Ἔργον
Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί
Λόγος Α': Αποταγή και μοναχική πολιτεία
Η έναρξη της ασκητικής πολιτείας, ο φόβος του Θεού, η καθαρότητα του νου, η μελέτη των Γραφών και η σχέση θεωρίας και πράξης.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος Α': Αποταγή και μοναχική πολιτεία
Η έναρξη της ασκητικής πολιτείας, ο φόβος του Θεού, η καθαρότητα του νου, η μελέτη των Γραφών και η σχέση θεωρίας και πράξης.
ΛΟΓΟΣ Αʹ ΠΕΡΙ ΑΠΟΤΑΓΗΣ ΚΑΙ ΜΟΝΑΧΙΚΗΣ ΠΟΛΙΤΕΙΑΣ Ὁ φόβος τοῦ Θεοῦ ἀρχή ἐστι τῆς ἀρετῆς. Λέγεται δὲ εἶναι γέννημα τῆς πίστεως καὶ σπείρεται ἐν τῇ καρδίᾳ, ὅταν ἀποχωρισθῇ ἡ διάνοια ἀπὸ τοῦ περισπασμοῦ τοῦ κόσμου, τοῦ συνάξαι τὰς νοήσεις αὑτῆς, τὰς ῥεμβομένας ἐκ τοῦ μετεωρισμοῦ, ἐν τῇ ἀδολεσχίᾳ τῆς μελλούσης ἀποκαταστάσεως.
Τὸ θεῖναι θεμέλιον τῆς ἀρετῆς, οὐδὲν κρειττότερον τοῦ ἐπισχεῖν τινα ἑαυτὸν ἐν τῇ ἀπαλλαγῇ τῶν τοῦ βίου πραγμάτων καὶ διαμεῖναι ἐν τῷ νόμῳ τοῦ φωτὸς τῶν τρίβων τῶν εὐθειῶν καὶ ἁγίων, ὧν ἐν Πνεύματι ὁ ψαλμῳδὸς ἐσήμανε καὶ ἐπωνόμασε.
Μόλις εὑρίσκεται ἄνθρωπος δυνάμενος φέρειν τὴν τιμήν, τάχα δὲ οὐδὲ παντελῶς εὑρίσκεται (καὶ τοῦτο ἐκ τῆς ταχείας ὑποδοχῆς τῆς ἀλλοιώσεως, ὡς ἄν τις λέγῃ), οὐδὲ ἐάν τις ἰσάγγελος γένηται τοῖς τρόποις. Ἡ ἀρχὴ τῆς ὁδοῦ τῆς ζωῆς, τὸ ἀεὶ μελετῆσαι τὸν νοῦν ἐν τοῖς λόγοις τοῦ Θεοῦ καὶ ἐν πτωχείᾳ διατρίβειν. Τὸ γὰρ ἐκεῖθεν ἀρδεύεσθαι, συνεργεῖ εἰς τὴν ταύτης τελείωσιν· ἤγουν τὸ ἀρδεύεσθαι ἐκ τῆς μελέτης τῶν λόγων τοῦ Θεοῦ, βοηθεῖ σοι εἰς τὴν τῆς πτωχείας κατόρθωσιν, ἡ δὲ τῆς ἀκτημοσύνης κατόρθωσις σχολὴν παρέχει σοι τοῦ κατορθῶσαι τὴν μελέτην τῶν λόγων τοῦ Θεοῦ. Ἡ δὲ βοήθεια τῶν δύο τούτων συντόμως ἀναφέρει εἰς τὴν ἀνάβασιν πάσης οἰκοδομῆς τῶν ἀρετῶν. Οὐδεὶς δύναται πλησιάσαι τῷ Θεῷ, εἰ μὴ ὁ ἀφιστῶν ἑαυτὸν ἐκ τοῦ κόσμου. Ἀπόστασιν δὲ λέγω, οὐ τὴν ἐκδημίαν τοῦ σώματος, ἀλλὰ τῶν τοῦ κόσμου πραγμάτων.
