Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Ἐπιστολαί

Ἰσαὰκ ὁ Σύρος

Τέταρτη επιστολή (Μέρος Γ΄): Η κάθαρση της ψυχής, η ταπεινοφροσύνη και η αληθινή αγάπη

Ο αγώνας κατά των παθών, η κεντρική θέση της ταπείνωσης με αναφορά στον Απόστολο Παύλο, καθώς και η προειδοποίηση κατά της πρώιμης αναζήτησης ανώτερων δωρεών χωρίς προηγούμενη κάθαρση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 6 από 8

Πάλιν ἐν τῇ ἐπιστολῇ σου ἔγραψας, ὅτι ὁ μοναχὸς ὁ θέλων ἀγαπῆσαι τὸν Θεὸν πλέον πάντων, μεριμνῆσαι ὀφείλει περὶ τῆς καθαρότητος τῆς ἑαυτοῦ ψυχῆς. Καὶ καλῶς εἶπας, ἐὰν ἱκανοῖς πρὸς τοῦτο. Καὶ ἐπειδὴ ἔφης πάλιν, ὅτι οὐκ ἔχει ἡ ψυχὴ παρρησίαν ἐν τῇ εὐχῇ, ἡ μὴ ἀκμὴν τὰ πάθη νικήσασα, ἐμοὶ τὰ δύο ταῦτα ἐναντία δοκεῖ, καίτοι ἰδιώτης εἰμί. Εἰ γὰρ τὰ πάθη οὐκ ἐνίκησε, πῶς μεριμνᾷ τὴν καθαρότητα; Καὶ ἐπεὶ ἐκ τοῦ κανόνος τῆς δικαιοσύνης τῆς πνευματικῆς οὐκ ἐπιτέτραπται αὕτη, ὅτε τὰ πάθη αὑτῆς οὐκ ἐνίκησε, πῶς ζητεῖς ὅπερ ἐστὶν ὑψηλότερον αὐτῆς; Οὐ γὰρ ἐξ ὧν ἐπιθυμεῖ τις γνωρίζεται ὅτι ἀγαπᾷ, ἀλλ’ ἐξ ὧν ἀγαπᾷ καταλαμβάνεται ὅτι ἐπιθυμεῖ. Ὁ πόθος γὰρ κατὰ φύσιν προηγεῖται τῆς ἐπιθυμίας. Εἰ μὴ ἀγαπήσειεν, οὐδὲ ἐπιθυμήσει. Τὰ πάθη γὰρ θύρα εἰσὶ κεκλεισμένη ἐπὶ πρόσωπον τῆς καθαρότητος, καὶ ἐὰν τὴν κεκλεισμένην θύραν μὴ ἀνοίξῃ τις, εἰς χώραν ἁγνὴν καὶ καθαρὰν τῆς καρδίας οὐκ εἰσελεύσεται.

Καὶ ἐκεῖνο ὅπερ εἴρηκας, ὅτι οὐκ ἐν παρρησίᾳ γίνεται ἡ ψυχὴ ἐν τῇ ὥρᾳ τῆς προσευχῆς, ἀληθῶς ἔφης. Ἡ παρρησία γὰρ οὐχὶ μόνον ὑπεράνω τῶν παθῶν ἐστιν, ἀλλὰ καὶ τῆς καθαρότητος. Καὶ οὕτω γίνεται ἡ τάξις τῆς παραδόσεως, καθὼς λέγω· ἡ μετὰ βίας ὑπομονὴ ἀντιπαλαίει τοῖς πάθεσιν ὑπὲρ τῆς καθαρότητος. Ἐὰν οὖν νικηθῇ τὰ πάθη, προσκτᾶται ἡ ψυχὴ τὴν καθαρότητα. Ἡ καθαρότης δὲ ἡ ἀληθὴς ποιεῖ κτᾶσθαι τὸν νοῦν παρρησίαν ἐν τῇ ὥρα τῆς προσευχῆς.

