Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Ἐπιστολαί

Ἰσαὰκ ὁ Σύρος

Τέταρτη επιστολή (Μέρος Ε΄): Διάκριση της αληθινής θεωρίας από την πλάνη και η σημασία της μετάνοιας

Κριτική των ψευδών οπτασιών και των δαιμονικών φαντασιώσεων, η αξία της αληθινής εκστάσεως κατά το πρότυπο των Αποστόλων, ο κίνδυνος της κενοδοξίας και οι τελικές προτροπές για συνεχή μετάνοια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 8 από 8

Λοιπὸν τί θέλεις καὶ ζητεῖς τὴν θεωρίαν πρὸ τῆς ἀγάπης, ὁπότε Παῦλος ὁ θεῖος ἀδόκιμον αὐτὴν ἐποίησεν ἐκτὸς ἀγάπης; Ἐκεῖνο γὰρ ὃ εἶπας, ὅτι ἡ ἐργασία τῶν ἐντολῶν ἀναχαιτίζει με τῆς θεωρίας, δῆλον ὅτι ἔψεξας τὴν τοῦ πλησίον ἀγάπην καὶ προέκρινας τὴν θεωρίαν καὶ ἐπιθυμεῖς ἰδεῖν αὐτήν, ἔνθα οὐ θεωρεῖται, ἕως ὅτε ἡμεῖς οὐ δυνάμεθα ἰδεῖν τὴν θεωρίαν, ὦ σοφώτατε, ἀλλ’ ἡ θεωρία αὐτὴ δεικνύει ἡμῖν ἑαυτὴν ἐν τῷ ἑαυτῆς τόπῳ. Καθάπερ ἐν τῇ αὐξήσει τῆς ἡλικίας τῆς φύσεως δέχεται ἡ ψυχὴ τὴν διαφορὰν τῆς γνώσεως καὶ αἰσθάνεται τῶν τοῦ κόσμου καὶ γυμνάζεται ἐν αὐτοῖς ἡμέραν καθ’ ἡμέραν, οὕτω καὶ ἐν τοῖς τοῦ πνεύματος δέχεταί τις τὴν θεωρίαν τὴν πνευματικὴν καὶ τὴν θείαν αἴσθησιν, καὶ γυμνάζεται ἐν αὐτοῖς, καθ’ ὅσον αὐξάνει ὁ νοῦς ἐν τῇ πολιτείᾳ τῆς διανοίας, καὶ προκόπτει ἐπὶ τὸ ἔμπροσθεν. Ἐὰν δὲ φθάσῃ τὴν χώραν τῆς ἀγάπης θεωρεῖ τὰ πνευματικὰ εἰς τὸν τόπον αὐτῶν, ἅτινα καθ’ ὅσον ἄν τις βιάσηται καταβιβάσαι πρὸς αὐτόν, οὐ πείθονται. Ἐὰν δὲ φαντασθῇ τολμηρῶς καὶ θεωρήσῃ καὶ κατανοήσῃ ἐν αὐτοῖς ἐν οὐ καιρῷ, ἀμβλυωπεῖ εὐθὺς ἡ ὅρασις αὐτοῦ, καὶ φαντασίαι καὶ τύποι ἀντὶ τῶν ἀληθινῶν θεωροῦνται αὐτῷ.

Ταῦτα ἀρτίως ἡνίκα ἂν λάβῃς ἐν τῷ νοΐ σου τῷ διακριτικῷ, μὴ ζητήσῃς τὴν θεωρίαν ἐν οὐ καιρῷ. Ἐὰν δὲ καὶ νῦν δοκῇ σοι ὁρᾶσθαι τὴν θεωρίαν, σκιά ἐστι τῆς φαντασίας, καὶ οὐ θεωρία ἡ θεωρία. Ὅτι παντὶ νοητῷ γίνεται ὁμοίωμα καὶ τύπος φαντασίας· καὶ πάλιν γίνεται ἐν αὐτῷ καὶ θεωρία ἀληθινή. Ἰδοὺ γὰρ καὶ ταῖς φύσεσι ταῖς συνθέτοις γίνεται φαντασία, καί ἐστιν ὅτε ἔχουσι καὶ θεωρίαν ἀληθινήν. Ἐὰν δὲ ᾖ θεωρία ἀληθής, τὸ φῶς εὑρίσκεται κᾀκεῖνο τὸ θεωρούμενον πλησίον τῆς ἀληθείας θεωρεῖται. Ὅταν δὲ γένηται ἐξ ἐναντίας τούτων, σκιὰν ἀντὶ τῆς ἀληθείας θεωρεῖ ὁ ὀφθαλμός, ὅτε θεωρεῖ ὕδωρ, ὅπου οὐκ ἔστιν ὕδωρ, καὶ οἰκοδομὰς ἐπῃρμένας καὶ κρεμαμένας ἐν τῷ ἀέρι, καὶ εἰσὶν ἐν τῇ γῇ κείμεναι. Ἐν τῇ τοιαύτῃ δηλώσει τῶν σωματικῶν, τὸ αὐτὸ νόει μοι καὶ ἐπὶ τῶν νοητῶν.

