Ἔργον
Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί
Λόγοι ΣΤ'-Ι': Τάξη των αρχαρίων και πρακτικά έργα της ησυχίας
Οδηγίες για τη συμπεριφορά των αρχαρίων, η λεπτή διάκριση των παθών και τα στάδια της πνευματικής προόδου στη μοναχική ζωή.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγοι ΣΤ'-Ι': Τάξη των αρχαρίων και πρακτικά έργα της ησυχίας
Οδηγίες για τη συμπεριφορά των αρχαρίων, η λεπτή διάκριση των παθών και τα στάδια της πνευματικής προόδου στη μοναχική ζωή.
ΛΟΓΟΣ ΣΤʹ ΠΕΡΙ ΩΦΕΛΕΙΑΣ ΤΗΣ ΕΚ ΤΗΣ ΦΥΓΗΣ ΤΟΥ ΚΟΣΜΟΥ Ἰσχυρός ἐστιν ἀληθῶς καὶ δυσχερὴς καὶ δύσκολος ὁ ἀγὼν γινόμενος ἐν τοῖς πράγμασι, καὶ ὅσον ἐὰν δύνηται ὁ ἄνθρωπος γενέσθαι ἀήττητος καὶ ἰσχυρός, ὅταν πλησιάσωσιν αὐτῷ αἱ τῶν προσβολῶν αἰτίαι, τῶν πολέμων καὶ τῶν ἀγώνων, φόβος προσκολλᾶται αὐτῷ καὶ ταχὺς εἰς πτῶσιν γίνεται, πολὺ πλέον τῆς ἀπαντήσεως τοῦ φανεροῦ πολέμου τοῦ διαβόλου. Διότι, ὅσον οὐ μακρύνεται ὁ ἄνθρωπος ἐξ ὧν ἡ καρδία αὐτοῦ πτοεῖται, ἀεὶ γίνεται τῷ ἐχθρῷ αὐτοῦ τόπος κατ’ αὐτοῦ, καὶ ἐὰν μικρὸν νυστάξη, εὐχερῶς ἀπόλλυσιν αὐτόν.
Ὅταν γὰρ ἡ ψυχὴ κρατηθῇ ἐν ταῖς βλαβεραῖς ἀπαντήσεσι τοῦ κόσμου, αὗται αἱ ἀπαντήσεις γίνονται αὐτῇ σκόλοπες, καὶ ὡσανεὶ φυσικῶς ἡττᾶται, ὅταν αὐταῖς ὑπαντήσῃ. Καὶ τοίνυν οἱ Πατέρες ἡμῶν οἱ ἀρχαῖοι, οἱ πορευθέντες ἐν ταύταις ταῖς τρίβοις, ἐπιστάμενοι ὡς οὐκ ἐν παντὶ καιρῷ ὁ νοῦς ἔρρωται, οὐδὲ δύναται ἵστασθαι ἐν τάξει μιᾷ ἀκλινῶς καὶ τηρεῖν τὴν ἑαυτοῦ φρουράν, γίνεται δὲ ἐν καιρῷ μὴ δύνασθαι κατιδεῖν εἰς τὰ βλάπτοντα αὐτόν, διεσκέψαντο ἐν σοφίᾳ καὶ ἠμφιάσαντο τὴν ἀκτημοσύνην ὡς ὅπλον, τὴν ἐκ πολλῶν ἀγώνων ἐλευθέραν ὑπάρχουσαν, καθὼς γέγραπται, ἵνα οὕτω διὰ τῆς ἐνδείας αὐτοῦ ὁ ἄνθρωπος ἐξειλῆσαι δυνηθείη ἐκ πολλῶν παραπτωμάτων. Καὶ ἀπῆλθον εἰς τὴν ἔρημον, ἐν ᾖ οὐκ ἔστι πράγματα, ἅπερ εἰσὶν αἰτίαι τῶν παθῶν, ἵνα μηδὲ ὅταν ὥρα γένηται αὐτοὺς ἀσθενῆσαι, εὕρωσι τὰς αἰτίας τῶν πτώσεων, λέγω δὴ τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας καὶ τῆς μνησικακίας καὶ τῆς δόξης, ἀλλ’ ἵνα ταῦτά τε καὶ τὰ λοιπὰ τούτων ἐλαφρὰ γένωνται, διὰ τὴν ἔρημον ἐκείνην. Ἐν αὐτῇ γὰρ ὠχύρωσαν ἑαυτοὺς καὶ ἐτείχισαν, ὡς πύργῳ ἀκαταμαχήτῳ, καὶ τότε ἠδυνήθησαν ἕκαστος αὐτῶν τελειῶσαι τὸν ἑαυτοῦ ἀγῶνα ἐν ἡσυχίᾳ, ὅπου αἱ αἰσθήσεις οὐχ εὗρον βοήθειαν συγγενέσθαι τῷ ἀντιπαλαίοντι ἡμᾶς ἐν τῇ ἀπαντήσει τῶν βλαπτόντων. Κρεῖσσον γὰρ ἡμῖν θάνατος ἐν τῷ ἀγῶνι, ἢ ζῆσαι ἐν τῷ πτώματι.
ΛΟΓΟΣ Ζʹ ΠΕΡΙ ΤΑΞΕΩΣ ΤΩΝ ΑΡΧΑΡΙΩΝ ΚΑΙ ΚΑΤΑΣΤΑΣΕΩΣ ΚΑΙ ΤΩΝ ΑΝΗΚΟΝΤΩΝ ΑΥΤΟΙΣ Αὕτη ἐστὶν ἡ τάξις ἡ σώφρων καὶ Θεῷ προσφιλής, τὸ μὴ περιβλέπειν τοῖς ὀφθαλμοῖς ὧδε κᾀκεῖσε, ἀλλὰ πάντοτε τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι· καὶ μὴ ἀργολογεῖν, ἀλλὰ τὰ μόνα ἀναγκαῖα λαλεῖν καὶ ἐνδύμασι πενιχροῖς αὐταρκεῖσθαι πρὸς τὴν χρείαν τοῦ σώματος, καὶ οὕτω τοῖς βρώμασι τοῖς συνιστάνουσι τὸ σῶμα κεχρῆσθαι καὶ μὴ τῇ γαστριμαργίᾳ. Μεταλαμβάνειν ἀπὸ πάντων πρὸς ὀλίγον καὶ μὴ τὰ μὲν ἐκφαυλίζειν, τὰ δὲ ἐκλέγεσθαι καὶ ἐκ τούτων θέλειν ἐμπλῆσαι τὴν γαστέρα.
