Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Ἔργα νόθα

Ἰσαὰκ ὁ Σύρος

Ασκητικές υποθήκες για την αποταγή του κόσμου και την κάθαρση της καρδιάς

Συμβουλές προς τους μοναχούς για την αξία της σιωπής, της ταπεινοφροσύνης, της μνήμης του Θεού και της προστασίας του νου από τις κοσμικές μέριμνες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 1 από 8

Περὶ φυλακῆς καὶ τηρήσεως τῆς ἐκ τῶν χαύνων καὶ ἀμελῶν, καὶ ὅτι ἐκ τοῦ πλησιασμοῦ αὐτῶν βασιλεύει ἐπὶ τῷ ἀνθρώπῳ ἡ ἀμέλεια καὶ ἡ χαυνότης, καὶ πληροῦται ἀπὸ παντὸς πάθους ἀκαθάρτου· καὶ περὶ τοῦ φυλάξασθαι ἑαυτὸν ἐκ τῆς ἐγγύτητος τῶν νεωτέρων, ἵνα μὴ μολυνθῇ ὁ νοῦς ἐν τοῖς ἀκολάστοις λογισμοῖς. Ὁ κωλύων τὸ στόμα αὐτοῦ ἐκ τῆς λαλιᾶς, φυλάττει τὴν καρδίαν αὐτοῦ ἐκ τῶν παθῶν· καὶ ὁ καθαίρων τὴν καρδίαν αὐτοῦ ἐκ τῶν παθῶν, ἐν πάσῃ ὥρᾳ θεωρεῖ τὸν Κύριον.

Οὗτινος διαπαντὸς ἡ μελέτη ἔστιν ἐν τῷ Θεῷ, φυγαδεύει τοὺς δαίμονας ἀπ’ αὐτοῦ καὶ ἐκριζοῖ τὸ σπέρμα τῆς κακίας αὐτῶν. Ὁ ἐπισκεπτόμενος τὴν ἑαυτοῦ ψυχὴν ἐν πάσῃ ὥρᾳ, εὐφραίνεται ἡ καρδία αὐτοῦ ἐν ταῖς ἀποκαλύψεσι, καὶ ὁ συνάγων τὴν θεωρίαν τοῦ νοὸς αὐτοῦ ἔσωθεν αὐτοῦ, ἐν αὐτῷ θεωρεῖ τὴν αὐγὴν τοῦ πατρός.

Ὅστις ἐβδελύξατο πάντα μετεωρισμόν, θεωρεῖ τὸν δεσπότην αὐτοῦ ἔσωθεν τῆς καρδίας αὐτοῦ. Ἐὰν ἀγαπᾷς τὴν καθαρότητα, ἐν ᾗ καθορᾶται ὁ τῶν ὅλων δεσπότης, μὴ καταλαλήσῃς τινός, μὴ δὲ ἀκούσῃς τινὸς καταλαλοῦντος τοῦ ἀδελφοῦ αὐτοῦ· καὶ ἐὰν διαμάχωνταί τινες ἔμπροσθέν σου, καὶ ἐὰν ἀκούσῃς ῥημάτων ὀργῆς, κλεῖσον τὰ ὦτα σου καὶ φεῦγε ἐκεῖθεν, ἵνα μὴ ἀποθάνῃ ἡ ψυχή σου ἐκ τῆς ζωῆς.

Καρδία θυμώδης, διάκενος ἐστὶν ἐκ τῶν μυστηρίων τοῦ Θεοῦ· ὁ δὲ πραῢς καὶ ταπεινόφρων, πηγή ἐστι τῶν μυστηρίων τοῦ καινοῦ αἰῶνος. Ἰδοὺ ὁ οὐρανὸς ἔσωθέν σου ἐὰν καθαρὸς ἔσῃ, καὶ ἐν σεαυτῷ ὄψει τοὺς ἀγγέλους σὺν τῷ φωτὶ αὐτῶν καὶ τὸν δεσπότην αὐτῶν μετ’ αὐτῶν τε καὶ ἔσωθεν αὐτῶν.

Ὁ ἐπαινούμενος δικαίως, οὐ ζημιοῦται, ἀλλ’ ἐὰν ἡδυνθῇ αὐτῷ ὁ ἔπαινος, ἐργάτης ἐστὶν ἄμισθος. Ὁ θησαυρὸς τοῦ ταπεινόφρονος, ἔσωθεν αὐτοῦ ἐστιν, ὅς ἐστιν ὁ Κύριος. Καὶ ὁ τηρούμενος τῇ γλώσσῃ αὐτοῦ, εἰς τὸν αἰῶνα οὐ συληθήσεται ἐξ αὐτῆς.

Στόμα σιωπηλὸν ἑρμηνεύει τὰ μυστήρια τοῦ Θεοῦ. Ὁ δὲ ταχύλαλος μακρύνεται ἀπὸ τοῦ πλάσαντος αὐτόν. Ἡ ψυχὴ τοῦ ἀγαθοῦ λάμπει ὑπὲρ τὸν ἥλιον, καὶ ἐν τῇ θεωρίᾳ τῶν θείων ἀποκαλύψεων ἐν πάσῃ ὥρᾳ εὐφραίνεται.

