Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Ἔργα νόθα

Ἰσαὰκ ὁ Σύρος

Η νίκη κατά των παθών και η αποκατάσταση της πνευματικής υγείας

Ανάλυση της σχέσης της καθαρότητας της ψυχής με την παρρησία στην προσευχή και επισήμανση του κινδύνου της υπερηφάνειας από την πρόωρη αναζήτηση υψηλών πνευματικών καταστάσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 6 από 8

Οὐδεὶς γὰρ ἄνθρωπος τοὺς πάντας δύναται ἐξίσης πληροφορῆσαι ἢ ἀρέσαι, καὶ τῷ Θεῷ ἐργάσασθαι ἐν τῷ κρυπτῷ αὐτοῦ. Μακάριος ὁ μοναχός, ὦ μακάριε, ὁ τρέχων ἐν ἀληθείᾳ ὀπίσω τῆς καθαρότητος τῆς ψυχῆς αὐτοῦ ἐν ὅλῃ τῇ ἰσχύϊ αὐτοῦ, καὶ τῇ ὁδῷ τῇ νομουμένῃ, ἐν ᾗ ὥδευσαν οἱ πατέρες ἡμῶν, ὁδεύοντες πρὸς αὐτήν, καὶ ἐν τοῖς βαθμοῖς αὐτῆς, ἐν οἷς ὥδευσαν ἀναβαίνοντες κατὰ τάξιν καὶ κατὰ βαθμόν, καὶ ὑψωθῇ πρὸς τὸν πλησιασμὸν αὐτῆς ἐν σοφίᾳ καὶ ὑπομονῇ θλίψεως, καὶ οὐχὶ ἐν τοῖς βαθμοῖς τοῖς ἀλλοτρίοις τῶν μηχανημάτων Ἡ καθαρότης τῆς ψυχῆς, χάρισμά ἐστι τὸ πρῶτον τῆς φύσεως ἡμῶν. Καὶ ἐκτὸς καθαρότητος τῶν παθῶν, οὐ θεραπεύεται ἡ ψυχὴ ἐκ τῶν νόσων τῆς ἁμαρτίας καὶ κτᾶται δόξαν. ἢν ἀπώλεσεν ἐν τῇ παραβάσει. Ἐὰν δέ τις ἀξιωθῇ τῆς καθάρσεως, ὅπέρ ἐστιν ὑγεία ψυχῆς, ἐν αὐτοῖς τοῖς πράγμασιν ἐνεργητικῶς ὑποδέχεται ὁ νοῦς αὐτοῦ χαρὰν ἐν αἰσθήσει τοῦ πνεύματος. Γίνεται υἱὸς τοῦ Θεοῦ καὶ ἀδελφὸς τοῦ Χριστοῦ, καὶ οὐκ εὐκαιρεῖ αἰσθηθῆναι τῶν ἀγαθῶν καὶ τῶν κακῶν τῶν ἀπαντώντων αὐτῷ.

Πάλιν ἐν τῇ ἐπιστολῇ σου ἔγραψας, ὅτι ὁ μοναχὸς ὁ θέλων ἀγαπῆσαι τὸν Θεὸν πλέον πάντων θέλει μεριμνῆσαι περὶ τῆς καθαρότητος τῆς ψυχῆς αὐτοῦ. Καὶ καλῶς εἶπας, ἐὰν ἱκανῇς πρὸς τοῦτο. Καὶ ἐπειδὴ εἶπας, ὅτι οὐκ ἔχει ἡ ψυχὴ παρρησίαν ἐν τῇ εὐχῇ, ἡ μὴ ἀκμὴν νικήσασα τὰ πάθη, καὶ ἐμοὶ τὰ δύο ταῦτα ἐναντία νομίζεται, κἂν ἰδιώτης εἰμί. Ἐὰν τὰ πάθη οὐκ ἐνίκησε, πῶς μεριμνᾷ τὴν καθαρότητα; Καὶ ὡς ἐκ τοῦ κανόνος τῆς δικαιοσύνης τῆς πνευματικῆς οὐκ ἐπιτέτραπται αὐτῇ, ἐπειδὰν τὰ πάθη αὐτῆς οὐκ ἐνίκησε, ζητῆσαι ὅπερ ἐστὶν ὑψηλότερον αὐτῆς; Οὐχὶ γὰρ ἐξ ὧν ἐπιθυμεῖ τις, γνωρίζεται ὅτι ἀγαπᾷ, ἀλλ’ ἐξ ὧν ἀγαπᾷ, γνωρίζεται ὅτι ἐπιθυμεῖ. Ὁ πόθος γὰρ κατὰ φύσιν προηγεῖται τῆς ἐπιθυμίας· εἰ μὴ ἀγαπήσει, οὐδὲ ἐπιθυμήσει. Τὰ πάθη γὰρ θύρα εἰσὶ κεκλεισμένη κατὰ πρόσωπον τῆς καθαρότητος· καὶ ἐὰν τὴν κεκλεισμένην θύραν μὴ ἀνοίξῃ τίς, εἰς χώραν ἁγνὴν καὶ καθαρὰν τῆς καθαρότητος τῆς ψυχῆς οὐκ εἰσελεύσεται. Καὶ ἐκεῖνο ὅπερ ἔγραψας, ὅτι οὐκ ἐν παρρησίᾳ ἐγγίνεται ἡ ψυχὴ ἐν τῇ ὥρᾳ τῆς προσευχῆς, ἀληθῶς εἶπας. Ἡ παρρησία, οὐχὶ ὑπεράνω τῶν παθῶν μόνον ἐστίν, ἀλλὰ καὶ ὑπεράνω τῆς καθαρότητος. Καὶ οὕτως γίνεται ἡ τάξις τῆς παραδόσεως καθὼς λέγω· ἡ ὑπομονὴ ἡ μετὰ βίας ἀντιπαλαίει τοῖς πάθεσιν ὑπὲρ τῆς καθαρότητος. Ἐὰν δὲ νικήσει τὰ πάθη, προσκτᾶται ἡ ψυχὴ τὴν καθαρότητα.