Μείζων πάσης ἀρετῆς ἡ διάκρισις. Οἴνου δέ, χωρὶς ἑτέρων ἢ ἐκτὸς ἀσθενείας ἢ ἀδυναμίας, μὴ μεταλαμβάνῃς. Μὴ ἐκκόψῃς τὸν λόγον τοῦ λαλοῦντος καὶ ὡς ἀπαίδευτος ἀντιφθέγξῃ, ἀλλ’ ὡς σοφὸς πάγιος ἔσο. Καὶ ὅπου δ’ ἂν εὑρεθῇς, μικρότερον σεαυτὸν λογίζου καὶ ὑπηρέτην τῶν ἀδελφῶν σου.
Μὴ γυμνώσῃς ἔμπροσθέν τινός τι τῶν μελῶν σου, μὴ δὲ προσεγγίσῃς σώματί τινος, ἐκτὸς ἀναγκαίας αἰτίας· μηδὲ τῷ σώματι τῷ σῷ τινα προσεγγίσαι ἐάσῃς, χωρὶς εὐλόγου, ὡς ἔφην, αἰτίας. Ἔκκλινον ἀπὸ τῆς παρρησίας, ὡς ἀπὸ θανάτου.
Κτῆσαι δὲ σώφρονα τάξιν τῷ ὕπνῳ σου, ἵνα μὴ ἀπομακρυνθῇ ἀπὸ σοῦ ἡ δύναμις ἡ περιφρουροῦσά σε, ὅπου δ’ ἂν κοιμηθῇς, εἰ δυνατὸν μηδεὶς σὲ θεάσηται. Πτύελον ἔμπροσθέν τινος μὴ ῥίψῃς, ἐὰν δέ σοι βὴξ ἐπέλθῃ καθημένῳ, στρέψον σου τὸ πρόσωπον εἰς τοὐπίσω, καὶ οὕτω βῆξον. Μετὰ σωφροσύνης φάγε καὶ πίε, ὡς πρέπει τέκνοις Θεοῦ.
Μὴ ἐκτείνῃς σὴν χεῖρα τοῦ λαβεῖν τι ἀπ’ ἔμπροσθεν τῶν ἑταίρων σου ἀναιδῶς. Ἐὰν δὲ καθίσῃ μετὰ σοῦ ξένος, πρότρεψον αὐτὸν ἅπαξ καὶ δὶς εἰς τὸ φαγεῖν καὶ εὐτάκτως παράθες τῇ τραπέζῃ καὶ μὴ τεταραγμένως. Εὐτάκτως κάθισον καὶ συνεσταλμένως, μὴ γυμνῶν τι τῶν μελῶν σου. Ὅταν χασμᾶσαι, σκέπαζέ σου τὸ στόμα, τοῦ μὴ θεαθῆναι, κρατήσαντος γὰρ τὰς ἀναπνοάς σου, παρελεύσεται. Ἐὰν εἰσέλθῃς εἰς τὸ κελλίον τοῦ σοῦ ἐπιστάτου ἢ φίλου ἢ μαθητοῦ, παραφυλάττου τοὺς σοὺς ὀφθαλμούς, τοῦ μὴ ἰδεῖν τι τῶν ὄντων ἐκεῖ, ἐὰν δὲ ἀναγκασθῇς ὑπὸ τοῦ λογισμοῦ, πρόσχες, ἵνα μὴ ὑπακούσῃς καὶ ποιήσῃς τοῦτο· ὁ γὰρ ἐν τούτοις ἀναιδῶς διακείμενος, ξένος ἐστὶ τοῦ μοναχικοῦ σχήματος καὶ τοῦ Χριστοῦ, τοῦ τοῦτο τὸ σχῆμα χαρισαμένου ἡμῖν. Μὴ πρόσχῃς τοῖς τόποις, ἐν οἷς κέκρυπται τὰ σκεύη τοῦ κελλίου τοῦ φίλου σου. Μετὰ γαλήνης ἄνοιξον σὴν θύραν καὶ κλεῖσον, καὶ τὴν τοῦ ἑταίρου σου. Μὴ αἰφνιδίως πρός τινα εἰσέλθῃς, ἀλλά, κρούσας ἔξωθεν καὶ προτραπείς, τότε εἴσελθε εὐλαβῶς.
Μὴ σπουδάσῃς ἐν τῷ σῷ βαδίσματι, ἐκτὸς ἀναγκαίας χρείας κατεπειγούσης σε. Γενοῦ τοῖς πᾶσιν ὑπήκοος ἐν παντὶ ἔργῳ ἀγαθῷ, ἵνα μὴ γένηται ἔργον διαβολικόν. Ἐν πρᾳότητι πᾶσι διαλέγου καὶ μετὰ σωφροσύνης πρὸς πάντας ἀτένισον καὶ μὴ ἐμπλήσῃς σοὺς ὀφθαλμοὺς ἀπὸ προσώπου τινός. Πορευόμενος ἐν τῇ ὁδῷ, μὴ προκαταλάβῃς τοὺς μείζονάς σου, ἐὰν δὲ προκαταληφθῇ ὁ ἑταῖρός σου, μικρὸν προλαβών, ἔκδεξαι τοῦτον. Ὁ γὰρ μὴ ποιῶν οὕτως, ἄφρων ἐστὶ καὶ χοίρῳ μὴ ἔχοντι νόμον παραπλήσιος. Ἐὰν λαλήσῃ ὁ ἑταῖρός σού τισιν ἀπαντήσασιν, ἐκδέχου αὐτὸν καὶ μὴ κατεπείγῃς τοῦτον. Ὁ ὑγιὴς λεγέτω τῷ ἀσθενοῦντι πρὸ τοῦ καιροῦ, ‘Ποιήσωμεν τὴν χρείαν’.
Μὴ ἐλέγξῃς τινὰ ἕν τινι παραπτώματι, ἀλλὰ σεαυτὸν ἡγοῦ ἐν πᾶσιν ὑπεύθυνον καὶ τοῦ πταίσματος αἴτιον. Πᾶν ἔργον εὐτελὲς ποιεῖν μετὰ ταπεινοφροσύνης μὴ ἀπαναίνου μήτε μὴν παραιτοῦ. Ἐὰν δὲ παραβιασθῇς γελάσαι, μὴ ἀπαναίνου, μὴ φανῶσί σου οἱ ὀδόντες. Ἐὰν δὲ ἀναγκασθῇς λαλῆσαι γυναιξί, στρέψον σου τὸ πρόσωπον ἐκ τῆς θέας αὐτῶν, καὶ οὕτως αὐταῖς διαλέγου. Ἀπὸ δὲ κανονικῶν ἀπέχου, ὡς ἀπὸ πυρὸς καὶ ὡς ἀπὸ παγίδος διαβόλου, ἔκ τε τῆς ἀπαντήσεως αὐτῶν καὶ συνομιλίας καὶ θέας, ἵνα μὴ ψυχρανθῇ ἡ καρδία σου ἐκ τῆς ἀγάπης τοῦ Θεοῦ καὶ χράνῃς σου τὴν καρδίαν τῷ βορβόρῳ τῶν παθῶν, κᾂν ὦσί σου ἀδελφαὶ κατὰ σάρκα, ὡς ἀπὸ ξένων σαυτὸν παρατήρησαι. Ἐκ τῆς μίξεως τῆς μετὰ τῶν ἰδίων σου παραφυλάττου, ἵνα μὴ ψυχρανθῇ ἡ καρδία σου ἐκ τῆς ἀγάπης τοῦ Θεοῦ. Τὰς μετὰ νεωτέρων παρρησίας καὶ συντυχίας φεῦγε ὡς φιλίαν διαβόλου. Ἕνα ἔχε συνόμιλον καὶ συμμύστην, τὸν φοβούμενον τὸν Θεὸν καὶ ἑαυτῷ προσέχοντα πάντοτε, πτωχὸν μὲν ὄντα ἐν τῷ κατασκηνώματι αὐτοῦ, πλούσιον δὲ ἐν τοῖς τοῦ Θεοῦ μυστηρίοις.
