Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Ἔργα νόθα

Ἰσαὰκ ὁ Σύρος

Το θέμα: της πνευματικής θεωρίας και της τελείας αγάπης

Η αγάπη ως νόμιμη προϋπόθεση της θεωρίας, η διάκριση μεταξύ της αληθινής εν Πνεύματι θεωρίας και των ψευδών φαντασιών, καθώς και η αναίρεση των δοξασιών περί εκούσιας ανάβασης του νου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 7 από 8

Πρῶτον τῶν μυστηρίων καλεῖται ἡ καθαρότης, ἡ συνισταμένη ἐκ τῆς ἐργασίας τῶν ἐντολῶν. Θεωρία δέ ἐστιν, ἡ πνευματικὴ θεωρία τοῦ νοός, τὸ ἐκπλήττεσθαι καὶ κατανοεῖν ἐν πᾶσιν, οἷς ἐγένοντο καὶ γενήσονται. Θεωρία ἐστίν, ἡ ὅρασις τοῦ νοός, τὸ ἐκπλήττεσθαι ἐπὶ τῇ οἰκονομίᾳ τοῦ Θεοῦ, τῇ ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ, καὶ κατανοεῖν τὰς δόξας αὐτοῦ, καὶ τὰ δυσχερῆ τοῦ κόσμου τοῦ καινοῦ, ἐν οἷς συντρίβεται ἡ καρδία καὶ ἀνακαινίζεται, καὶ καθ’ ὁμοιότητα τῶν νηπίων τῶν ἐν Χριστῷ, ἀνατρέφεται ἐν τῷ γάλακτι τῶν ἐντολῶν τῶν καινῶν καὶ πνευματικῶν, καὶ γίνεται χωρὶς κακίας· καὶ ἐθίζεται ἐν τοῖς μυστηρίοις τοῦ Πνεύματος καὶ ἐν ταῖς ἀποκαλύψεσι τῆς γνώσεως, ἐπαιρόμενος ἀπὸ γνώσεως εἰς γνῶσιν, καὶ ἀπὸ θεωρίας εἰς θεωρίαν, καὶ ἀπὸ κατανοήσεως εἰς κατανόησιν, καὶ μανθάνει καὶ κραταιοῦται μυστικῶς, ἕως ἂν ὑψωθῇ ἐν τῇ ἀγάπῃ καὶ ἑνωθῇ ἐν τῇ ἐλπίδι, καὶ ἐνδομυχήσῃ ἐν αὐτῷ ἡ χαρά, καὶ ὑψωθῇ ἐν τῷ Θεῷ, καὶ στεφανωθῇ τῇ δόξῃ τῇ φυσικῇ τῆς δημιουργίας αὐτοῦ, ἐν ᾗ ἐκτίσθη.

Ἐν ταύταις ταῖς νομαῖς τοῦ Πνεύματος ἀνέρχεται ὁ νοῦς ἐν ταῖς ἀποκαλύψεσι τῆς γνώσεως, καὶ πίπτει καὶ ἐγείρεται, καὶ νικᾷ καὶ ἡττᾶται, καὶ τηγανίζεται ἐν τῷ καμίνῳ τοῦ κελλίου, καὶ οὕτως καθαίρεται καὶ γίνεται τὸ ἔλεος, καὶ πρακτικῶς ἀξιοῦται τῆς θεωρίας τῆς ἁγίας Τριάδος, ἧς ἐν ἐπιθυμίᾳ ὑπάρχεις. Θεωρίαι γὰρ τῶν φύσεων, ἐν αἷς ὁ νοῦς ὑψοῦται, καὶ ἐνεργεῖ καὶ γυμνάζεται, τρεῖς εἰσι· δύο τῶν φύσεων τῶν κτιστῶν, τῶν λογικῶν καὶ ἀλόγων, καὶ πνευματικῶν καὶ σωματικῶν, καὶ ἄλλη τῆς ἁγίας Τριάδος.

Πρῶτον μέν, εἰς πᾶν ἐλθὸν εἰς τὴν κτίσιν, γίνεται ἡ θεωρία, καὶ διέρχεται δι’ αὐτῆς ὁ νοῦς ἐν τῇ ἀποκαλύψει τῆς γνώσεως. Ἐν δὲ τοῖς μὴ ὑποκύπτουσι τῇ αἰσθήσει, θεωρία νοητὴ γίνεται ἐν αὐτοῖς. Καὶ ὁ νοῦς ἔχει θεωρίαν τοῦ θεωρεῖν ἑαυτόν, ἐν ᾗ οἱ ἔξω φιλόσοφοι ἐμετεώρισαν τὴν διάνοιαν αὐτῶν ἐν τῇ φαντασίᾳ τῶν κτισμάτων.