Ἡ καθαρότης δὲ ἡ ἀληθὴς ποιεῖ τὸν νοῦν κτᾶσθαι παρρησίαν ἐν τῇ ὥρᾳ τῆς προσευχῆς.

Ἆρα καὶ αὐτὴν ἴσως ἣν εἴπομεν καθαρότητα ψυχῆς αἰτούμενοι ἐν προσευχῇ, ὑπὸ τὴν μέμψιν ἐσμέν, ἢ ἆρα αὕτη ἡ αἴτησις τῆς οἰήσεως καὶ τῆς ὑπερηφανίας, τὸ αἰτήσασθαι παρὰ τοῦ Θεοῦ ἐκεῖνο, ὅπερ ἡ θεία γραφὴ καὶ οἱ πατέρες οὐ παραγγέλλουσι, καὶ αὐτὸς ὁ μοναχὸς ὀπίσω αὐτοῦ ἐξῆλθεν εἰς τὴν ἀναχώρησιν; Ἀλλ’ ἐγὼ νομίζω, ὦ ἅγιε, ὅτι ὥσπερ ὁ υἱὸς οὐ διστάζει εἰς τὸν πατέρα αὐτοῦ, καὶ οὐκ αἰτεῖται παρὰ τοῦ πατρός· “δίδαξόν με οὕτως τέχνην” ἢ “δός μοι τί”, οὕτως οὐ πρέπει τῷ μοναχῷ διακρίνειν καὶ αἰτεῖσθαι παρὰ τοῦ Θεοῦ, “δός μοι τάδε καὶ τάδε”· διότι γινώσκει, ὅτι ὑπὲρ ὃ προνοεῖ ὁ πατὴρ τοῦ υἱοῦ, ἡ πρόνοια τοῦ Θεοῦ ἐστιν εἰς ἡμᾶς. Καὶ διατοῦτο πρέπει ἡμῖν ταπεινῶσαι ἑαυτούς, καὶ πενθῆσαι ὑπὲρ τῶν αἰτίων καὶ τῶν παραπτωμάτων τῶν ἐκτὸς τοῦ θελήματος ἡμῶν, ἐὰν ἐν τοῖς λογισμοῖς καὶ ἐὰν ἐν τοῖς ἔργοις ἐπράχθη παρ’ ἡμῶν, καὶ εἰπεῖν ἐν καρδίᾳ συντετριμμένῃ ἐκεῖνο ὅπερ ὁ τελώνης εἶπεν· Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐργάσασθαι κρυπτῶς καὶ φανερῶς ὅπερ ἐδίδαξεν ὁ Κύριος· Νικήσατε ἐν τῷ ἀγαθῷ τὸ κακόν· καὶ Ὅταν ποιήσητε πάντα τὰ προστεταγμένα ὑμῖν, εἴπατε ὅτι ἀχρεῖοι δοῦλοι ἐσμέν, ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν· ἵνα ἡ συνείδησίς σου μαρτυρῇ σοι, ὅτι ἁμαρτωλὸς εἶ καὶ χρείαν ἔχεις ἐλέους.

Καὶ σὺ γινώσκεις ὅτι οὐχὶ τὰ ἔργα καὶ αἱ πολιτεῖαι ἀνοίγουσι τὴν θύραν τὴν κεκλεισμένην τῆς καρδίας, ἀλλὰ καρδία συντετριμμένη καὶ ἡ ταπείνωσις τῆς ψυχῆς. ὅτε νικήσεις τὰ πάθη ἐν τῇ ταπεινώσει, καὶ οὐχὶ ἐν τῇ περιφρονήσει. Ἐκεῖνος γὰρ ὁ νοσῶν, ἐν πρώτοις ταπεινοῦται, καὶ μεριμνᾷ τὴν ὑγείαν τῶν παθῶν αὐτοῦ, καὶ τότε ἐκζητεῖ γενέσθαι βασιλεύς. Ἡ καθαρότης γὰρ καὶ ἡ ὑγεία τῆς ψυχῆς, αὕτη ἔστιν ἡ βασιλεία τῆς ψυχῆς. Καὶ ὥσπερ ὁ νοσῶν οὐ λέγει τῷ πατρὶ αὐτοῦ “ποίησόν με βασιλέα”. ἀλλὰ μεριμνᾷ πρῶτον τὴν ἀρρωστίαν αὐτοῦ, καὶ μετὰ τὴν ὑγείαν τῆς ψυχῆς ἐκ παντός, ἡ βασιλεία τοῦ πατρὸς αὐτοῦ ἐστίν, οὕτως ὁ ἁμαρτωλός, ὁ μετανοῶν καὶ λαμβάνων τὴν ὑγείαν τῆς ψυχῆς, εἰσέρχεται μετὰ τοῦ πατρὸς αὐτοῦ εἰς τὴν χώραν τῆς φύσεως τῆς καθαρᾶς, καὶ βασιλεύει ἐν τῇ δόξη τοῦ πατρὸς αὐτοῦ.