Αὕτη δέ ἐστιν ἡ ἀρετή, ἵνα τις ἐν τῇ διανοίᾳ αὐτοῦ σχολάσῃ ἀπὸ τοῦ κόσμου. Οὐ δύναται ἡ καρδία γαληνιάσαι καὶ ἀφάνταστος εἶναι, ὅσον αἱ αἰσθήσεις ἐνεργοῦσί τινα, οὐδὲ τὰ πάθη τὰ σωματικὰ καταργοῦνται, οὐδὲ οἱ πονηροὶ λογισμοὶ ἐκλείπουσιν ἄνευ τῆς ἐρήμου. Ἕως ἂν κτήσηται ἡ ψυχὴ μέθην ἐν τῇ πίστει τοῦ Θεοῦ, ἐν τῇ ὑποδοχῇ τῆς δυνάμεως τῆς αἰσθήσεως αὐτῆς, οὔτε τὴν ἀσθένειαν τῶν αἰσθήσεων θεραπεύσει, οὔτε δυνάμει δύναται πατῆσαι τὴν ὕλην τὴν ὁρατήν, ἥτις ἐστὶ φραγμὸς τῶν ἔσω, καὶ οὐκ αἰσθάνεται τοῦ αὐτεξουσίου τὸ λογικὸν γέννημα. Καὶ ὁ καρπὸς ἀμφοτέρων ὁ ἐκλινισμός. Ἄνευ τῆς πρώτης, οὐδὲ ἡ δευτέρα· ὅπου δὲ ἡ δευτέρα οὐκ ὀρθοποδεῖ, ἐκεῖ ἡ τρίτη ὡς ἐν χαλινῷ δέδεται.
Ὅταν μὲν ἡ χάρις πληθυνθῇ ἐν ἀνθρώπῳ, τότε ἐν τῷ πόθῳ τῆς δικαιοσύνης ὁ φόβος τοῦ θανάτου εὐκαταφρόνητος αὐτῷ γίνεται καὶ αἰτίας πολλὰς εὑρίσκει τις ἐν τῇ ψυχῇ αὑτοῦ, ὅτι δεῖ ὑπὲρ τοῦ φόβου τοῦ Θεοῦ ὑποφέρειν τὴν θλῖψιν. Καὶ ὅσα δοκοῦντα βλάπτειν τὸ σῶμα καὶ αἰφνιδίως ἐπὶ τὴν φύσιν ἐπέρχονται καὶ ἀκολούθως εἰς τὸ παθεῖν ἐτέθησαν, ὡς οὐδὲν λογίζονται ἐν ὀφθαλμοῖς αὐτοῦ ἐν συγκρίσει τῶν ἐλπιζομένων ἀπὸ τοῦ νῦν. Καὶ οὐ δυνατὸν χωρὶς παραχωρήσεως τῶν πειρασμῶν γνῶναι ἡμᾶς τὴν ἀλήθειαν. Πληροφορίαν δὲ περὶ τούτου ἐκ τῆς διανοίας ἀκριβῶς εὑρίσκει καὶ ὅτι πρόνοιαν πολλὴν ἔχει ὁ Θεὸς ἐπὶ τὸν ἄνθρωπον καὶ οὐκ ἔστιν ἄνθρωπος, μὴ ὢν ὑπὸ τὴν πρόνοιαν αὐτοῦ, καὶ μάλιστα ἐπὶ τοὺς ἐξελθόντας ζητῆσαι αὐτὸν καὶ βαστάζοντας τὰ πάθη ὑπὲρ αὐτοῦ, δακτυλοειδῶς θεωρεῖ λαμπρῶς.