Ἡ θεωρία οὖν τῶν υἱῶν τοῦ μυστηρίου τῆς πίστεως, μετὰ τῆς πίστεως συγκεκολλημένη ἐστί, καὶ ἐν τῷ λειμῶνι τῶν γραφῶν ποιμαίνεται, ἥτις συνάγει τὸν νοῦν ἀπὸ παντὸς μετεωρισμοῦ ἐξωτέρου, καὶ δεσμεύει αὐτὸν ἐν τῇ ἑνώσει τοῦ Χριστοῦ, καθ’ ὁμοιότητα Βασιλείου καὶ Γρηγορίου, καὶ εἰς τοὺς μυστικοὺς λόγους τοὺς τεθέντας ἐν τῇ γραφῇ γίνεται ἡ θεωρία αὐτοῦ. Καὶ οἱ μὴ καταλαμβανόμενοι ὑπὸ τῆς γνώσεως λόγοι, δεκτοὶ διὰ τῆς πίστεως ὑφ’ ἡμῶν γίνονται. Καὶ ἐν τῇ θεωρίᾳ δεχόμεθα γνῶσιν ὑπὲρ αὐτῶν, ἥτις γίνεται ἐν ἡμῖν μετὰ τὴν κάθαρσιν. Καὶ διὰ τὰ μυστήρια τοῦ Πνεύματος, τὰ ὑπὲρ τὴν γνῶσιν, ὧνπερ αἱ αἰσθήσεις τοῦ σώματος οὐκ αἰσθάνονται, οὐδὲ τὸ λογικὸν τοῦ νοός, ἔδωκεν ἡμῖν πίστιν ὁ Θεός, ἐν ᾗ γινώσκομεν μόνον, ὅτι εἰσί. Καὶ ἐξ αὐτῆς τῆς πίστεως γεννᾶται ἐν ἡμῖν ἡ ἐλπὶς ὑπὲρ αὐτῶν. Ἐν τῇ πίστει ἐξομολογούμεθα, ὅτι ὁ Θεός, κύριος, καὶ δεσπότης, καὶ κτίστης, καὶ δημιουργὸς τῶν ἁπάντων ἐστί. Καὶ ἐν τῇ γνώσει διακρίνομεν, ὅτι δέον ἡμᾶς φυλάξαι τὰς ἐντολὰς αὐτοῦ, καὶ νοῆσαι τοῦτο καὶ ἡμεῖς, ὅτι τὰς ἐντολὰς τὰς παλαιάς, ὁ φόβος φυλάττει· τὰς δὲ ζωοποιοὺς ἐντολὰς τοῦ Χριστοῦ, ἡ ἀγάπη φυλάττει, καθὼς εἶπεν· ἐγὼ τετήρηκα τὰς ἐντολὰς τοῦ Πατρός μου, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ.

Καὶ δῆλον, ὅτι οὐκ ἐν φόβῳ φυλάττει ὁ υἱὸς τὰς ἐντολὰς τοῦ πατρὸς αὐτοῦ, ἀλλ’ ἐξ ἀγάπης. Καὶ διὰ ταῦτα, παραγγέλλει ἡμῖν, ἵνα καὶ ἡμεῖς ἐξ ἀγάπης τηρήσωμεν τὰς ἐντολάς, ὡς λέγει· Ἐὰν ἀγαπᾶτε με, τὰς ἐντολὰς τὰς ἐμᾶς τηρήσετε, καὶ ἐγὼ ἐρωτήσω τὸν Πατέρα μου, καὶ ἄλλον παράκλητον πέμψει ὑμῖν. Τὴν παρουσίαν τοῦ Παρακλήτου καλεῖ τὰ χαρίσματα τῆς ἀποκαλύψεως τῶν μυστηρίων τοῦ Πνεύματος, ὡς εἶναι ἐν τῇ ὑποδοχῇ τοῦ Πνεύματος, ἣν οἱ ἀπόστολοι ἐδέξαντο, ἡ τελείωσις τῆς γνώσεως τῆς πνευματικῆς.

Καὶ τὸν Παράκλητον καθωμολόγησε, καὶ ὑπέσχετο ὁ Κύριος ἐρωτῆσαι τὸν Πατέρα αὐτοῦ δοῦναι αὐτοῖς, ὅπως διαμένῃ μετ’ αὐτῶν εἰς τοὺς αἰῶνας, καὶ μετὰ τὴν ἐργασίαν τῶν ἐντολῶν καὶ τὴν κάθαρσιν. Ὁρᾷς ὅτι ἐκ τῆς φυλακῆς τῶν ἐντολῶν ἀξιοῦται ὁ νοῦς τῆς χάριτος τῆς θεωρίας τῆς μυστικῆς καὶ τῆς ἀποκαλύψεως τῆς γνώσεως τοῦ πνεύματος; Οὐχὶ ὡς ἡ σοφία σου ὑπενόησεν, ὅτι τὸ ἔργον τῆς φυλακῆς τῶν ἐντολῶν, ἀναχαιτισμὸς τῆς θεωρίας τῶν θείων μυστηρίων, τῶν ἐν τῇ ἡσυχίᾳ τελειουμένων ἐστί.

Παρακαλῶ οὖν ἐγώ σε, ὅτι ἐὰν αἰσθηθῇς ἐν τῇ ψυχῇ σου, ὅτι ἔφθασας τὴν χώραν τῆς ἀγάπης, τήρησον τὰς ἐντολὰς τὰς νέας, διὰ τὸν πόθον τοῦ θήσαντος αὐτάς, καὶ οὐχὶ διὰ τὸν φόβον. Καθὼς καὶ ὁ μακάριος Παῦλος, ἡνίκα ἐπυροῦτο ἐν τῇ ἀγάπῃ τῇ θείᾳ, εἶπε· Τίς χωρίσει με ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψεις, ἢ φυλακαί, ἢ διωγμοί, καὶ τὰ ἑξῆς. Καὶ πάλιν προστιθεῖ· Πέπεισμαι γάρ, ὅτι οὔτε θάνατος, οὔτε ζωή, οὐδὲ ἐνεστῶτα, οὐδὲ μέλλοντα δύνανται χωρίσαι με ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Καὶ ἵνα μὴ νομισθῇ, ὅτι τὸν μισθὸν τὸν πολύν, ἢ τὴν τιμήν, ἢ τὴν δόσιν τὴν ὑπερβάλλουσαν τῶν πνευματικῶν ἐπιθυμεῖ, καθὼς ἡ σὴ ἁγιωσύνη ἐπιθυμεῖ, εἶπεν· Ηὐχόμην γὰρ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ, καὶ εἰ δυνατὸν ἐν τούτῳ, ἵνα οἱ ἀλλότριοι οἰκειωθῶσι τῷ Χριστῷ.