Ἐὰν μὴ καθαρισθῇ ἡ ὅρασις τοῦ νοὸς ἐν τῇ ἐργασίᾳ τῶν ἐντολῶν καὶ ἐν ταῖς πράξει τῶν πολιτειῶν τῆς ἡσυχίας, καὶ κτήσηται τὸ φῶς τῆς ἀγάπης ἐν τελειότητι καὶ αὐξηθῇ ἐν τῇ ἡλικίᾳ τῆς καινότητος τοῦ Χριστοῦ καὶ ἐν τῇ διαφορᾷ τῆς γνώσεως πλησίον γένηται τῶν πνευματικῶν φύσεων ἐν τῇ τάξει, ἐν ᾗ ζητεῖ τὴν ἀγγελικὴν πολιτείαν τοῦ Πνεύματος, οὐ δύναται θεωρητικὸς ἀληθινὸς γενέσθαι τῆς θείας θεωρίας. Καὶ ὅσα ὁμοιώματά τινα νομίζει ὁ νοῦς ὑπὲρ αὐτῶν ποιεῖσθαι, φαντασία λέγεται καὶ οὐκ ἀλήθεια. Καὶ τοῦτο, τὸ θεωρεῖν ἄλλο τι ἀντ’ ἄλλου τὸν νοῦν, ἐκ τοῦ μὴ καθαρεύειν συμβαίνει αὐτόν. Ἡ φύσις γὰρ τῆς ἀληθείας ἀναλλοίωτος μένει ἀεί, μὴ ἀλλοιουμένη ποτὲ εἰς ὁμοιώματα. Ἡ αἰτία τῆς φαντασίας τῶν εἰκόνων, ἡ ἀσθένεια καὶ οὐχ ἡ καθαρότης ἐστὶ τοῦ νοός.

Τοῦτο συνέβη καὶ τοῖς ἔξω φιλοσόφοις, ἐπειδὴ ταῦτα ἐνόμισαν εἶναι τὰ πνευματικά, περὶ ὧν διδαχὴν ἀληθινὴν ἐκ τοῦ Θεοῦ οὐκ ἐδέξαντο. Ἐκ γὰρ τοῦ σφιγμοῦ καὶ τῆς κινήσεως τοῦ λογιστικοῦ αὑτῶν καὶ ἐκ τῶν ἐννοιῶν τῶν λογισμῶν αὑτῶν ἔδοξαν τῇ οἰήσει αὑτῶν, ὅτι εἰσί τι. Καὶ μετὰ τούτου, καὶ πῶς εἰσι διελογίσαντο, ἵνα ἡ εὕρεσις τῆς γενέσεως αὐτῶν καὶ ἡ ἀλλοίωσις τῆς ἀφομοιώσεως αὐτῶν αὐτοῖς γένωνται τὰ ἀμφότερα.

Καὶ διελάλησαν περὶ αὐτῶν ἐν οἰήσει τῇ μὴ καθηκούσῃ καὶ τὸν ἕνα Θεὸν εἰς πολυθεΐαν κατεμερίσαντο καὶ ἐλάλησαν καὶ συνέθεντο ἐν τῇ ἀδολεσχίᾳ τῶν λογισμῶν αὑτῶν. Καὶ ταύτην τὴν φαντασίαν τῆς παραφρονήσεως τῶν λογισμῶν αὑτῶν θεωρίαν ἐκάλουν τῶν φύσεων.

Θεωρία οὖν ἡ ἀληθινὴ τῶν φύσεων τῶν αἰσθητῶν καὶ ἀναισθήτων καὶ αὐτῆς τῆς ἁγίας Τριάδος, ἐν τῇ τοῦ Χριστοῦ ἀποκαλύψει προσγίνεται, ἣν ἐδίδαξε καὶ ἔδειξε τοῖς ἀνθρώποις, ἡνίκα ἐν πρώτοις ἐποίησεν ἀνακαινισμὸν ἐν τῇ ἑαυτοῦ ὑποστάσει τῇ φύσει τῇ ἀνθρωπίνῃ, καὶ κατέτριψεν ἡμῖν ὁδὸν ἐν ἑαυτῷ τοῦ διαβῆναι ἐν ταῖς ζωοποιοῖς αὐτοῦ ἐντολαῖς πρὸς τὴν ἀλήθειαν. Καὶ τότε ἱκανὴ ἡ φύσις γενέσθαι θεωρητικὴ τῆς ἀληθινῆς θεωρίας, ἀλλὰ μὴ τῆς φανταστικῆς, ὁπόταν ὁ ἄνθρωπος ἐν πρώτοις ἐν τῇ ὑπομονῇ τῶν παθῶν καὶ τῇ ἐργασίᾳ καὶ τῇ θλίψει ἀποδύσηται τὸν παλαιὸν ἄνθρωπον τῶν παθῶν, καθὼς ἀποδύεται τὸ βρέφος τὸ εὐθυγενὲς τὸ τῆς μήτρας ἔνδυμα. Τότε ἱκανὸς ὁ νοῦς γεννηθῆναι πνευματικῶς καὶ ὁραθῆναι ἐν τῷ κόσμῳ τοῦ πνεύματος καὶ δέξασθαι θεωρίαν τῆς πατρίδος αὐτοῦ.

