Ἰωάννης δὲ ὁ τοῦ Κυρίου μαθητὴς ἐπέτεινε τὴν καταδίκην αὐτῶν, μηδὲ χαίρειν αὐτοῖς ὑφ᾽ ἡμῶν λέγεσθαι βουληθείς. Ὁ γὰρ λέγων αὐτοῖς, φησὶ, χαίρειν, κοινωνεῖ τοῖς ἔργοις αὐτῶν τοῖς πονηροῖς. Καὶ εἰκότως· οὐκ ἔστι γὰρ χαίρειν τοῖς ἀσεβέσι, λέγει Κύριος. Ἀσεβεῖς δὲ ὑπὲρ πᾶσαν ἀσέβειαν οὗτοι, οἱ τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς μόνον Θεὸν παντοκράτορα, ὑπὲρ ὃν ἄλλος Θεὸς οὐκ ἔστιν, ἐξ ὑστερήματος, καὶ αὐτοῦ ἐξ ἄλλου ὑστερήματος γεγονότος, προβεβλῆσθαι λέγοντες· ὥστε κατ᾽ αὐτοὺς εἶναι αὐτὸν προβολὴν τρίτου ὑστερήματος. Ἣν γνώμην ὄντως καταφυσήσαντας, καὶ καταθεματίσαντας, δέον πόῤῥω που μακρὰν φυγεῖν ἀπ᾽ αὐτῶν, καὶ ᾗ πλέον διισχυρίζονται, καὶ χαίρουσιν ἐπὶ τοῖς παρευρήμασιν αὐτῶν, ταύτῃ μᾶλλον εἰδέναι πλέον αὐτοὺς ἐνεργεῖσθαι ὑπὸ τῆς ὀγδοάδος τῶν πονηρῶν πνευμάτων· καθάπερ οἱ εἰς φρενίτιδα διάθεσιν ἐμπεσόντες, ᾗ πλέον γελῶσι, καὶ ἰσχύειν δοκοῦσιν, καὶ ὡς ὑγιαίνοντες πάντα πράττουσι, ἔνια δὲ καὶ ὑπὲρ τὸ ὑγιαίνειν, ταύτῃ μᾶλλον κακῶς ἔχουσι. Ὁμοίως δὲ καὶ οὗτοι, ᾗ μᾶλλον ὑπερφρονεῖν δοκοῦσι, καὶ ἐκνευρίζουσιν ἑαυτοὺς, ὑπέρτονα τοξεύοντες, ταύτῃ μᾶλλον οὐ σωφρονοῦσιν.