Καὶ ὁ ἀκολουθῶν τῷ ἀγαπῶντι τὸν Θεόν, πλουτήσει ἐκ τῶν μυστηρίων τοῦ Θεοῦ· καὶ ὁ ἀκολουθῶν τῷ ἀδίκῳ καὶ ὑπερηφάνῳ, μακρυνθήσεται ἐκ τοῦ Θεοῦ, καὶ ἐκ τῶν φίλων αὐτοῦ μισηθήσεται. Ὁ τῇ γλώσσῃ σιγηλός, ἐν πᾶσι τοῖς σχήμασιν αὐτοῦ κτήσεται τάξιν ταπεινόφρονα, καὶ οὕτως χωρὶς κόπου ἐξουσιάσει τῶν παθῶν.

Τὰ πάθη ἐκριζοῦνται καὶ φυγαδεύονται ἐν τῇ ἀδιαλείπτῳ ἐν Θεῷ μελέτῃ· καὶ τοῦτό ἐστι τὸ ξίφος τὸ ἀποκτένον αὐτά. Καθάπερ ἐν τῇ γαλήνῃ καὶ ἡσυχίᾳ τῆς θαλάσσης κινεῖται καὶ νήχεται ὁ δελφίν, οὕτως καὶ ἐν τῇ ἡσυχίᾳ καὶ γαλήνῃ τῆς θαλάσσης τῆς καρδίας, ἐκ τοῦ θυμοῦ καὶ τῆς ὀργῆς ἐν παντὶ καιρῷ κινεῖται ἐν αὐτῇ τὰ μυστήρια καὶ αἱ θεῖαι ἀποκαλύψεις πρὸς εὐφροσύνην αὐτῆς.

Ὁ θέλων ἰδεῖν τὸν Κύριον, μηχανᾶται καθαρίσαι αὐτοῦ τὴν καρδίαν ἐν ἀδιαλείπτῳ μνήμῃ τοῦ Θεοῦ, καὶ οὕτως ἐν τῇ λαμπρότητι τῶν ὀφθαλμῶν τῆς διανοίας αὐτοῦ, ἐν πάσῃ ὥρᾳ ὄψεται τὸν Κύριον. Ὅπερ συμβαίνει τῷ ἰχθύϊ ἐξεληλυθότι ἐκ τοῦ ὕδατος, τοῦτο καὶ τῷ νοῒ συμβαίνει ἐξελθόντι ἐκ τῆς μνήμης τοῦ Θεοῦ καὶ μετεωριζομένῳ ἐν τῇ μνήμῃ τοῦ κόσμου· ὅσον μακρύνεται ὁ ἄνθρωπος ἐκ τῆς συνομιλίας τῶν ἀνθρώπων, τοσοῦτον ἀξιοῦται τῆς παρρησίας τῆς μετὰ τοῦ Θεοῦ ἐν τῷ νοῒ αὐτοῦ· καὶ καθόσον κόπτει ἐξ αὐτοῦ τὴν παράκλησιν τοῦ κόσμου τούτου, κατὰ τοσοῦτον ἀξιοῦται τῆς χαρᾶς τοῦ Θεοῦ ἐν τῷ Πνεύματι τῷ ἁγίῳ· καὶ καθάπερ ἀπόλλυνται οἱ ἰχθύες ἐκ τῆς λείψεως τοῦ ὕδατος, οὕτως καὶ ἐκ τῆς καρδίας τοῦ μοναχοῦ αἱ νοεραὶ κινήσεις, αἱ διὰ τοῦ Θεοῦ βλαστάνουσαι, τοῦ συνεχῶς μετὰ τῶν κοσμικῶν ἀναστρεφομένου καὶ διάγοντος.

Κρείσσων κοσμικὸς ταλαιπωρῶν ἐν τοῖς βιωτικοῖς καὶ κακοπαθῶν, μοναχοῦ ταλαιπωροῦντος μετὰ τῶν κοσμικῶν καὶ διάγοντος. Φοβερός ἐστι τοῖς δαίμοσι καὶ ποθητὸς τῷ Θεῷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, ὁ μετὰ θερμοῦ ζήλου ἐκριζῶν ἐκ τῆς καρδίας αὐτοῦ τὰς προσβολὰς τὰς ὑπὸ τοῦ ἐχθροῦ φυομένας.

Τοῦ καθαροῦ ἐν τῇ ψυχῇ, ἡ χώρα ἡ νοητὴ ἔνδοθεν αὐτοῦ ἐστι· καὶ ὁ ἥλιος ὁ λάμπων ἐν αὐτῷ, τὸ φῶς τῆς ἁγίας Τριάδος ὑπάρχει· καὶ ὁ ἀὴρ ὃν πνέουσιν οἱ οἰκήτορες αὐτῆς, τὸ παράκλητον καὶ πανάγιον Πνεῦμα ἐστίν· οἱ δὲ συγκάθεδροι αὐτοῦ, αἱ ἅγιαι καὶ ἀσώματοι φύσεις· καὶ ἡ ζωὴ καὶ ἡ χαρὰ καὶ ἡ εὐφροσύνη αὐτῶν, ὁ Χριστός ἐστι, τὸ ἐκ φωτὸς τοῦ Πατρὸς φῶς· ὁ τοιοῦτος, καὶ ἐν τῇ θεωρίᾳ τῆς ψυχῆς αὐτοῦ ἐν πάσῃ ὥρᾳ εὐφραίνεται, καὶ ἐν τῷ κάλλει αὐτοῦ θαυμάζει, τηλαυγεστέρῳ ὄντι ἑκατονταπλασίως τῆς τοῦ ἡλίου λαμπρότητος· αὕτη ἐστὶν ἡ Ἱερουσαλὴμ καὶ τοῦ Θεοῦ ἡ βασιλεία, ἡ ἐντὸς ἡμῶν κεκρυμμένη κατὰ τὸ τοῦ Κυρίου λόγιον.