Ἡ θεωρία οὖν ἀρτίως τῶν ποιημάτων, εἰ καὶ γλυκεῖά ἐστιν, ἀλλὰ σκιά ἐστι τῆς γνώσεως, καὶ οὐκ ἔστιν ἡ γλυκύτης αὐτῆς ἀφωρισμένη ἐκ τῆς τῶν ὀνείρων φαντασίας. Θεωρία οὖν τοῦ καινοῦ κόσμου ἐν τῷ πνεύματι ἀποκαλύψεως, ἐν ᾗ κατατρυφᾷ ὁ νοῦς πνευματικῶς, τῆς χάριτός ἐστιν ἐνέργεια, ἀλλ’ οὐ σκιὰ τῆς γνώσεως. Καὶ οὐκ ἔστιν ἡ ἡδύτης αὐτῆς ἀφωρισμένη ἐκείνης, ἧς ἔγραψεν ὁ Ἀπόστολος, «ἃ ὀφθαλμός», λέγων, «οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν», τοῖς ἁγίοις δὲ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος αὑτοῦ. «Αὐτὸ γὰρ τὸ Πνεῦμα πάντα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ». Καὶ αὕτη ἡ θεωρία γίνεται τροφὴ τῷ νοΐ, ἕως ἂν ἰσχύσῃ δέξασθαι θεωρίαν ὑψηλοτέραν τῆς πρώτης θεωρίας. Διότι ἡ θεωρία τῇ θεωρίᾳ μεταδίδωσι, μέχρις ἂν εἰσαχθείη εἰς τὴν χώραν ὁ νοῦς τῆς τελείας ἀγάπης. Ἡ ἀγάπη γὰρ τόπος ἐστὶ τῶν πνευματικῶν καὶ ἐν τῇ καθαρότητι τῆς ψυχῆς αὐλίζεται, καὶ ὅτε σταθῇ ὁ νοῦς ἐν τῇ χώρᾳ τῆς ἀγάπης, ἐνεργεῖ ἡ χάρις καὶ δέεται ὁ νοῦς τὴν θεωρίαν τοῦ Πνεύματος καὶ γίνεται θεωρητικὸς τῶν κρυπτῶν.

Εἶπον γάρ, ὅτι ἐκ δύο δίδοται τὸ χάρισμα τῶν ἀποκαλύψεων τῆς θεωρίας τοῦ νοός. Ἔστι γὰρ ὅτε διὰ τῆς χάριτος ἐκ τῆς θερμότητος τῆς πίστεως δίδοται, ἔστι δ’ ὅτε ἐκ τῆς τῶν ἐντολῶν ἐργασίας καὶ τῆς καθαρότητος. Ἐκ τῆς χάριτος μέν, καθὼς πρὸς τοὺς μακαρίους Ἀποστόλους, οὐκ ἐκ τῆς ἐργασίας τῶν ἐντολῶν τὸν νοῦν καθηραμένους καὶ τῆς ἀποκαλύψεως τῆς θεωρίας ἀξιωθέντας, ἀλλ’ ἐκ τῆς θέρμης τῆς πίστεως· διότι ἐπίστευσαν εἰς τὸν Χριστὸν ἐν ἁπλότητι καὶ ἠκολούθησαν αὐτῷ ἐν καρδίᾳ διαπύρῳ ἀδιστάκτως. Καὶ ὅτε ἐτελείωσε τὴν οἰκονομίαν αὐτοῦ τὴν προσκυνητήν, ἀπέστειλεν αὐτοῖς τὸ Παράκλητον Πνεῦμα καὶ ἐκάθηρε καὶ ἐτελείωσε τὸν νοῦν αὐτῶν καὶ ἐνεργητικῶς ἐνέκρωσεν ἐντὸς αὐτῶν τὸν παλαιὸν ἄνθρωπον τῶν παθῶν, καὶ ἐνεργητικῶς ἐζωοποίησεν ἐν αὐτοῖς τὸν καινὸν τοῦ Πνεύματος ἄνθρωπον καὶ ἐδέξαντο τὴν αἴσθησιν τῶν ἀμφοτέρων αὐτῶν.

Οὕτω καὶ ὁ μακάριος Παῦλος ἀνεκαινίσθη μυστικῶς, καὶ οὕτως ἐδέξατο τὴν θεωρίαν τῆς ἀποκαλύψεως τῶν μυστηρίων, καὶ σὺν τούτοις οὖν ἦν πεποιθὼς εἰς αὐτήν. Ἐνεργητικῶς ἐδέξατο τὴν χάριν καὶ δωρεάν, ἀλλ’ ὅλον τὸν τῆς ζωῆς αὑτοῦ χρόνον ἐποίει τὸν δρόμον, ἵνα ἀνταποδώσῃ κατὰ τὸν δυνατὸν τῇ χάριτι, ἧς ἠξιώθη, ἐξ ὅτου συνωμίλησεν αὐτῷ ἐν τῇ ὁδῷ, ὡς οἰκείῳ, καὶ ἀπέστειλεν αὐτὸν εἰς Δαμασκόν. Οὐκ ἐγράφη, ὅτι ὡμίλησεν αὐτῷ φανερῶς ὁ Ἰησοῦς, ἀλλ’, ὡς καὶ ὁ Ἀνανίας γράφει, ὅτι εἶπεν αὐτῷ· «Σαοὺλ ἀδελφέ, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ, ἀπέστειλέ με πρὸς σέ, ὅπως ἀναβλέψωσιν οἱ ὀφθαλμοί σου καὶ πληρωθῇς Πνεύματος ἁγίου». Καὶ ὅτε ἐβάπτισεν αὐτόν, ἐνεπλήσθη Πνεύματος ἁγίου καὶ ᾐσθήθη τῶν μυστηρίων τῶν ἀποκαλύψεων τῶν ἀποκρύφων, καθὼς ἐνηργήθη καὶ τοῖς ἁγίοις Ἀποστόλοις ἡνίκα σὺν αὐτοῖς ἀνεστρέφετο ὁ Ἰησοῦς εἶπεν· «ὅτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι. Ὅταν δὲ ἔλθῃ τὸ Πνεῦμα τὸ ἅγιον, ἐκεῖνο ὁδηγήσει ἡμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν καὶ τὰ μέλλοντα ἀναγγελεῖ ὑμῖν».