Ὅτε μνημονεύομεν τοῦ ἁγίου ἀποστόλου Παύλου, ὅτε τὰ πλημμελήματα αὐτοῦ διηγεῖται, πῶς ἐν τῷ μέρει τῷ ἐσχάτῳ καὶ κατωτέρῳ, τὴν ψυχὴν αὐτοῦ τιθεῖ· Ἰησοῦς Χριστός φησιν ἦλθεν εἰς τὸν κόσμον σῶσαι ἁμαρτωλούς, ὧν πρῶτος εἰμὶ ἐγώ· ἀλλὰ διατοῦτο ἠλέησέ με, ἵνα ἐν ἐμοὶ πρῶτον ἐνδείξηται τὴν ἅπασαν αὐτοῦ μακροθυμίαν.

Διότι ἐξαρχῆς ἤμην διώκτης, καὶ λοίδορος. καὶ βλάσφημος, ἀλλὰ ἠλεήθην, ὅτι ἀγνοῶν ἔπραξα ἐν ἀπιστίᾳ. Ταῦτα, πότε καὶ ἐν ποίῳ καιρῷ ἔλεγε; Μετὰ τοὺς ἀγῶνας τοὺς μεγάλους, καὶ τὰ ἔργα τὰ δυνατά, μετὰ τὸ κήρυγμα ὃ ἐκήρυξεν ἐν ὅλῳ τῷ κόσμῳ εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, μετὰ τοὺς θανάτους τοὺς συνεχεῖς, καὶ τὰς θλίψεις τὰς πολυτρόπους, ἃς ἔπαθεν ἐκ τῶν Ἰουδαίων καὶ ἐκ τῶν ἐθνῶν. Αὐτὸς ἀκμὴν ἐν τοῖς πρώτοις αὐτοῦ ἐθεώρει. Καὶ οὐχὶ μόνον ὅτι ἔφθασεν εἰς τὴν καθαρότητα τῆς ψυχῆς οὐκ ἐνόμιζεν, ἀλλ’ οὐδὲ ψηφισθῆναι ἑαυτὸν μαθητὴν ἐπενόει, ὅτι πρέπον ἐστίν. Ἔλεγε γὰρ ὅτι οὐκ εἰμὶ ἄξιος καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ Θεοῦ. Καὶ ὅτε ὑπὲρ πάντας τοὺς ἀνθρώπους ἐκτήσατο τὴν νίκην κατὰ τῶν παθῶν ἔλεγεν· Ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, ἵνα μὴ ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Ἐὰν δὲ εἴπῃς, ὅτι καὶ τὰ μεγάλα ἐν τόποις διηγεῖται περὶ ἑαυτοῦ, αὐτὸς πείθει σε περὶ τούτου, ὅτι οὐχ’ ἑκουσίως ἐποίησεν, οὐδὲ περὶ ἑαυτοῦ εἶπεν, ἀλλὰ περὶ τοῦ κηρύγματος. Καὶ ἡνίκα ὑπὲρ τῆς ὠφελείας τῶν πιστῶν διηγεῖται ταῦτα, ἔθηκεν ἑαυτὸν ἐστερημένον τῆς διανοίας ὑπὲρ ταύτης τῆς καυχήσεως, ἡνίκα κράζει καὶ βοᾷ λέγων, Ὑμεῖς με ἠναγκάσατε.

Καὶ πάλιν· Οὐ κατὰ Κύριον λαλῶ ἐνταῦθα, ἀλλ’ ἐν ἀφροσύνῃ, ἐν τούτῳ τῷ τόπῳ τῆς καυχήσεως. Ἰδοὺ οὗτος ὁ κανών, ὃν ἔθηκεν ἡμῖν ὁ ἅγιος Παῦλος, ὁ δίκαιος φυλάξωμεν καὶ ἐν αὐτῷ ζηλώσωμεν. Καὶ τὸ μὲν ζητῆσαι ἡμᾶς τὰ ὑψηλὰ τοῦ Θεοῦ, καὶ αὐτοῦ ταῦτα ἡμῖν μὴ παρέχοντος, μὴ δὲ δωρουμένου ἐν χάριτι, παραιτησώμεθα, διότι ὁ Θεὸς γινώσκει τὰ σκεύη τῆς ἐκλογῆς τῆς ὑπηρεσίας αὐτοῦ. Ὁ μακάριος γὰρ Παῦλος, οὐδὲ μετὰ ταῦτα ᾐτήσατο τὴν βασιλείαν τῆς ψυχῆς, ἀλλὰ μετὰ τὰ ἄλλα ἃ εἶπεν· Ηὐχόμην ἀνάθεμα εἶναι καὶ τὰ ἑξῆς. Καὶ πῶς ἡμεῖς τολμήσωμεν καὶ πρὸ τοῦ καιροῦ τοῦ γινωσκομένου ὑπ’ αὐτοῦ, αἰτήσασθαι τὴν βασιλείαν τῆς ψυχῆς; Ὅπου οὔτε τὰς ἐντολὰς ἐτηρήσαμεν, οὔτε τὰ πάθη ἐνικήσαμεν, οὐδὲ τὸ χρέος ἡμῶν ἀπεδώκαμεν.

Παρακαλῶ οὖν, ὦ ἅγιε, ἵνα μὴ ἐπὶ τῷ λογισμῷ σου ἀνέλθῃ τοῦτο· ἀλλὰ κτῆσαι ὑπὲρ ἅπαντα, ὑπομονὴν τῶν ἐπερχομένων. Καὶ ἐν ταπεινώσει μεγάλῃ καὶ ἐν συντριμμῷ καρδίας ἐν τοῖς καθ’ ἡμᾶς, καὶ τοῖς λογισμοῖς ἡμῶν αἰτησώμεθα παρὰ τοῦ Θεοῦ τὴν συγχώρησιν τῶν ἁμαρτιῶν ἡμῶν, καὶ τὴν ταπείνωσιν τῆς ψυχῆς.