Ἀπὸ παντὸς κρύψον τὰ σὰ μυστήρια καὶ τὰς σὰς πράξεις καὶ τοὺς σοὺς πολέμους. Μὴ καθίσῃς ἄνευ ἐπιρριπταρίου ἔμπροσθέν τινος, ἐκτὸς ἀνάγκης· μετὰ δὲ σωφροσύνης εἰς τὴν ἀναγκαίαν χρείαν ἔξελθε, ὡς εὐλαβούμενος τὸν διατηροῦντά σε Ἄγγελον, καὶ μετὰ φόβου Θεοῦ διατέλεσον καὶ ἀνάγκασον σεαυτὸν ἕως θανάτου, κᾂν ἡ καρδία σου ἀπαρέσκηται.
Κρεῖσσόν σοι φαγεῖν ἰὸν θανάσιμον ἢ μετὰ γυναικὸς ἐσθίειν, κᾂν γένηταί σου μήτηρ ἢ ἀδελφή. Κρεῖσσόν σοι συνοικῆσαι δράκοντι ἢ συγκαθεύδειν νεωτέρῳ καὶ συσκεπασθῆναι, κᾂν γένηταί σου ἀδελφὸς κατὰ σάρκα. Ἐὰν εἴπῃ σοι πορευομένῳ ἐν ὁδῷ τις σοῦ μείζων, ‘Ἔρχου ἵνα ψάλωμεν’, μὴ παρακούσῃς αὐτοῦ. Ἐὰν δὲ μὴ εἴπῃ, τῇ μὲν γλώττῃ σιώπησον, τῇ δὲ σῇ καρδίᾳ τὸν Θεὸν δοξολόγησον. Μὴ ἀντιστῇς τινι περί τινος μήτε μαχεσθῇς μήτε ψεύσῃ μήτε ὀμνύῃς ἐπὶ τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ σου. Καταφρονήθητι, καὶ μὴ καταφρονήσῃς.
Ἀδικήθητι, καὶ μὴ ἀδικήσῃς. Κρεῖσσον διαφθαρῆναι τὰ σωματικὰ μετὰ τοῦ σώματος, ἢ ζημιωθῆναί τι τῶν τῆς ψυχῆς. Ἐν κρίσει μετά τινος μὴ εἰσέλθῃς, ἀλλ’ ὑπόμεινον κατακριθείς, ἀκατάκριτος ὤν. Μὴ ἀγαπήσῃς τῇ σῇ ψυχῇ τι τῶν κοσμικῶν, ἀλλ’ ὑποτάγηθι τοῖς ἡγεμόσι καὶ ἄρχουσι, καὶ τῆς μετ’ αὐτῶν μίξεως ἀπέχου. Αὕτη γὰρ παγίς ἐστι, παγιδεύουσα τοὺς ἀμελεστέρους εἰς ἀπώλειαν.
Ὦ γαστρίμαργε, ὁ τὴν ἰδίαν ζητῶν θεραπεῦσαι γαστέρα, κρεῖσσόν σοι βαλεῖν ἐν τῇ σῇ κοιλίᾳ ἄνθρακα πυρός, ἢ τὰ τηγανίσματα τῶν ἡγουμένων καὶ ἀρχόντων. Ἐπίχεέ σου ἐπὶ πάντας τὸ ἔλεος καὶ γενοῦ συνεσταλμένος ἀπὸ πάντων. Ἐκ τῆς πολυλογίας σαυτὸν παρατήρησον· αὕτη γὰρ σβέννυσι ἐκ τῆς καρδίας τὰς νοερὰς κινήσεις τὰς ἐκ Θεοῦ φυομένας. Φεῦγε τοῦ δογματίσαι ὡς ἀπὸ λέοντος ἀτάκτου· μήτε μὴν μετὰ τῶν τροφίμων τῆς ἐκκλησίας εἰς τοῦτο συνεισέλθῃς μήτε μετὰ τῶν ἀλλοτρίων.
Καὶ εἰς τὰς πλατείας τῶν ὀργίλων ἢ μαχίμων μὴ περάσῃς, ἵνα μὴ ἐμπλησθῇ σου ἡ καρδία θυμοῦ καὶ κατακυριεύσῃ τῆς ψυχῆς σου τὸ τῆς πλάνης σκότος. Ὑπερηφάνῳ μὴ συνοικήσῃς, ἵνα μὴ τοῦ ἁγίου Πνεύματος ἡ ἐνέργεια ἀρθῇ ἀπὸ τῆς ψυχῆς σου καὶ γένηται οἰκητήριον παντὸς πονηροῦ πάθους.
Ταύτας τὰς παραφυλακὰς ἐὰν φυλάξῃς, ὦ ἄνθρωπε, καὶ ἀσχολήσῃς σεαυτὸν διαπαντὸς ἐν τῇ μελέτῃ τοῦ Θεοῦ, ἐν ἀληθείᾳ ὄψεταί σου ἡ ψυχὴ ἐν ἑαυτῇ τὸ φῶς τοῦ Χριστοῦ καὶ εἰς τὸν αἰῶνα μὴ σκοτάσῃ. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ΛΟΓΟΣ Ηʹ ΠΕΡΙ ΤΑΞΕΩΣ ΛΕΠΤΗΣ ΤΗΣ ΔΙΑΚΡΙΣΕΩΣ Πρόσεχε σεαυτῷ, ὦ ἀγαπητέ, ἀεὶ καὶ ἴδε ἐν τῇ συνεχείᾳ τῶν ἔργων σου καὶ τὰς θλίψεις τὰς συναντώσας σοι καὶ τὴν χώραν τῆς ἐρήμου τῆς διαγωγῆς σου καὶ τὴν λεπτότητα τοῦ νοός σου μετὰ τῆς στρυφνότητος τῆς γνώσεώς σου καὶ τὸ μῆκος τὸ πολὺ τῆς ἡσυχίας σου μετὰ τῶν φαρμάκων τῶν πολλῶν, ἤτοι τῶν πειρασμῶν, τῶν ἐκ τοῦ ἀληθινοῦ ἰατροῦ ἐπαγομένων πρὸς ὑγείαν ἐκείνου τοῦ ἔσω ἀνθρώπου, ἐν καιρῷ δή, ἐκ τῶν δαιμόνων· καὶ ἐν καιρῶ ἐν νόσοις καὶ ἐν πόνοις τοῦ σώματος· καὶ ἐν καιρῷ, ἐν πτοήσει τῶν νοημάτων τῆς ψυχῆς σου ἐν ταῖς μνήμαις ταῖς δειναῖς ταῖς μελλούσαις εἶναι εἰς τὰ ἔσχατα· ἐν καιρῷ δέ, ἐν τῷ κεντρισμῷ καὶ περιδέσμῳ τῆς χάριτος τῆς θερμῆς καὶ τῶν γλυκέων δακρύων καὶ τῆς χαρᾶς τοῦ πνεύματος μετὰ τῶν λοιπῶν, ἵνα μὴ πληθύνω τοὺς λόγους.