Αὕτη ἡ χώρα, νεφέλη ἐστὶ τῆς δόξης τοῦ Θεοῦ εἰς ἣν μόνοι οἱ καθαροὶ τῇ καρδίᾳ εἰσελεύσονται τοῦ θεάσασθαι τὸ πρόσωπον τοῦ ἰδίου Δεσπότου, καὶ καταυγάσθαι τοὺς νόας αὐτῶν διὰ τῆς ἀκτῖνος τοῦ φωτὸς αὐτοῦ.

Ὁ δὲ θυμώδης, καὶ ὁ ὀργίλος, καὶ ὁ φιλόδοξος, καὶ ὁ πλεονέκτης, καὶ ὁ γαστρίμαργος, καὶ ὁ κοσμικοῖς συναναστρεφόμενος, καὶ ὁ τὸ ἴδιον θέλημα στῆσαι θέλων, καὶ ὁ ὀξύχολος, καὶ ὁ παθῶν πλήρης, οἱ τοιοῦτοι ὡς ἐν νυκτομαχίᾳ διάγουσι καὶ σκότος ψηλαφῶσιν, ἔξωθεν ὄντες τῆς χώρας τῆς ζωῆς καὶ τοῦ φωτός· ἐκείνη γὰρ ἡ χώρα, τοῖς ἀγαθοῖς καὶ ταπεινόφροσι καὶ τοῖς καθαρίσασι τὰς ἑαυτῶν καρδίας κεκλήρωται.

Οὐ δύναται ἄνθρωπος θεάσασθαι τὸ κάλλος τὸ ὂν ἔνδοθεν αὐτοῦ, πρὶν ἀτιμάσει καὶ βδελύξεται πᾶν κάλλος ἔξωθεν αὐτοῦ καὶ οὐ δύναται ἀτενίσαι πρὸς τὸν Θεόν, ἕως ἂν ἀπαρνήσηται τελείως τὸν κόσμον. Ὁ ἐξευτελίζων καὶ σμικρύνων ἑαυτόν, ὑπὸ τοῦ Κυρίου σοφισθήσεται.

Καὶ ὁ νομίζων ἑαυτὸν εἶναι σοφόν, τῆς τοῦ Θεοῦ σοφίας ἀποπεσεῖται. Ἐνόσῳ ἡ γλῶσσα τῆς πολυλογίας ἀπέχεται, ἐν τοσούτῳ καταυγάζεται τοῦ διαιρεῖν τὰ διανοήματα· ἐκ γὰρ τῆς πολυλογίας, συμφύρεται καὶ ὁ λογικώτατος νοῦς.

Ὁ πτωχεύων ἐκ τῶν κοσμικῶν πραγμάτων, πλουτίσει ἐν τῷ Θεῷ. Καὶ ὁ φίλος τῶν πλουσίων, πτωχεύει ἐκ τοῦ Θεοῦ. Ὁ σωφρωνῶν καὶ ταπεινοφρονῶν, καὶ βδελυττόμενος τὴν παρρησίαν, καὶ τὸν θυμὸν ἀπὸ τῆς καρδίας ἀπωσάμενος, ἐγὼ πιστεύω ὅτι ὅταν ἀναστῇ ἐν τῇ προσευχῇ, καθορᾷ ἐν τῇ ψυχῇ αὐτοῦ τὸ φῶς τοῦ ἁγίου Πνεύματος, καὶ σκιρτᾷ ἐν ταῖς λαμπηδόσι τοῦ φωτὸς αὐτοῦ, καὶ εὐφραίνεται ἐν τῇ θεωρίᾳ τῆς δόξης αὐτοῦ, καὶ ἐν τῇ αὐτῆς ἀλλοιώσει πρὸς τὴν αὐτοῦ ὁμοιότητα.

Οὐκ ἔστιν ἄλλη ἐργασία δυναμένη οὕτως καταλῦσαι τὰς παρεμβολὰς τῶν ἀκαθάρτων δαιμόνων, ὡς ἡ ἐν Θεῷ θεωρία. Διηγήσατο γάρ μοι τίς τῶν πατέρων, ὅτι “ἐν μιᾷ ἡμέρᾳ ὡς ἐκαθήμην. ᾐχμαλωτίσθη μου ὁ νοῦς ἐν τῇ θείᾳ θεωρίᾳ, καὶ ὅτε ἐν ἐμαυτῷ γέγονα, ἐστέναξα ἐν ἰσχύϊ· ὁ δὲ κατεναντίας ἱστάμενος δαίμων, ὡς ἤκουσεν, ἐφοβήθη καὶ ὥσπερ ὑπὸ ἀστραπῆς τινος κατεπόθη· ἔκ τε τῆς ἀνάγκης κράξας, καὶ ὡς ὑπό τινος διωχθείς, φυγὰς ᾤχετο”.