Καὶ ὁ μακάριος Παῦλος δηλονότι ἡνίκα ἐδέξατο τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἀνεκαινίσθη ἐν αὐτῷ, ἠξιώθη τῶν μυστηρίων τῆς ἀποκαλύψεως καὶ ἐν τῷ Πνεύματι τῶν ἀποκαλύψεων ἐθεώρει καὶ ἐτρύφα ἐν τῇ θεωρίᾳ, καὶ ἤκουσεν ἄρρητα ῥήματα, καὶ ἐθεώρει θεωρίαν ὑψηλοτέραν τῆς φύσεως, καὶ ἀπήλαυσεν ἐν ταῖς θεωρίαις τῶν οὐρανίων δυνάμεων, καὶ τῶν πνευματικῶν πραγμάτων ἦν κατατρυφῶν. Καὶ τοῦτο μὴ γένοιτο, ὡς καταφρονοῦσιν οἱ αἱρετικοὶ οἱ λεγόμενοι Εὐκτῖται, ὅτι τὴν ἄνοδον ἐκείνην ἀνῆλθε θελήσει αὑτοῦ (οὐδὲ ὅλως δύναται ὁ νοῦς ἀνελθεῖν ἐκεῖσε), ἀλλ’ ἁρπαγῇ ἡρπάγη ἐν τῷ Πνεύματι τῶν ἀποκαλύψεων, καθὼς γέγραφεν ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ ἐξ ἐναντίας τῶν ματαίων ἀνθρώπων, οἵτινες ἀφωμοίουν ἑαυτοὺς τοῖς ἁγίοις Ἀποστόλοις καὶ ὡμολόγουν τὰς φαντασίας τῶν λογισμῶν αὑτῶν καὶ ἐκάλουν αὐτὰς πνευματικὰς θεωρίας. Τοῦτο πρὸς αἱρετικοὺς πολλοὺς εὑρέθη, λέγω δὴ τοῦ Ὠριγένους ἐγγύς, καὶ τοῦ Οὐαλεντίνου, καὶ τοῦ υἱοῦ τοῦ Δισσᾶν, καὶ τοῦ Μαρκίωνος, καὶ τοῦ Μάνεντος, καὶ τῶν λοιπῶν παλαιῶν αἱρεσιαρχῶν τῶν κακῶν αἱρέσεων, τῶν ἀπὸ τῶν καιρῶν τῶν Ἀποστόλων ἀρξαμένων καὶ ἕως τῆς σήμερον εὑρισκομένων ἐν τόποις τόποις.

Λοιπὸν διότι τινὲς ἐν τῇ φαντασίᾳ τῶν δαιμόνων ἐφθαρμένοι ἄνθρωποι ἠθέλησαν φθεῖραι τὴν διδαχὴν τῶν μακαρίων Ἀποστόλων, ἠναγκάσθη ὁ θεῖος Ἀπόστολος καταλύσαι τὸ καύχημα τῶν αἱρετικῶν, τῶν καυχωμένων ἐν τῇ σκιᾷ τῆς ἐργασίας τῶν δαιμόνων τῶν φαινομένων αὐτοῖς, ἡνίκα διηγεῖται τὴν θείαν θεωρίαν τὴν ἑαυτοῦ ἐν ταπεινώσει καὶ φόβῳ πολλῷ, εἰς πρόσωπον ἄλλου ἀναφέρων αὐτήν. «Εἶδον», γάρ φησιν, «ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων, εἴτε ἐκτὸς τοῦ σώματος, εἴτε ἐν σώματι, οὐκ οἶδα, ὁ Θεὸς οἶδεν, ἁρπαγέντα εἰς τὸν παράδεισον καὶ ἀκούσαντα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι».

Ἁρπαγῇ οὖν ἡρπάγη, λέγει, καὶ οὐχ ὅτι ἑκουσίως ἀνῆλθεν ἐν τῷ νοῒ αὑτοῦ ἐν τῇ θεωρίᾳ εἰς τὸν τρίτον οὐρανόν. Ἀλλ’ ὅτι εἶδε θεωρίας ἔγραψε καὶ ὅτι ἤκουσε ῥήματα εἶπε, τίνες δέ εἰσιν οἱ λόγοι ἢ οἱ τύποι τῶν θεωριῶν, οὐκ ἠδυνήθη γράψαι.