Ἆρα οὖν καὶ αὐτὴν ἴσως, ἣν εἴπομεν καθαρότητα τῆς ψυχῆς, αἰτούμενοι ἐν προσευχῇ, ὑπὸ τὴν μέμψιν ἐσμέν, ἢ αὕτη ἡ αἴτησις τῆς ὑπερηφανίας καὶ τῆς οἰήσεως, τὸ αἰτήσασθαι παρὰ τοῦ Θεοῦ ἐκεῖνο, ὅπερ ἡ θεία Γραφὴ καὶ οἱ πατέρες ἡμῶν παραγγέλλουσι, καὶ αὐτὸς ὁ μοναχὸς ὀπίσω αὐτοῦ ἐξῆλθεν εἰς τὴν ἀναχώρησιν; Ἀλλ’ ἐγὼ νομίζω, ἅγιε, ὅτι, ὥσπερ ὁ υἱὸς οὐ διστάζει εἰς τὸν πατέρα αὑτοῦ καὶ οὐκ αἰτεῖται παρ’ αὐτοῦ, οὕτω λέγων, δίδαξόν με τέχνην ἢ δός μοί τι, οὕτω πρέπει τῷ μοναχῷ μὴ διακρίνειν καὶ αἰτεῖσθαι παρὰ τοῦ Θεοῦ, δός μοι τάδε καὶ τάδε. Διότι γινώσκει, ὅτι ὑπὲρ ὃ προνοεῖται ὁ πατὴρ τοῦ υἱοῦ, ἡ πρόνοια τοῦ Θεοῦ ἐστιν εἰς ἡμᾶς.

Καὶ διὰ τοῦτο λοιπὸν πρέπει ἡμῖν ταπεινῶσαι ἑαυτοὺς καὶ πενθῆσαι ὑπὲρ τῶν αἰτίων τῶν παραπτωμάτων, τῶν ἐκτὸς τοῦ θελήματος ἡμῶν, εἴτε ἐν τοῖς λογισμοῖς, εἴτε ἐν τοῖς ἔργοις ἐπράχθη παρ’ ἡμῶν, καὶ εἰπεῖν ἐν καρδίᾳ συντετριμμένῃ τὸ τοῦ τελώνου, «ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ», καὶ ἐργάσασθαι κρυπτῶς καὶ φανερῶς ὅπερ ἐδίδαξεν ὁ Κύριος εἰπών, «ὅταν ποιήσητε πάντα τὰ προστεταγμένα ὑμῖν, εἴπατε, ὅτι ἀχρεῖοι δοῦλοί ἐσμεν, ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν», ἵνα ἡ συνείδησίς σου μαρτυρῇ σοι, ὅτι ἀχρεῖος εἶ, καὶ χρείαν ἔχεις ἐλέους. Γινώσκεις δὲ καὶ σύ, καὶ ὅτι οὐ τὰ ἔργα ἀνοίγουσι τὴν θύραν τὴν κεκλεισμένην τὴν ἐν καρδίᾳ, ἀλλὰ καρδία συντετριμμένη καὶ ταπείνωσις, ὅτε νικήσεις τὰ πάθη ἐν τῇ ταπεινώσει καὶ οὐκ ἐν τῇ περιφρονήσει. Ἐκεῖνος γὰρ ὁ νοσῶν ἐν πρώτοις ταπεινοῦται καὶ περὶ τῆς ὑγιείας τῶν ἐν αὐτῷ παθῶν μεριμνᾷ, καὶ τότε ἐκζητεῖ γενέσθαι βασιλεύς. Ἡ καθαρότης γὰρ καὶ ἡ τῆς ψυχῆς ὑγίειά ἐστιν ἡ τῆς ψυχῆς βασιλεία.