Ὅταν δὲ ἡ στέρησις τῆς χάριτος πληθυνθῇ ἐν ἀνθρώπῳ, τότε πάντα τὰ ῥηθέντα ἐναντία εὑρίσκονται πλησίον καὶ ἡ γνῶσις μείζων τῆς πίστεως διὰ τὴν ἐξέτασιν καὶ ἡ πεποίθησις τοῦ Θεοῦ οὐκ ἐν παντὶ πράγματι ἐπιτυγχάνει καὶ οὕτως οὐδὲ ἡ πρόνοια τοῦ Θεοῦ περὶ τὸν ἄνθρωπον νομίζεται, ἀλλὰ ὑπὸ τῶν ἐνεδρευόντων τοῦ ἐν σκοτομήνῃ κατατοξεῦσαι αὐτῶν τὰ βέλη ἐνδελεχῶς ἐνεδρεύεται ἐν τούτοις ὁ τοιοῦτος.
Ἀρχὴ τῆς ἀληθινῆς ζωῆς τοῦ ἀνθρώπου, ὁ φόβος τοῦ Θεοῦ, καὶ οὗτος σὺν τῷ μετεωρισμῷ τινων ἐν τῇ ψυχῇ διαμεῖναι οὐ πείθεται. Διασκεδάζεται γὰρ ἡ καρδία ἐκ τῆς ἡδονῆς τοῦ Θεοῦ ἐν τῇ διακονίᾳ τῶν αἰσθήσεων. Δέδενται γάρ, φησίν, αἱ ἔσω ἔννοιαι ἐν τῇ αἰσθήσει αὐτῶν ἐν τοῖς αἰσθητηρίοις τοῖς διακονοῦσιν αὐταῖς.
Δισταγμὸς καρδίας ἐπεισάγει τῇ ψυχῇ δειλίαν, ἡ δὲ πίστις καὶ ἐν τῇ ἐκκοπῇ τῶν μελῶν δύναται κρατύναι τὴν προαίρεσιν. Ἐν ὅσῳ ὁ πόθος τῆς σαρκὸς ὑπερισχύει ἐν σοί, εὔθραστος καὶ ἀπτόητος οὐ δυνήσῃ γενέσθαι ἐκ τῶν πολλῶν ἐναντιωμάτων τῶν διαμενόντων πλησίον τοῦ ποθουμένου.
Ὁ ἐφιέμενος τῆς τιμῆς, οὐ δύναται στερηθῆναι τῶν αἰτιῶν τῆς λύπης. Οὐδείς ἐστιν ἄνθρωπος ἐν τῇ ἀλλοιώσει τῶν πραγμάτων, ὅστις οὐ κτᾶται ἐν τῇ διανοίᾳ αὐτοῦ ἀλλοίωσιν πρὸς τὸ προκείμενον πρᾶγμα. Ἐὰν ἡ ἐπιθυμία, φησί, γέννημα τῶν αἰσθήσεων ὑπάρχῃ, σιωπησάτωσαν λοιπὸν οἱ μετὰ περισπασμοῦ τὴν εἰρήνην τῆς διανοίας φυλάττειν ὁμολογοῦντες.
Σώφρων ἐστίν, ὅστις οὐκ ἐν τῷ κόπῳ καὶ τῷ καιρῷ τῆς πάλης καὶ τοῦ ἀγῶνος λέγει, ὅτι παύονται ἐξ αὐτοῦ οἱ αἰσχροὶ λογισμοί, ἀλλ’ ὃς τῇ ἀληθείᾳ τῆς καρδίας αὑτοῦ σωφρονίζει τὴν θεωρίαν τῆς διανοίας αὑτοῦ, τοῦ μὴ ἀτενίσαι ἀναιδῶς τοῖς ἀκολάστοις λογισμοῖς. Καὶ ὅτε ἡ σεμνότης τῆς συνειδήσεως αὐτοῦ μαρτυρεῖ ἐκ τῆς θέας τῶν ὀφθαλμῶν αὐτοῦ τὸ πιστόν, ἡ αἰδὼς ὥσπερ καταπέτασμά ἐστι κρεμαμένη ἐν τῷ κρυπτῷ χώρῳ τῶν λογισμῶν. Καὶ ὁ σώφρων παρθένος γίνεται, καὶ ἡ ἁγνεία αὐτοῦ τηρουμένη ἐν πίστει τῷ Χριστῷ.