Μακάριος ὁ μνημονεύων τῆς ἐξόδου αὐτοῦ τῆς ἐκ τοῦδε τοῦ βίου, καὶ ἀπέχων αὐτοῦ τὴν σχέσιν ἐκ τῆς τούτου τρυφῆς, διότι πολυπλασίως λήψεται τὸν μακαρισμὸν ἐν τῇ ἐξόδῳ αὐτοῦ, καὶ οὐκ ἐκλείψει ἐξ αὐτοῦ ὁ μακαρισμὸς οὗτος. Οὗτος ἐστὶν ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ, καὶ τὸ ἅγιον Πνεῦμα τυγχάνει τροφὸς αὐτοῦ, καὶ ἐκ τοῦ κόλπου αὐτῆς θηλάζει τὴν ζωτικὴν τροφήν, καὶ ὀσφραίνεται τῆς ὀσμῆς αὐτοῦ πρὸς εὐφροσύνην αὐτοῦ.

Ὁ δὲ τοῖς κοσμικοῖς συνδεδεμένος, καὶ τῷ κόσμῳ καὶ τῇ τούτων ἀναπαύσει, καὶ ἀγαπῶν τὴν ὁμιλίαν αὐτῶν, οὗτος ἐστέρηται τῆς ζωῆς· καὶ οὐκ ἔχω τί περὶ αὐτοῦ εἰπεῖν, ἀλλ’ ἢ μετὰ κλαυθμοῦ πενθῆσαι πένθος ἀπαραμύθητον, οὗ ἡ ἀκοὴ συντρίβει τὰς τῶν ἀκουόντων καρδίας.

Οἱ ἐν τῷ σκότει διακείμενοι, ὑψώσατε τὰς κεφαλὰς ὑμῶν ἵνα λάμψωσι τὰ πρόσωπα ὑμῶν ἐν τῷ φωτί· ἐξέλθετε ἐκ τῶν παθῶν τοῦ κόσμου, ἵνα ἐξέλθῃ πρὸς ὑπάντησιν ὑμῶν τὸ ἐκ τοῦ Πατρὸς φῶς, καὶ τοὺς λειτουργοὺς τῶν μυστηρίων αὐτοῦ προτρέψηται τοὺς δεσμοὺς ὑμῶν λῦσαι, τοῦ περιπατεῖν ἐν τοῖς ἴχνεσιν αὐτοῦ πρὸς τὸν Πατέρα.

Οὐαὶ ἐν ποίοις ἐσμὲν συνδεδεμένοι, καὶ ἀπὸ τίνος ἐσμὲν καθειργμένοι τοῦ μὴ ἰδεῖν τὴν δόξαν αὐτοῦ· εἴθε διεκόπτοντο ἡμῶν οἱ δεσμοί, ἵνα ζητήσαντες, εὕρωμεν τὸν Θεὸν ἡμῶν. Εἰ θέλεις γνῶναι τὰ τῶν ἀνθρώπων μυστήρια, καὶ οὔπω κατέλαβες μαθεῖν ἐκ τοῦ Πνεύματος, ἔκ τε τῶν λόγων ἑκάστου καὶ τῆς διαγωγῆς καὶ τῆς διοικήσεως μαθήσῃ εἰ σοφὸς κεχρημάτικας.

Ὁ καθαρὸς τὴν ψυχὴν καὶ ἁγνὸς τὴν διαγωγήν, οὗτος πάντοτε μετὰ σωφροσύνης λαλεῖ τὰ λόγια τοῦ Πνεύματος· καὶ κατὰ τὸ οἰκεῖον μέτρον, περί τε τῶν θείων διαλέγεται καὶ περὶ τῶν ἐν αὐτῷ. Ὁ δὲ τοῖς πάθεσι συντετριμμένος τὴν καρδίαν, ὑπ’ αὐτῶν ἔχει καὶ τὴν γλῶσσαν κινουμένην, καὶ κἂν περὶ τῶν πνευματικῶν λαλῇ, ὅμως ἐμπαθῶς διαλέγεται, ἵνα ἀδίκως νικήσῃ· τὸν τοιοῦτον, ὁ σοφὸς ἐκ μόνης ἀπαντήσεως σημειοῦται, καὶ ὁ καθαρὸς ἐνοσφραίνεται τῆς δυσωδίας αὐτοῦ.

Ὁ ἐμμένων ταῖς ματαιολογίαις καὶ τοῖς μετεωρισμοῖς ψυχῇ καὶ σώματι, πόρνος ἐστί. Καὶ ὁ συνευδοκῶν αὐτῷ καὶ συνασχολούμενος, μοιχός ἐστι. Καὶ ὁ συγκοινωνῶν αὐτῷ, εἰδωλολάτρης ἐστίν. Ἡ πρὸς τοὺς νεωτέρους φιλία, βδελυκτὴ πορνεία παρὰ Θεῷ· τῇ συντριβῇ τοῦ τοιούτου, οὐκ ἔστιν ἐπίπλασμα. Ὁ δὲ πάντας ἐξίσου ἀγαπῶν συμπαθῶς καὶ ἀδιακρίτως, οὗτος ἔφθασε τὴν τελειότητα.

Νέος νεωτέρῳ ἀκολουθῶν, ποιεῖ τοὺς διακριτικοὺς ἐπ’ αὐτοὺς πενθεῖν καὶ κλαίειν. Γέρων δέ, ἀκολουθῶν νεωτέρῳ, δυσωδέστερον τοῦ τῶν νεωτέρων κέκτηται πάθος, κἂν περὶ ἀρετῶν διαλεχθῇ πρὸς αὐτούς, ἀλλ’ ἡ καρδία αὐτοῦ πεπνιγμένη ὑπάρχει.