Ὁ γὰρ νοῦς ἡνίκα ἐν τῷ Πνεύματι τῆς ἀποκαλύψεως εἶδεν αὐτὰ ἐν τῷ ἑαυτῷ τόπῳ, οὐκ ἐδέξατο παράθεσιν λαλῆσαι αὐτὰ ἐν τῷ τόπῳ τῷ μὴ ἰδίῳ αὐτῶν. Οὔτε δὲ εἰ ἠθέλησε λαλῆσαι αὐτὰ ἠδυνήθη. Διότι οὐκ ἐν ταῖς σωματικαῖς αἰσθήσεσιν εἶδεν αὐτά.

Ὅπερ γὰρ δέχεται ὁ νοῦς ἐν ταῖς αἰσθήσεσι τοῦ σώματος, δύναται πάλιν καὶ ἐν αὐταῖς ἑρμηνεῦσαι ἐν τῇ χώρᾳ τῶν σωμάτων, ὅπερ δὲ ἐντὸς ἑαυτοῦ ἐν τῇ χώρᾳ τοῦ πνεύματος αἰσθητικῶς θεωρεῖ ἢ ἀκούει ἢ αἰσθάνεται, ἡνίκα στρέφεται πρὸς τὸ σῶμα, οὐχ ἱκανοῖ διηγήσασθαι, μνημονεύει δὲ μόνον ὅτι εἶδεν αὐτά, πῶς δέ, οὐ τρανῶς γινώσκει διηγήσασθαι.

Καὶ ἐκ τούτου ἐλέγχονται αἱ γραφαὶ αἱ ψευδεῖς, αἱ καλούμεναι ἀποκαλύψεις, αἱ ἐκτιθεῖσαι ὑπὸ τῶν αἱρεσιαρχῶν τῶν ἐφθαρμένων αἱρέσεων ἐν τῇ φαντασίᾳ τῶν δαιμόνων περὶ τῶν μονῶν τοῦ στερεώματος, ἐν αἷς ἄγουσι τὸν νοῦν εἰς τὸ μαθεῖν ἑκουσίως καὶ περὶ τῶν εἰσόδων τῶν εἰς τὸν οὐρανὸν τοῦ νοὸς καὶ περὶ τῶν τόπων τῶν ἀφωρισμένων τῇ κρίσει, καὶ περὶ τῶν πολυτρόπων τύπων τῶν δυνάμεων, καὶ περὶ τῆς ἐνεργείας αὐτῶν, ἅπερ πάντα σκιὰ τοῦ νοὸς τοῦ μεμεθυσμένου ἐν τῇ οἰήσει καὶ παραπεπληγμένου ἐν τῇ ἐργασίᾳ τῶν δαιμόνων. Διὰ τοῦτο ὁ μακάριος Παῦλος ἑνὶ λόγῳ ἀπέκλεισε τὴν θύραν εἰς τὸ πρόσωπον τῆς ἁπάσης θεωρίας καὶ εἰσήνεγκε τὸν ἀποκλεισμὸν αὐτῆς ἐντὸς τῆς σιωπῆς. Ἔνθα οὐδὲ εἰ ἠδυνήθη ὁ νοῦς δεῖξαι αὐτά, παράθεσιν ἐδέξατο ἄν. Εἶπε γὰρ πάσας τὰς θεωρίας, ἃς ἱκανοῖ ἐν τῇ χώρᾳ δεῖξαι τῶν σωμάτων ἡ γλῶσσα, φαντασίαι εἰσὶ τῶν λογισμῶν τῆς ψυχῆς, ἀλλ’ οὐκ ἐνέργεια χάριτος.

Λοιπὸν ἡ ὁσιότης σου, ὡς μνημονεύουσα τούτων, παρατήρησαί μοι τὰς φαντασίας τῶν λογισμῶν τῶν βαθέων. Πρὸς μοναχοὺς γὰρ ἔχοντας ἀγχίνοιαν καὶ ἐξετάζοντας τὰς κενοδοξίας καὶ ἐπιθυμοῦντας τὰς καινουργίας, τοὺς ἐν προσώπῳ διάγοντας, μάλιστα ὁ πόλεμος οὗτος γίνεσθαι πέφυκε.