Καὶ ἵνα γνῷς, ὅτι οὐ τὴν θεωρίαν τὴν μυστικὴν καὶ ἀναχωρητικὴν ἦν καταδιώκων, καθ’ ὁμοιότητα τῆς σῆς πατροσύνης ἐπιθυμεῖ ἐκείνην, ἧς πολλάκις ἀνάξιοι αὐτῆς ἠξιώθησαν διὰ τῆς χάριτος, ἄκουσον τί λέγει ἐν ἄλλῳ τόπῳ· Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν· ἢ κύμβαλον ἀλαλάζον· καὶ ἐὰν ἔχω προφητείας, καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ πᾶσαν τῆν γνῶσιν, καὶ ἂν ἔχω τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. Ὅτι ἡ θύρα ἡ νόμιμη ἡ εἰσφέρουσα εἰς ταῦτα, ἡ ἀγάπη ἐστίν. Ἐὰν οὖν ἐκτησώμεθα ἀγάπην, αὐτὴ εἰσφέρει ἡμᾶς εἰς ταῦτα. Ἐὰν δὲ ἐν χάριτι ἀξιωθῶμεν τούτων χωρὶς ἀγάπης, πάντως ποτὲ γενήσεται ἡμῖν ἀποκτήσασθαι αὐτά. Ἡ κτῆσις γὰρ καὶ ὁ φρουρὸς τῶν ὑψηλοτέρων ἁγίων καὶ τῆς θείας πολιτείας, ἡ ἀγάπη ἐστίν. Εὐθέως γὰρ ἡνίκα ἀποκτήσηται ὁ μοναχὸς τὴν ἀγάπην, ἡ καρδία ἀποκτᾶται τὴν εἰρήνην, αὕτη δέ ἐστι τὸ σκήνωμα τοῦ Θεοῦ, καὶ ἀποκλείεται αὐτῷ ἡ θύρα τῆς χάριτος, ἐν ᾗ ὁ Κύριος ἐν ἡμῖν εἰσελεύσεται καὶ ἐξελεύσεται, καθὼς εἶπεν, ὅτι ἐγώ εἰμι ἡ θύρα τῆς ζωῆς, καὶ ἐν ἐμοὶ ἄνθρωπος εἰσελεύσεται ζῆσαι, καὶ νομὴν εὑρήσει εἰς ἀναστροφὴν τῆς ζωῆς αὐτοῦ τῆς πνευματικῆς.

Ὅπου οὐκ ἀναχαιτίζεται οὔτε ἀπὸ κακίας, οὔτε ἀπὸ πλάνης, ἀλλ’ ἐν πάσαις ταῖς ἀναβάσεσι τῶν ἀποκαλύψεων τῆς γνώσεως, καὶ τῶν θεωριῶν τῶν μυστικῶν εἰσάγει αὐτόν, καὶ ἐξάγει ἡ θεία ἀγάπη κατὰ τοὺς ἐλευθέρους τοὺς τοῦ Χριστοῦ. Καὶ ἵνα γνῷς τὴν ἀλήθειαν τούτων, μάθε ἐκ τοῦ μακαρίου ἀποστόλου Παύλου, ὅτι ἐν ἀληθείᾳ ἡ ζωὴ ἡ πνευματικὴ τοῦ νοός, ἡ θεωρία ἡ θεία ἐστίν. Αὐτὸς βοᾷ, ὅτι “οὐκ εὐδοκῶ ἐν αὐτῇ χωρὶς τῆς ἀγάπης, καὶ ἐὰν εἰς τὴν πύλην τὴν νομίμην τῆς ἀγάπης οὐκ εἰσελεύσωμαι πρὸς αὐτήν, ἤτοι πρὸς τὴν θεωρίαν, οὐδὲ ἐπιθυμίᾳ ἐπιθυμήσω αὐτήν· καὶ ἐὰν δοθῇ μοι κατὰ χάριν, ἡνίκα οὐκ ἐκτησάμην τὴν ἀγάπην, ἐγὼ οὐ ζητῶ αὐτήν· ἡνίκα οὐκ εἰσῆλθον πρὸς αὐτὴν διὰ τῆς θύρας τῆς φυσικῆς, ἥτις ἐστὶν ἡ ἀγάπη. Θέλω οὖν πρῶτον κτήσασθαι ἀγάπην, ἥτις ἐστὶν ἡ θεωρία ἡ προτέρα τῆς ἁγίας Τριάδος, καὶ τότε χωρὶς δόσεως ἔσται μοι φυσικῶς ἡ θεωρία τῶν πνευματικῶν”. Κατανόησόν μοι τὴν θείαν σοφίαν τοῦ μακαρίου Παύλου, ὅτι κατέλιπε πάντα τὰ χαρίσματα τὰ μεταδιδόμενα ὑπὸ τῆς χάριτος, καὶ ᾐτήσατο αὐτὸς τὴν ὑπόστασιν τῶν πραγμάτων, ἥτις ὑποδέχεται τὰ χαρίσματα καὶ φυλάττει αὐτά, καθώς τις λέγει. Τὸ χάρισμα τῆς θεωρίας τῶν κτισμάτων καὶ τῷ Μωϋσεῖ ἐδόθη, καὶ πολλοὶ αὐτῆς ἠξιώθησαν· ὅμως οὐχὶ ἐν βεβαιώσει, ἀλλ’ ἐν ἀποκαλύψει.

