Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Ἐπιστολαί

Ἰσαὰκ ὁ Σύρος

Τέταρτη επιστολή (Μέρος Δ΄): Τα στάδια της πνευματικής θεωρίας και η έλευση της θείας χάριτος

Περιγραφή της ανόδου του νου μέσω της καθαρότητας προς τη θεωρία της κτίσης και τελικά της Αγίας Τριάδος. Η τήρηση των εντολών από αγάπη ως προϋπόθεση για την ενοίκηση του Χριστού και τη δωρεά του Αγίου Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 7 από 8

Ὅταν ἀνακαινισθῇ δὲ ὁ νοῦς καὶ ἡ καρδία ἁγιασθῇ, πᾶσαι αἱ ἔννοιαι αἱ κινούμεναι ἐν αὐτῇ κατὰ τὴν φύσιν ἐκείνου τοῦ κόσμου, ἐν ᾧ εἰσέρχεται, κινοῦνται. Πρῶτον κινεῖται ἐν αὐτῷ ὁ πόθος τῶν θείων, καὶ ἐπιποθεῖ τὴν κοινωνίαν τὴν μετὰ τῶν ἀγγέλων καὶ τὰς ἀποκαλύψεις τῶν μυστηρίων τῆς γνώσεως τοῦ πνεύματος. Καὶ αἰσθάνεται ὁ νοῦς αὐτοῦ τῆς γνώσεως τῆς πνευματικῆς τῶν ποιημάτων καὶ ἀνατέλλει ἐν αὐτῷ ἡ θεωρία τῶν μυστηρίων τῆς ἁγίας Τριάδος σὺν τοῖς μυστηρίοις τῆς οἰκονομίας τῆς προσκυνητῆς, τῆς ὑπὲρ ἡμῶν, καὶ τότε ἑνοῦται ὁλοτελῶς τῇ γνώσει τῆς ἐλπίδος τῶν μελλόντων.

Κατανόησόν μοι λοιπὸν ἐξ αὐτῶν τῶν πραγμάτων, ὧν σοι ἔγραψα, τὰ σά. Εἰ ἠδύνατο ἡ ψυχή, ἡνίκα ἦν ἐγκεκλεισμένη ἐν τῇ χώρᾳ τῶν παθῶν, ἀγαπῆσαι τὸν Θεὸν ἐν ἀληθείᾳ, οὐ πολλὴν χρείαν εἶχε τοῦ ἐρωτῆσαι καὶ μαθεῖν τὰ μυστήρια τοῦ κόσμου τοῦ πνεύματος. Ἀλλὰ δῆλον, ὅτι οὐκ ὠφελοῦσιν αἱ μαθήσεις καὶ ἡ γνῶσις ἐν τοῖς πάθεσιν, οὔτε δὲ ἱκανοῦσιν ἀνοῖξαι τὴν θύραν τὴν ἀποκεκλεισμένην τῆς καθαρότητος κατὰ πρόσωπον. Ἐὰν δὲ ληφθῶσι τὰ πάθη ἀπὸ τῆς ψυχῆς, φωτίζεται ὁ νοῦς καὶ συνίσταται ἐν τῷ τόπῳ τῷ καθαρῷ τῆς φύσεως, καὶ οὐ χρῄζει ἐρωτήσεως· ὅτι τηλαυγῶς θεωρεῖ τὰ ἀγαθὰ τὰ εὑρισκόμενα ἐν τόπῳ αὑτοῦ.