Μαλπᾶς γάρ τις ὀνόματι, ἐξ Ἐδέσσης ἕλκων τὸ γένος, ἐν καιρῷ τινι ἦν εὑρηκὼς τὴν αἵρεσιν τῶν Εὐκτιτῶν ἐν πολιτείᾳ μεγάλῃ διάγων καὶ ἔργοις βιαιοτέροις ἐγκαρτερῶν καὶ ἐν θλίψεσι. Λέγεται γὰρ ὅτι μαθητὴς ὢν τοῦ μακαρίου Ἰουλιανοῦ, τοῦ καλουμένου Σαβᾶ, ἐν καιρῷ ὀλίγῳ ἀπῆλθε μετ’ αὐτοῦ εἰς τὸ Σίναιον καὶ εἰς Αἴγυπτον καὶ εἶδε τοὺς μεγάλους πατέρας τοὺς ἐν ἐκείνῳ τῷ καιρῷ, εἶδε τὸν μακάριον Ἀντώνιον καὶ ἤκουσεν ἐξ αὐτοῦ μυστικοὺς λόγους, οὓς περὶ καθαρότητος ἐλάλει καὶ σωτηρίας ψυχῶν, καὶ ἤκουσεν ἐρωτήσεις λεπτὰς περὶ τῶν παθῶν, δι’ ὧν ἡρμήνευεν, ὅτι ἔχει ὁ νοῦς θεωρίας περὶ τῶν μυστηρίων τοῦ Πνεύματος μετὰ τὴν ἑαυτοῦ κάθαρσιν καὶ ὅτι ἡ ψυχὴ δύναται διὰ τῆς χάριτος ἀξιωθῆναι τῆς ἀπαθείας, ὅταν ἀποδύσηται τῇ ἐργασίᾳ τῶν ἐντολῶν τὰ πάθη τὰ παλαιὰ καὶ σταθῇ ἐν τῇ ὑγιείᾳ τῆς φύσεως ἑαυτῆς τῆς πρώτης.

Καὶ ὅτε ἤκουσε τοὺς λόγους τούτους ὁ Μαλπᾶς ἐν τῇ ἀκμῇ τῆς νεότητος αὑτοῦ, ἐθερμάνθη καθάπερ πῦρ, καὶ ἦλθεν εἰς τὴν ἑαυτοῦ πόλιν, ἡνίκα ἐπυρώθη ἐν αὐτῷ τὸ πάθος τῆς φιλοδοξίας καὶ ἐξελέξατο ἑαυτῷ σκήνωμα ἀναχωρητικὸν καὶ ἀφώρισεν ἑαυτὸν εἰς ἔργα καὶ θλίψεις σκληρὰς καὶ εἰς ἀδιαλείπτους εὐχάς. Καὶ ὅτε ἐξεκαύθη ἐν αὐτῷ τὸ πάθος τῆς δοξομανίας, ὅπερ ἦν ἐλπὶς αὐτῷ φθάσαι τὰ ὑψηλά, ἅπερ ἦν ἀκούσας, ἡνίκα οὐκ ἔμαθε τὴν τέχνην τὴν ἐναντιουμένην τοῖς ἐχθροῖς τῆς ἀληθείας καὶ οὐκ ἐνόησε τὰς ἐνέδρας καὶ τοὺς δόλους καὶ τὰς μηχανὰς τοῦ ἀντιπάλου, ἐν αἷς κλέπτει τοὺς ἰσχυροὺς καὶ τοὺς κραταιοὺς εἰς ἀπώλειαν, ἐθάρρησε δὲ μόνον ἐπὶ τὰ ἔργα καὶ τὰς θλίψεις καὶ τὴν ἀκτημοσύνην καὶ τὴν ἄσκησιν καὶ τὴν ἐγκράτειαν, μὴ τὴν ἑαυτοῦ κτησάμενος ἐξουδένωσιν καὶ τὴν ταπείνωσιν καὶ τὸν συντριμμὸν τῆς καρδίας (ἅπερ εἰσὶν ὅπλον ἀήττητον πρὸς τὰ ἐναντιώματα τοῦ πονηροῦ), μήτε δὲ μνημονεύσας τῆς Γραφῆς τῆς λεγούσης, ὅταν πληρώσητε τὰ ἔργα καὶ φυλάξητε τὰς ἐντολάς, καὶ ὑπομείνητε τὰς θλίψεις, λογίσασθαι ἑαυτοὺς «δούλους ἀχρείους», ἀλλ’ ἐν τῇ οἰήσει τῇ ὑψηλῇ, τῇ ὑπὲρ ἑαυτοῦ, τῇ ἐκ τῆς ἐργασίας τῶν πολιτειῶν αὐτοῦ γινομένη, ἦν πυρούμενος καὶ κατακαιόμενος τῇ ἐπιθυμίᾳ τῶν ὑψηλῶν ὧν ἤκουσε.

Καὶ μετὰ καιρὸν πολὺν ἡνίκα εἶδεν αὐτὸν ὁ διάβολος κενὸν ἐκ τῆς ἐργασίας τῆς ταπεινώσεως καὶ μόνον ἐπιθυμοῦντα τῆς θεωρίας αἰσθηθῆναι τῶν μυστηρίων, ὧν ἤκουσεν, ἔδειξεν αὐτῷ ἑαυτὸν ἐν φωτὶ ἀπείρῳ λέγοντα αὐτῷ, ‘ἐγώ εἰμι ὁ Παράκλητος καὶ ἐπέμφθην παρὰ τοῦ Πατρὸς πρὸς σέ, ὅπως ἀξιώσω σε ἰδεῖν τὴν θεωρίαν, ἣν ἐπιθυμεῖς χάριν τῶν ἔργων σου, καὶ δοῦναί σοι τὴν ἀπάθειαν καὶ τῶν ἔργων ἀνέσαι σε τοῦ λοιποῦ’.