Οὐκ ἔστι τι οὕτως ἱκανὸν πρὸς ἀποτροπὴν τῶν προλήψεων τῆς ἀκολασίας ἐκ τῆς ψυχῆς καὶ ἀποδιώκειν τὰς κινουμένας μνήμας τὰς ἐπανισταμένας ἐν τῇ σαρκὶ καὶ ποιούσας ταραχώδη φλόγα, ὡς τὸ βαπτισθῆναι ἐν τῷ πόθῳ τῆς μαθήσεως καὶ καταδιώκειν ὀπίσω τοῦ βάθους τῶν νοημάτων τῆς θείας Γραφῆς. Ὅτε οἱ λογισμοὶ καταβαπτισθῶσι τῇ ἡδονῇ τῆς καταδιώξεως ὀπίσω τῆς σοφίας τῆς τεθησαυρισμένης ἐν τοῖς λόγοις, ἐν τῇ δυνάμει ἐν ᾗ ἀπομάσσεται ἐξ αὐτῶν τὴν φανέρωσιν, καταλιμπάνει ὀπίσω τοῦ νώτου αὑτοῦ ὁ ἄνθρωπος τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ λανθάνει καὶ πάσας τὰς μνήμας, τὰς ἐνεργούσας εἰκόνας τῆς σωματώσεως τοῦ κόσμου, ἐξαλείφει ἐκ τῆς ψυχῆς καὶ πολλάκις καὶ ἐκ τῆς χρείας τῶν ἐξ ἔθους λογισμῶν, τῶν ἐπισκεπτόντων τὴν φύσιν. Καὶ αὐτὴ ἡ ψυχὴ ἐν ἐκστάσει διαμένει ἐν ταῖς καιναῖς ἀπαντήσεσι, ταῖς ἐκ τῆς θαλάσσης τῶν μυστηρίων τῶν Γραφῶν.
Καὶ πάλιν ἐὰν ὁ νοῦς νήχηται ἐπὶ τὴν ἐπιβολὴν τῶν ὑδάτων, ἤτοι τῆς θαλάσσης τῶν θείων Γραφῶν, καὶ μὴ δυνηθῇ εἰς ὅλον τὸ βάθος βυθίσαι τὰ νοήματα αὐτοῦ, τοῦ κατανοῆσαι ὅλους τοὺς θησαυροὺς τοὺς ἐν τῷ βυθῷ αὐτῆς, ἀρκετὸν αὐτῷ αὔτη ἡ μελέτη ἐν τῷ πόθῳ αὐτῆς, τοῦ ἐμποδίσαι αὐτοὺς μὴ δραμεῖν πρὸς τὴν φύσιν τοῦ σώματος, καθώς τις τῶν θεοφόρων ἔφησε. Διότι ἡ καρδία χαύνη ἐστὶ καὶ οὐ δύναται ὑποφέρειν τὰς κακίας τὰς ἀπαντώσας ἀπὸ τῶν ἔξω καὶ τῶν ἔσω πολέμων.
