Εἰ γὰρ καὶ ἐνεργητικῶς ἐδέξατο χάριν καὶ δωρεάν, ἀλλ’ ὅλον τὸν χρόνον τῆς ζωῆς αὐτοῦ ἐποίει τὸν δρόμον, ἵνα ἀνταποδώσῃ κατὰ τὸν δυνατὸν τῇ χάριτι, ᾗ ἠξιώθη, ἐξ ὅτε συνωμίλησεν αὐτῷ ἐν τῇ ὁδῷ, ὡς οἰκείῳ, καὶ ἀπέστειλεν αὐτὸν εἰς Δαμασκόν. Οὐκ ἐγράφη, ὅτι ὡμίλησεν μετ’ αὐτοῦ φανερῶς ὁ Ἰησοῦς, ἀλλὰ καὶ ὁ Ἀνανίας οὕτως γράφει, ὅτι εἶπεν αὐτῷ· “Σαοὺλ ἀδελφέ, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ἀπέστειλέ με πρὸς σέ, ὅπως ἀναβλέψωσιν οἱ ὀφθαλμοί σου, καὶ πληρωθῇς Πνεύματος ἁγίου”. Καὶ ὅτε ἐβάπτισεν αὐτόν, ἐνεπλήσθη Πνεύματος ἁγίου, καὶ αἰσθήθη τῶν μυστηρίων τῶν ἀποκαλύψεων τῶν ἀποκρύφων· καθὼς ἐνηργήθη καὶ ἐν τοῖς ἀποστόλοις τοῖς ἁγίοις, ἡνίκα συνανεστρέφετο μετ’ αὐτῶν ὁ Σωτὴρ καὶ εἶπεν αὐτοῖς· Πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι. Ὅταν δὲ ἔλθῃ τὸ Πνεῦμα τὸ ἅγιον, αὐτὸ ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν, καὶ τὰ μέλλοντα ἀναγγελεῖ ὑμῖν. Καὶ ὁ μακάριος Παῦλος, δῆλον ὅτι ἡνίκα ἐδέξατο τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἀνεκαινίσθη ἐν τῷ Πνεύματι, ἠξιώθη τῆς ἀποκαλύψεως τῶν μυστηρίων, καὶ ἐν τῷ Πνεύματι τῶν ἀποκαλύψεων ἐθεώρει, καὶ κατέτρυφα ἐν τῇ θείᾳ θεωρίᾳ, καὶ ἤκουσεν ἄρρητα ῥήματα, καὶ ἐθεώρει θεωρίαν ὑψηλοτέραν τῆς φύσεως, καὶ ἀπήλαυσεν ἐν ταῖς θεωρίαις τῶν οὐρανίων δυνάμεων, καὶ τῶν ταγμάτων τῶν πνευματικῶν ἦν κατατρυφῶν.