Ἀντὶ δὲ τούτων ὁ κακομήχανος ᾐτήσατο προσκύνησιν τὸν δείλαιον ἐκεῖνον. Ἐκεῖνος δὲ ὁ μωρός, διὰ τὸ μὴ αἰσθηθῆναι αὐτὸν τοῦ πολέμου τοῦ πονηροῦ, εὐθέως μετὰ χαρᾶς ἐδέξατο αὐτὸν καὶ προσεκύνησεν αὐτῷ, καὶ παραχρῆμα ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ ἐγένετο. Καὶ ἀντὶ τῆς θείας θεωρίας ἐπλήρωσεν αὐτὸν φαντασίας δαιμόνων καὶ ἐποίησεν αὐτὸν ἀργῆσαι ἐκ τῶν πράξεων τῶν ὑπὲρ τῆς ἀληθείας καὶ ὕψωσεν αὐτὸν καὶ ἐχλεύασεν ἐν τῇ ἐλπίδι τῇ κενῇ τῆς ἀπαθείας, λέγων αὐτῷ, νῦν οὐ χρῄζεις τῶν ἔργων καὶ τῶν κολαφισμάτων τοῦ σώματος καὶ τοῦ ἀγῶνος τοῦ ἀντικειμένου τοῖς πάθεσι καὶ ταῖς ἐπιθυμίαις, καὶ ἐποίησεν αὐτὸν αἱρεσιάρχην τῶν Εὐκτιτῶν. Ὅτε δὲ ἐπληρώθησαν καὶ ἐφανερώθη ἡ διδαχὴ ἡ βέβηλος καὶ νόθος, ἐδιώχθησαν παρὰ τοῦ κατ’ ἐκεῖνον τὸν καιρὸν ἐπισκόπου.

Πάλιν δὲ ἄλλος τις, ὀνόματι Ἀσινᾶς, ἐν αὐτῇ τῇ Ἐδέσῃ ποιήσας πολλὰ τριλέξια ψαλλόμενα ἕως τὴν σήμερον, ἐν πολιτείᾳ μεγάλῃ διῆγε, καὶ ἐν ἔργοις σκληροτέροις ἀκρίτως ἐδέσμησεν ἑαυτόν, ἕως οὗ δοξασθῇ. Τοῦτον ἐπλάνησεν ὁ διάβολος καὶ ἐξήνεγκεν αὐτὸν ἐκ τοῦ κελλίου αὐτοῦ καὶ ἔστησεν ἐπάνω ὄρους καλουμένου Στορίου καὶ συνέθετο καὶ ἔδειξεν αὐτῷ σχήματα τῶν ἁρμάτων καὶ τῶν ἱππέων καὶ εἶπεν αὐτῷ· ‘ὁ Θεὸς ἔπεμψέ με λαβεῖν σε εἰς τὸν παράδεισον κατὰ τὸν Ἠλίαν’. Καὶ ὡς ἠπατήθη ἐν τῇ νηπιοφροσύνῃ αὑτοῦ καὶ ἀνῆλθε καθίσαι ἐπὶ τὸ ἅρμα, κατελύθη ἐκείνη πᾶσα ἡ φαντασία καὶ κατῆλθεν ἀπὸ ὕψους πολλοῦ, καὶ ἔπεσεν ἐκεῖθεν ἐπὶ τὴν γῆν, καὶ ἀπέθανεν θάνατον γέλωτος.

Ταῦτα εἶπον ἐνταῦθα οὐ ματαίως, ἀλλ’ ἵνα μάθωμεν τὸν ἐμπαιγμὸν τῶν δαιμόνων, τῶν διψώντων τὴν ἀπώλειαν τῶν ἁγίων, καὶ μὴ ἐπιθυμήσωμεν ἐν οὐ καιρῷ τὰ ὑψηλὰ τῶν πολιτειῶν τῆς διανοίας, ἵνα μὴ καταγελασθῶμεν ὑπὸ τοῦ πονηροῦ καὶ ἀντιπάλου ἡμῶν. Διότι ὁρῶ καὶ σήμερον, ὅτι νεώτεροι, οἱ πλήρεις παθῶν, βαττολογοῦσι καὶ δογματίζουσι περὶ τῶν μυστηρίων τῆς ἀπαθείας ἀφόβως.

Ἐγράφη τινὶ τῶν ἁγίων, ἐξ ἀνθρώπων πεπληρωμένων παθῶν, ἐξεταζόντων περὶ λόγων τῶν σωματικῶν καὶ ἀσωμάτων, οἳ οὐκ ἦσαν ἀφωρισμένοι ἀπὸ τῶν νοσερῶν τῶν δογματιζόντων περὶ ὑγιείας. Ὁ μακάριος Παῦλος ἡνίκα ᾐσθήθη περὶ τῶν μαθητῶν τῶν καταφρονησάντων μὲν τὰς ἐντολὰς καὶ τὰ πάθη μὴ νικησάντων, τὴν δὲ μακαριότητα τῶν μυστηρίων τῆς θεωρίας τῆς μετὰ τὴν κάθαρσιν ἐπιθυμούντων, εἶπεν αὐτοῖς· πρῶτον ἀποδύσασθε τὸν παλαιὸν ἄνθρωπον τῶν παθῶν, καὶ τότε ἐπιθυμήσατε ἐνδύσασθαι τὸν καινόν, τὸν ἀνακαινούμενον ἐν ἐπιγνώσει τῶν μυστηρίων, καθ’ ὁμοιότητα τοῦ ποιητοῦ· καὶ μὴ ἐπιθυμήσητε ἐκείνην τὴν ἐμὴν τῶν Ἀποστόλων, τὴν ἐνεργητικῶς διὰ τῆς χάριτος γενομένην· διότι «ὁ Θεὸς ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει». Τίς γὰρ κατὰ πρόσωπον αὐτοῦ στήσεται, ἢ ἐξ ἐναντίας τοῦ θελήματος αὐτοῦ; Ἔστι γὰρ ὅτε, ποτὲ μὲν δωρεὰν παρέχει ὁ Θεός, ποτὲ δὲ τὰ ἔργα καὶ τὴν κάθαρσιν ζητεῖ, καὶ οὕτω χαρίζεται· ἔστι δ’ ὅτε οὐδὲ μετὰ τὰ ἔργα καὶ τὴν κάθαρσιν παρέχει ὧδε, ἀλλὰ φυλάττει, ἵνα δῷ αὐτὴν εἰς τὸν τόπον αὐτῆς.