Καὶ οἴδατε, ὅτι ὁ κακὸς λογισμὸς βαρύς ἐστι, καὶ ἐὰν ἡ καρδία μὴ ἀσχοληθῇ ἐν τῇ γνώσει, οὐ δύναται ὑπομεῖναι τὴν ταραχὴν τῆς ὁρμῆς τοῦ σώματος. Καὶ καθάπερ τὸ βάρος τοῦ σταθμοῦ τῇ ὀξύτητι τῆς ῥοπῆς τοῦ ζυγοῦ πρὸς τὴν ταραχὴν τῶν ἀνέμων, οὕτως ἡ αἰδὼς καὶ ὁ φόβος τῇ ῥοπῇ τῆς διανοίας. Καὶ κατὰ τὴν ἀναλογίαν τῆς λείψεως τοῦ φόβου καὶ τῆς αἰδοῦς αἰτία γίνεται τῷ νοῒ ῥέμβεσθαι ἀεὶ καὶ ἐνταῦθα ὥσπερ τὸ αὐτεξούσιον κατὰ τὴν ἀναλογίαν τῆς ἀποστάσεως τοῦ φόβου ἐκ τῆς ψυχῆς, ταράσσεται ὁ ζυγὸς τῆς διανοίας ᾧδε κᾀκεῖσε. Λοιπόν, ὥσπερ αἱ πλάστιγγες τοῦ ζυγοῦ, ὑπὸ τοῦ βαρυτάτου σταθμίου βαρυνθεῖσαι, οὐκ εὐχερῶς ὑπὸ τῆς τοῦ πνεύματος πνεύσεως ὁ ζυγὸς σαλεύεται, οὕτω καὶ ἡ διάνοια, βαρυνθεῖσα ὑπὸ τοῦ φόβου τοῦ Θεοῦ καὶ τῆς αἰδοῦς, οὐ ῥᾳδίως τρέπεται ὑπὸ τῶν σαλευόντων αὐτήν. Καὶ καθ’ ὅσον ἡ λεῖψις τοῦ φόβου ἐν τῇ διανοίᾳ γένηται, κατὰ τοσοῦτον κυριεύεται ὑπὸ τῆς τροπῆς καὶ τῆς ἀλλοιώσεως. Σοφίσθητι τοῦ θεῖναι θεμέλιον ἐν τῇ ὁδοιπορίᾳ σου τὸν φόβον τοῦ Θεοῦ, καὶ ἐν ὀλίγαις ἡμέραις ἀποκαθίστασαι ἐν τῇ πύλῃ τῆς βασιλείας χωρὶς κυκλεύσεως ὁδοῦ.
Ἐν πᾶσι τοῖς συναντῶσί σοι ἐν ταῖς Γραφαῖς ἀνάκρινον τὸν σκοπὸν τοῦ λόγου, τοῦ βαθύναι σεαυτὸν καὶ κατανοῆσαι ἐν μεγάλῃ διαγνώσει τὸ βάθος τῶν νοημάτων τῶν ἁγίων. Οἱ ἐκ τῆς θείας χάριτος ἐν τῇ πολιτείᾳ αὑτῶν ὁδηγούμενοι τοῦ φωτισθῆναι, ἀεὶ αἰσθάνονται ὡς ἀκτῖνός τινος νοητῆς διαπορευομένης ἐν μέσῳ τῶν στίχων τῶν γεγραμμένων καὶ διακρινούσης ἔμπροσθεν τῆς διανοίας τῶν ψιλῶν λόγων ἐκ τῶν πραγμάτων τῶν λεγομένων ἐν μεγάλῃ διανοίᾳ τῇ ψυχικῇ συνέσει.
Ἄνθρωπος ἀναγινώσκων ἐν μεγάλοις στίχοις ψιλῶς, ψιλοῦται καὶ ἡ καρδία αὐτοῦ καὶ σβέννυται ἐκ τῆς ἁγίας δυνάμεως τῆς παρεχούσης τῇ καρδίᾳ γλυκυτάτην γεῦσιν ἐν κατανοήσει ψυχῆς θαυμαστῇ. Ἑκαστόν τι πρὸς τὸ συγγενὲς αὐτοῦ τρέχειν εἴωθε. Καὶ ψυχή, ἔχουσα μέρος Πνεύματος, ὅταν ἀκούση ῥήματος τοῦ ἔχοντος ἐγκεκρυμμένην ἐν ἑαυτῷ δύναμιν πνευματικήν, διαπύρως ἕλκει τὴν ὑπόθεσιν αὐτοῦ. Οὐ πάντα ἄνθρωπον ἐξυπνίζει εἰς τὸ θαυμάζειν πρᾶγμα πνευματικῶς λεγόμενον καὶ ἔχον ἐν ἑαυτῷ ἐγκεκρυμμένην δύναμιν μεγάλην. Ὁ λόγος ὁ περὶ ἀρετῆς χρῄζει καρδίας σχολαζούσης ἀπὸ τῆς γῆς καὶ τῆς ὁμιλίας αὐτῆς. Ἀνθρώπου δέ, οὗτινος ἡ διάνοια μοχθεῖ ἐν τῇ φροντίδι τῶν παρερχομένων, τὰ τῆς ἀρετῆς πράγματα οὐκ ἐξυπνίζουσι τὸν λογισμὸν αὐτοῦ πρὸς πόθον καὶ ζήτησιν τῆς κτήσεως αὐτῶν.