Καθάπερ γὰρ αἱ αἰσθήσεις ἡμῶν αἱ ἔξω οὐκ ἐκ μαθήσεως καὶ ἐρωτήσεως αἰσθάνονται τῶν φύσεων καὶ τῶν πραγμάτων τῶν συγγινομένων ἐν αὐταῖς, ἀλλ’ ἑκάστη τῶν αἰσθήσεων φυσικῶς, καὶ οὐ μετὰ ἐρωτήσεως αἰσθάνεται τοῦ πράγματος τοῦ ἀπαντῶντος αὐτῇ· οὐ γάρ ἐστι διδαχὴ μεσιτεύουσα μεταξὺ τῶν αἰσθητικῶν καὶ τῶν αἰσθητῶν· τῷ τυφλῷ ὁπόσον ἂν λέγηται αὐτῷ περὶ τῆς δόξης τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ τοῦ χοροῦ τῶν ἀστέρων καὶ τῆς λαμπηδόνος τῶν λίθων τῶν τιμίων, ἐν ὀνομασίᾳ μόνον δέχεται καὶ κρίνει καὶ νοεῖ τὴν ὡραιότητα, ἣν ἔχουσιν, ἡ δὲ γνῶσις αὐτοῦ καὶ ἡ διάκρισις ἀπέχουσιν ἀπὸ τῆς ἡδονῆς τῆς ὁράσεως αὐτῶν· οὕτω τὸν ὅμοιον τρόπον νόει μοι καὶ περὶ τῆς θεωρίας τοῦ πνεύματος. Ὁ νοῦς γὰρ ὁ θεωρητικὸς τῶν κρυπτῶν μυστηρίων τοῦ πνεύματος ἐὰν ᾖ ἐν τῇ ὑγείᾳ τῆς φύσεως αὐτοῦ, θεωρεῖ ἀρτίως τὴν δόξαν τοῦ Χριστοῦ, καὶ οὐκ ἐρωτᾷ καὶ μανθάνει, ἀλλὰ τρυφᾷ ἐν τῇ ἡδονῇ τῶν μυστηρίων τοῦ κόσμου τοῦ καινοῦ ὑπεράνω τῆς ἐλευθερίας τοῦ θελήματος, κατὰ τὴν θερμότητα τῆς πίστεως καὶ τῆς ἐλπίδος τῆς εἰς τὸν Χριστόν, καθὼς ἔγραψεν ὁ μακάριος Παῦλος· «ὃ βλέπομεν, τί καὶ ἐλπίζομεν; Δι’ ὑπομονῆς ἀπεκδεχόμεθα».

Ὀφείλομεν λοιπὸν ἀπεκδέχεσθαι καὶ ἐμμένειν μυστικῶς καὶ μετὰ ἁπλότητος πρὸς τὸν ἔσω ἡμῶν ἄνθρωπον, ὅπου οὐκ ἔστιν ἐκτυπώματα τῶν λογισμῶν, οὐδὲ θεωρία τῶν συνθέτων. Διότι, ὥσπερ ὁ νοῦς βλέπει, οὕτω δέχεται τὰ παραδείγματα.

Ὅταν γὰρ βλέπῃ πρὸς τὸν κόσμον κατὰ τὴν παραλλαγὴν τῶν σχημάτων, ἐν οἷς ἂν μετεωρίζηται, κατὰ τοσοῦτον δέχεται ἐξ αὐτῶν ὁ νοῦς τύπους καὶ ὁμοιώματα. Καὶ ταῦτα πρὸς τὸ μέτρον τοῦ πλήθους αὐτῶν καὶ πρὸς τὴν διαφορὰν τῆς ἀλλοιώσεως αὐτῶν κινοῦσιν ἐν αὐτῷ λογισμούς. Καὶ ὅταν κινηθῶσιν οἱ λογισμοί, σφραγίζουσι τὸν νοῦν. Ἐὰν δὲ εἰς τὸν ἔσω ἄνθρωπον ὁ νοῦς ἀποβλέπῃ, ὅπου οὐκ ἔστι τι χρήσασθαι δυνατὸν ἐν τῇ ἀλλοιώσει τῶν σχημάτων, οὐδὲ σύνθετος τῶν συνθέτων διαιρεῖται ἐν τῇ ἀλλοιώσει τῶν τύπων, ἀλλ’ ὅλων ἐξ ὅλου Χριστός, δῆλον ὅτι τὴν ἁπλῆν θεωρίαν δέχεται ὁ νοῦς, ἧς χωρὶς οὐδέν τι ἕτερον εὐωδιάζει τὸν φάρυγγα τῆς ψυχῆς καὶ κτήσασθαι αὐτὴν παρρησίαν ἐν τῇ ὥρᾳ τῆς προσευχῆς ποιεῖν πέφυκε· διότι αὕτη ἐστὶν ἡ τροφὴ τῆς φύσεως τῆς ψυχῆς. Καὶ ἡνίκα στῇ ὁ νοῦς ἐν τῇ χώρᾳ τῆς ἐπιγνώσεως τῆς ἀληθείας, οὐ χρῄζει τῆς ἐρωτήσεως.