Τοῦτο δὲ εὑρίσκομεν ὅτι ποιεῖ καὶ ἐν τῇ ἐλάττονι ταύτης, τῇ τῶν ἁμαρτιῶν φημι συγχωρήσει. Ἰδοὺ γὰρ τὸ βάπτισμα δωρεὰν συγχωρεῖ καὶ οὐ ζητεῖ ὅλως τι, ἀλλ’ ἢ πίστιν· ἐν τῇ μετανοίᾳ δὲ τῶν ἁμαρτιῶν τῇ μετὰ τὸ βάπτισμα, οὐ δωρεάν, ἀλλὰ ζητεῖ κόπους καὶ θλίψεις καὶ λύπας τῆς κατανύξεως καὶ δάκρυα καὶ κλαυθμὸν καιροῦ πολλοῦ, καὶ οὕτω συγχωρεῖ. Τῷ λῃστῇ γὰρ δωρεὰν συνεχώρησεν, ἐν μόνῃ τῇ ἐν λόγῳ ἐξομολογήσει ἐν τῷ σταυρῷ, καὶ τὴν βασιλείαν τῶν οὐρανῶν ἐπηγγείλατο.

Καὶ παρὰ τῆς ἁμαρτωλοῦ πάλιν πίστιν καὶ δάκρυα ἐζήτησεν. Ἐκ τῶν μαρτύρων δὲ καὶ ὁμολογητῶν, μετὰ τῆς πίστεως τῆς καρδίας αὐτῶν ἐζήτει καὶ τὰς θλίψεις, τὰς βασάνους, τὸν κτενισμόν, τὰς τιμωρίας, τοὺς θανάτους τοὺς πολυτρόπους.

Πεπεισμένη οὖν ἡ σὴ ἁγιωσύνη ἐν τούτοις καὶ τοῖς τοιούτοις, ὅρα ἐν τοῖς πρώτοις καὶ τοῖς ἐσχάτοις, καὶ μὴ ζητήσῃς τὴν θεωρίαν ἐν οὐ καιρῷ θεωρίας. Καὶ ἐν ὅσῳ ἐν τῷ τόπῳ τοῦ σώματος κεκλεισμένος εἶ, γίνου σπουδαῖος τοῖς ἔργοις τῆς μετανοίας καὶ παλαιστὴς πρὸς τὰ πάθη καὶ ὑπομονητικὸς ἐν τῇ ἐργασίᾳ τῶν ἐντολῶν, καὶ παραφύλαξαι ἐκ τοῦ ἐμπαιγμοῦ τῶν δαιμόνων καὶ τῶν κηρυττόντων τὴν τελειότητα ἄτρεπτον ἐν τῷ κόσμῳ τῷ ἐμπαθεῖ καὶ ἐκκλινομένῳ. Καὶ ταῦτα μηδὲ τῶν ἀγγέλων τῶν ἁγίων, τῶν λειτουργῶν τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος, ὄντων, οἵ τινες ἐκδέχονται τὸν ἀνακαινισμὸν τῆς μεσότητος, τοῦ ἐλευθερωθῆναι τῆς δουλείας τῆς φθορᾶς ἐν τῇ ἐλευθερίᾳ τῶν τέκνων τοῦ Θεοῦ. Τελειότης γὰρ ἐνταῦθά ἐστιν, ἔνθα ἥλιος ἀνατέλλων τε καὶ δύνων ἐστὶν ἐν μέσῳ τῶν νεφελῶν, ἐν καιρῷ εὐδία, καὶ ἐν καιρῷ αὐχμός; Καὶ ποτὲ μὲν χαρά, ποτὲ δὲ κατήφεια; Καὶ ὅπερ ἐναντίον τούτων, μέρος ἐστὶ τῶν λύκων, καθώς τις τῶν ἁγίων ἔφη.

Ὁ δὲ Θεὸς στηρίζοι τὴν βάσιν τῆς πολιτείας ἡμῶν ἐν τῇ βεβαιώσει τῇ ἀληθινῇ καὶ τῇ διδαχῇ αὑτοῦ τῇ ἀγίᾳ, ᾧ πρέπει ἡ δόξα, τὸ κράτος, καὶ ἡ μεγαλοπρέπεια νῦν τε καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.