Ἐγὼ δὲ ὁ βαπτισθεὶς ἐν τῷ Πνεύματι τῷ ἁγίῳ, καὶ πεπληρωμένος χάριτος ὑπάρχων, θέλω δέξασθαι αἴσθησιν ἐντός μου, τοῦ Χριστοῦ τοῦ οἰκοῦντος ἐν ἐμοί. Ὁ Χριστὸς γὰρ ἐποίησε τὸν ἀνακαινισμὸν τῆς φύσεως ἡμῶν ἐν τῇ ὑποστάσει αὐτοῦ. Καὶ ἐνεδυσάμεθα αὐτὸν ἐξ ὕδατος καὶ Πνεύματος, καὶ ἐν μυστηρίῳ τῷ ἀρρήτῳ ἥνωσεν ἡμᾶς ἑαυτῷ, καὶ ἐποίησεν ἡμᾶς μέλη ἐν τῷ σώματι αὐτοῦ. Ἀλλ’ ἐνταῦθα μέν, ἐν ἀρραβῶνι· ἐν δὲ τῷ καινῷ κόσμῳ, φυσικῶς μεταδιδοῖ τὴν ζωὴν τοῖς λοιποῖς μέλεσι, καθὼς ἡ κεφαλὴ τοῦ σώματος μεταδιδοῖ τὴν ζωὴν τοῖς λοιποῖς μέλεσι.

Τί λοιπὸν θέλεις καὶ ζητεῖς τὴν θεωρίαν πρὸ τῆς ἀγάπης, ὁπότε Παῦλος ὁ θεῖος ἀδόκιμον αὐτὴν ἐποίησεν χωρὶς ἀγάπης; Ἐν ἐκείνῳ γὰρ ᾧ εἶπας, ὅτι ἡ ἐργασία τῶν ἐντολῶν ἀναχαιτίζει με τῆς θεωρίας, δῆλον ὅτι ἔψεξας τὴν ἀγάπην τοῦ πλησίον, καὶ προέκρινας τὴν θεωρίαν, καὶ ἐπιθυμεῖς ἰδεῖν αὐτὴν ὅπου οὐ θεωρεῖται.

Ἕως ὅτε ἡμεῖς οὐ δυνάμεθα ἰδεῖν τὴν θεωρίαν, ὦ σοφώτατε, ἀλλ’ ἡ θεωρία αὐτὴ δεικνύει ἡμῖν ἑαυτὴν ἐν τῷ τόπῳ αὐτῆς. Καθάπερ ἐν τῇ αὐξήσει τῆς ἡλικίας τῆς φύσεως, δέχεται ἡ ψυχὴ τὴν διαφορὰν τῆς γνώσεως, καὶ αἰσθάνεται τῶν τοῦ κόσμου καὶ γυμνάζεται ἐν αὐτοῖς ἡμέραν καθ’ ἡμέραν, οὕτως καὶ ἐν τοῖς τοῦ Πνεύματος δέχεταί τις τὴν θεωρίαν τὴν πνευματικὴν καὶ τὴν θείαν αἴσθησιν, καὶ γυμνάζεται ἐν τοῖς τοῦ Πνεύματος, καὶ καθόσον αὐξάνει ὁ νοῦς ἐν τῇ πολιτείᾳ τῆς διανοίας, καὶ προκόπτει ἐπὶ τὸ ἔμπροσθεν.

Ἐὰν δὲ φθάσῃ τὴν χώραν τῆς ἀγάπης, θεωρεῖ τὰ πνευματικὰ εἰς τὸν τόπον αὐτῶν ταῦτα, ἅτινα καθόσον ἐάν τις βιάσηται καταβῆναι πρὸς αὐτόν, οὐ πείθονται. Ἐὰν δὲ φαντασθῇ τολμηρῶς, καὶ θεωρήσῃ καὶ κατανοήσῃ ἐν αὐτοῖς ἐν οὐ καιρῷ, ἀμβλυωπεῖ εὐθὺς ἡ ὅρασις αὐτοῦ, καὶ φαντασίαι καὶ τύποι ἀντὶ τῶν ἀληθινῶν θεωρήσονται αὐτῷ. Ταῦτα ἀρτίως ἡνίκα λάβῃς ἐν τῷ νοΐ σου τῷ διακριτικῷ, μὴ ζητήσῃς τὴν θεωρίαν ἐν οὐ καιρῷ αὐτῆς.