Νέος ταπεινόφρων καὶ ἡσύχιος, καθαρός τε τῇ καρδίᾳ ἀπὸ ζήλου καὶ θυμοῦ, ἀπεχόμενός τε ἀπὸ παντὸς ἀνθρώπου καὶ ἑαυτῷ προσέχων, ταχέως συνήσει τὰ πάθη τοῦ ἀμελοῦς γέροντος. Γέροντι μὴ ἐξίσου ἔχοντι τόν τε γέροντα καὶ τὸν νεώτερον, τῷ τοιούτῳ πάσῃ δυνάμει μὴ συναναστραφῇς, ἀλλὰ μᾶλλον μακρύνθητι ἀπὸ αὐτοῦ.

Οὐαὶ τοῖς ἀμελεστέροις τοῖς προσποιουμένοις ἐν σχήματι καθαρῷ διατρέφειν τὰ ἴδια πάθη. Ὁ δὲ τὴν πολιὰν φθάσας ἐν καθαρότητι λογισμῶν καὶ πολιτείᾳ καὶ ἐπικρατείᾳ τῆς γλώττης, ἐνταῦθα μὲν κατατρυφᾷ τῆς γλυκύτητος τοῦ καρποῦ τῆς γνώσεως· ἐν δὲ τῇ ἐξόδῳ αὐτοῦ τῇ ἐκ τοῦδε τοῦ σώματος, δέχεται τὴν δόξαν τοῦ Θεοῦ.

Οὐδὲν οὕτως ψυχραίνει τὸ πῦρ τὸ ἐκ τοῦ ἁγίου Πνεύματος ἐμπνεόμενον ἐν τῇ καρδίᾳ πρὸς ἁγιασμὸν τῆς ψυχῆς, ὡς ἡ συναναστροφὴ καὶ ἡ πολυλογία καὶ ἡ συντυχία, ἐκτὸς τῆς μετὰ τῶν τέκνων τῶν μυστηρίων τοῦ Θεοῦ, τῆς πρὸς αὔξησιν τῆς γνώσεως αὐτοῦ καὶ πλησιασμόν. Ἡ τοιαύτη γὰρ συντυχία, ἐξυπνίζει τὴν ψυχὴν πρὸς τὴν ζωὴν καὶ ἐκριζοῖ τὰ πάθη καὶ τοὺς αἰσχροὺς λογισμοὺς ὑπὲρ πάσας τὰς ἀρετάς.

Μὴ κτήσῃ φίλους μὴ δὲ συμμύστας, ἀλλ’ ἢ τοὺς τοιούτους, ἵνα μὴ πρόσκομμα ποιήσῃς τῇ σῇ ψυχῇ καὶ ἐκκλίνῃς ἀπὸ τῆς ὁδοῦ Κυρίου. Μεγαλυνθήτω ἐν τῇ καρδίᾳ σου ἡ τῷ Θεῷ ἑνοῦσα σε καὶ συναπτοῦσα ἀγάπη, ἵνα μὴ αἰχμαλωτεύσῃ σε ἡ ἀγάπη, ἧς τὸ αἴτιον καὶ τὸ τέλος, φθορά.

Ἡ μετὰ τῶν ἀγωνιστῶν διαγωγὴ καὶ συναναστροφή, πλουτῆσαι ποιεῖ ἀμφοτέρους τῶν μυστηρίων τοῦ Θεοῦ· ἡ δὲ πρὸς τοὺς ῥαθύμους καὶ ὀκνηροὺς ἀγάπη, ἐμπλῆσαι ποιεῖ τὴν γαστέρα κατακόρως καὶ ἀπλήστως, ἐν τῷ μετεωρισμῷ τῷ μετ’ ἀλλήλων γινομένῳ· τῷ τοιούτῳ, ἀηδῇ φαίνονται τὰ βρώματα χωρὶς τοῦ ἑταίρου αὐτοῦ· καί φησιν, οὐαὶ τῷ ἐσθίοντι τὸν ἄρτον αὐτοῦ μόνως, ὅτι οὐχ’ ἡδυνθήσεται αὐτῷ· οἵτινες καλοῦνται ἀλλήλους πρὸς εὐωχίας καὶ ἀμοίβονται ἀλλήλους ὡς μισθωτοί. Φεῦ τῆς ἐναγοῦς ταύτης ἀγάπης καὶ τῆς ἀπρεποῦς καὶ ἀσέμνου διαγωγῆς. Φεῦγε οὖν, ἀδελφέ, τοὺς ἐθισθέντας εἰς τὰ τοιαῦτα, καὶ μηδαμῶς τούτοις συνεσθίειν θέλε μὴ δὲ ἐάν σοι ἀνάγκη συμβῇ· ἡ γὰρ τράπεζα αὐτῶν ἐναγής, καὶ τοὺς δαίμονας ὑπηρέτας κέκτηνται. Οἱ φίλοι τοῦ νυμφίου Χριστοῦ, ταύτης οὐ γεύονται.