Καὶ τίς ἐστιν ἡ βασιλεία τῆς ψυχῆς; Ὥσπερ ὁ νοσῶν οὐ λέγει τῷ πατρὶ αὑτοῦ, ‘ποίησόν με βασιλέα’, ἀλλὰ μεριμνᾷ πρῶτον περὶ τῆς ἀρρωστίας αὑτοῦ καὶ μετὰ τὴν ὑγείαν ἐκ παντὸς ἡ βασιλεία τοῦ πατρὸς αὐτοῦ ἐκείνου ἐστίν, οὕτω καὶ ὁ ἁμαρτωλὸς καὶ μετανοῶν, λαμβάνων τῆς ἑαυτοῦ ψυχῆς τὴν ὑγίειαν, εἰσέρχεται μετὰ τοῦ Πατρὸς εἰς τὴν χώραν τῆς φύσεως τῆς καθαρᾶς καὶ βασιλεύει ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὑτοῦ.

Ὅτε μνημονεύομεν τοῦ ἁγίου ἀποστόλου Παύλου τὰ ἑαυτοῦ πλημμελήματα διηγουμένου καὶ ἐν τῷ ἐσχάτῳ μέρει καὶ κατωτέρῳ τὴν ἑαυτοῦ τιθεμένου ψυχήν, «Ἰησοῦς Χριστός», φησίν, «εἰς τὸν κόσμον ἦλθεν ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· ἀλλὰ διὰ τοῦτο ἠλέησέ με, ἵνα ἐν ἐμοὶ πρῶτον ἐνδείξηται ἅπασαν τὴν ἑαυτοῦ μακροθυμίαν». Διότι ἐξ ἀρχῆς διώκτης ἤμην καὶ λοίδορος καὶ βλάσφημος, ἀλλὰ ἠλεήθην, ὅτι ἀγνοῶν ἔπραξα ἐν ἀπιστίᾳ. Ταῦτα πότε καὶ ἐν ποίῳ καιρῷ ἔλεγε;

Μετὰ τοὺς ἀγῶνας τοὺς μεγάλους καὶ τὰ ἔργα τὰ δυνατά, μετὰ τὸ κήρυγμα, ὃ ἐκήρυξεν ἐν ὅλῳ τῷ κόσμῳ, κατὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, μετὰ τοὺς θανάτους τοὺς συνεχεῖς καὶ τὰς θλίψεις τὰς πολυτρόπους, ἃς ἔπαθεν ἐκ τῶν Ἰουδαίων καὶ ἐκ τῶν ἐθνῶν, αὐτὸς ἀκμὴν ἐν τοῖς ἑαυτοῦ πρώτοις ἐθεώρει.

Καὶ οὐχὶ μόνον, ὅτι οὐκ ἔφθασεν εἰς τὴν καθαρότητα ἐνόμιζεν, ἀλλ’ οὐδὲ ψηφισθῆναι εἰς μαθητὴν ἐπενόησεν, ὅτι πρέπον ἐστίν. Ἔλεγε γὰρ «οὔκ εἰμι ἄξιος καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ». Καὶ ὅτε ὑπὲρ πάντας τοὺς ἀνθρώπους τὴν κατὰ τῶν παθῶν νίκην ἐκέκτητο, ἔλεγεν· «ὑπωπιάζω μου τὴν σάρκα καὶ δουλαγωγῶ, μήπως, ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι».

Εἰ δὲ εἴπῃς, ὅτι καὶ τὰ μεγάλα ἐν τόποις διηγεῖται περὶ ἑαυτοῦ, αὐτὸς πειθέτω σε περὶ τούτου. Λέγει γάρ, ὡς οὐχ ἑκουσίως ἐποίησεν, οὐδὲ δι’ ἑαυτοῦ, ἀλλὰ διὰ τὸ κήρυγμα. Καὶ ἡνίκα ὑπὲρ τῆς τῶν πιστῶν ὠφελείας διηγεῖται ταῦτα, τίθησιν ἑαυτὸν ἁπάσης διανοίας ἐστερημένον τῆς τοιαύτης χάριν καυχήσεως, βοῶν καὶ λέγων, ὡς «ὑμεῖς με ἠναγκάσατε»· καὶ πάλιν, «οὐ κατὰ Κύριον λαλῶ, ἀλλ’ ἐν ἀφροσύνῃ ἐν τῷ τόπῳ τῆς καυχήσεως». Ἰδοὺ οὗτος ὁ κανών, ὃν ἔθηκεν ἡμῖν ὁ ἅγιος Παῦλος, ὁ δίκαιος καὶ εὐθύς.