Ἐὰν δὲ δοκῇ σοι καὶ νῦν ὁρᾶσθαι σοι τὴν θεωρίαν, σκιὰ ἔσται σοι τῆς φαντασίας ἡ θεωρία, καὶ οὐ θεωρία. Ὅτι παντὶ νοητῷ γίνεται ὁμοίωμα καὶ τύπος φαντασίας. Καὶ γίνεται πάλιν ἐν αὐτῷ θεωρία ἀληθινή. Ἰδοὺ γὰρ καὶ ταῖς φύσεσι ταῖς συνθέτοις, γίνεται αὐταῖς ἔχειν φαντασίαν, καὶ ἔστιν ὅτε ἔχουσι θεωρίαν ἀληθινήν. Ἐὰν δὲ ᾖ θεωρία ὑγιής, τὸ φῶς εὑρίσκεται, καὶ ἐκεῖνο τὸ θεωρούμενον πλησίον τῇ ἀληθείᾳ θεωρεῖται. Ὅταν δὲ γένηται ἐξεναντίας τούτων, σκιὰν ἀντὶ τῆς ἀληθείας θεωρεῖ ὁ ὀφθαλμός, ὡς ὅταν θεωρεῖς ὕδωρ ὅπου οὐκ ἔστιν ὕδωρ, καὶ οἰκοδομὰς ἐπηρμένας καὶ κρεμαμένας ἐν τῷ ἀέρι, καὶ εἰσὶν ἐν τῇ γῇ κείμεναι. Ἐν τῇ τοιαύτῃ δηλώσει τῇ ἐπὶ τῶν σωματικῶν, τὸ αὐτὸ νόει μοι καὶ ἐπὶ τῶν νοητῶν.

Ἐὰν μὴ καθαρισθῇ ἡ ὅρασις τοῦ νοὸς ἐν τῇ ἐργασίᾳ τῶν ἐντολῶν καὶ ἐν ταῖς πράξεσι τῶν πολιτειῶν τῆς ἡσυχίας, καὶ κτήσηται τὸ φῶς τῆς ἀγάπης ἐν τελειότητι, καὶ αὐξηθῇ ἐν τῇ ἡλικίᾳ τῆς καινότητος τοῦ Χριστοῦ, καὶ ἐν τῇ διαφορᾷ τῆς γνώσεως, πλησιάσῃ ἐγγὺς τῶν φύσεων τῶν πνευματικῶν, ἐν τῇ τάξει ἐν ᾗ ζητεῖ ἐν αὐτῇ τὴν ἀγγελικὴν πολιτείαν τοῦ πνεύματος, οὐ δύναται θεωρητικὸς ἀληθινὸς γενέσθαι τῆς θείας θεωρίας. Καὶ ὅσα ὁμοιώματα τινὰ νομίζει ὁ νοῦς ὑπὲρ αὐτῶν ποιεῖσθαι, φαντασία λέγεται καὶ οὐκ ἀλήθεια· καὶ τοῦτο, ἐκ τοῦ μὴ καθαρεύειν συμβαίνει τῷ νοῒ τοῦ ἰδεῖν τί ἀντ’ ἄλλου. Ἡ φύσις δὲ τῆς ἀληθείας, ἀναλλοίωτος μένει ἀεί, μὴ ἀλλοιουμένη ποτὲ εἰς ὁμοιώματα. Ἡ αἰτία δὲ τῆς φαντασίας τῶν εἰκόνων ἐστὶν ἡ ἀσθένεια τοῦ νοός, καὶ οὐχὶ ἡ καθαρότης αὐτοῦ.

Τοῦτο συνέβη καὶ τοῖς ἔξω φιλοσόφοις, ἐπειδὴ ἐνόμισαν εἶναι ταῦτα πνευματικά, καὶ περὶ ὧν διδαχὴν ἀληθινὴν ἐκ τοῦ Θεοῦ οὐκ ἐδέξαντο. Ἀλλ’ ἐκ τοῦ σφυγμοῦ καὶ τῆς κινήσεως τοῦ λογιστικοῦ αὐτῶν, καὶ ἐκ τῶν ἐννοιῶν τῶν λογισμῶν αὐτῶν, ἔδοξαν τῇ οἰήσει αὐτῶν ὅτι εἰσὶ τί. Καὶ μετὰ τούτου καὶ πῶς εἰσὶ διελογίσαντο, ἵνα ἡ εὕρεσις τῆς γενέσεως αὐτῶν καὶ ἡ ἀλλοίωσις τῆς ἀφομοιώσεως αὐτῶν, αὐτοῖς γένωνται τὰ ἀμφότερα. Καὶ διελάλησαν περὶ αὐτῶν ἐν οἰήσει τῇ μὴ καθηκούσῃ, καὶ τὸν ἕνα Θεὸν διεμέρισαν εἰς πολυθεΐαν, καὶ ἐλάλησαν καὶ συνέθεντο ἐν τῇ ἀδολεσχίᾳ τῶν λογισμῶν αὐτῶν, ὅπερ οὐκ ἔστι. Καὶ περὶ τῶν φύσεων τῶν πνευματικῶν καὶ τῆς ἐργασίας αὐτῶν, διελάλησαν καὶ διελέχθησαν ἐν τῇ ἀδολεσχίᾳ τῶν λογισμῶν αὐτῶν, καὶ ταύτην τὴν φαντασίαν τῆς παραφροσύνης τῶν λογισμῶν αὐτῶν, θεωρίαν τῶν φύσεων ἐκάλουν.