Ὥσπερ γὰρ ὁ σωματικὸς ὀφθαλμὸς οὐκ ἐρωτᾷ, εἶτα βλέπει τὸν ἥλιον, οὕτως οὐδὲ ὁ τῆς ψυχῆς ὀφθαλμὸς ἐξετάζει πρῶτον, καὶ μετὰ τοῦτο θεωρεῖ τὴν γνῶσιν τοῦ πνεύματος. Οὕτω καὶ ἡ θεωρία ἡ μυστική, ἣν ἐπιθυμεῖς, ὦ ἅγιε, μετὰ τὴν τῆς ψυχῆς ὑγείαν ἀποκαλύπτεται τῷ νοΐ. Ἐκείνη δὲ ἡ μετὰ ἐξετάσεως καὶ ἀνακρίσεως μαθεῖν τοιαῦτα μυστήρια θέλουσα ἀφροσύνη ψυχῆς ἐστι. Καὶ γὰρ ὁ μακάριος Παῦλος οὐκ ἐν μαθήσει ἢ ἐν τρόπῳ ὑλικῷ εἶπεν, ὅτι εἶδε καὶ ἤκουσε μυστήρια καὶ ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι, ἀλλ’ ἁρπαγῇ ἡρπάγη εἰς τὴν χώραν τὴν πνευματικὴν καὶ ἐθεάσατο τὴν ἀποκάλυψιν τῶν μυστηρίων.

Λοιπὸν καὶ σύ, ὦ ἅγιε, ἐὰν ἀγαπᾷς τὴν καθαρότητα, κόψον ἐκ πάντων τὴν ἀγάπην τὴν ἐκκεχυμένην πρὸς πάντας καὶ εἰσελθὼν ἔργασαι ἐν τῇ ἀμπέλῳ τῆς καρδίας σου, ἔκτιλλον ἐκ τῆς ψυχῆς σου τὰ πάθη, ἔργασαι μὴ γνῶναι κακίαν ἀνθρώπου.

Ἡ καθαρότης βλέπει τὸν Θεόν, οὐκ ἐξ αἰτήσεως ἀνατέλλει καὶ ἀνθεῖ ἐν τῇ ψυχῇ, ἀλλ’ ἐκ τοῦ μὴ γινώσκειν κακίαν ἀνθρώπου τινός. Ἐὰν δὲ θέλῃς, ἵνα γένηται ἡ καρδία σου τόπος μυστηρίων τοῦ καινοῦ κόσμου, πρῶτον μὲν πλούτησον ἐν ἔργοις σωματικοῖς, νηστείᾳ, ἀγρυπνίᾳ, λειτουργίᾳ, ἀσκήσει, ὑπομονῇ, καθαιρέσει τῶν λογισμῶν καὶ τοῖς λοιποῖς. Δέσμευσον τὸν νοῦν σου ἐν τῇ ἀναγνώσει τῶν Γραφῶν καὶ τῇ μελέτῃ τῇ ἐν αὐταῖς, γράψον τὰς ἐντολὰς κατέναντι τῶν ὀφθαλμῶν σου, καὶ ἀπόδος τὸ χρέος τῶν παθῶν, ἡνίκα ἡττᾶσαι καὶ ἡττᾷς. Καὶ ἐν τῇ διηνεκεῖ ὁμιλίᾳ τῆς εὐχῆς καὶ τῆς λιτῆς καὶ τῇ μελέτη τῇ ἐν αὐταῖς ἔκτιλλον ἐκ τῆς καρδίας σου πᾶσαν εἰκόνα καὶ πᾶν ὁμοίωμα, ὅπερ προληπτικῶς προελήφθης.