Ὁ τὰς εὐωχίας συνεχῶς ἐκτελῶν, ἐργάτης ἐστὶ τοῦ τῆς πορνείας δαίμονος, καὶ τὴν ψυχὴν τοῦ ταπεινόφρονος μολύνει. Ἄρτος εὐτελὴς ἀπὸ τραπέζης ἁγνοῦ, ἁγνίζει τὴν ψυχὴν τοῦ ἐσθίοντος ἀπὸ παντὸς πάθους. Ὀσμὴ τραπέζης γαστριμάργου, ἡ δαψίλεια τῶν ἐδεσμάτων καὶ τηγανισμάτων. Ὁ δὲ ἄφρων καὶ ἀσύνετος, ἀνθέλκεται πρὸς αὐτὴν ὥσπερ κύων πρὸς μάκελλον.

Τοῦ δὲ τῇ προσευχῇ προσκαρτεροῦντος διαπαντός, ἡ τράπεζα, ἡδυτέρα πάσης ὀσμῆς μόσχου καὶ μυρωδίας· ὁ δὲ φιλόθεος, ταύτην ἐπιποθεῖ ὥσπερ θησαυρὸν ἀτίμητον. Ἀπὸ τραπέζης νηστευόντων καὶ ἀγρυπνούντων καὶ κοπιώντων ἐν Κυρίῳ, λάβε σεαυτῷ φάρμακον ζωῆς, καὶ διέγειρον τῆς ψυχῆς σου τὴν θνῆξιν. Ὁ γὰρ ἠγαπημένος ἀνακέκλιται ἐν μέσῳ αὐτῶν ἁγιάζων, καὶ τὸ πικρὸν τῆς κακουχίας αὐτῶν μεταβάλλων εἰς τὴν γλυκύτητα αὐτοῦ τὴν ἀνεκδιήγητον· οἱ δὲ πνευματικοὶ καὶ ἐπουράνιοι λειτουργοὶ αὐτοῦ ἐπισκιάζουσιν αὐτοὺς καὶ τὰ ἅγια αὐτῶν ἐδέσματα· οἶδα ἐγὼ τινὰ τῶν ἀδελφῶν ὀφθαλμοφανῶς τοῦτο βλέποντα.

Μακάριος ὁ ἀποστομίσας ἑαυτὸν ἀπὸ πάσης ἡδυπαθείας τῆς χωριζούσης αὐτὸν ἀπὸ τοῦ κτίσαντος αὐτόν. Μακάριος ὁ ἔχων τροφὴν τὸν ἄρτον τὸν ἐκ τοῦ οὐρανοῦ καταβάντα, καὶ ζωὴν δεδωκότα τῷ κόσμῳ. Μακάριος ὁ ἐν τῇ πεδιάδι αὐτοῦ ἑωρακὼς τὴν ἀρδείαν τῆς ζωῆς, τὴν ἐξ ἐλέους προϊοῦσαν ἐκ τῶν κόλπων τοῦ Πατρός· καὶ πρὸς αὐτὴν τὸ ὄμμα διατείνας, ὅταν πίῃ ἐξ αὐτῆς, εὐφρανθήσεται καὶ ἀναθάλλει ἡ καρδία αὐτοῦ ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει.

Ὁ ἑωρακὼς ἐν τῇ ἰδίᾳ τροφῇ τὸν ἑαυτοῦ Κύριον, ὑποκλέπτει ἑαυτόν, καὶ μόνος αὐτοῦ μεταλαμβάνει, μὴ κοινωνῶν τοῖς ἀναξίοις, ἵνα μὴ συμμεταλάβῃ αὐτῆς, γυμνωθείσης τῆς ἀκτῖνος αὐτοῦ. Ὁ δὲ ἔχων μεμιγμένον ἰὸν θανάτου ἐν τῇ βρώσει αὐτοῦ, οὐ δύναται ἡδέως ταύτης μεταλαμβάνειν χωρὶς τῶν ἑταίρων αὐτοῦ.

Λύκος θνησιμαίων γευόμενος ἐστίν, ὁ τὴν φιλίαν ἔχων διὰ τὴν ἰδίαν γαστέρα. Πόσον σου τὸ ἀκόρεστον, ὦ ἄφρον, ὅτι ἐμπλῆσαι τὴν γαστέρα βούλει ἐκ τῆς τραπέζης τῶν ἀμελῶν, ἐξ ὧν ἡ ψυχή σου παντὸς πάθους πληροῦται.

Αὗται αἱ παραφυλακαὶ αὐταρκοῦσι τοῖς δυναμένοις κατακρατῆσαι τῆς γαστρός. Ὀσμὴ νηστευτοῦ, ἡδυτάτη, καὶ ἡ ἀπάντησις αὐτοῦ εὐφραίνει καρδίας διακριτικῶν. Τῷ δὲ γαστριμάργῳ, ἐκ τῆς συναναστροφῆς αὐτοῦ ἐπιπεσεῖται φόβος, καὶ μηχανᾶται μὴ συνεσθίειν αὐτῷ.

Προσφιλὴς τῷ Θεῷ ἡ διαγωγὴ τοῦ ἐγκρατοῦς, οὗ ἡ γειτνίασις, βαρυτάτη τῷ φιλοκτήμονι. Λίαν ἐπαινεῖται παρὰ τοῦ Χριστοῦ ὁ σιγηλός. Τοῖς δὲ αἰχμαλωτισθεῖσιν ὑπὸ τῶν δαιμόνων ἔν τε παιγνίοις καὶ μετεωρισμοῖς, οὐχ’ ἡδυνθήσεται ὁ πλησιασμὸς αὐτοῦ.