Ἐγράφη ὑπό τινος τῶν ἁγίων, ὅτι «ἕκαστος ὅστις οὐ λογίζεται ἑαυτὸν ἁμαρτωλόν, οὐκ ἔστιν ἡ εὐχὴ εὐπρόσδεκτος παρὰ Κυρίῳ». Ἐὰν δὲ εἴπῃς, ὅτι τινὲς τῶν πατέρων ἔγραψαν περὶ τούτων, τί ἐστι καθαρότης ψυχῆς, καὶ τί ἐστιν ὑγεία ψυχῆς, καὶ ἡ ἀπάθεια καὶ ἡ θεωρία τῆς ψυχῆς, οὐχ’ ἵνα ζητήσωμεν αὐτὰ πρὸ καιροῦ ἐν προσδοκίᾳ ἔγραψαν. Διότι ἐγράφη, ὅτι οὐκ ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ ἐν παρατηρήσει προσδοκίας. Καὶ οἱ ἐν τούτῳ τῷ σκοπῷ εὑρεθέντες, ὑπερηφανίαν ἐκτήσαντο καὶ πτῶσιν. Ἀλλ’ ἡμεῖς καταστήσωμεν τὴν χώραν τῆς καρδίας ἐν τοῖς ἔργοις τῆς μετανοίας, καὶ ταῖς πολιτείαις ταῖς εὐαρεστούσαις τῷ Θεῷ· καὶ «τὰ τοῦ Κυρίου ἀφ’ ἑαυτῶν ἔρχονται, ἐὰν ὁ τόπος τῆς καρδίας γένηται καθαρὸς καὶ ἀμόλυντος». Ἐκεῖνα δὲ ἅπερ ζητοῦμεν ἐν παρατηρήσει, τὰ ὑψηλὰ τοῦ Θεοῦ, ἀδόκιμόν ἐστι τοῦτο τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ. Καὶ οἱ λαβόντες, ὑπερηφανίαν ἐκτήσαντο καὶ τῇ πτώσει ἐγένοντο. Καὶ οὐχὶ σημεῖον ἐστὶ τοῦτο τοῦ ἀγαπᾶν τινὰ τὸν Θεόν, ἀλλὰ νόσος ψυχῆς. Καὶ πῶς ἡμεῖς ζητήσωμεν τὰ ὑψηλὰ τοῦ Θεοῦ, ὅπου Παῦλος ὁ θεῖος καυχᾶται ἐν ταῖς θλίψεσι, καί, τὴν κοινωνίαν τῶν παθημάτων τοῦ Χριστοῦ ἡγεῖται εἶναι τὰ ὑψηλὰ τοῦ Θεοῦ;

Πάλιν ἐν τῇ ἐπιστολῇ σου ἔγραψας, ὅτι ἠγάπησεν ἡ ψυχή σου ἀγαπῆσαι τὸν Θεόν, ἀλλ’ οὐκ ἔφθασας εἰς τὸ ἀγαπᾶν, εἰ καὶ ἐπιθυμίαν πολλὴν ἔχεις τοῦ ἀγαπᾶν· καὶ περὶ τούτου, ἡ ἀναχώρησις τῆς ἐρήμου ποθητὴ ἐστί σοι, καὶ ἔδειξας ἐν τούτοις ὅτι ἡ καθαρότης τῆς καρδίας ἤρξατο ἐν σοί, καὶ ἡ μνήμη τοῦ Θεοῦ ἐπιμελῶς πυροῦται καὶ θερμαίνεται ἐν τῇ καρδίᾳ σου. Καὶ ταῦτα εἰ ἀληθῆ, μεγάλα εἰσί, γραφῆναι δὲ ταῦτα παρὰ σοῦ οὐκ ἤθελον. Οὐκ ἔχει γὰρ ἓν ἐξ αὐτῶν τάξιν. Ἐὰν δὲ διὰ τὴν ἐρώτησιν διηγήσω μοι αὐτά, ἦν γὰρ ἄλλως πως ἡ τάξις τῆς ἐρωτήσεως. Ἐκεῖνος ὁ λέγων, ὅτι οὐκ ἔχει ἀκμὴν παρρησίαν ἡ ψυχὴ αὐτοῦ ἐν τῇ προσευχῇ, διότι οὐκ ἐνίκησε τὰ πάθη, πῶς τολμᾷ εἰπεῖν, ὅτι ἠγάπησεν ἡ ψυχὴ αὐτοῦ ἀγαπῆσαι τὸν Θεόν; Οὐκ ἔστι τρόπος τοῦ κινηθῆναι ἐν τῇ ψυχῇ τὴν θείαν ἀγάπην, ἣν μυστικῶς ἐν ἀναχωρήσει τρέχεις ὀπίσω αὐτῆς, εἰ μὴ ἐνίκησεν ἡ ψυχὴ τὰ πάθη. Καὶ σὺ εἶπας ὅτι ἡ ψυχή σου τὰ πάθη οὐκ ἐνίκησε, καὶ τὸν Θεὸν ἠγάπησεν ἀγαπῆσαι, ὅπερ οὐκ ἔχει τάξιν. Ὁ γὰρ λέγων, ὅτι τὰ πάθη οὐκ ἐνίκησε, καὶ τὸν Θεὸν ἠγάπησεν ἀγαπῆσαι, ἐγὼ οὐκ οἶδα ὅπερ λέγει.