Ἔθισον τὸν νοῦν σου ἀεὶ ἐν τοῖς μυστηρίοις τῆς οἰκονομίας τοῦ Σωτῆρος μελετᾶν, καὶ ἄφες τὴν αἴτησιν τῆς γνώσεως καὶ τῆς θεωρίας, ἅπερ ὑπερβάλλει τὴν διήγησιν τῶν λόγων, εἰς τὸν τόπον καὶ τὸν καιρὸν αὐτῶν, καὶ ἀκολούθησον τῇ ἐργασίᾳ τῶν ἐντολῶν καὶ τοῖς ἔργοις τοῖς ὑπὲρ τῆς καθαρότητος, καὶ αἴτει σεαυτῷ παρὰ Κυρίου ἐν τῇ προσευχῇ λύπην πυρὸς πεπυρωμένην ἐν πᾶσιν (ἣν καὶ ταῖς καρδίαις τῶν Ἀποστόλων καὶ τῶν μαρτύρων ἐνέθηκε καὶ τῶν πατέρων), ἵνα στάξῃ ἐν τῇ καρδίᾳ σου καὶ ἀξιωθῇς τῆς πολιτείας τῆς διανοίας. Ἡ ἀρχὴ καὶ τὸ μέσον καὶ τὸ τέλος τῆς πολιτείας ταύτης ταυτά ἐστιν· ἡ ἐκκοπὴ πάντων τῇ ἑνώσει τῇ ἐν Χριστῷ. Ἐὰν δὲ ἐπιθυμῇς τῆς θεωρίας τῶν μυστηρίων, ἐν ἔργοις ἔργασαι τὰς ἐντολὰς ἐν σεαυτῷ, καὶ μὴ ἐν τῇ καταδιώξει τῆς γνώσεως αὐτῶν. Ἡ θεωρία ἡ πνευματικὴ ἐν τῇ χώρᾳ τῆς καθαρότητος ἐνεργεῖ ἐντὸς ἡμῶν. Καὶ σὺ ζήτησον πρῶτον μαθεῖν, πῶς εἰσέρχῃ εἰς τὴν χώραν τῶν μυστηρίων τοῦ πνεύματος, καὶ οὕτως ἄρξαι.

Πρῶτον τῶν μυστηρίων καλεῖται ἡ καθαρότης, ἡ συνισταμένη ἐκ τῆς ἐνεργείας τῶν ἐντολῶν. Θεωρία δέ ἐστιν ἡ θεωρία ἡ πνευματικὴ τοῦ νοός, τὸ ἐκπλήττεσθαι καὶ κατανοεῖν ἐν πᾶσιν οἷς ἐγένοντο καὶ γεννήσονται. Θεωρία ἐστὶν ἡ ὅρασις τοῦ νοός, ἐκπλήττεσθαι ἐπὶ τῇ οἰκονομίᾳ τοῦ Θεοῦ τῇ ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ, καὶ κατανοεῖν τὰς δόξας αὐτοῦ καὶ τὰ δυσχερῆ τοῦ καινοῦ κόσμου, ἐν οἷς συντρίβεται ἡ καρδία καὶ ἀνακαινίζεται καὶ καθ’ ὁμοιότητα τῶν ἐν Χριστῷ νηπίων ἐν γάλακτι χωρὶς κακίας, καὶ ἐθίζεται ἐν τοῖς μυστηρίοις τοῦ πνεύματος καὶ ἐν ταῖς ἀποκαλύψεσι τῆς γνώσεως. ἐπαιρόμενος ἀπὸ γνώσεως εἰς γνῶσιν καὶ ἀπὸ θεωρίας εἰς θεωρίαν καὶ ἀπὸ κατανοήσεως εἰς κατανόησιν καὶ μανθάνει καὶ κραταιοῦται μυστικῶς, ἕως ἂν ὑψωθῇ ἐν τῇ ἀγάπῃ καὶ ἑνωθῇ ἐν τῇ ἐλπίδι καὶ ἐνδομυχήσῃ ἐν αὐτῷ ἡ χαρὰ καὶ ὑψωθῇ ἐν τῷ Θεῷ καὶ στεφανωθῇ τῇ δόξῃ τῇ φυσικῇ τῆς ἑαυτοῦ δημιουργίας, ἐν ᾗ ἐκτίσθη.