Τίς οὐκ ἀγαπᾷ τὸν ταπεινόφρονα καὶ πρᾶον, ἀλλ’ ἢ οἱ ὑπερήφανοι καὶ κατάλαλοι, οἱ ὄντες ξένοι τῆς αὐτοῦ ἐργασίας; Διηγήσατό μοι τίς ἐξ ὧν ἐδοκίμασεν, ὅτι ἐν αἷς ἡμέραις συναναστρέφομαι τισίν, ἐσθίω τρία παξαμάτια ἢ τέσσαρα τῆς ἡμέρας· ἐὰν δὲ παραβιάσω ἐμαυτὸν εἰς προσευχήν, παρρησίαν ὁ νοῦς μου οὐκ ἔχει πρὸς τὸν Θεόν, οὐδὲ δύναμαι πρὸς αὐτὸν ἀτενίσαι. Ὅταν δὲ ἐμαυτὸν χωρίσω ἐκ τούτων εἰς τὴν ἡσυχίαν, τῇ μὲν πρώτῃ ἡμέρᾳ παραβιάζω ἐμαυτὸν ἐσθίειν ἓν ἥμισυ, τῇ δὲ δευτέρᾳ, ἕν· ὅταν δὲ παγιωθῇ ὁ νοῦς μου εἰς τὴν ἡσυχίαν, ἀγωνίζομαι φαγεῖν ἓν ὁλόκληρον καὶ οὐ δύναμαι. Ὁ νοῦς μου ἀκαταπαύστως μετὰ παρρησίας διαλέγεται πρὸς τὸν Θεόν, ἐμοῦ μὴ ἀναγκάζοντος, καὶ ἡ ἔλλαμψις αὐτοῦ ἀδιαλείπτως με καταυγάζει, καὶ καθέλκει με ἰδεῖν καὶ εὐφρανθῆναι ἐν τῷ κάλλει τοῦ θείου φωτός. Ἐὰν δὲ συμβῇ ἐν τῷ καιρῷ τῆς ἡσυχίας ἐλθεῖν τινά, καὶ συνδιαλεχθῆναι μοι, κἂν μίαν ὥραν, ἀδύνατόν μοι τότε μὴ προσθῆναι εἰς τὴν βρῶσιν· λεῖψαι δὲ ἐκ τοῦ κανόνος, χαυνοῦσθαι τε τὸν νοῦν εἰς τὴν θεωρίαν τοῦ φωτὸς ἐκείνου.

Ἰδού, ὁρᾶτε ἀδελφοί μου, τί καλὴ καὶ ὠφέλιμος ἡ ὑπομονὴ καὶ ἡ μόνωσις, καὶ δύναμιν παρέχει καὶ εὐκολίαν τοῖς ἀγωνισταῖς. Μακάριος ὁ διὰ τὸν Θεὸν ὑπομένων ἐν ἡσυχίᾳ καὶ ἐσθίων μόνος τὸν ἑαυτοῦ ἄρτον, ὅτι διαπαντὸς μετὰ τοῦ Θεοῦ διαλέγεται. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

Περὶ ἀποταγῆς κόσμου καὶ ἀποχῆς τῆς πρὸς ἀνθρώπους παρρησίας. Ὅταν ἀγαπήσωμεν φυγεῖν ἐκ τοῦ κόσμου καὶ ξένοι τῶν κοσμικῶν γενέσθαι, οὐδὲν οὕτως ἡμᾶς χωρίζει ἐκ τοῦ κόσμου, οὐδὲ θανατοῖ τὰ πάθη ἐξ ἡμῶν, οὐδὲ ζωοποιεῖ ἡμᾶς <ἐν Θεῷ> καὶ διεγείρει ἡμᾶς εἰς τὰ πνευματικά, ὡς τὸ πένθος καὶ ὁ καρδιακὸς πόνος ὁ μετὰ διακρίσεως· πρόσωπον γὰρ αἰδήμονος, μιμεῖται τὴν ταπείνωσιν τοῦ ἠγαπημένου. Καὶ οὐδὲν ἡμᾶς ποιεῖ συναναστραφῆναι τῷ κόσμῳ καὶ τοῖς ἐν τῷ κόσμῳ μεθυσταῖς καὶ ἀσώτοις, καὶ οὐδὲν ἡμᾶς χωρίζει τῶν θησαυρῶν τῆς σοφίας τῶν μυστηρίων τῶν Θεοῦ, ὡς ὁ γελοιασμὸς καὶ ὁ μετὰ παρρησίας μετεωρισμός. Τοῦτο ἐστὶ τὸ ἐπιτήδευμα τοῦ δαίμονος τῆς πορνείας.

Ἐπειδὴ δέ σου πεπείραμαι τῆς φιλοσοφίας, ὦ ἀγαπητέ, παρακαλῶ σε ἐν ἀγάπῃ, παραφυλάττεσθαι ἐκ τῆς ἐπηρείας τοῦ ἐχθροῦ. ἵνα μὴ ἐν τῇ εὐτραπελίᾳ τῶν λόγων, ψυχράνῃς τὴν ψυχήν σου ἐκ τῆς θέρμης τῆς ἀγάπης τοῦ Χριστοῦ, τοῦ διὰ σὲ χολῆς γευσαμένου ἐπὶ τοῦ ξύλου τοῦ σταυροῦ. Καὶ ἀντὶ τῆς γλυκείας ἐκείνης μελέτης καὶ τῆς πρὸς Θεὸν παρρησίας, ἐμπλήσῃ αὐτὴν φαντασιῶν πολλῶν, καὶ σοῦ ἐγρηγορότος· καθεύδοντος δέ, αἰχμαλωτίσῃ αὐτὴν τοῖς ἀτόποις ἐνυπνίοις, ὧν τὴν δυσοσμίαν οἱ ἅγιοι ἄγγελοι οὐκ ἀνέχονται καὶ γίνῃ ἄλλοις ὀλίσθημα καὶ σεαυτῷ σκόλοψ.

