Τὸ ἔργον τοῦ Χριστιανοῦ οὐδὲν ἄλλο ἐστὶν, ἢ μελετᾷν ἀποθνήσκειν.
Ἡμεῖς οὖν καὶ σώματα ἀνίστασθαι πεπιστεύκαμεν. Εἰ γὰρ καὶ φθείρεται, ἀλλ᾽ οὐκ ἀπόλλυται· τούτων γὰρ τὰ λείψανα γῆ ὑποδεξαμένη τηρεῖ, δίκην σπόρου πιαινομένου καὶ τῷ γῆς λιπαρωτέρῳ συμπλεκομένου. Αὖθις ὥσπερ κόκκος γυμνὸς σπείρεται, καὶ κελεύσματι τοῦ δημιουργήσαντος Θεοῦ θάλλων, ἠμφιεσμένος καὶ ἔνδοξος ἐγείρεται, οὐ πρότερον εἰ μὴ ἀποθανὼν λυθῆ, καὶ γῇ συμμιγῇ· ὥστε τὴν ἀνάστασιν τοῦ σώματος οὐ μάτην πεπιστεύκαμεν· Ἀλλ᾽ εἰ καὶ λύεται πρὸς καιρὸν, διὰ τὴν ἀπ᾽ ἀρχῆς γενομένην παρακοὴν, ὡς εἰς χωνευτήριον τῆς γῆς καθίσταται, πάλιν ἀναπλασθησόμενον, οὐ τοιοῦτον φθειρόμενον, ἀλλὰ καθαρὸν, καὶ μηκέτι φθειρόμενον· ὡς ἑκάστῳ σώματι ἡ ἰδία ψυχὴ ἀποδοθήσεται, καὶ τοῦτο ἐνδυσαμένη οὐκ ἀνιαθήσεται, ἀλλὰ χαρήσεται, καθαρὰ παραμείνασα, νυμφίῳ δικαίῳ συνοδεύσασα, καὶ μὴ ἐπιβούλῳ· ἐν πᾶσιν ἔχουσα μετὰ πάσης ... ἀπολήψεται, οὐκ ἀλλοιωθέντα, οὐδὲ πάθους ἢ νόσου μεταστάντα, οὐδὲ ἔνδοξα ἀπολήψεται τὰ σώματα, ἀλλ᾽ ὡς ἐν ἁμαρτήμασιν ἢ κατορθώμασιν ἐτελεύτων· καὶ ὁποῖα ἦν, τοιαῦτα ἀναβιώσαντα ἐπενδύσονται, καὶ ὁποῖα ἐν ἀπιστίᾳ γίνωνται, τοιαῦτα πιστῶς κριθήσονται.