Ἐν ταύταις ταῖς νομαῖς τοῦ πνεύματος ἀνέρχεται ὁ νοῦς ἐν ταῖς ἀποκαλύψεσι τῆς γνώσεως καὶ πίπτει καὶ ἐγείρεται, καὶ νικᾷ καὶ ἡττᾶται, καὶ τηγανίζεται ἐν τῇ καμίνῳ τοῦ κελλίου καὶ οὕτω καθαίρεται, καὶ γίνεται ἔλεος καὶ πρακτικῶς ἀξιοῦται τῆς θεωρίας τῆς ἁγίας Τριάδος, ἧς ἐν ἐπιθυμίᾳ ὑπάρχει. Θεωρίαι γὰρ τῶν φύσεων, ἐν αἷς ὁ νοῦς ὑψοῦται καὶ ἐνεργεῖ καὶ γυμνάζεται, τρεῖς εἰσι· δύο τῶν φύσεων τῶν κτιστῶν, τῶν λογικῶν καὶ ἀλόγων, καὶ πνευματικῶν καὶ σωματικῶν, καὶ ἡ ἄλλη τῆς ἁγίας Τριάδος. Πρῶτον μὲν οὖν εἰς πᾶν κτίσμα ἐλθόν, εἰς τὴν κτίσιν γίνεται ἡ θεωρία, καὶ διέρχεται δι’ αὐτῆς ὁ νοῦς ἐν τῇ ἀποκαλύψει τῆς γνώσεως. Τοῖς δὲ μὴ ὑποπίπτειν τῇ αἰσθήσει πεφυκόσι, θεωρία γίνεται ἐν αὐτοῖς νοητή. Καὶ ὁ νοῦς ἔχει θεωρίαν τοῦ θεωρεῖν ἑαυτόν, ἐν ᾗ οἱ ἔξω φιλόσοφοι μετεωρίσαντο τὴν διάνοιαν ἑαυτῶν ἐν τῇ φαντασίᾳ τῶν κτισμάτων.

Ἡ θεωρία οὖν τῶν υἱῶν τοῦ μυστηρίου τῆς πίστεως μετὰ τῆς πίστεως συγκεκολλημένη ἐστὶ καὶ ἐν τῷ λειμῶνι τῶν Γραφῶν ποιμαίνεται, ἥτις συνάγει τὸν νοῦν ἀπὸ παντὸς μετεωρισμοῦ ἐξωτέρου καὶ δεσμεύει αὐτὸν ἐν τῇ ἑνώσει τοῦ Χριστοῦ, καθ’ ὁμοιότητα Βασιλείου καὶ Γρηγορίου, καὶ εἰς τοὺς μυστικοὺς λόγους τοὺς τεθέντας ἐν τῇ Γραφῇ γεύεται ἡ θεωρία αὐτοῦ. Καὶ οἱ μὴ καταλαμβανόμενοι ὑπὸ τῆς γνώσεως λόγοι, δεκτοὶ διὰ τῆς πίστεως ὑφ’ ἡμῶν γίνονται, καὶ ἐν τῇ θεωρίᾳ δεχόμεθα γνῶσιν ὑπὲρ αὐτῶν, ἥτις γίνεται ἐν ἡμῖν μετὰ τὴν κάθαρσιν.