Ἡ λύσις ἡ ἐκ τῆς ὕλης προτερεύει τῇ γενέσει αὐτῆς τοῦ πρὸς Θεὸν δεσμοῦ, εἰ καὶ πολλάκις ἐν τῇ οἰκονομίᾳ τῆς χάριτος εὑρίσκεται προλαμβάνων οὗτος ἐκείνης ἔν τισιν, ὡς πόθος καλύπτει πόθον. Ἡ τάξις τοῦ ἔθους τῆς οἰκονομίας ἄλλη ἐστὶ παρὰ τὴν τάξιν τὴν κοινότητος τῶν ἀνθρώπων. Σὺ δὲ τὴν κοινὴν τάξιν φύλαξον. Ἐὰν δὲ προλάβῃ ἐν σοὶ ἡ χάρις, αὐτῆς ἐστι τοῦτο· εἰ δὲ μή, ἐν τῇ ὁδῷ τῶν πάντων ἀνθρώπων, ἐν ᾗ ὥδευσαν κατὰ τὴν ἀναλογίαν τῆς διαδοχῆς, ἀνάβηθι εἰς τὴν ἀνάβασιν τοῦ πνευματικοῦ πύργου.
Ἑκαστόν τι ἐνεργούμενον ἐν τῇ θεωρίᾳ καὶ πληρούμενον δι’ ἐντολῆς τῆς ὑπὲρ αὐτοῦ, ἀθεώρητόν ἐστιν ὅλον τοῖς τοῦ σώματος ὀφθαλμοῖς. Καὶ ἕκαστόν τι ἐν τῇ πράξει ἐνεργούμενον, σύνθετόν ἐστιν, ὅτι ἡ ἐντολὴ ἡ μία μόνη, ἤγουν ἡ πρᾶξις, τῶν ἀμφοτέρων δεῖται, τῆς θεωρίας καὶ τῆς πράξεως, ἕνεκα τῶν σωματικῶν καὶ τῶν ἀσωμάτων. Ἡ σύνθεσις γὰρ τῶν ἑκατέρων μία ἐστί. Τὰ ἔργα τὰ φροντίζοντα τῆς καθαρότητος οὐκ ἀναχαιτίζουσι τὴν αἴσθησιν τῆς μνήμης τῶν παρελθόντων ἐγκλημάτων, ἀλλὰ τὴν λύπην τῆς μνήμης ἐκ τῆς διανοίας λαμβάνουσι, καὶ γίνεται ἀπὸ τοῦ νῦν ἡ τῆς μνήμης διάβασις ἐν τῇ διανοίᾳ ἐπωφελῶς. Πλεονεκτεῖ ἡ πλεονεξία τῆς ψυχῆς ἐν τῇ κτήσει τῆς ἀρετῆς τὸ μέρος τῆς ὁρατῆς ἐπιθυμίας τοῦ ὁμοζύγου σώματος. Πᾶν πρᾶγμα τὸ μέτρον κοσμεῖ. Χωρὶς γὰρ μέτρου, καὶ τὰ νομιζόμενα καλὰ εἶναι, εἰς βλάβην μεθίστανται.