Ἀλλὰ σὺ λέγεις, ὅτι οὐκ εἶπον ἀγαπῶ, ἀλλὰ ἀγαπῶ ἀγαπῆσαι· οὐδὲ τοῦτο ἔχει τόπον, ἐὰν οὐκ ἔστιν ἡ ψυχὴ ἐν καθαρότητι. Ἐὰν δὲ λόγον ψιλὸν θέλῃς εἰπεῖν, τοῦτο οὐ σὺ μόνον λέγεις, ἀλλ’ ἕκαστος λέγει τὸν λόγον τοῦτον, ὅτι θέλει ἀγαπῆσαι τὸν Θεόν. Καὶ οὐχὶ μόνον οἱ χριστιανοί, ἀλλὰ καὶ οὕτοι οἱ μὴ ὀρθῶς προσκυνοῦντες τῷ Θεῷ· καὶ οὗτος ὁ λόγος οἰκείως ἑκάστου λέγεται· ἀλλ’ ἐν τούτοις τοῖς λόγοις, ἡ γλῶσσα μόνον κινεῖται, τῆς ψυχῆς μὴ αἰσθανομένης τί λέγει. Καὶ πολλοὶ νοσοῦντες, καὶ οὐδὲ αὐτὸ ἐπίστανται ὅτι νοσοῦσι. Κακία γάρ, νόσος ψυχῆς· καὶ πλάνη, τῆς ἀληθείας ἀπώλεια. Καὶ οἱ πλεῖστοι τῶν ἀνθρώπων, ἐν τούτοις ἀρρωστοῦντες, ὑγείαν κηρύττουσι καὶ ὑπὸ πολλῶν εὐφημοῦνται. Ἐὰν γὰρ μὴ ὑγιάνῃ ἡ ψυχὴ ἐκ τῆς κακίας, καὶ σταθῇ ἐν τῇ ὑγείᾳ τῇ φυσικῇ ἐν ᾗ ἐκτίσθῃ, ὅπως γεννηθῇ ἐκ τῆς ὑγείας τοῦ πνεύματος ἡ ἐπιθυμία τοῦ πνεύματος: Ἐπιθυμεῖν ἄνθρωπον τὰ τοῦ Πνεύματος, τὰ ὑπὲρ φύσιν, οὐ δυνατόν ἐστι, διότι ὅσον ἐστὶν ἡ ψυχὴ ἐν τῇ νόσῳ τῶν παθῶν, οὐκ αἰσθήσει αἰσθάνεται τῶν πνευματικῶν, οὐδὲ ἐπιθυμεῖν αὐτὰ οἶδεν, ἀλλ’ ἐκ τῆς ἀκοῆς τῶν ὤτων καὶ τῶν γραφῶν μόνων ἐπιθυμεῖ. Λοιπὸν δικαίως ἄνωθεν εἶπον, ὅτι χρὴ τοὺς ἐπιθυμοῦντας τῆς τελειότητος φυλάττειν πάσας τὰς ἐντολάς.

Διότι ἡ ἐργασία ἡ κρυπτὴ τῶν ἐντολῶν ἰατρεύει τὴν δύναμιν τῆς ψυχῆς. Καὶ αὕτη, οὐχ’ ἁπλῶς καὶ ὡς ἔτυχεν ἐγένετο· διότι γέγραπται, ὅτι χωρὶς ἐκχύσεως αἵματος, οὐκ ἔστιν ἄφεσις. Ἀλλὰ ἐν πρώτοις ἐν τῇ ἐνανθρωπήσει τοῦ Χριστοῦ ἐδέξατο ἡ φύσις ἡμῶν τὸν ἀνακαινισμόν, καὶ ἐκοινώνησε τῷ πάθει καὶ τῷ θανάτῳ αὐτοῦ. καὶ τότε μετὰ τὸν ἀνακαινισμὸν τῆς ἐκχύσεως τοῦ αἵματος ἀνεκαινίσθη καὶ ἡγιάσθη ἡ φύσις ἡμῶν, καὶ ἱκανὴ ἐγένετο δέξασθαι τὰς ἐντολὰς τὰς νέας καὶ τελείας. Εἰ γὰρ ἐδόθη αὐτοῖς πρὸ τῆς ἐκχύσεως τοῦ αἵματος, πρὸ τοῦ ἀνακαινισθῆναι καὶ ἁγιασθῆναι τὴν φύσιν ἡμῶν, τάχα καὶ αὗται αἱ ἐντολαὶ αἱ νέαι, κατ’ ἐκείνας τὰς παλαιάς, καὶ οὔτε τὴν κακίαν ἔκοπτον ἐκ τῆς ψυχῆς, καὶ οὔτε αὐτὴν τὴν ῥίζαν τῆς κακίας ἐκτίλαι ἐκ τῆς ψυχῆς ἠδύναντο. Νῦν δέ, οὐχ’ οὕτως· ἀλλ’ ἡ κρυπτη ἐργασία ἡ ἐξακολουθοῦσα, καὶ αἱ ἐντολαὶ αἱ καιναὶ καὶ πνευματικαί, ἃς ἡ ψυχὴ φυλάττει ἐν τῇ περιβλέψει τοῦ φόβου τοῦ Θεοῦ, ἀνακαινίζουσιν αὐτὴν καὶ ἁγιάζουσι, καὶ κρυπτῶς θεραπεύουσι πάντα τὰ μέλη αὐτῆς. Ὅτι ἑκάστη ἐντολὴ δῆλον ἐστὶν ὁποῖον πάθος ἰατρεύει ἐν τῇ ψυχῇ ἡσύχως. Καὶ τῆς ἐνεργείας δὲ τούτων, αἰσθάνεται ὁ ἰατρεύων καὶ ἰατρευόμενος. καθ’ ὁμοιότητα τῆς αἱμορροούσης γυναικός.

