προσηγόρευσαν. Ταύτην φασὶν ... ἐφιεμένην ὁμόζυγος ... ἔργον ἀποκυῆσαι, ἐν ᾧ ἦν Ἄγνοια καὶ Αὐθάδεια· τὸ δὲ ἔργον τοῦτο, Πρωτάρχοντα καλοῦσι, καὶ αὐτὸν εἶναι λέγουσι τῆς κτίσεως ποιητήν. ... Τοῦτον δὲ τῇ Αὐθαδείᾳ συναφθέντα, τὴν Κακίαν ἀπογεννῆσαι, καὶ τὰ ταύτης μόρια.

ΟΙ δὲ Σηθιανοὶ οὓς Ὀφιανοὺς ἢ Ὀφίτας τίνες ὀνομάζουσιν, Ἄνθρωπον καλοῦσι τὸν τῶν ἁπάντων Θεὸν, φῶς αὐτὸν πάλιν ἐπονομάζοντες, καὶ μακάριον καὶ ἄφθαρτον ἀποκαλοῦντες, καὶ ἐν Βυθῷ τὴν οἴκησιν ἔχειν διαβεβαιούμενοι.

Τὴν δὲ Ἔννοιαν αὐτοῦ ... Υἱὸν Ἀνθρώπου καλοῦσι, καὶ δεύτερον Ἄνθρωπον. Μετὰ δὲ τοῦτον ὑπάρχειν τὸ ἅγιον Πνεῦμα· κάτω δὲ τούτων ... τέσσαρα στοιχεῖα, ὕδωρ, σκότος, ἄβυσσον, χάος· θῆλυ δὲ τὸ Πνεῦμα καλοῦσι, καὶ τοῖς στοιχείοις ἐπιφέρεσθαι. Ἐρασθῆναι δέ φασι τὸν πρῶτον Ἄνθρωπον, καὶ τὸν δεύτερον, τῆς ὥρας τοῦ Πνεύματος ... καὶ παιδοποιῆσαι φῶς ... ὁ καλοῦσι Χριστόν. ... μὴ δυνηθεῖσαν δὲ βαστάσαι τὴν θήλειαν τοῦ φωτὸς τὴν ὑπερβολὴν ... ὑπερβλύσαι ... καὶ τὸν μὲν Χριστὸν ... σὺν τῇ μητρὶ εἰς τὸν ἄφθαρτον ἀνασπασθῆναι Αἰῶνα, ἣν καὶ ἀληθινὴν ἐκκλησίαν καλοῦσι ....

Τὴν δὲ ἀναβλυσθεῖσαν τοῦ φωτὸς ἰκμάδα ... ἐκπεσεῖν κάτω φασι ... καὶ κληθῆναι Σοφίαν καὶ Προύνικον καὶ Ἀῤῥενόθηλυν. Διανηχομένην δὲ ἐν τοῖς ὕδασι ... προσλαβεῖν μὲν ἐξ αὐτῶν σῶμα ... καὶ βαρυνθῆναι, καὶ ὑποβρύχιον κινδυνεῦσαι γενέσθαι ... ἀναδύναι δὲ, καὶ ἐκ τοῦ περικειμένου σώματος κατασκευάσθαι τὸν οὐρανόν ... Ἐκεῖνον δὲ υἱὸν τοῦ Προυνίκου καλοῦσι ... Κᾀκεῖνος δὲ πάλιν ἄλλον υἱὸν προεβάλετο ... καὶ ἐξ ἐκείνου συστῆναι λέγουσιν ἕτερον ... καὶ μέχρι τοῦ ἑπτὰ ἀριθμοῦ προβῆναι τὰς προβολάς.

Ὑφ᾽ ἑκάστου δὲ τούτων ἕνα οὐρανὸν δημιουργηθῆναι, καὶ ἕκαστον οἰκεῖν τὸν οἰκεῖον ... Διαστασιάσαι δέ φασι τοὺς ἄλλους πρὸς τὸν πρῶτον ... τὸν δὲ ἀθυμήσαντα, εἰς τὴν τρύγα τῆς ὕλης ἐρεῖσθαι [f. l. ἐρείδεσθαι] τὴν ἔννοιαν, καὶ γεννῆσαι υἱὸν ... ὀφιόμορφον ἐξ αὐτῆς ... εἶτα καυχώμενον ... εἰπεῖν, Ἐγὼ Θεὸς καὶ Πατὴρ, καὶ ὑπὲρ ἐμὲ οὐδείς.

Τὴν δὲ μητέρα δυσχεράνασαν ἐπιβοῆσαι αὐτῷ, Μὴ ψεύδου· ἔστι γὰρ ὑπὲρ σὲ Πατὴρ ἁπάντων, πρῶτος Ἄνθρωπος [suppl. καὶ Ἄνθρωπος] Υἱὸς Ἀνθρώπου ... Τούτων δέ φησιν ἀκούσας τῶν λόγων τοῦ ὄφεως ὁ Πατὴρ ἔφη, Δεῦτε ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμῶν.

Ἄλλοι δὲ, οὓς Καϊνοὺς ὀνομάζουσι καὶ τὸν Κάϊν φασὶν ἐκ τῆς ἄνωθεν αὐθεντίας λελυτρῶσθαι, καὶ τὸν Ἠσαῦ, καὶ τὸν Κορὲ, καὶ τοὺς Σοδομίτας, καὶ πάντας δὲ τοὺς τοιούτους, συγγενεῖς ἰδίους ὁμολογοῦσι. Καὶ τούτους ὑπὸ μὲν τοῦ ποιητοῦ μισηθῆναι, μηδεμίαν δὲ βλάβην εἰσδέξασθαι· ἡ γὰρ σοφία ὅπερ εἶχεν ἐν αὐτοῖς, ἀνήρπασεν ἐξ αὐτῶν.

Καὶ τὸν προδότην δὲ Ἰούδαν μόνον ἐκ πάντων τῶν ἀποστόλων ταύτην ἐσχηκέναι τὴν γνῶσιν φασὶ, καὶ διὰ τοῦτο τὸ τῆς προδοσίας ἐνεργῆσαι μυστήριον. Προφέρουσι δὲ ..... καὶ πάντες οἱ πρεσβύτεροι μαρτυροῦσιν, οἱ κατὰ τὴν Ἀσίαν Ἰωάννῃ τῷ τοῦ Κυρίου μαθητῇ συμβεβληκότες, παραδεδωκέναι ταῦτα τὸν Ἰωάννην. Παρέμεινε γὰρ αὐτοῖς μέχρι τῶν Τραϊανοῦ χρόνων.