Ἆρα ἐν πᾶσι τούτοις ἐντελῶς καθορᾷς, ὅτι τὸ ἕλκος σου ἤρξατο ὑγιαίνειν καὶ σφραγίζεσθαι; Τοῦτο δέ ἐστιν, ἆρα τὰ πάθη ἤρξαντο ἀσθενεῖν; Θοῦ τεκμήριον καὶ εἴσελθε ἐν ἑαυτῷ διαπαντὸς καὶ ἴδε ποῖα μὲν τῶν παθῶν ὁρᾷς, ὅτι ἠσθένησαν κατενώπιόν σου, ποῖα δὲ ἐξ αὐτῶν ἀπώλοντο καὶ ἀπέστησαν παντελῶς, καὶ ποῖα ἐξ αὐτῶν ἤρξαντο σιωπᾶν ἐκ τῆς ὑγιείας τῆς ψυχῆς σου καὶ οὐχὶ ἐκ τῆς ἀποστάσεως τῶν πτοούντων, καὶ ποῖα ἐκ τῆς διανοίας ἔμαθε κραταιοῦσθαι καὶ οὐχὶ ἐκ τῆς στερήσεως τῶν αἰτιῶν. Καὶ πρόσεχε πάλιν εἰ ἄρα βλέπεις παντελῶς ἐντὸς τῆς σήψεως τοῦ ἕλκους σου, ὅτι ἤρξατο σὰρξ ζῶσα ἀνέρχεσθαι, ὅπερ ἐστὶν ἡ εἰρήνη τῆς ψυχῆς· καὶ ποῖα μὲν τῶν παθῶν ἀκολούθως καὶ ἠπειγμένως ἐκβιάζονται, καὶ ἐν ποίῳ καιρῷ καὶ καιρῷ· καὶ εἴ εἰσι ταῦτα σωματικὰ ἢ ψυχικὰ ἢ σύνθετα καὶ σύμμικτα, καὶ εἰ ὡς ἀσθενῆ ἐν τῇ μνήμῃ κινοῦνται σκοτεινῶς ἢ ἰσχυρῶς κατὰ τῆς ψυχῆς ἐπανίστανται, καὶ εἰ ἄρα ὡς ἐξουσιάζοντα ἢ κλεψιμαίῳ τρόπῳ, καὶ πῶς προσέχει αὐτοῖς ὁ νοῦς ὁ βασιλεύς, ὁ ἐξουσιάζων τῶν αἰσθήσεων.
Ὅταν κύψωσι καὶ συνάψωσι πόλεμον, πολεμεῖ μετ’ αὐτῶν καὶ ἐξατονεῖν αὐτὰ ποιεῖ ἐν τῇ ἰσχύϊ ἑαυτοῦ ἢ οὐδὲ πάλιν ἐν ὁράσει καθορᾷ αὐτὰ καὶ ψηφίζει αὐτά; Καὶ ποῖα μὲν αὐτῶν ἀπηλείφησαν ἐκ τῶν παλαιῶν, ποῖα δὲ νεωστὶ ἐπλάσθησαν; Καὶ τὰ πάθη δὲ ἐν εἰκονισμῷ κινοῦνται ἢ ἐν αἰσθήσει χωρὶς εἰκονισμῶν, καὶ ἐν μνήμῃ χωρὶς πάθους καὶ διαλογισμῷ ἐκτὸς ἐρεθισμοῦ;
Καὶ ἐκ τούτων πάλιν δυνατὸν γνῶναι τὸ μέτρον τῆς ψυχῆς, πῶς ἵσταται. Ἐκεῖνα μὲν τὰ πρῶτα κατάστασιν οὐ πεφθάκασι. Διότι ἀκμὴν ἀγὼν ἐπίκειται τῇ ψυχῇ, κἂν καὶ ἰσχυρότητα κατ’ αὐτῶν δεικνύει. Ταῦτα δέ, καθὼς εἶπεν ἡ Γραφή, ἐν χρήσει· «ἐκάθισε», λέγουσα, «Δαβὶδ ἐν τῷ οἴκῳ αὑτοῦ, καὶ ἀνέπαυσεν αὐτὸν ὁ Θεὸς ἐκ τῶν περικύκλων αὐτοῦ πάντων». Ταῦτα οὐ περὶ ἑνὸς τῶν παθῶν νοήσεις, ἀλλὰ καὶ μετὰ τῶν παθῶν τῶν φυσικῶν, τῆς ἐπιθυμίας καὶ τοῦ θυμοῦ, καὶ τὰ πάθη τῆς φιλοδοξίας τῆς εἰκονιζούσης τὰ πρόσωπα καὶ φανταζούσης καὶ εἰς ἐπιθυμίαν καὶ ἔφεσιν διεγειρούσης· καὶ τὸ πάθος τῆς φιλαργυρίας αὖθις, ὅταν κοινωνῇ αὐτῷ ἡ ψυχὴ κρυπτῶς, κᾂν καὶ οὐ πείθηται εἰς ἔργον ἐλθεῖν, ἀλλὰ τὰ εἴδωλα τῶν τῆς φιλαργυρίας πραγμάτων ἐν τῇ ὕλῃ τῆς συναγωγῆς τοῦ πλούτου εἰκονίζῃ ἐν τῷ νοῒ καὶ τὴν ψυχὴν πείθῃ μελετῆσαι ἐν αὐτοῖς καὶ πόθον ἐμποιῇ κτήσασθαι αὐτὰ μετὰ τῶν λοιπῶν.