Καὶ διὰ τὰ μυστήρια τοῦ πνεύματος τὰ ὑπὲρ τὴν γνῶσιν, ὧν αἱ αἰσθήσεις τοῦ σώματος οὐκ αἰσθάνονται, οὐδὲ τὸ λογικὸν τοῦ νοός, ἔδωκεν ἡμῖν ὁ Θεὸς πίστιν, ἐν ᾗ γινώσκομεν μόνον, ὅτι εἰσί, καὶ ἐξ αὐτῆς τῆς πίστεως γεννᾶται ἡμῖν ἡ ἐλπὶς ὑπὲρ αὐτῶν. Ἐν τῇ πίστει ἐξομολογούμεθα, ὅτι ὁ Θεὸς Κύριος καὶ δεσπότης καὶ κτίστης καὶ δημιουργὸς τῶν ἁπάντων ἐστί, καὶ ἐν τῇ γνώσει διακρίνομεν, ὅτι δέον ἡμᾶς φυλάξαι τὰς ἐντολὰς αὐτοῦ καὶ νοῆσαι τοῦτο, ὅτι τὰς ἐντολὰς τὰς παλαιὰς ὁ φόβος φυλάττει, καθὼς εἶπεν αὐτός· τὰς δὲ ζωοποιοὺς ἐντολὰς τοῦ Χριστοῦ ἡ ἀγάπη φυλάττει, καθὼς εἶπεν· «ἐγὼ τετήρηκα τὰς ἐντολὰς τοῦ Πατρός μου καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ».

Δῆλον οὖν, ὅτι οὐκ ἐν φόβῳ φυλάττει ὁ υἱὸς τὰς τοῦ πατρὸς αὑτοῦ ἐντολάς, ἀλλ’ ἐξ ἀγάπης. Καὶ διὰ τοῦτο παραγγέλλει ἡμῖν, ἵνα καὶ ἡμεῖς ἐξ ἀγάπης τηρήσωμεν τὰς ἐντολάς, καθὼς λέγει· «ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσετε, καὶ ἐγὼ ἐρωτήσω τὸν Πατέρα μου, καὶ ἄλλον Παράκλητον πέμψει ὑμῖν». Παρουσίαν τοῦ Παρακλήτου καλεῖ τὰ χαρίσματα τῆς ἀποκαλύψεως τῶν μυστηρίων τοῦ πνεύματος, ὡς εἶναι ἐν τῇ ὑποδοχῇ τοῦ Πνεύματος, ἣν οἱ Ἀπόστολοι ἐδέξαντο, τὴν τελείωσιν τῆς γνώσεως τῆς πνευματικῆς. Καὶ τὸν Παράκλητον ὁ Κύριος καθωμολόγησε καὶ ὑπέσχετο ἐρωτήσας τὸν Πατέρα ἑαυτοῦ δοῦναι αὐτοῖς, ὅπως διαμένη μετ’ αὐτῶν εἰς τοὺς αἰῶνας μετὰ τὴν ἐργασίαν τῶν ἐντολῶν καὶ τὴν κάθαρσιν.

Ὁρᾷς, ὅτι ἐκ τῆς φυλακῆς τῶν ἐντολῶν ἀξιοῦται ὁ νοῦς τῆς χάριτος τῆς θεωρίας τῆς μυστικῆς καὶ τῆς ἀποκαλύψεως τῆς γνώσεως τοῦ πνεύματος, οὐχ ὡς ἡ σοφία σου ὑπενόησεν, ὅτι τὸ ἔργον τῆς φυλακῆς τῶν ἐντολῶν ἀναχαιτισμὸς τῆς θεωρίας τῶν θείων μυστηρίων, τῶν ἐν τῇ ἡσυχίᾳ τελειουμένων ἐστί;