Σὺ γινώσκεις, ὦ ἀγαπητέ, ὅτι εἰ μὴ ἰατρευθῇ πρῶτον τὸ ἐμπαθὲς μέρος τῆς ψυχῆς, καὶ ἀνακαινισθῇ καὶ ἁγιασθῇ κρυπτῶς, καὶ δεσμευθῇ ἐν τῇ πολιτείᾳ τοῦ πνεύματος, οὐ μὴ κτήσῃ τὴν ὑγείαν, οὐδὲ ἐλευθερωθήσεται τοῦ λυπεῖσθαι ἐκ τῶν ἀπαντώντων αὐτῇ πραγμάτων, τῶν ἐν τῇ κτίσει. Καὶ αὕτη ἡ ἰατρεία ἔστι, ταύτην γενέσθαι ὑπὸ τῆς χάριτος καθάπερ ἐπὶ τῶν μακαρίων ἀποστόλων, ὅτι ἐν τῇ πίστει ἐτελειώθησαν ἐν τῇ ἀγάπῃ τοῦ Χριστοῦ· καὶ ἔστιν ὅτε νομίμως ὑποδέχεται ἡ ψυχὴ τὴν ὑγείαν. Ἐκεῖνος γὰρ ὁ ἐν τῇ ἐργασίᾳ τῶν ἐντολῶν, καὶ τοῖς σκληροτέροις ἔργοις τῆς πολιτείας τῆς ἀληθοῦς, νικήσας τὰ πάθη, τοῦτο γνωστόν ἐστιν, ὅτι τὴν ὑγείαν τῆς ψυχῆς νομίμως ἐκτήσατο, καὶ ἀπεγαλακτίσθη ἀπὸ τῆς σωματώσεως τούτου τοῦ κόσμου, καὶ ἐκόπη ἐξ αὐτοῦ τὸ ἔθος τῶν προλήψεων αὐτοῦ, καὶ ἀνεγεννήθη ὡς ἐξαρχῆς ἐν τοῖς πνευματικοῖς, καὶ ἐνωράθη ἐν τῇ χάριτι ἐν τῇ χώρᾳ τοῦ Πνεύματος ἐν ταῖς ἐννοίαις τοῦ ἐσωτέρου ἀνθρώπου, καὶ ὑπεδέξατο αὐτὸν κόσμος καινὸς ἀσύνθετος.

Ὅτε ἀνακαινισθῇ ὁ νοῦς, καὶ ἡ καρδία ἁγιασθῇ, πᾶσαι αἱ ἔννοιαι αἱ κινούμεναι ἐν αὐτῇ, κατὰ τὴν φύσιν ἐκείνου τοῦ κόσμου ἐν ᾧ εἰσέρχεται κινοῦνται. Πρῶτον κινεῖται ἐν αὐτῷ ὁ πόθος τῶν θείων, καὶ ἐπιποθεῖ τὴν κοινωνίαν τὴν μετὰ τῶν ἀγγέλων, καὶ τὰς ἀποκαλύψεις τῶν μυστηρίων τῆς γνώσεως τοῦ πνεύματος, καὶ αἰσθάνεται ὁ νοῦς αὐτοῦ τῆς γνώσεως τῆς πνευματικῆς τῶν νοημάτων, καὶ ἀνατέλλει ἐν αὐτῷ ἡ θεωρία τῶν μυστηρίων τῆς ἁγίας Τριάδος σὺν τοῖς μυστηρίοις τῆς οἰκονομίας τῆς προσκυνητῆς, τῆς ὑπὲρ ἡμῶν, καὶ τότε ἑνοῦται ὁλοτελῶς τῇ γνώσει τῆς ἐλπίδος τῶν μελλόντων.

Κατανόησόν μοι λοιπὸν ἐξ αὐτῶν τῶν πραγμάτων, ὧν ἔγραψά σοι, τὰ σά. Ἐὰν ἠδύνατο ἡ ψυχή, ἡνίκα ἦν ἐγκεκλεισμένη ἐν τῇ χώρᾳ τῶν παθῶν, ἀγαπῆσαι τὸν Θεὸν ἐν ἀληθείᾳ, [οὐ] πολλὴν χρείαν εἶχε τοῦ ἐρωτῆσαι καὶ μαθεῖν τὰ μυστήρια τοῦ κόσμου τοῦ πνεύματος. Ἀλλὰ δῆλον ὅτι οὐκ ὠφελοῦσιν αἱ μαθήσεις καὶ ἡ γνῶσις ἐν τοῖς πάθεσιν, οὐδὲ ἱκανοῦσι τοῦ ἀνοῖξαι τὴν θύραν τὴν ἀποκεκλεισμένην τῆς καθαρότητος κατὰ πρόσωπον. Ἐὰν δὲ ληφθῶσι τὰ πάθη ἐκ τῆς ψυχῆς, φωτίζεται ὁ νοῦς καὶ ἵσταται ἐν τῷ τόπῳ τῷ καθαρῷ τῆς φύσεως καὶ οὐ χρήζει ἐρωτήσεως· ὅτι τηλαυγῶς θεωρεῖ τὰ ἀγαθὰ τὰ εὐρισκόμενα ἐν τῷ τόπῳ αὐτοῦ. Καθάπερ γὰρ αἱ αἰσθήσεις ἡμῶν αἱ ἔξω, οὐχὶ ἐκ μαθήσεως καὶ ἐρωτήσεως αἰσθάνονται τῶν φύσεων καὶ τῶν πραγμάτων τῶν συγγενῶν αὐτῶν, ἀλλ’ ἑκάστη τῶν αἰσθήσεων φυσικῶς καὶ οὐχὶ μετ’ ἐρωτήσεως αἰσθάνεται τοῦ πράγματος τοῦ ἀπαντῶντος αὐτῇ· ὅτι οὐκ ἔστι διδαχὴ μεσιτεύουσα μεταξὺ τῶν αἰσθητικῶν καὶ τῶν αἰσθητῶν. Τῷ τυφλῷ, πόσον ἐὰν λέγηται αὐτῷ περὶ τῆς δόξης τοῦ ἡλίου, καὶ τῆς σελήνης, καὶ τοῦ χοροῦ τῶν ἀστέρων, καὶ τῆς λαμπηδόνος τῶν λίθων τῶν τιμίων, ἐν ὀνομασίᾳ μόνον δέχεται καὶ διακρίνει καὶ νοεῖ τὴν ὡραιότητα ἣν ἔχουσιν· ἡ δὲ γνῶσις αὐτοῦ καὶ ἡ διάκρισις ἀπέχουσιν ἀπὸ τῆς ἡδονῆς τῆς ὁράσεως αὐτῶν. Οὕτως καὶ τῷ τοιούτῳ τρόπῳ νόει μοι περὶ τῆς θεωρίας τοῦ πνεύματος.