Οὐχὶ πάντα τὰ πάθη ἐν προσβολῇ πολεμοῦσιν. Ἔστι γὰρ πάθη, τὰς θλίψεις μόνον δεικνύοντα τῇ ψυχῇ· ἀμέλεια καὶ ἀκηδία καὶ λύπη, οὐκ ἐν προσβολῇ οὐδὲ ἐν ἀνέσει προσβάλλουσιν, ἀλλὰ βάρος μόνον ἐπιτιθέασι τῇ ψυχῇ. Ἡ δὲ ἰσχὺς τῆς ψυχῆς ἐν νίκῃ κατὰ τῶν ἐν προσβολῇ πολεμούντων δοκιμάζεται, καὶ τούτων πάντων γνῶσιν λεπτὴν καὶ τεκμήρια χρὴ τῷ ἀνθρώπῳ ἔχειν, ὅπως αἰσθηθῇ εἰς ἕκαστον βῆμα, ὃ τίθησι, ποῦ ἔφθασε καὶ ἐν ποίᾳ χώρᾳ ἤρξατο ἡ ψυχὴ αὐτοῦ πατῆσαι, ἐν τῇ γῆ τοῦ Χαναὰν ἢ ἔξωθεν τοῦ Ἰορδάνου.
Πρόσεχε δὲ καὶ τοῦτο. Ἐὰν διὰ τοῦ φωτὸς τῆς ψυχῆς ἱκανὴ ἡ γνῶσις πρὸς διάκρισιν τούτων ἢ ἐν σκότει διακρίνῃ αὐτὰ ἢ παντελῶς ἐστέρηται ἐκ τῶν τοιούτων, εὑρίσκεις ἆρα παντελῶς, ὅτι ἤρξατο ὁ λογισμὸς καθαρεύεσθαι; Δίδωσι τόπον ὁ μετεωρισμὸς ἐν τῇ διανοίᾳ κατὰ τὴν ὥραν τῆς προσευχῆς;
Καὶ ποῖον ἆρα πάθος ταράσσει ἐν τῷ προσεγγίσαι τῇ προσευχῇ τὴν διάνοιαν; Αἰσθάνῃ ἐν σεαυτῷ, ὅτι ἡ δύναμις τῆς ἡσυχίας ἐπεσκίασεν ἐπὶ τὴν ψυχὴν ἐν ἐπιεικείᾳ καὶ γαλήνῃ καὶ εἰρήνῃ, ἣν παρὰ τὸ ἔθος εἴωθε γεννᾶν ἐν τῇ διανοίᾳ; Ἁρπάζεται ὁ νοῦς ἀεὶ ἔξωθεν τοῦ θελήματος εἰς τὰς ἐννοίας τῶν ἀσωμάτων, εἰς ἅπερ οὐκ ἐπετράπησαν αἱ αἰσθήσεις ἑρμηνεῦσαι αὐτά; Ἐξάπτεται ἐν σοὶ ἐξαίφνης χαρά, ἡ κατασιγάζουσα τὴν γλῶσσαν; Ἐν τῇ ἀνομοίῳ τρυφῇ ἑαυτῆς βρύει ἐκ τῆς καρδίας ἀεὶ ἡδονή τις καὶ ἔλκει τὸν νοῦν ὅλον ἐξ ὅλου;
Ἀνεπαισθήτως κατὰ καιρὸν καὶ καιρὸν ἐμπίπτει εἰς ὅλον τὸ σῶμα τρυφή τις καὶ ἀγαλλίασις, ἅπερ γλῶσσα σαρκίνη οὐ δύναται αὐτὰ ἐξειπεῖν, ἕως ἂν πάντα τὰ ἐπίγεια σποδὸν καὶ σκύβαλα ἡγήσηται, ἐν τῇ μνήμῃ ταύτῃ. Ἐκείνη γὰρ ἡ πρώτη ἡ τῆς καρδίας· ἐν καιρῷ ἐν ὥρᾳ τῆς προσευχῆς καὶ ἐν καιρῷ ἐν τῇ ἀναγνώσει καὶ ἐν καιρῷ πάλιν ἐκ τῆς διηνεκοῦς μελέτης καὶ τοῦ μήκους τῆς διανοίας θερμαίνεται ὁ νοῦς. Αὕτη δὲ ἡ ἐσχάτη, ὡς τὰ πολλὰ ἔξωθεν τούτων καὶ ποσάκις ἐν ἔργῳ παρέργῳ, καὶ εἰς τὰ πολλὰ τῶν νυκτῶν ἐν τῷ αὐτῷ τρόπῳ· ὅτε μεταξὺ τοῦ ὕπνου καὶ τῆς ἐγρηγόρσεως, ὡς ὑπνῶν καὶ ὡς μὴ ὑπνῶν καὶ ὡς ἐγρηγορὼς καὶ οὐκ ἐγρηγορὼς ἐπισυμβαίνει.
Ὅταν δὲ ἐπιδημήσῃ τῷ ἀνθρώπῳ ἐκείνη ἡ τρυφὴ ἡ σφύζουσα ἐν ὅλῳ τῷ σώματι αὐτοῦ, οὕτω νομίζει ὅτι ὁ τοιοῦτος ἐν ἐκείνῃ τῇ ὥρᾳ, ὡς οὐκ ἔστιν ἄλλο τι ἡ τῶν οὐρανῶν βασιλεία ἢ τοῦτο. Βλέπε πάλιν εἰ ἡ ψυχὴ ἐκτήσατο δύναμιν ψιλοῦσαν τὰς μνήμας τὰς αἰσθητὰς ἐν τῇ δυνάμει τῆς ἐλπίδος τῆς κατακρατούσης τῆς καρδίας, καὶ κραταιοῦσαν τὰς αἰσθήσεις τὰς ἐσωτικὰς ἐν ἀνερμηνεύτῳ πληροφορίας πειθοῖ· καὶ εἰ ἐξυπνίσθη ἡ καρδία, χωρὶς τῆς περὶ αὐτῆς προνοίας αἰχμαλωτισθῆναι τῶν ἐπιγείων, ἐν τῇ ἀπαύστῳ διηγήσει μετὰ τῆς ἐργασίας αὐτῆς τῆς ἀδιαλείπτου, τῆς οὔσης μετὰ τοῦ Σωτῆρος ἡμῶν.