Παρακαλῶ οὖν σε, ἐὰν αἰσθηθῇς ἐν τῇ ψυχῇ σου, ὅτι ἔφθασας τὴν χώραν τῆς ἀγάπης, τήρησον τὰς ἐντολὰς τῆς νέας, διὰ τὸν πόθον τοῦ τεθεικότος αὐτάς, ἀλλὰ μὴ διὰ τὸν φόβον. Καθὼς καὶ ὁ μακάριος Παῦλος ἡνίκα ἐπυροῦτο ἐν τῇ ἀγάπῃ τῇ θείᾳ, εἶπε· «τίς χωρίσει με ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις ἢ φυλακὴ ἢ διωγμός;» καὶ τὰ ἑξῆς. Καὶ πάλιν προστίθησι· «πέπεισμαι γάρ, ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἐνεστῶτα οὔτε μέλλοντα δύνανταί με χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν». Καὶ ἵνα μὴ νομισθῇ, ὅτι τὸν μισθὸν τὸν πολὺν ἢ τὴν τιμὴν ἢ τὴν δόσιν τὴν ὑπερβάλλουσαν τῶν πνευματικῶν ἐπιθυμεῖ, καθὼς ἡ σὴ ἁγιωσύνη ἐπιθυμεῖ, εἶπεν· «ηὐχόμην ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ, ἵνα οἱ ἀλλότριοι οἰκειωθῶσιν αὐτῷ».

Καὶ ἵνα γνῷς ὅτι οὐ τὴν θεωρίαν τὴν μυστικὴν καὶ ἀναχωρητικὴν ἦν καταδιώκων καθ’ ὁμοιότητα τῆς σῆς πατροσύνης, ἀλλ’ ἐκείνην ἐπιθυμεῖ, ἧς πολλάκις τινὲς διὰ τῆς χάριτος ἠξιώθησαν, ἄκουσον τί φησιν ἐν ἄλλῳ τόπῳ· «ἐὰν ταῖς γλώσσαις τῶν ἀγγέλων λαλῶ καὶ τῶν ἀνθρώπων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν, ἢ κύμβαλον ἀλαλάζον· κᾂν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω τὴν πίστιν, ὥστε ὄρη μεθιστάναι, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι». Ὅτι ἡ θύρα ἡ νομίμη ἡ εἰσφέρουσα εἰς ταῦτα, ἡ ἀγάπη ἐστίν. Ἐὰν κτησώμεθα ἀγάπην, αὐτὴ εἰσφέρει ἡμᾶς εἰς ταῦτα. Ἐὰν δὲ ἐν χάριτι ἀξιωθῶμεν τούτων χωρὶς ἀγάπης, πάντως ποτὲ γενήσεται ἡμῖν ἀποκτήσασθαι αὐτά. Ἡ κτῆσις γὰρ καὶ ὁ φρουρὸς τῶν ὑψηλοτέρων ἁγίων καὶ τῆς θείας πολιτείας ἡ ἀγάπη ἐστίν. Εὐθέως γὰρ ἡνίκα ἀποκτήσηται ὁ μοναχὸς τὴν ἀγάπην, ἡ καρδία ἀποκτᾶται τὴν εἰρήνην (αὕτη δέ ἐστι τὸ σκήνωμα τοῦ Θεοῦ) καὶ ἀποκλείεται αὐτῷ ἡ θύρα τῆς χάριτος, ἐν ᾗ ὁ Κύριος ἡμῶν εἰσελεύσεται καὶ ἐξελεύσεται, καθὼς εἶπεν· ὅτι «ἐγώ εἰμι ἡ θύρα τῆς ζωῆς καὶ ἐν ἐμοὶ ὁ ἄνθρωπος εἰσελεύσεται ζῆσαι καὶ νομὴν εὑρήσει» εἰς ἀναστροφὴν τῆς ἑαυτοῦ ζωῆς τῆς πνευματικῆς.