Θεωρία οὖν ἡ ἀληθινὴ τῶν φύσεων τῶν αἰσθητῶν καὶ ἀναισθήτων, καὶ αὐτῆς τῆς ἁγίας Τριάδος, ἐν τῇ ἀποκαλύψει τοῦ Χριστοῦ προσγίνεται, ἣν ἐδίδαξε καὶ ἔδειξε τοῖς ἀνθρώποις, ἡνίκα ἐν πρώτοις ἐποίησεν ἀνακαινισμὸν ἐν τῇ ὑποστάσει αὐτοῦ πάσῃ τῇ φύσει τῇ ἀνθρωπίνῃ, ἔτρεψε καὶ ἔδωκεν αὐτῇ τὴν πρώτην ἐλευθερίαν, καὶ κατέτριψεν ἡμῖν ὁδὸν ἐν ἑαυτῷ τοῦ διαβῆναι ἐν ταῖς ζωοποιοῖς αὐτοῦ ἐντολαῖς πρὸς τὴν ἀλήθειαν. Καὶ τότε ἱκανεῖ ἡ φύσις γενέσθαι θεωρητικὴ τῆς ἀληθινῆς θεωρίας, καὶ οὐχὶ τῆς φανταστικῆς, ὁπόταν ὁ ἄνθρωπος ἐν πρώτοις ἐν τῇ ὑπομονῇ τῶν παθῶν, καὶ τῇ ἐργασίᾳ καὶ τῇ θλίψει ἀποδύσηται τὸν παλαιὸν ἄνθρωπον τῶν παθῶν, καθὼς ἀποδύεται τὸ βρέφος τὸ εὐθυγενὲς τὸ τῆς μήτρας ἔνδυμα. Τότε ἱκανεῖ ὁ νοῦς γεννηθῆναι πνευματικῶς, καὶ ὁραθῆναι ἐν τῷ κόσμῳ τοῦ Πνεύματος, καὶ δέξασθαι θεωρίαν τὴν τῆς πατρίδος αὐτοῦ.

Ἡ θεωρία οὖν ἀρτίως τῶν ποιημάτων, καὶ ἐὰν ἐστὶ γλυκεία, ἀλλὰ σκιά ἐστι τῆς γνώσεως, καὶ οὐκ ἔστιν ἡ γλυκύτης αὐτῆς ἀφωρισμένη ἐκ τῆς φαντασίας τῶν ὀνείρων φαντασίας. Θεωρία οὖν τοῦ καινοῦ κόσμου ἐν τῷ Πνεύματι τῆς ἀποκαλύψεως, ἐν ᾗ κατατρυφᾷ πνευματικῶς ὁ νοῦς, ἐνέργεια ἐστὶ τῆς χάριτος, καὶ οὐχὶ σκιὰ τῆς γνώσεως. Καὶ οὐκ ἔστιν ἡ ἡδύτης αὐτῆς ἀφωρισμένη ἐξ ἐκείνης, ἧς ἔγραψεν ὁ ἀπόστολος· Ἃ ὀφθαλμὸς οὐκ εἶδεν, οὐδὲ οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Τοῖς ἁγίοις δὲ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος αὐτοῦ· αὐτὸ γὰρ τὸ Πνεῦμα πάντα ἐρευνᾷ. καὶ τὰ βάθη τοῦ Θεοῦ. Καὶ αὕτη ἡ θεωρία γίνεται τῷ νοῒ τροφή, ἕως ἂν ἰσχύσῃ καὶ δυνηθῇ δέξασθαι θεωρίαν ὑψηλοτέραν τῆς πρώτης θεωρίας.

Διότι ἡ θεωρία, τῇ θεωρίᾳ μεταδιδοῖ, ἕως ἂν εἰσαχθῇ ὁ νοῦς εἰς τὴν χώραν τῆς τελείας ἀγάπης. Ἡ ἀγάπη γάρ, τόπος ἐστὶ τῶν πνευματικῶν, καὶ ἐν τῇ καθαρότητι τῆς ψυχῆς αὐλίζεται. Καὶ ὅτε σταθῇ ὁ νοῦς ἐν τῇ χώρᾳ τῆς ἀγάπης, ἐνεργεῖ ἡ χάρις, καὶ δέχεται ὁ νοῦς τὴν θεωρίαν τοῦ πνεύματος, καὶ θεωρητικὸς γίνεται τῶν κρυπτῶν. Εἶπον γάρ, ὅτι ἐκ δύο δίδοται τὸ χάρισμα τῶν ἀποκαλύψεων τῆς θεωρίας τοῦ νοός.

Ἔστιν ὅτε, ἐκ τῆς θερμότητος τῆς πίστεως διὰ τῆς χάριτος δίδοται· ἔστι δὲ ὅτε, ἐκ τῆς ἐργασίας τῶν ἐντολῶν καὶ τῆς καθαρότητος. Ἐκ τῆς χάριτος μέν, καθὼς πρὸς τοὺς ἀποστόλους τοὺς μακαρίους, οὐκ ἐκ τῆς ἐργασίας γὰρ τῶν ἐντολῶν καθῆραν τὸν νοῦν, καὶ ἠξιώθησαν τῆς ἀποκαλύψεως τῆς θεωρίας, ἀλλὰ τῆς θέρμης τῆς πίστεως· διότι ἐπίστευσαν ἐν ἁπλότητι εἰς τὸν Χριστὸν καὶ ἠκολούθησαν αὐτῷ ἐν καρδίᾳ διαπύρῳ ἀδιστάκτως.

Καὶ ὅτε ἐτελείωσε τὴν οἰκονομίαν αὐτοῦ τὴν προσκυνητήν, ἀπέστειλεν αὐτοῖς τὸ παράκλητον Πνεῦμα, καὶ καθῆρε καὶ ἐτελείωσε τὸν νοῦν αὐτῶν, καὶ ἐνεργητικῶς ἐνέκρωσεν ἐντὸς αὐτῶν τὸν παλαιὸν ἄνθρωπον τῶν παθῶν, καὶ ἐνεργητικῶς ἐζωοποίησεν ἐν αὐτοῖς τὸν καινὸν ἄνθρωπον τοῦ Πνεύματος, καὶ ἐδέξαντο τὴν αἴσθησιν τῶν ἀμφοτέρων αὐτῶν. Οὕτως ὁ μακάριος Παῦλος ἀνεκαινίσθη μυστικῶς, καὶ οὕτως ἐδέξατο τὴν θεωρίαν τῆς ἀποκαλύψεως τῶν μυστηρίων, καὶ σὺν τούτοις οὐκ ἦν πεποιθὼς εἰς αὐτήν.