Κτῆσαι γνῶσιν τῆς διαφορᾶς τῆς κλήσεως αὐτῆς καὶ τῆς διηγήσεως, ὅταν ἀκούσῃς. Ταχέως δὲ γεύσασθαι τούτων ποιεῖ τῇ ψυχῇ ἡ μὴ διακοπτομένη ἡσυχία ἐν τῇ ἀδιαλείπτῳ ἐργασίᾳ αὐτῆς καὶ διαμενούσῃ. Ἀπόλλυνται γὰρ πάλιν μετὰ τὴν εὕρεσιν αὐτῶν ἐκ τῆς ἀμελείας τῶν δεχομένων, καὶ ἐν μακρῷ χρόνῳ αὖθις οὐχ εὑρίσκονται. Ἐν τούτοις γὰρ τολμᾷ τις τοῦ εἰπεῖν, τεθαρρηκὼς τῇ μαρτυρίᾳ τῆς συνειδήσεως αὐτοῦ, ὅπερ εἶπεν ὁ μακάριος Παῦλος φάσκων, «πέπεισμαι, ὅτι οὔτε θάνατος οὔτε ζωή, οὔτε ἐνεστῶτα οὔτε μέλλοντα, οὔτε τὰ λοιπὰ ἄλλα, χωρίσαι με τῆς ἀγάπης δύνανται τοῦ Χριστοῦ»· οὔτε γὰρ θλίψεις αἱ τοῦ σώματος καὶ μετ’ αὐτῶν αἱ τῆς ψυχῆς, οὔτε λιμός, οὐ διωγμός, οὐ γυμνότης, οὐ μόνωσις, οὐκ ἐγκλεισμός, οὐ κίνδυνος, οὐ μάχαιρα, ἀλλ’ οὐδὲ οἱ ἄγγελοι τοῦ Σατανᾶ, οὔτε αἱ δυνάμεις αὐτοῦ ἐν τοῖς κακοῖς τρόποις τῶν μηχανημάτων, οὔτε ἡ καταργουμένη δόξα ἐν τῇ ἑαυτῆς προσβολῇ, τῇ προσβαλλούσῃ αὐτῷ, οὔτε συκοφαντίαι καὶ μέμψεις ἐν κολαφισμῷ δωρεὰν καὶ μάτην γινόμεναι.
Ἐὰν δὲ ταῦτα, ὦ ἀδελφέ, κατά τινα τρόπον πλεονάζειν ἢ ὑστερεῖν, θεωρεῖσθαι ἐν τῇ ψυχῇ σου οὐκ ἤρξαντο, οἱ κάματοί σου καὶ αἱ θλίψεις καὶ ἡ ἡσυχία σου ἅπασα μόχθος ἐστὶν ἀνόνητος· καὶ οὐδέ, ἐὰν θαυμάσια ἐν ταῖς χερσί σου ἐργάζωνται καὶ τοὺς νεκροὺς ἀνιστῶσιν, εἰς ὁμοίωσιν τούτων λογίζονται.
Καὶ δὴ ἀρτίως κίνησον τὴν ψυχήν σου καὶ ἐν δάκρυσι πεῖσον τὸν σώζοντα τὰ πάντα ἀφαιρεῖν τὸν βῆλον τῆς θύρας τῆς καρδίας σου καὶ τὴν σκότωσιν τῆς καταιγίδος τῶν παθῶν ἐκτίλαι τοῦ ἔνδοθεν στερεώματος, τοῦ ἀξιωθῆναί σε ἰδεῖν τὴν ἀκτῖνα τῆς ἡμέρας, ἵνα μὴ γένῃ ὡς νεκρὸς καθήμενος ἐν σκοτώσει εἰς τοὺς αἰῶνας.
Ἀγρυπνία διηνεκὴς μετὰ ἀναγνώσεως καὶ μετάνοιαι συνεχεῖς ἐκ διαδοχῆς γινόμεναι ὑπό τινος οὐ χρονίζουσι δοῦναι ταῦτα τὰ ἀγαθὰ τοῖς οὖσι σπουδαίοις. Καὶ ὁ εὑρών, ἐν τούτοις εὗρεν αὐτά. Καὶ οἱ θέλοντες πάλιν ταῦτα εὑρεῖν, χρήζουσιν ἐμμεῖναι τῇ ἡσυχίᾳ, σύναμα τῇ ἐργασίᾳ τούτων, καὶ πρὸς τούτοις μὴ δεσμευθῆναι τὴν αὑτῶν διάνοιαν ἔν τινι, μηδὲ ἐν ἀνθρώπῳ ἐκτὸς τῆς ψυχῆς ἑαυτῶν, ἐν τῇ ἐργασίᾳ δὲ αὐτῆς τῇ ἔνδον ἐράζεσθαι.
Ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς ἔργοις, ἐπ’ ἐνίοις τούτων εὑρίσκομεν μερικῶς ἐγγὺς ἡμῶν αἴσθησιν ἀκριβῆ, δι’ ἧς καὶ περὶ τῶν λοιπῶν βεβαιούμεθα. Ὁ ἐν τῇ ἡσυχίᾳ καθήμενος καὶ πεῖραν τῆς χρηστότητος λαβὼν τοῦ Θεοῦ, οὐ χρήζει πολλῆς πιθανότητος, ἀλλ’ οὐδὲ κατά τινα τρόπον ἀπιστίας νοσεῖ ἡ ψυχὴ αὐτοῦ, ὡς οἱ διστάζοντες τῇ ἀληθείᾳ. Ἡ μαρτυρία γὰρ τῆς ἑαυτοῦ διανοίας ἱκανοῖ πεῖσαι ἑαυτὸν ὑπὲρ ἀπείρους λόγους, πείρας ὄντας χωρίς.
Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα καὶ μεγαλοπρέπεια εἰς τοὺς αἰῶνας. Ἀμήν.
ΛΟΓΟΣ Θʹ ΠΕΡΙ ΠΕΡΙ ΤΑΞΕΩΣ ΤΗΣ ΜΟΝΑΧΙΚΗΣ ΠΟΛΙΤΕΙΑΣ ΣΥΝΤΟΜΙΑΣ ΤΕ ΚΑΙ ΔΙΑΦΟΡΑΣ ΚΑΙ ΠΩΣ ΤΕ ΚΑΙ ΠΟΙΩι ΤΡΟΠΩι ΤΙΚΤΟΝΤΑΙ ΑΙ ΑΡΕΤΑΙ ΕΞ ΑΛΛΗΛΩΝ Ἐκ τῆς ἐργασίας τῆς βιαίας τίκτεται ἡ θέρμη ἡ ἄμετρος, ἡ πυρπολουμένη ἐν τῇ καρδίᾳ ἐκ θερμῶν ἐνθυμήσεων, τῶν καινῶς ἐπιπολευουσῶν τῇ διανοίᾳ. Αὕτη δὲ ἡ ἐργασία καὶ ἡ φυλακὴ λεπτύνουσι τὸν νοῦν ἐν τῇ θέρμῃ αὐτῶν καὶ παρέχουσιν αὐτῷ ὅρασιν, καὶ αὕτη ἡ ὅρασις τίκτει τοὺς θερμοὺς λογισμούς, οὓς προεῖπον, ἐν τῷ βάθει τῆς ὁράσεως τῆς ψυχῆς, ἥτις καλεῖται θεωρία. Αὕτη δὲ ἡ θεωρία τίκτει τὴν θέρμην καὶ ἐκ τῆς θέρμης ταύτης, τῆς ἐκ τῆς χάριτος τῆς θεωρίας ἐπιγινομένης, γεννᾶται ἡ ἐπιρροὴ τῶν δακρύων.