Ἔνθα μήτε ὑπὸ κακίας μήθ’ ὑπὸ πλάνης ἀναχαιτίζεται, ἀλλ’ ἐν πάσαις ταῖς ἀναβάσεσι τῶν ἀποκαλύψεων τῆς γνώσεως καὶ τῶν θεωριῶν τῶν μυστικῶν εἰσάγει αὐτὸν καὶ ἐξάγει ἡ θεία ἀγάπη κατὰ τοὺς ἐλευθέρους τοῦ Χριστοῦ.

Καὶ ἵνα γνῷς τὴν ἀλήθειαν τούτων, ὡς ἐν ἀληθείᾳ ἡ πνευματικὴ ζωὴ τοῦ νοὸς θεωρία θεία ἐστίν, ἄκουσον τοῦ μεγάλου Παύλου. Αὐτὸς γὰρ βοᾷ, ὅτι οὐκ εὐδοκῶ ἐν αὐτῇ χωρὶς τῆς ἀγάπης, καὶ ἐὰν εἰς τὴν πύλην τὴν νομίμην τῆς ἀγάπης οὐκ εἰσελεύσωμαι, ἤτοι πρὸς θεωρίαν, οὐδὲ ἐπιθυμίᾳ ἐπιθυμήσω τὴν ἀγάπην, καὶ ἂν δοθῇ μοι κατὰ χάριν, ἡνίκα οὐκ ἐκτησάμην τὴν ἀγάπην, οὐ ζητῶ αὐτήν· ἐπεὶ οὐκ εἰσῆλθον πρὸς αὐτὴν διὰ τῆς θύρας τῆς φυσικῆς, ἥτις ἐστὶν ἡ ἀγάπη.

Δεῖ οὖν πρῶτον κτήσασθαι ἀγάπην, ἥτις ἐστὶν ἡ θεωρία ἡ προτέρα τῆς ἁγίας Τριάδος, καὶ μετὰ ταῦτα χωρὶς δόσεως ἔσται μοι φυσικῶς ἡ τῶν πνευματικῶν θεωρία. Κατανόησόν μοι τὴν σοφίαν τοῦ μακαρίου Παύλου, ὅπως κατέλιπε πάντα τὰ χαρίσματα τὰ μεταδιδόμενα ὑπὸ τῆς χάριτος καὶ ᾐτήσατο τὴν ὑπόστασιν αὐτὴν τῶν πραγμάτων, ἥτις ὑποδέχεται τὰ χαρίσματα καὶ φυλάττει αὐτά, καθώς τις λέγει. Τὸ χάρισμα τῆς θεωρίας τῶν κτισμάτων καὶ τῷ Μωσεῖ ἐδόθη, καὶ πολλοὶ αὐτῆς ἠξιώθησαν, ὅμως οὐκ ἐν βεβαιώσει, ἀλλ’ ἐν ἀποκαλύψει.

Ἐγὼ δὲ ὁ βαπτισθεὶς ἐν τῷ Πνεύματι τῷ ἁγίῳ καὶ πεπληρωμένος χάριτος ὑπάρχων θέλω δέξασθαι αἴσθησιν ἐντός μου τοῦ ἐνοικοῦντος ἐν ἐμοὶ Χριστοῦ. Ὁ Χριστὸς γὰρ ἐποίησε τὸν ἀνακαινισμὸν τῆς φύσεως ἡμῶν ἐν τῇ ἑαυτοῦ ὑποστάσει, καὶ ἐνεδυσάμεθα αὐτὸν ἐξ ὕδατος καὶ Πνεύματος, καὶ ἐν μυστηρίῳ ἀρρήτων ἥνωσεν ἡμᾶς ἑαυτῷ, καὶ ἐποίησεν ἡμᾶς μέλη τοῦ ἑαυτοῦ σώματος· ἀλλ’ ἐνταῦθα μὲν ἐν ἀρραβῶνι, ἐν δὲ τῷ καινῷ κόσμῳ φυσικῶς μεταδιδοῖ τῆς ζωῆς τοῖς λοιποῖς μέλεσι.