Καὶ ὅτε ἤκουσε τοὺς λόγους τούτους, Μαλπάτ, ἐν τῇ ἀκμῇ τῆς νεότητος αὐτοῦ, ἐθερμάνθη καθάπερ πῦρ, καὶ ἦλθεν εἰς τὴν πόλιν αὐτοῦ, ἡνίκα ἐπυρώθη ἐν αὐτῷ τὸ πάθος τῆς φιλοδοξίας, καὶ ἐξελέξατο ἑαυτῷ σκήνωμα ἀναχωρητικόν, καὶ ἀφώρισεν ἑαυτὸν εἰς ἔργα καὶ θλίψεις σκληρὰς καὶ εἰς ἀδιαλείπτους εὐχάς. Καὶ ὅτε ἐξεκαύθη ἐν αὐτῷ τὸ πάθος τῆς κενοδοξίας, ὅπερ ἦν ἐλπὶς αὐτῷ φθάσαι τὰ ὑψηλά, ἅπερ ἦν ἀκούσας, ἡνίκα οὐκ ἔμαθε τὴν τέχνην τὴν ἐναντιουμένην τοῖς ἐχθροῖς τῆς ἀληθείας, καὶ οὐκ ἐνόησε τὰς ἐνέδρας καὶ τοὺς δόλους καὶ τὰς μηχανὰς τοῦ ἀντιπάλου, ἐν αἷς κλέπτει τοὺς ἰσχυροὺς καὶ τοὺς κραταιοὺς εἰς ἀπώλειαν, ἐθάρρησε δὲ μόνον ἐπὶ τὰ ἔργα, καὶ τὰς θλίψεις, καὶ τὴν ἀκτημοσύνην, καὶ τὴν ἄσκησιν καὶ τὴν ἐγκρατείαν, καὶ οὐκ ἐκτήσατο τὴν ἐξουδένωσιν ἑαυτοῦ, καὶ τὴν ταπείνωσιν, καὶ τὸν συντριμμὸν τῆς καρδίας, ἅπερ εἰσὶν ὅπλα ἀήττητα πρὸς τὰ ἐναντιώματα τοῦ πονηροῦ· καὶ οὐκ ἐμνήσθη ὅτι ἐγράφη, ὅταν πληρώσητε τὰ ἔργα, καὶ φυλάξητε τὰς ἐντολάς, καὶ ὑπομείνητε τὰς θλίψεις, λογίσασθαι ἑαυτοὺς δούλους ἀχρείους· ἀλλ’ ἐν τῇ οἰήσει τῇ ὑψηλῇ, τῇ ὑπὲρ ἑαυτόν, τῇ ἐκ τῆς ἐργασίας τῶν πολιτειῶν γινομένῃ ἦν πυρούμενος καὶ κατακαιόμενος τῇ ἐπιθυμίᾳ τῶν ὑψηλῶν, ὧν ἤκουσε.