Θέλεις κοινωνῆσαι τῷ Θεῷ ἐν τῷ νοΐ σου ἐν τῇ λήψει τῆς αἰσθήσεως ἐκείνης τῆς ἡδονῆς, τῆς μὴ καταδεδουλωμένης ταῖς αἰσθήσεσιν; Ἀκολούθησον τῇ ἐλεημοσύνῃ, ἥτις, ὅταν εὑρεθῇ ἔνδον σου, εἰκονίζεται ἐν σοὶ ἐκεῖνο τὸ κάλλος τὸ ἅγιον, ἐν ᾧ ὡμοιώθης. Τὸ καθολικὸν τοῦ πράγματος τῆς ἐλεημοσύνης, ἐν οὐ καιρῷ τινι μεσιτευομένῳ πρὸς τὴν ἑνότητα τῆς δόξης τῆς λαμπρότητος, τῆς θεότητος κοινωνίαν ἐμποιεῖ τῇ ψυχῇ.
Ἡ ἕνωσις ἡ πνευματική ἐστι μνήμη ἀσφράγιστος, ἥτις ἐν διαπύρῳ πόθῳ ἀδιαστάτως ἐν τῇ καρδίᾳ πυρσεύεται, ἐκ τῆς διαμονῆς τῆς πρὸς τὰς ἐντολὰς δύναμιν λαμβάνουσα πρὸς τὸν δεσμόν, οὐ καταχρηστικῶς, οὐδὲ φυσικῶς. Ἐκεῖ γὰρ εὑρίσκει ὕλην τῇ ψυχικῇ θεωρίᾳ ἐπιστηριχθῆναι ὑπ’ αὑτὴν ὑποστατικῶς.
Διὰ τοῦτο ἔρχεται εἰς ἔκπληξιν ἡ καρδία τοῦ καμμύσαι τὰς διπλᾶς αἰσθήσεις αὑτῆς, τὰς σαρκικὰς καὶ τὰς ψυχικάς. Οὐκ ἔστιν ἄλλη τρίβος πρὸς τὴν πνευματικὴν ἀγάπην, ἤτις εἰκονίζει τὴν ἀόρατον εἰκόνα, ἐὰν μὴ πρῶτον ἄρξηταί τις τοῦ οἰκτειρῆσαι, καθὼς εἴρηκεν ὁ Κύριος ἡμῶν, πρὸς τὴν τελειότητα τοῦ Πατρός. Καὶ γὰρ οὕτως ἐνετείλατο τοῖς ὑπακούουσιν αὐτῷ, τοῦ θεῖναι τοῦτο θεμέλιον.
Ἄλλος ἐστὶν ὁ λόγος τῆς πράξεως, καὶ ἄλλος ὁ καλὸς λόγος. Καὶ χωρὶς πείρας τῶν πραγμάτων, οἶδεν ἡ σοφία κοσμῆσαι τοὺς λόγους αὑτῆς καὶ τοῦ λαλῆσαι ἀλήθειαν μὴ γινώσκουσα αὐτὴν καὶ τοῦ φανερῶσαι περὶ τῆς ἀρετῆς, καὶ αὐτὸς μηδέποτε λαβὼν πεῖραν τοῦ ἔργου αὐτῆς. Ὁ λόγος ὁ ἐκ τῆς πράξεως, ταμεῖον τῆς ἐλπίδος, καὶ ἡ ἄπρακτος σοφία, παραθήκη αἰσχύνης.