Φυλάξωμεν λοιπὸν αὐτὸν καὶ ζηλώσωμεν ἐν αὐτῷ. Καὶ τὸ μὲν ζητῆσαι τὰ ὑψηλὰ παρὰ τοῦ Θεοῦ, καὶ ταῦτα αὐτοῦ μὴ παρέχοντος μηδὲ δωρουμένου, παραιτησώμεθα· διότι ὁ Θεὸς γινώσκει τὰ σκεύη τῆς ἐκλογῆς τῆς ὑπηρεσίας ἑαυτοῦ. Ὁ μακάριος γὰρ Παῦλος οὐδὲ μετὰ ταῦτα ᾐτήσατο τὴν τῆς ψυχῆς βασιλείαν, ἀλλ’ εἶπε· «ηὐχόμην ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ».

Πῶς οὖν ἡμεῖς τολμήσωμεν καὶ πρὸ τοῦ καιροῦ τοῦ γινωσκομένου ὑπ’ αὐτοῦ, αἰτήσασθαι τὴν βασιλείαν τῆς ψυχῆς, μήπω μήτε τὰς ἐντολὰς τηρήσαντες, μήτε τὰ πάθη νικήσαντες, καὶ τὸ χρέος μὴ ἀποδόντες; Παρακαλῶ οὖν, ἅγιε, ἵνα μὴ ἐπὶ τῷ λογισμῷ σου ἀνέλθῃ τοῦτο, ἀλλὰ κτῆσαι ὑπὲρ ἅπαντα ὑπομονὴν τῶν ἐπερχομένων.

Καὶ ἐν ταπεινώσει μεγάλῃ καὶ συντριμμῷ καρδίας ἐν τοῖς καθ’ ἡμᾶς καὶ τοῖς λογισμοῖς ἡμῶν, αἰτησώμεθα τὴν τῶν ἁμαρτιῶν ἡμῶν συγχώρησιν καὶ τὴν ταπείνωσιν τῆς ψυχῆς. Ἐγράφη ὑπό τινος τῶν ἁγίων, ὅτι ὅστις οὐ λογίζεται ἑαυτὸν ἁμαρτωλόν, παρὰ τῷ Κυρίῳ εὐχὴ αὐτοῦ οὐκ ἔστιν εὐπρόσδεκτος.

Ἐὰν δὲ εἴπῃς, ὅτι τινὲς τῶν πατέρων ἔγραψαν περὶ τούτων, τί ἐστι καθαρότης τῆς ψυχῆς καὶ τί ὑγίεια καὶ τί ἀπάθεια καὶ τί θεωρία, οὐχ ἵνα ζητήσωμεν αὐτὰ πρὸ καιροῦ ἐν προσδοκίᾳ ἔγραψαν. Διότι γέγραπται, ὅτι «οὐκ ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ ἐν παρατηρήσει προσδοκίας». Οἱ γὰρ ἐν τούτῳ τῷ σκοπῷ εὑρεθέντες, ὑπερηφανίαν καὶ πτῶσιν ἐκτήσαντο.