Εἰ γὰρ καὶ ἐνεργητικῶς ἐδέξατο χάριν καὶ δωρεάν, ἀλλ’ ὅλον τὸν χρόνον τῆς ζωῆς αὐτοῦ ἐποίει τὸν δρόμον, ἵνα ἀνταποδώσῃ κατὰ τὸν δυνατὸν τῇ χάριτι, ᾗ ἠξιώθη, ἐξ ὅτε συνωμίλησεν αὐτῷ ἐν τῇ ὁδῷ, ὡς οἰκείῳ, καὶ ἀπέστειλεν αὐτὸν εἰς Δαμασκόν. Οὐκ ἐγράφη, ὅτι ὡμίλησεν μετ’ αὐτοῦ φανερῶς ὁ Ἰησοῦς, ἀλλὰ καὶ ὁ Ἀνανίας οὕτως γράφει, ὅτι εἶπεν αὐτῷ· “Σαοὺλ ἀδελφέ, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ἀπέστειλέ με πρὸς σέ, ὅπως ἀναβλέψωσιν οἱ ὀφθαλμοί σου, καὶ πληρωθῇς Πνεύματος ἁγίου”. Καὶ ὅτε ἐβάπτισεν αὐτόν, ἐνεπλήσθη Πνεύματος ἁγίου, καὶ αἰσθήθη τῶν μυστηρίων τῶν ἀποκαλύψεων τῶν ἀποκρύφων· καθὼς ἐνηργήθη καὶ ἐν τοῖς ἀποστόλοις τοῖς ἁγίοις, ἡνίκα συνανεστρέφετο μετ’ αὐτῶν ὁ Σωτὴρ καὶ εἶπεν αὐτοῖς· Πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι. Ὅταν δὲ ἔλθῃ τὸ Πνεῦμα τὸ ἅγιον, αὐτὸ ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν, καὶ τὰ μέλλοντα ἀναγγελεῖ ὑμῖν. Καὶ ὁ μακάριος Παῦλος, δῆλον ὅτι ἡνίκα ἐδέξατο τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἀνεκαινίσθη ἐν τῷ Πνεύματι, ἠξιώθη τῆς ἀποκαλύψεως τῶν μυστηρίων, καὶ ἐν τῷ Πνεύματι τῶν ἀποκαλύψεων ἐθεώρει, καὶ κατέτρυφα ἐν τῇ θείᾳ θεωρίᾳ, καὶ ἤκουσεν ἄρρητα ῥήματα, καὶ ἐθεώρει θεωρίαν ὑψηλοτέραν τῆς φύσεως, καὶ ἀπήλαυσεν ἐν ταῖς θεωρίαις τῶν οὐρανίων δυνάμεων, καὶ τῶν ταγμάτων τῶν πνευματικῶν ἦν κατατρυφῶν.

Καὶ τοῦτο, μὴ γένοιτο, ὡς καταφρονοῦσιν οἱ αἱρετικοὶ οἱ λεγόμενοι Εὐκτῖται, ὅτι τὴν ἄνοδον ἐκείνην ἀνῆλθε θελήσει αὐτοῦ, οὐδὲ ὅλως δύναται ὁ νοῦς ἀνελθεῖν ἐκεῖσε, ἀλλ’ ἁρπαγῇ ἡρπάγη ἐν τῷ Πνεύματι τῶν ἀποκαλύψεων, καθὼς γεγράφηκεν ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ ἐξεναντίας τῶν ματαίων ἀνθρώπων, οἵτινες ἀφωμοίουν ἑαυτοὺς τοῖς ἁγίοις ἀποστόλοις, καὶ ὡμολόγουν τὰς φαντασίας τῶν λογισμῶν αὐτῶν, καὶ ἐκάλουν αὐτὰς θεωρίας πνευματικάς.

Τοῦτο πρὸς αἱρετικοὺς πολλοὺς εὑρέθῃ, λέγω δὴ ἐγγὺς τοῦ Ὠριγένους, καὶ τοῦ Οὐαλεντίνου, καὶ τοῦ υἱοῦ τοῦ Δισσᾶν, καὶ τοῦ Μαρκίωνος, καὶ τοῦ Μάνεντος, καὶ τῶν λοιπῶν παλαιῶν αἱρεσιαρχῶν τῶν κακῶν αἱρέσεων, τῶν ἐκ καιρῶν τῶν ἀποστόλων ἀρξαμένων, καὶ ἕως τῆς σήμερον εὑρισκομένων ἐν τόποις τόποις.