Ἐξ ἀρχῆς μὲν μικρὸν κέρδος, τουτέστιν ἐν μιᾷ ἡμέρᾳ πολλάκις ἐπέρχεται τῷ ἀνθρώπῳ δάκρυα καὶ αὖθις ἐλλείπει, καὶ ἐκ τούτου ἔρχεται τὸ ἄπαυστον δάκρυον καὶ ἐκ τῶν ἀπαύστων δακρύων δέχεται ἡ ψυχὴ τὴν εἰρήνην τῶν λογισμῶν, ἐκ δὲ τῆς εἰρήνης τῶν λογισμῶν ὑψοῦται εἰς τὴν καθαρότητα τοῦ νοῦ, διὰ δὲ τῆς τοῦ νοῦ καθαρότητος ἔρχεται ὁ ἄνθρωπος εἰς τὸ βλέπειν τὰ μυστήρια τοῦ Θεοῦ. Διότι ἡ καθαρότης ἐν τῇ ἀπὸ τῶν πολέμων εἰρήνῃ κεκρυμμένη ἐστί. Μετὰ δὲ ταῦτα φθάνει ὁ νοῦς ἰδεῖν ἀποκαλύψεις καὶ σημεῖα, ὡς εἶδεν Ἰεζεκιὴλ ὁ προφήτης, ἅπερ εἰκονίζει τὰς τρεῖς τάξεις, δι’ ἃς προσεγγίζει τῷ Θεῷ ἡ ψυχή. Τούτων ἁπάντων ἀρχὴ ἡ πρὸς Θεὸν ἀγαθὴ πρόθεσις καὶ τὰ εἴδη τῶν ἔργων τῆς ἡσυχίας, τὰ ἀμετάτρεπτα, ἅπερ τίκτεται ἐκ τῆς πολλῆς ἐκκοπῆς καὶ τοῦ μακρυσμοῦ τῶν βιωτικῶν. Οὐ τοσοῦτον δὲ ἀναγκαῖόν ἐστι τὰ εἴδη τούτων τῶν ἔργων καθ’ ἕκαστον εἰπεῖν, διότι τοῖς πᾶσίν εἰσιν ἐγνωσμένα.
Ὅμως, ἐπειδὴ ἀζήμιος πέφυκεν ἡ τούτων ἔκθεσις τοῖς ἐντυγχάνουσιν, ἐπικερδὴς δὲ μᾶλλον, ὡς ἔγωγε φημί, οὐκ ὀκνητέον ἐκθέσθαι ταῦτα. Ἅτινά εἰσιν ἡ πεῖνα, ἡ ἀνάγνωσις, ἡ ὁλόνυκτος καὶ νήφουσα ἀγρυπνία, κατὰ τὴν ἑκάστου δύναμιν, καὶ τὸ πλῆθος τῶν μετανοιῶν, ὅπερ ποιεῖν χρειῶδες ἔν τε ταῖς ὥραις τῆς ἡμέρας καὶ ἐν νυκτὶ πολλάκις. Ἔστω δὲ τὸ ἐλάχιστον τριάκοντα ποιῆσαι μετανοίας ἐφάπαξ καὶ μετέπειτα προσκυνῆσαι τὸν τίμιον σταυρὸν καὶ ἀναχωρῆσαι. Εἰσὶ δέ τινες, οἵτινες προστιθέασι τῷ μέτρῳ τούτῳ κατὰ τὴν ἑαυτῶν δύναμιν. Ἄλλοι ἐν μιᾷ εὐχῇ ποιοῦσι τρεῖς ὥρας, ἔχοντες τὸν νοῦν νήφοντα καὶ ῥίπτοντες ἑαυτοὺς χωρὶς βίας καὶ μετεωρισμοῦ λογισμῶν ἐπὶ πρόσωπον.
Καὶ ταῦτα τὰ δύο εἴδη δηλοῦσι καὶ ἐμφαίνουσι τοῦ πλούτου τὸ πλῆθος τῆς χρηστότητος, ἤτοι τῆς χάριτος, ἥτις ἑκάστῳ τῶν ἀνθρώπων κατὰ τὴν οἰκείαν ἀξίαν διαιρεῖται. Τίς δὲ ὁ τρόπος τῆς ἑτέρας προσευχῆς καὶ τῆς ἐν αὐτῇ τε διαμονῆς τῆς ἐλευθέρας ἀπὸ τῆς βίας, οὐ δίκαιον ἐλογισάμην ἐμφανίσαι, οὐδὲ λόγοις γλώττης καὶ χαραγμαῖς ἐκφέρειν αὐτῆς τὴν τάξιν, ἵνα μή, ὁ ἀναγινώσκων καὶ μηδὲν εὑρεθεὶς καταλαβὼν ὧν ἀναγινώσκει, νομίσῃ ἀνόνητα εἶναι τὰ γεγραμμένα, ἤ, ἐὰν εὑρεθῇ, εἰδὼς ταῦτα, γένηται ἐξευτελίζων τὸν μὴ εἰδότα τὴν τῶν πραγμάτων τάξιν. Καὶ ἐκ τούτου μὲν μέμψις, ἐκ δὲ τοῦ ἑτέρου γέλως. Καὶ εὑρεθήσομαι βάρβαρος ἐν τοῖς τοιούτοις πράγμασι, κατὰ τὸ τοῦ Ἀποστόλου λόγιον, ὅπερ περὶ τοῦ προφητεύοντος εἴρηκεν.
Ὁ οὖν ἐπιθυμῶν μαθεῖν ταῦτα, διοδευέτω ἐν τῇ ὁδῷ τῇ προγεγραμμένῃ καὶ ἀκόλουθον ποιείτω τὴν ἐργασίαν τῇ διανοίᾳ. Καὶ ὅταν ἐν τούτοις γένηται ἐν ἔργῳ, αὐτὸς ἀφ’ ἑαυτοῦ μαθήσεται καὶ οὐ δεηθήσεται πάντως τοῦ διδάξοντος. Καθέζου, γάρ φησιν, ἐν τῷ κελλίῳ σου, καὶ αὐτὸ καθ’ αὐτὸ πάντα σε διδάξει.
Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
ΛΟΓΟΣ Ιʹ ΠΕΡΙ ΤΟΥ ΕΝ ΤΙΝΙ ΔΙΑΦΥΛΑΤΤΕΤΑΙ ΤΟ ΚΑΛΛΟΣ ΤΗΣ ΜΟΝΑΧΙΚΗΣ ΠΟΛΙΤΕΙΑΣ ΚΑΙ ΤΙΣ Ο ΤΡΟΠΟΣ ΤΗΣ ΤΟΥ ΘΕΟΥ ΔΟΞΟΛΟΓΙΑΣ Δεῖ τὸν μοναχὸν εἶναι ἐν πᾶσι τοῖς ἑαυτοῦ σχήμασι καὶ πράγμασι τύπον ὠφελείας τοῖς ὁρῶσιν αὐτόν, ὅπως ἐκ τῶν πολλῶν ἀρετῶν αὐτοῦ τῶν διαλαμπουσῶν ὡς ἀκτίνων, βλέποντες οἱ τῆς ἀληθείας ἐχθροὶ καὶ μὴ βουλόμενοι, ὁμολογήσωσιν, ὅτι ἔστι τοῖς Χριστιανοῖς ἐλπὶς σωτηρίας βεβαία καὶ ἀμετάπτωτος, πανταχόθεν τε ἐπιδράμωσι πρὸς αὐτὸν ὡς καταφύγιον ὄντα, ὥστε ὑψωθῆναι τὸ κέρας τῆς Ἐκκλησίας κατὰ τῶν ἐχθρῶν αὐτῆς καὶ πολλοὺς κινηθῆναι πρὸς ζῆλον τῆς αὐτοῦ ἀρετῆς καὶ τοῦ κόσμου ἐξελθεῖν, καὶ γενέσθαι αὐτὸν αἰδέσιμον ἐν πᾶσιν ἐκ τοῦ κάλλους τῆς πολιτείας αὐτοῦ. Καύχημα γὰρ τῆς Χριστοῦ Ἐκκλησίας ἡ μοναχικὴ πολιτεία.
Δεῖ οὖν τὸν μοναχὸν ἔχειν σχήματα ὡραῖα ἐκ πάντων τῶν μερῶν αὐτοῦ, ἤγουν ὑπεροψίαν τῶν ὁρωμένων, ἀκριβῆ ἀκτημοσύνην, καταφρόνησιν τελείαν τῆς σαρκός, νηστείαν ὑψηλήν, διαμονὴν ἐν τῇ ἡσυχίᾳ, εὐταξίαν τῶν αἰσθήσεων, ὁράσεως παραφυλακήν, πάσης ἔριδος περὶ πράγματος τοῦ αἰῶνος τούτου ἐκκοπήν, τὴν ἐν λόγοις βραχύτητα, τὴν ἐκ μνησικακίας καθαρότητα, τὴν μετὰ διακρίσεως ἁπλότητα, ἀκεραιότητα καὶ ἀφελότητα καρδίας μετὰ συνέσεως καὶ ἐντρεχείας καὶ ἀγχινοίας.
Τὸ γινώσκειν, ὅτι περιττὴ ἡ παροῦσα ζωὴ καὶ εὐπετής, καὶ ὅτι ἐγγύς ἐστιν ἡ ζωὴ ἐκείνη ἡ ἀληθινὴ καὶ πνευματική. Τὸ μὴ γινώσκεσθαι ὑπὸ τῶν ἀνθρώπων ἢ καταγινώσκεσθαι. Τὸ μὴ δεσμεύειν ἑαυτὸν ἐν ἑταιρίᾳ καὶ ἑνώσει τινὸς τῶν ἀνθρώπων.
Τὸ ἔχειν τὸν τόπον τῆς οἰκήσεως ἥσυχον. Τὸ φεύγειν ἀεὶ τοὺς ἀνθρώπους καὶ ἀδιαλείπτως ἐγκαρτερεῖν ταῖς προσευχαῖς καὶ ταῖς ἀναγνώσεσι. Τὸ μὴ ἀγαπᾷν τὴν τιμήν, μηδὲ χαίρειν ξενίοις. Τὸ μὴ δεσμεύειν ἑαυτὸν τῇ ζωῇ ταύτῃ. Τὸ ὑπομένειν γενναίως τοὺς πειρασμούς. Τὸ ἀπαλλαγῆναι τῶν κοσμικῶν ἐφέσεων καὶ τῆς ἐξερευνήσεως καὶ μνήμης τῶν πραγμάτων αὐτῶν. Τὸ διηνεκῶς φροντίζειν καὶ μελετᾷν εἰς τὴν χώραν τὴν ἀληθινήν. Τὸ ἔχειν τὸ πρόσωπον στυγνὸν καὶ ἐρρικνωμένον.
Τὸ δακρύειν διηνεκῶς νυκτὸς καὶ ἡμέρας. Καὶ τὸ πάντων τούτων πλέον, τὸ φυλάσσειν τὴν ἰδίαν σωφροσύνην καὶ καθαρεύειν ἀπὸ τῆς γαστριμαργίας καὶ ἀπὸ τῶν μικρῶν καὶ ἀπὸ τῶν μεγάλων. Αὗται γάρ εἰσιν αἱ ἀρεταὶ τοῦ μοναχοῦ, ὡς συντόμῳ εἰπεῖν, αἱ μαρτυροῦσαι αὐτῷ τὴν ἀπὸ τοῦ κόσμου παντελῆ θνῆσιν καὶ τὴν πρὸς τὸν Θεὸν ἐγγύτητα.
Δεῖ οὖν ἡμᾶς φροντίζειν αὐτῶν ἐν παντὶ καιρῷ καὶ κτήσασθαι αὐτάς. Ἐὰν δέ τις εἴπῃ, Τίς ἦν ἡ χρεία τοῦ κατὰ μέρος ὁρίζειν αὐτὰ καὶ μὴ καθόλου καὶ ἐν συντόμῳ περὶ αὐτῶν εἰπεῖν, Ἐρῶ, ὅτι τοῦτο ἀναγκαίως γέγονεν, ἵνα, ὅταν ζητήσῃ ἕν τι τῶν εἰρημένων ἐν τῇ ψυχῇ αὐτοῦ ὁ ἐπιμελούμενος τῆς ζωῆς αὑτοῦ καὶ εὕρῃ ὅτι ἐνδεής ἐστιν ἑνὸς τούτων τῶν ὡρισμένων, γνώσεται ἐντεῦθεν τὸ ἐλάττωμα αὑτοῦ ἐν πάσῃ ἀρετῇ, καὶ ἔσται αὐτῷ αὕτη ἡ τάξις ἐν μέρει ὑπομνήματος. Ὅταν δὲ κτήσηται τὰ ὡρισμένα ἅπαντα ἐν ἑαυτῷ, τότε καὶ ἡ γνῶσις τῶν λοιπῶν, ὧν οὐκ ἐμνήσθην, δοθήσεται αὑτῷ. Καὶ ἔσται τοῖς ἀνθρώποις τοῖς ἁγίοις αἴτιος δοξολογίας τῆς εἰς Θεόν.
Κᾀντεῦθεν ἑτοιμάσει τῇ ψυχῇ αὑτοῦ τόπον ἀνέσεως πρὸ τοῦ ἐξελθεῖν αὐτὸν ἐκ τοῦδε τοῦ βίου. Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.