Ἀλλ’ ἡμεῖς γε καταστήσωμεν τὴν χώραν τῆς καρδίας ἐν τοῖς ἔργοις τῆς μετανοίας καὶ ταῖς πολιτείαις ταῖς εὐαρεστούσαις τῷ Θεῷ, καὶ τὰ τοῦ Κυρίου ἀφ’ ἑαυτῶν ἔρχονται, ἐὰν ὁ τόπος τῆς καρδίας καθαρὸς καὶ ἀμόλυντος γένηται. Ἐκεῖνα δὲ ἅπερ ζητοῦμεν ἐν παρατηρήσει, τὰ ὑψηλά φημι δὴ τοῦ Θεοῦ, ἀδόκιμόν ἐστι τοῦτο τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Καὶ οἱ λαβόντες ὑπερηφανίαν ἐκτήσαντο καὶ πτῶσιν. Καὶ οὐ σημεῖόν ἐστι τοῦτο τοῦ ἀγαπᾶν τινα τὸν Θεόν, ἀλλὰ νόσος ψυχῆς. Καὶ πῶς ἡμεῖς ζητήσωμεν τὰ ὑψηλὰ τοῦ Θεοῦ, ὅπου Παῦλος ὁ θεῖος καυχᾶται ἐν ταῖς θλίψεσι καὶ τὴν κοινωνίαν τῶν παθημάτων τοῦ Χριστοῦ ἡγεῖται εἶναι τὰ ὑψηλὰ τοῦ Θεοῦ;

Πάλιν ἐν τῇ ἐπιστολῇ σου ἔγραψας, ὅτι ἠγάπησεν ἡ ψυχή σου ἀγαπῆσαι τὸν Θεόν, ἀλλ’ οὐκ ἔφθασας τὸ ἀγαπᾶν, εἰ καὶ ἐπιθυμίαν τοῦ ἀγαπᾶν ἔχεις πολλήν· καὶ πρὸς τούτῳ, ὅτι ἡ ἀναχώρησις τῆς ἐρήμου ποθητή σοί ἐστι, καὶ ἔδειξας ἐν τούτῳ, ὅτι ἡ καθαρότης τῆς καρδίας ἤρξατο ἐν σοὶ καὶ ἡ μνήμη τοῦ Θεοῦ ἐπιμελῶς πυροῦται καὶ θερμαίνει ἐν τῇ καρδίᾳ σου. Καὶ ταῦτα, εἰ ἀληθῆ, μεγάλα εἰσί, γραφῆναι δὲ παρὰ σοῦ οὐκ ἤθελον.

Οὐκ ἔχουσι γὰρ μίαν ἐξ αὐτῶν τάξιν. Εἰ δὲ διὰ τὴν ἐρώτησιν διηγήσω αὐτά, ἄλλως ἦν ἡ τάξις τῆς ἐρωτήσεως. Ὁ γὰρ λέγων, ὅτι οὐκ ἔχει ἀκμὴν παρρησίαν ἡ ψυχὴ αὐτοῦ ἐν τῇ προσευχῇ, διότι οὐκ ἐνίκησε τὰ πάθη, πῶς τολμᾷ εἰπεῖν, ὅτι ἠγάπησεν ἡ ψυχὴ αὐτοῦ τοῦ ἀγαπῆσαι τὸν Θεόν; Οὐκ ἔστι τρόπος τοῦ κινηθῆναι ἐν τῇ ψυχῇ τὴν θείαν ἀγάπην, ἧς ὀπίσω ἐν ἀναχωρήσει μυστικῶς τρέχεις, εἰ οὐκ ἐνίκησε τὰ πάθη. Σὺ δὲ εἶπας, ὅτι ἡ ψυχή σου τὰ πάθη οὐκ ἐνίκησε, καὶ τὸν Θεὸν ἀγαπῆσαι ἠγάπησεν, ὅπερ οὐκ ἔχει τάξιν. Ὁ γὰρ λέγων, ὅτι ‘τὰ πάθη οὐκ ἐνίκησε καὶ ἀγαπῆσαι τὸν Θεὸν ἀγαπᾷ’, ἐγὼ οὐκ οἶδα ὅπερ φησίν.