Καὶ διότι ἐν τῇ φαντασίᾳ τῇ ἀπὸ τῶν δαιμόνων, ἠθέλησαν τινὲς πεφθαρμένοι φθεῖραι τὴν διδαχὴν τῶν ἁγίων ἀποστόλων, ἠναγκάσθη ὁ θεῖος ἀπόστολος καταλῦσαι τὸ καύχημα τῶν αἱρετικῶν, τῶν καυχωμένων ἐν τῇ φαντασίᾳ τῆς πλάνης καὶ καυχωμένων ἐν τῇ σκιᾷ τῆς ἐργασίας τῶν δαιμόνων τῶν φαινομένων αὐτοῖς, ἡνίκα διηγεῖται τὴν θείαν θεωρίαν τὴν ἑαυτοῦ ἐν ταπεινώσει καὶ φόβῳ πολλῷ, καὶ τίθησιν αὐτὴν εἰς πρόσωπον ἄλλου· Εἶδον γάρ φησιν ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων, εἴτε ἐν σώματι, εἴτε ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα· ὁ Θεὸς οἶδεν ἁρπαγέντα εἰς τὸν παράδεισον, καὶ ἀκούσαντα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.

Καὶ ἁρπαγῇ ἡρπάγῃ λέγει, καὶ οὐχὶ ὅτι ἑκουσίως ἀνῆλθεν ἐν τῷ νοῒ αὐτοῦ ἐν τῇ θεωρίᾳ εἰς τὸν τρίτον οὐρανόν· ἀλλ’ ὅτι εἶδε θεωρίας, ἔγραψε, καὶ ὅτι ἤκουσε ῥήματα, εἶπε. Τί δέ εἰσιν οἱ λόγοι, ἢ τί εἰσιν οἱ τύποι τῶν θεωριῶν, οὐκ ἠδυνήθη γράψαι. Ὁ γὰρ νοῦς ἡνίκα ἐν τῷ Πνεύματι τῆς ἀποκαλύψεως εἶδεν αὐτὰ ἐν τῷ τόπῳ αὐτῶν, οὐκ ἐδέξατο παράθεσιν λαλῆσαι αὐτὰ ἐν τῷ τόπῳ τῷ μὴ ἰδίῳ αὐτῶν. Οὔτε εἰ ἠθέλησε λαλῆσαι αὐτά, ἠδυνήθη. Διότι οὐχὶ ἐν ταῖς αἰσθήσεσι τοῦ σώματος εἶδεν αὐτά, ὅπερ γὰρ δέχεται ὁ νοῦς ἐν ταῖς αἰσθήσεσι ταῖς σωματικαῖς, δύναται πάλιν καὶ ἐν αὐταῖς ταῖς αἰσθήσεσιν ἑρμηνεῦσαι ἐν τῇ χώρᾳ τῶν σωμάτων· ἅπερ δὲ ἐντὸς αὐτοῦ ἐν τῇ χώρᾳ τοῦ Πνεύματος αἰσθητικῶς θεωρεῖ, ἢ ἀκούει, ἢ αἰσθάνεται ὁ νοῦς, ἡνίκα στρέφεται πρὸς τὸ σῶμα, οὐχ’ ἱκανεῖ διηγήσασθαι αὐτά· μνημονεύει δὲ μόνον ὅτι εἶδεν αὐτά. Πῶς δέ, οὐ τρανῶς γινώσκει διηγήσασθαι.

Καὶ ἐκ τούτου ἐλέγχονται αἱ γραφαὶ αἱ ψευδεῖς, αἱ καλούμεναι ἀποκαλύψεις, αἱ ἐκτεθεῖσαι ὑπὸ τῶν αἱρεσιαρχῶν τῶν πεφθαρμένων αἱρέσεων, ἐν τῇ φαντασίᾳ τῶν δαιμόνων, περὶ τῶν μονῶν τοῦ στερεώματος, ἐν αἷς ἀνάγουσι τὸν νοῦν εἰς τὸ μαθεῖν ἑκουσίως, καὶ περὶ τῶν εἰσόδων τοῦ νοὸς εἰς τὸν οὐρανόν, καὶ περὶ τῶν τόπων τῶν ἀφωρισμένων τῇ κρίσει, καὶ περὶ τύπων τῶν πολυτρόπων τῶν ἄνω δυνάμεων, καὶ περὶ τῆς ἐνεργείας αὐτῶν. Ἅπερ εἰσὶ πάντα σκιὰ τοῦ νοὸς τοῦ μεμεθυσμένου ἐν τῇ οἰήσει, καὶ παραπεπληγμένου ἐν τῇ ἐργασίᾳ τῶν δαιμόνων. Ὅθεν ὁ μακάριος Παῦλος ἐν ἑνὶ λόγῳ ἀπέκλεισε τὴν θύραν εἰς τὸ πρόσωπον τῆς πάσης θεωρίας, καὶ εἰσήνεγκε τὸν ἀποκλεισμὸν αὐτῆς ἐντὸς τῆς σιωπῆς· ὅπου οὐδὲ ἠδυνήθη ὁ νοῦς δεῖξαι αὐτά, ἐδέξατο παράθεσιν. Εἶπε γὰρ πάσας τὰς θεωρίας, ἃς ἡ γλῶσσα ἱκανεῖ δεῖξαι αὐτὰς ἐν τῇ χώρᾳ τῶν σωμάτων, φαντασίαι εἰσὶ τῶν λογισμῶν τῆς ψυχῆς, καὶ οὐχὶ ἐνέργεια χάριτος.

Λοιπὸν ἡ ὁσιότης σου, ὡς μνημονεύουσα τούτων, παρατήρησαί μοι τὰς φαντασίας τῶν λογισμῶν τῶν βαθέων. Πρὸς μοναχοὺς γὰρ ἔχοντας ἀγχίνοιαν, καὶ ἐξετάζοντας τὰς κενοδοξίας, καὶ ἐπιθυμοῦντας τὰς καινουργίας, καὶ ἐν προσώπῳ διάγοντας, μάλιστα ὁ πόλεμος οὗτος γίνεται.