Ὁ νοῦς γὰρ ὁ θεωρητικὸς τῶν κρυπτῶν μυστηρίων τοῦ Πνεύματος, ἐὰν ἐστὶν ἐν τῇ ὑγείᾳ τῆς φύσεως αὐτοῦ, θεωρεῖ ἀρτίως τὴν δόξαν τοῦ Χριστοῦ, καὶ οὐκ ἐρωτᾷ καὶ μανθάνει, ἀλλὰ τρυφᾷ ἐν τῇ ἡδονῇ τῶν μυστηρίων τοῦ κόσμου τοῦ καινοῦ ὑπεράνω τῆς ἐλευθερίας τοῦ θελήματος, κατὰ τὴν θερμότητα τῆς πίστεως καὶ τῆς ἐλπίδος τῆς εἰς τὸν Χριστόν, καθὼς ἔγραψεν ὁ μακάριος Παῦλος·

Ὃ βλέπομεν, τί καὶ ἐλπίζομεν· εἰ δὲ καὶ ὃ οὐ βλεπομένη ἐλπίζομεν, δι’ ὑπομονῆς ἀπεκδεχόμεθα. Ὀφείλομεν λοιπὸν ἀπεκδέχεσθαι καὶ ἐμμένειν μοναστικῶς καὶ μετὰ ἁπλότητος πρὸς τὸν ἔσω ἡμῶν ἄνθρωπον, ὅπου οὐκ ἔστιν ἐκτυπώματα τῶν λογισμῶν καὶ οὐδὲ θεωρία τῶν συνθέτων. Διότι πρὸς ὅπου ὁ νοῦς βλέπει, οὕτως δέχεται τὰ παραδείγματα. Ὅταν γὰρ πρὸς τὸν κόσμον βλέπῃ, κατὰ τὴν παραλλαγὴν τῶν σχημάτων ἐν οἷς ἂν μετεωρίζηται, κατὰ τοσοῦτον δέχεται ἐξ αὐτῶν ὁ νοῦς τύπους καὶ ὁμοιώματα. Καὶ ταῦτα, πρὸς τὸ μέτρον τοῦ πλήθους αὐτῶν καὶ πρὸς τὴν διαφορὰν τῆς ἀλλοιώσεως αὐτῶν, κινοῦσιν ἐν αὐτῷ λογισμούς. Καὶ ὅταν κινηθῶσιν οἱ λογισμοί, σφραγίζουσι τὸν νοῦν. Ἐὰν δὲ εἰς τὸν ἔσω ἄνθρωπον, ὁ νοῦς ἀποβλέπῃ ὅπου οὐκ ἔστι τί, καὶ τί χρήσασθαι δυνατὸν ἐν τῇ ἀλλοιώσει τῶν σχημάτων, οὐδὲ σύνθετον τῶν συνθέτων διαιρεῖται ἐν τῇ ἀλλοιώσει τῶν τύπων, ἀλλ’ ὅλον ἐξ ὅλου Χριστός, δῆλον ὅτι τὴν ἁπλῆν θεωρίαν δέχεται ὁ νοῦς, ἧς χωρὶς οὐδέν τι μυρίζει τὸν φάρυγγα τῆς ψυχῆς, καὶ κτήσασθαι αὐτὴν ποιεῖ παρρησίαν ἐν τῇ ὥρᾳ τῆς προσευχῆς, ὥσπερ αὕτη· διότι αὕτη ἐστὶν ἡ τροφὴ τῆς φύσεως τῆς ψυχῆς. Καὶ ἡνίκα στῇ ὁ νοῦς ἐν τῇ χώρᾳ τῆς ἐπιγνώσεως τῆς ἀληθείας, οὐ χρήζει τῆς ἐρωτήσεως.