Ἀλλὰ σὺ λέγεις, ὅτι οὐκ εἶπον ‘ἀγαπῶ’, ἀλλ’ ‘ἀγαπῶ ἀγαπῆσαι’. Καὶ οὐδὲ τοῦτο τόπον ἔχει, ἐὰν ἡ ψυχὴ μὴ ᾖ ἐν καθαρότητι. Ἐὰν δὲ λόγον ψιλὸν θέλῃς εἰπεῖν, τοῦτο οὐ σὺ μόνος λέγεις, ἀλλ’ ἕκαστος λέγει, ὅτι ἐθέλει ἀγαπῆσαι τὸν Θεόν.

Καὶ οὐ μόνον οἱ Χριστιανοί, ἀλλὰ καὶ οὗτος ὁ λόγος οἰκεῖος ἐξ ἑκάστου λέγεται· ἀλλ’ ἐν τούτοις τοῖς λόγοις ἡ γλῶσσα μόνον κινεῖται, τῆς ψυχῆς μὴ αἰσθανομένης τὸ τί λέγει. Καὶ πολλοὶ νοσοῦντες οὐδὲ αὐτό, ὅτι νοσοῦσιν, ἐπίστανται. Κακία γὰρ νόσος ἐστὶ ψυχῆς καὶ πλάνη, τῆς ἀληθείας ἀπώλεια, καὶ οἱ πλεῖστοι τῶν ἀνθρώπων ἐν τούτοις ἀρρωστοῦντες, ὑγείαν κηρύττουσι καὶ ὑπὸ πολλῶν εὐφημοῦνται. Ἐὰν γὰρ μὴ ὑγιάνῃ ἡ ψυχὴ ἐκ τῆς κακίας καὶ σταθῇ ἐν τῇ ὑγείᾳ τῇ φυσικῇ, ἐν ᾗ ἐκτίσθη, ὅπως γεννηθῇ ἐκ τῆς ὑγείας τοῦ πνεύματος, ἐπιθυμεῖν ἄνθρωπον τὰ ὑπὲρ φύσιν τοῦ πνεύματος οὐ δυνατόν ἐστι. Διότι, ὅσον ἐστὶν ἡ ψυχὴ ἐν τῇ νόσῳ τῶν παθῶν, οὐκ αἰσθήσει αἰσθάνεται τῶν πνευματικῶν, οὐδὲ ἐπιθυμεῖν αὐτὰ οἶδεν, ἀλλ’ ἐκ τῆς ἀκοῆς τῶν ὤτων καὶ τῶν γραφῶν μόνον ἐπιθυμεῖ.