Ὥσπερ τεχνίτης ἐστὶ ζωγραφῶν τὸ ὕδωρ ἐν τοῖς τοίχοις καὶ οὐ δύναται τὸ ὕδωρ ἐκεῖνο τὴν δῖψαν αὐτοῦ ἀναψύξαι, καὶ ὥσπερ ἄνθρωπος θεωρῶν ἐνύπνια καλά, οὕτω καὶ ὁ ἄπρακτος λόγος. Ὁ ἐκ τῆς πείρας τοῦ ἔργου αὑτοῦ λαλῶν περὶ ἀρετῆς, μεταδίδωσι τῷ ἀκούοντι αὐτοῦ, ὥσπερ τις μεταδίδωσιν ἐκ τοῦ χρήματος τῆς πραγματείας αὑτοῦ, καὶ ὥσπερ ἐκ τῶν κτημάτων αὑτοῦ σπείρει τὴν διδασκαλίαν εἰς τὰ ὦτα τῶν ἐνωτιζόντων αὐτὸν καὶ ἀνοίγει τὸ στόμα αὐτοῦ ἐν παρρησίᾳ μετὰ τῶν πνευματικῶν αὑτοῦ τέκνων, καθὼς ὁ γηραιὸς Ἰακὼβ τῷ σώφρονι Ἰωσὴφ ἔφη· «ἰδού, δέδωκά σοι ἓν μέρος περισσότερον τῶν ἀδελφῶν σου, ὅπερ ἔλαβον ἐκ τῶν Ἀμορραίων τῷ ξίφει μου καὶ τῷ τόξῳ μου».
Ἑκάστῳ ἀνθρώπῳ, ἔχοντι πολιτείαν μεμολυσμένην, ἡ πρόσκαιρος ζωὴ ποθεινὴ αὐτῷ ἐστι καὶ τῷ τούτου δευτέρῳ, τῷ ἐστερημένῳ γνώσεως. Καλῶς εἴρηκέ τις, ὅτι ὁ φόβος τοῦ θανάτου λυπεῖ ἄνδρα καταγινωσκόμενον ὑπὸ τῆς συνειδήσεως αὑτοῦ, ὁ δὲ ἔχων μαρτυρίαν ἀγαθὴν ἐν ἑαυτῷ, οὗτος ἐφίεται τοῦ θανάτου ὥσπερ ζωῆς. Μὴ ψηφίσῃς τινὰ σοφὸν ἀληθινόν, τὸν ὑπὲρ ταύτης τῆς ζωῆς τῇ δειλίᾳ καὶ τῷ φόβῳ καταδουλοῦντα αὑτοῦ τὴν διάνοιαν. Ὅλα τὰ ἀγαθὰ καὶ τὰ κακά, τὰ συμβαίνοντα τῇ σαρκί, ἐνύπνια λογίζου εἶναι· οὐ ἐν τῷ θανάτῳ γὰρ μόνῳ ἔχεις λυθῆναι ἐξ αὐτῶν, ἀλλὰ πολλάκις πρὸ τοῦ θανάτου καταλιμπάνουσί σε καὶ ἀπέρχονται. Ἐὰν δέ τινα ἐξ αὐτῶν ἔχωσί τινα κοινωνίαν ἐν τῇ ψυχῇ σου, αὐτὰ νόμιζε ἔχειν κτήματά σου εἰς τὸν αἰῶνα τοῦτον καὶ εἰς τὸν μέλλοντα μετὰ σοῦ ὑπάγουσι. Καὶ ἐὰν ὦσι καλά, εὐφραίνου καὶ εὐχαρίστησον τῷ Θεῷ ἐν τῇ διανοίᾳ σου, ἐὰν δὲ ὦσι κακά, ἔσο περίλυπος καὶ στέναξον καὶ ζήτησον τὴν ἀπαλλαγὴν ἐξ αὐτῶν, ἐν ὅσῳ εἶ ἐν τῷ σώματι. Ἕκαστον ἀγαθὸν ἐνεργούμενον ἐν σοὶ νοητῶς καὶ ἐν τῷ κρυπτῷ, ἔχε αὐτὸ ἀκριβῶς. Ὅτι τὸ βάπτισμα καὶ ἡ πίστις γεγόνασί σοι μεσῖται πρὸς αὐτό, ἐν οἷς ἐκλήθης ὑπὸ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς τὰ ἀγαθὰ ἔργα αὐτοῦ, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι. ᾯ ἡ δόξα καὶ τιμὴ καὶ εὐχαριστία καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.