Ὅτι ὥσπερ ὁ ὀφθαλμὸς ὁ σωματικὸς οὐκ ἐρωτᾷ, καὶ οὕτως βλέπει τὸν ἥλιον, οὕτως οὐδὲ ὁ ὀφθαλμὸς τῆς ψυχῆς οὐκ ἐξετάζει, καὶ οὕτως θεωρεῖ τὴν γνῶσιν τοῦ πνεύματος. Οὕτως καὶ ἡ θεωρία ἡ μυστική, ἣν ἐπιθυμεῖς, ὦ ἅγιε, μετὰ τὴν ὑγείαν τῆς ψυχῆς ἀποκαλύπτεται τῷ νοΐ. Ἐκείνη δὲ ἡ μετ’ ἐξετάσεως καὶ ἀνακρίσεως μαθεῖν μυστήρια τοιαῦτα θέλουσα, ἀφροσύνη ψυχῆς ἐστι. Καὶ γὰρ ὁ μακάριος Παῦλος, οὐχὶ ἐν μαθήσει ἢ ἐν τόπῳ ὑλικῷ εἶπεν, ὅτι εἶδε καὶ ἤκουσε μυστήρια καὶ ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι, ἀλλ’ ἁρπαγῇ ἡρπάγη εἰς τὴν χώραν τὴν πνευματικὴν εἶπε, καὶ ἐθεάσατο τὴν ἀποκάλυψιν τῶν μυστηρίων.

Καὶ σύ, ὦ ἅγιε, ἐὰν ἀγαπᾷς τὴν καθαρότητα, κόψον ἐκ πάντων ἐν τῇ ἀγάπῃ τῇ ἐγκεχυμένῃ πρὸς πάντας, καὶ εἴσελθε ἔργασαι ἐν τῇ ἀμπέλῳ τῆς καρδίας σου, ἔκτιλον ἐκ τῆς ψυχῆς σου τὰ πάθη, ἔργασαι μὴ γνῶναι κακίαν τινὸς ἀνθρώπου. Ἡ καθαρότης βλέπει τὸν Θεόν, οὐχὶ ἐξ αἰτήσεως ἀνατέλλει καὶ ἀνθεῖ ἐν τῇ ψυχῇ, ἀλλ’ ἐξ ἐκείνου τοῦ μὴ γινώσκειν κακίαν ἀνθρώπου. Ἐὰν δὲ θέλῃς ἵνα γένηται ἡ καρδία σου τόπος μυστηρίων τοῦ καινοῦ κόσμου, πρῶτον μὲν πλούτησον ἐν ἔργοις σωματικοῖς καὶ ψυχικοῖς· νηστείᾳ, ἀγρυπνίᾳ, λειτουργίᾳ, ἀσκήσει, ὑπομονῇ, καθαιρέσει τῶν λογισμῶν, καὶ τοῖς λοιποῖς. Δέσμευσον τὸν νοῦν σου ἐν τῇ ἀναγνώσει τῶν γραφῶν καὶ τῇ μελέτῃ τῇ ἐν αὐταῖς, γράψον τὰς ἐντολὰς κατέναντι τῶν ὀφθαλμῶν σου, καὶ ἀπόδος τὸ χρέος τῶν παθῶν, ἡνίκα ἡττᾶσαι καὶ νικᾷς. Καὶ ἐν τῇ ὁμιλίᾳ τῇ διηνεκεῖ τῆς εὐχῆς καὶ τῆς λιτῆς, καὶ τῇ μελέτῃ τῇ ἐν αὐταῖς, ἔκτιλον ἐκ τῆς καρδίας σου πᾶσαν εἰκόνα καὶ πᾶν ὁμοίωμα, ᾧπερ προληπτικῶς προελήφθης.

Ἔθισον τὸν νοῦν σου ἀεὶ ἐν τοῖς μυστηρίοις τῆς οἰκονομίας τοῦ Σωτῆρος μελετᾶν, καὶ ἄφες τὴν αἴτησιν τῆς γνώσεως καὶ τῆς θεωρίας, ἅπερ ὑπερβάλλει τὴν διήγησιν τῶν λόγων, εἰς τὸν τόπον καὶ τὸν καιρὸν αὐτῶν, καὶ ἀκολούθει τῇ ἐργασίᾳ τῶν ἐντολῶν, καὶ τοῖς ἔργοις τοῖς ὑπὲρ τῆς καθαρότητος, καὶ αἴτει σεαυτῷ παρὰ τοῦ Κυρίου ἐν τῇ προσευχῇ, λύπην πυρὸς πεπυρωμένην ἐν πᾶσιν, ἣν ἔσταξεν ἐν ταῖς καρδίαις τῶν ἀποστόλων καὶ τῶν μαρτύρων καὶ τῶν πατέρων, ἵνα στάξῃ ἐν τῇ καρδίᾳ σου καὶ ἀξιωθῇς τῆς πολιτείας τῆς διανοίας. Ἡ ἀρχὴ καὶ τὸ μέσον καὶ τὸ τέλος τῆς πολιτείας τῆς διανοίας, αὕτη ἐστίν· ἡ ἐκκοπὴ πάντων ἐν τῇ ἑνώσει τῇ ἐν Χριστῷ. Ἐὰν δὲ ἐπιθυμῇς τῆς θεωρίας τῶν μυστηρίων, ἐν ἔργοις ἔργασαι τὰς ἐντολὰς ἐν σεαυτῷ, καὶ οὐχὶ ἐν τῇ καταδιώξει τῆς γνώσεως αὐτῶν. Ἡ θεωρία ἡ πνευματική, ἐν τῇ χώρᾳ τῆς καθαρότητος ἐνεργεῖ ἐντὸς ἡμῶν, ὅπου οἰκεῖ ὁ Χριστός, ὁ ἀρχηγὸς τῆς ζωῆς ἡμῶν. Καὶ σὺ ζήτησον πρῶτον μαθεῖν πῶς εἰσέρχει εἰς τὴν χώραν τῶν μυστηρίων τοῦ Πνεύματος, καὶ οὕτως ἄρξαι.