Λοιπὸν δικαίως ἄνωθεν εἶπον, ὅτι χρὴ τοὺς ἐπιθυμοῦντας τῆς τελειότητος φυλάττειν πάσας τὰς ἐντολάς· διότι ἡ ἐργασία ἡ κρυπτὴ τῶν ἐντολῶν ἰατρεύει τὴν δύναμιν τῆς ψυχῆς. Καὶ αὕτη οὐχ ἁπλῶς καὶ ὡς ἔτυχεν ἐγένετο· γέγραπται γάρ, ὅτι χωρὶς ἐκχύσεως αἵματος, οὐκ ἔστιν ἄφεσις. Ἀλλὰ ἐν πρώτοις ἐν τῇ ἐνανθρωπήσει τοῦ Χριστοῦ ἐδέξατο ἡ φύσις ἡμῶν τὸν ἀνακαινισμὸν καὶ ἐκοινώνησε τῷ πάθει αὐτοῦ καὶ τῷ θανάτῳ αὐτοῦ, καὶ τότε μετὰ τὸν ἀνακαινισμὸν τῆς ἐκχύσεως τοῦ αἵματος ἀνεκαινίσθη καὶ ἡγιάσθη ἡ φύσις ἡμῶν καὶ ἱκανὴ ἐγένετο δέξασθαι τὰς ἐντολὰς τὰς νέας καὶ τελείας. Εἰ γὰρ ἐδόθη αὐτοῖς πρὸ τῆς ἐκχύσεως τοῦ αἵματος, πρὸ τοῦ ἀνακαινισθῆναι καὶ ἁγιασθῆναι τὴν φύσιν ἡμῶν, τάχα καὶ αὗται αἱ ἐντολαὶ αἱ νέαι, κατ’ ἐκείνας τὰς πάλαι τὴν κακίαν ἔκοπτον ἐκ τῆς ψυχῆς, μὴ δυνάμεναι τὴν ῥίζαν αὐτὴν τῆς κακίας τέλεον ἐκτίλαι ἐκ τῆς ψυχῆς. Νῦν δὲ οὐχ οὕτως, ἀλλ’ ἡ κρυπτὴ ἐργασία ἡ ἐξακολουθοῦσα καὶ αἱ ἐντολαὶ αἱ καιναὶ καὶ πνευματικαί, ἃς ἡ ψυχὴ φυλάττει ἐν τῇ περιβλέψει τοῦ φόβου τοῦ Θεοῦ, ἀνακαινίζουσιν αὐτὴν καὶ ἁγιάζουσι καὶ κρυπτῶς θεραπεύουσι πάντα τὰ μέλη αὐτῆς. Ὅτι ἑκάστη ἐντολὴ ὁποῖον πάθος ἐξιᾶται ἐν τῇ ψυχῇ ἡσύχως, δῆλόν ἐστι. Καὶ τῆς ἐνεργείας δὲ τούτων, ὅ τε ἰατρεύων καὶ ἰατρευόμενος ἐπαισθάνονται καθ’ ὁμοιότητα τῆς αἱμόρρου γυναικός.

Σὺ γινώσκεις, ὦ ἀγαπητέ, ὅτι, εἰ μὴ ἰατρευθείη τὸ ἐμπαθὲς μέρος τῆς ψυχῆς καὶ ἀνακαινισθείη ἐν τῇ πολιτείᾳ τοῦ πνεύματος, οὐ κτήσεται ὑγίειαν, οὐδὲ ἐλευθερωθήσεται τοῦ λυπεῖσθαι ἐκ τῶν ἀπαντώντων αὐτῇ πραγμάτων τῶν ἐν τῇ κτίσει.

Καὶ αὕτη ἡ ἰατρεία ἐστί, ταύτην γενέσθαι ὑπὸ τῆς χάριτος καθάπερ ἐπὶ τῶν μακαρίων Ἀποστόλων, ὅτι ἐν τῇ πίστει ἐτελειώθησαν ἐν τῇ ἀγάπῃ τοῦ Χριστοῦ. Καὶ ἔστιν ὅτε νομίμως ὑποδέχεται ἡ ψυχὴ τὴν ὑγίειαν. Ἐκεῖνος γὰρ ὁ ἐν τῇ ἐργασίᾳ τῶν ἐντολῶν καὶ τοῖς σκληροτέροις ἔργοις τῆς πολιτείας τῆς ἀληθοῦς νικήσας τὰ πάθη, γινωσκέτω, ὅτι τὴν ὑγίειαν τῆς ψυχῆς νομίμως ἐκτήσατο καὶ ἀπεγαλακτίσθη ἀπὸ τῆς σωματώσεως τούτου τοῦ κόσμου καὶ ἐκόπη ἐξ αὐτοῦ τὸ ἔθος τῶν ἑαυτοῦ προλήψεων καὶ ἀνεγεννήθη ὡς ἐξ ἀρχῆς ἐν τοῖς πνευματικοῖς καὶ ἐνωράθη ἐν τῇ χάριτι ἐν τῇ χώρᾳ τοῦ πνεύματος ἐν ταῖς ἐννοίαις τοῦ ἐσωτέρου ἀνθρώπου καὶ ὑπεδέξατο αὐτὸν κόσμος καινὸς ἀσύνθετος.