Παραβίασαι σεαυτὸν μιμήσασθαι τὴν ταπείνωσιν τοῦ Χριστοῦ, ἵνα ἐξαφθῇ ἐν σοὶ τὸ πῦρ τὸ ἐν σοὶ παρ’ αὐτοῦ καταβληθέν, ἐν ᾧ ἐκριζοῦνται πᾶσαι αἱ κινήσεις τοῦ κόσμου, αἱ ἀποκτείνουσαι τὸν καινὸν ἄνθρωπον, καὶ μιαίνουσαι τὰς αὐλὰς Κυρίου τοῦ ἁγίου καὶ δυνατοῦ. Ἐγὼ γὰρ θαρρῶ λέγειν κατὰ τὸν ἅγιον Παῦλον, ὅτι ναὸς Θεοῦ ἐσμέν· ἁγνίσωμεν οὖν τὸν αὐτοῦ ναόν, ὡς αὐτὸς ἁγνός ἐστιν, ἵνα ἐπιθυμήσῃ κατασκηνῶσαι ἐν αὐτῷ· ἁγιάσωμεν αὐτόν, ὡς αὐτὸς ἅγιος ἐστί, καὶ κοσμήσωμεν αὐτὸν ἐν πᾶσιν ἔργοις ἀγαθοῖς καὶ τιμίοις.

Θυμιάσωμεν αὐτὸν ἐν τῷ θυμιάματι τῆς ἀναπαύσεως τοῦ θελήματος αὐτοῦ, διὰ καθαρᾶς καὶ καρδιακῆς προσευχῆς, ἣν κτήσασθαι τῇ κοινωνίᾳ τῶν κοσμικῶν συνεχῶν κινήσεων ἀδύνατον· καὶ οὕτως ἐπισκιάσει τῇ ψυχῇ ἡ νεφέλη τῆς δόξης αὐτοῦ καὶ διαυγάσει τὸ φῶς τῆς μεγαλωσύνης αὐτοῦ ἔνδοθεν τῆς καρδίας, καὶ ἐμπλησθήσονται χαρᾶς καὶ εὐφροσύνης πάντες οἱ οἰκήτορες τοῦ σκηνώματος τοῦ Θεοῦ· οἱ δὲ ἀναιδεῖς καὶ ἀναίσχυντοι, τῇ φλογὶ τοῦ ἁγίου Πνεύματος ἐκλείψονται.

Ὀνείδιζε σεαυτόν, ὦ ἀδελφέ, διαπαντός, καὶ λέγε· “Ὦ ψυχή, ἤγγικέ σου ἡ ἐκ τοῦ σώματος διάλυσις· ἵνα τί εὐφραίνῃ εἰς ἃ σήμερον μέλλεις καταλεῖψαι, καὶ ὧν τῆς θέας στερηθήσῃ εἰς τοὺς αἰῶνας. Πρόσεχε τοῖς ἔμπροσθέν σου, καὶ διαλογίζου ἃ ἔπραξας, πῶς καὶ τί εἰσιν· καὶ μετὰ τίνος διήνυσας τὰς ἡμέρας τῆς ἐργασίας σου, ἢ τίς ἐδέξατο τὸν κόπον τῆς γεωργίας σου· καὶ τίνα ηὔφρανας τῇ σῇ παλαίστρᾳ, ἵνα πρὸς ὑπάντησίν σου ἐξέλθῃ ἐν τῷ καιρῷ τῆς ἐξόδου σου· τίνα ἔτερψας ἐπὶ τῷ σῷ δρόμῳ, ἵνα ἐν τῷ λιμένι αὐτοῦ ἀναπαυῇς· τίνος δὲ χάριν ἐκοπίασας καὶ ἐταλαιπώρησας ἵνα φθάσῃς εἰς αὐτὸν μετὰ χαρᾶς· τίνα ἐκτήσω φίλον ἐν τῷ μέλλοντι αἰῶνι, ἵνα σε ἄρτι ὑποδέξηται ἐν τῇ ἐξόδῳ σου· ἐν ποίῳ ἀγρῷ ἐθητεύσω, καὶ τίς ὁ μέλλων σοι παρασχεῖν τὸ μίσθωμα ἐν τῇ δύσει τοῦ ἡλίου τοῦ χωρισμοῦ σου.

Σὺ ἐξέτασον σεαυτήν. ὦ ψυχή, καὶ βλέπε πρὸς ποίαν γῆν ἡ μερίς σου, καὶ εἰ διεπέρασας τὸν ἀγρὸν τὸν καρποφοροῦντα πικρίαν τοῖς γεωργοῖς αὐτοῦ. Κράξον καὶ βόησον ἐν στεναγμῷ καὶ ἀδημονίᾳ, τὰ ἀναπαύοντα τὸν Θεόν σου, ὑπὲρ τὰς θυσίας καὶ τὰ ὁλοκαρπώματα.