Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εἰρηναῖος Λυώνος – Ἀπολεσθέντα συγγράμματα

Εἰρηναῖος Λυώνος

Ηθικές προτυπώσεις και η εκπλήρωση των μεσσιανικών υποσχέσεων

Τυπολογική ερμηνεία του βίου του Σαμψών και του Βαλαάμ σχετικά με την αμαρτία και τη μετάνοια, και η ανάδειξη του Ιωάννη του Προδρόμου ως προάγγελου του σαρκωθέντος Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εἰρηναῖος Λυώνος

—

Κεφάλαιο 5 από 5

Καὶ εὗρε σιαγόνα ὄνου· Σημειωτέον, ὅτι οὐκέτι ἡ θεία γραφὴ μετὰ τὴν πορνείαν τοῖς παρ᾽ αὐτοῦ κατωρθωμένοις ἐφθέγξατο τὸ, Ἥλατο ἐπ᾽ αὐτὸν πνεῦμα Κυρίου· οὕτω γὰρ τὸ τῆς πορνείας ἁμάρτημα πρὸς τὸ σῶμα, ὡς περὶ Θεοῦ ναὸν ἁμαρτάνεται, κατὰ τὸν θεῖον Ἀπόστολον.

Τοῦτο σημαίνει τὸν διωγμὸν τὸν κατὰ τῆς ἐκκλησίας παρὰ τῶν ἔτι μενόντων ἐν τῇ ἀπιστίᾳ ἐθνῶν. Ἀλλ᾽ ἤλπισεν ὁ ταῦτα πάσχων, ὡς ἔσται ἐκδίκησις κατὰ τῶν πολεμούντων. Διὰ τίνος δὲ ἡ ἐκδίκησις; Πρῶτον μὲν διὰ τοῦ καταφυγεῖν ἐπὶ τὴν νοητὴν πέτραν, δεύτερον δὲ διὰ τοῦ εὑρεῖν σιαγόνα ὄνου. Τύπος δὲ τῆς σιαγόνος τὸ σῶμα τοῦ Χριστοῦ.

Εὖ μὲν λέγοντες ἀεὶ τοὺς ἀξίους, κακῶς δὲ οὐδέποτε τοὺς ἀναξίους, τευξόμεθα καὶ ἡμεῖς τῆς τοῦ Θεοῦ δόξης καὶ βασιλείας. Προφητείᾳ ἐν αὐτοῖς ἐσημαίνετο, ὡς παραβάτης γενόμενος ὁ λαὸς σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν σφιγγίσεται.

Τὸ δὲ λυθῆναι αὐτοῦ αὐτομάτως τὰ δεσμὰ σημαίνει, ὡς μετανοήσας πάλιν λυθήσεται ἐκ τῶν τῆς ἁμαρτίας δεσμῶν. Οὐκ εὐχερὲς ὑπὸ πλάνης κατεχομένην μεταπεῖσαι ψυχήν. Καὶ τὸν Βαλαὰμ υἱὸν Βεὼρ ἀπέκτειναν ἐν ῥομφαίᾳ.

Ὁ γὰρ μηκέτι ἐν πνεύματι Θεοῦ λαλῶν, ἀλλὰ κατέναντι νόμου Θεοῦ ἕτερον πορνείας νόμον ἱστάνων, οὗτος οὐκέτι ὡς προφήτης, ἀλλ᾽ ὡς μάντις λογισθήσεται. Μὴ ἐμμείνας γὰρ τῇ τοῦ Θεοῦ ἐντολῇ, ἄξιον τῆς αὐτοῦ κακομηχανίας ἀντελάβετο μισθόν.

Θεὸς αἰῶνος, ὀνομασθεὶς Θεὸς τοῖς ἀπίστοις, τουτέστιν ὁ Σατανᾶς. Λύει τῷ Ζαχαρίᾳ τὴν σιωπὴν γεννηθεὶς ὁ Ἰωάννης. Καὶ γὰρ οὐκ ἐπράϋνε [l. ἐβάρυνε] τὸν πατέρα, τῆς φωνῆς σιωπᾶν προελθούσης· ἀλλ᾽ ὥσπερ ἀπιστηθεῖσα τὴν γλῶσσαν ἔδησεν, οὕτω φανερωθεῖσαν δοῦναι τῷ πατρὶ τὴν ἐλευθερίαν· ᾧ καὶ εὐηγγελίσθη καὶ ἐγεννήθη. Φωνὴ δὲ καὶ λύχνος λόγου καὶ φωτὸς πρόδρομος.

Εἰς τί δὲ καὶ τὸ ἐν πόλει Δαβὶδ πρόσκειται, εἰ μὴ ἵνα διὰ τὴν ὑπὸ Θεοῦ γεγενημένην τῷ Δαβὶδ ὑπόσχεσιν, ὅτι ἐκ καρποῦ τῆς κοιλίας αὐτοῦ αἰώνιος ἔσται βασιλεὺς, πεπληρωμένην εὐαγγελίσηται.