Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί

Ἰσαὰκ ὁ Σύρος

Λόγοι ΙΣΤ'-ΙΗ': Τρόποι των αρετών και άνοδος στην πνευματική γνώση

Η εκούσια θλίψη, τα στάδια της καθάρσεως, η φυσική γνώση ως προϋπόθεση της πίστεως και η μετάβαση στη θεωρία του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 6 από 11

ΛΟΓΟΣ ΙΣΤʹ ΠΕΡΙ ΤΩΝ ΤΡΟΠΩΝ ΤΩΝ ΑΡΕΤΩΝ Ἡ ἄσκησις μήτηρ τοῦ ἁγιασμοῦ ἐστιν, ἐξ οὗ γεννᾶται ἡ πρώτη γεῦσις τῆς αἰσθήσεως τῶν μυστηρίων τοῦ Χριστοῦ, ἥτις καλεῖται πρώτη τάξις τῆς ἐπιγνώσεως τοῦ Πνεύματος. Μηδεὶς πλανήσῃ ἑαυτὸν καὶ φαντασθῇ μαντείας.

Ψυχὴ γὰρ ἡ μεμιασμένη οὐκ ἀνέρχεται εἰς καθαρὰν βασιλείαν, οὐδὲ συνάπτεται τοῖς πνεύμασι τῶν ἁγίων. Ξέσον τὸ κάλλος τῆς σωφροσύνης σου ἐν δάκρυσι καὶ νηστείαις καὶ τῇ καθ’ ἑαυτὸν ἡσυχίᾳ. Θλῖψις μικρὰ διὰ τὸν Θεὸν γινομένη κρείσσων ἐστὶ μεγάλου ἔργου τοῦ ἀθλίπτως τελουμένου. Διότι ἡ ἑκούσιος θλῖψις τὸ δοκίμιον τῆς πίστεως τῇ ἀγάπῃ ἀνατέλλει, τὸ δὲ ἔργον τῆς ἀναπαύσεως ἐκ τοῦ κάρου τῆς συνειδήσεως γίνεται.

Διὰ τοῦτο ἐν θλίψεσιν ἐδοκιμάσθησαν οἱ ἅγιοι περὶ τῆς ἀγάπης τοῦ Χριστοῦ, καὶ οὐχὶ ἐν ἀνέσει. Διότι τὸ χωρὶς κόπου γινόμενον ἔργον ἡ δικαιοσύνη ἐστὶ τῶν κοσμικῶν, οἵτινες ἐκ τῶν ἔξωθεν ποιοῦσιν ἐλεημοσύνην καὶ οὐκ ἐν ἑαυτοῖς κερδαίνουσι. Σὺ δέ, ὦ ἀγωνιστὰ καὶ μιμητὰ τοῦ πάθους τοῦ Χριστοῦ, ἐν σεαυτῷ ἀγώνισαι, ἵνα ἀξιωθῇς γεύσασθαι τῆς δόξης αὐτοῦ. «Εἴπερ γὰρ συμπάσχομεν, καὶ συνδοξαζόμεθα». Οὐ συνδοξάζεται ὁ νοῦς μετὰ τοῦ Ἰησοῦ, ἐὰν μὴ συμπάσχῃ τὸ σῶμα ὑπὲρ τοῦ Χριστοῦ. Λοιπὸν ὁ καταφρονῶν τῆς ἀνθρωπίνης δόξης, οὗτός ἐστιν ὁ τῆς δόξης τοῦ Θεοῦ ἀξιούμενος καὶ δοξάζεται τὸ σῶμα αὐτοῦ μετὰ τῆς ψυχῆς. Ἡ γὰρ δόξα τοῦ σώματος ὑποταγή ἐστι σωφροσύνης μετὰ τοῦ Θεοῦ, ἡ δόξα δὲ τοῦ νοῦ ἡ θεωρία ἐστὶν ἡ ἀληθινὴ περὶ τοῦ Θεοῦ. Ἡ ἀληθινὴ ὑποταγὴ διπλῆ ἐστιν, ἐν ἔργοις καὶ ὀνειδίσεσι. Ὅταν οὖν πάσχῃ τὸ σῶμα, καὶ ἡ καρδία συμπάσχῃ αὐτῷ. Ἐὰν οὐ γινώσκῃς τὸν Θεόν, οὐ δυνατὸν κινηθῆναι ἐν σοὶ τὴν ἀγάπην αὐτοῦ, καὶ οὐ δύνασαι ἀγαπῆσαι τὸν Θεόν, ἐὰν μὴ ἴδῃς αὐτόν. Ἡ ὅρασις δὲ τοῦ Θεοῦ ἐκ τοῦ γινώσκειν αὐτόν ἐστιν. Οὐ προηγεῖται γὰρ ἡ θεωρία αὐτοῦ τῆς γνώσεως αὐτοῦ.

Εὐχή Ἀξίωσόν με, Κύριε, γινώσκειν σε καὶ ἀγαπᾶν, οὐκ ἐν τῇ γνώσει, τῇ ἐν τῷ σκορπισμῷ τοῦ νοῦ, τῇ ἐκ τῆς γυμνασίας γινομένῃ, ἀλλ’ ἀξίωσόν με ἐκείνης τῆς γνώσεως, ἐν ᾗ ὁ νοῦς, θεωρῶν σε, δοξάζει τὴν φύσιν σου ἐν τῇ θεωρίᾳ τῇ κλεπτούσῃ τὴν αἴσθησιν τοῦ κόσμου ἀπὸ τῆς διανοίας. Ἀξίωσόν με ὑψωθῆναι ἐκ τῆς θέας τοῦ θελήματος τῆς γεννώσης τὰς φαντασίας, καὶ ἰδεῖν σε ἐν τῇ βίᾳ τοῦ δεσμοῦ τοῦ σταυροῦ, ἐν τῷ μέρει τῷ δευτέρῳ τῆς τοῦ νοῦ σταυρώσεως, τοῦ ἐν ἐλευθερίᾳ ἀποπαυομένου ἀπὸ τῆς ἐνεργείας τῶν νοημάτων ἐν τῇ διηνεκεῖ σου θεωρίᾳ, τῇ ὑπὲρ φύσιν. Θὲς ἐν ἐμοὶ αὔξησιν τῆς ἀγάπης σου, ἵνα ὀπίσω τοῦ ἔρωτός σου ἔλθω ἐκ τοῦ κόσμου τούτου.

Κίνησον ἐν ἐμοὶ τὴν κατανόησιν τῆς ταπεινώσεώς σου, ἐν ᾗ ἐν τῷ κόσμῳ ἀνεστράφης, ἐν τῷ καταλύματι, ᾧ ἐφόρεσας ἐκ τῶν μελῶν ἡμῶν, μεσιτείᾳ τῆς ἁγίας Παρθένου, ἵνα, ἐν τῇ ἀδιαλείπτῳ καὶ ἀνεπιλήστῳ μνήμῃ ταύτῃ, δέξωμαι μετὰ ἡδονῆς τὴν ταπείνωσιν τῆς φύσεώς μου.

Δύο τρόποι εἰσὶ τοῦ ἀνελθεῖν ἐν τῷ σταυρῷ· ὁ εἷς ἡ σταύρωσις τοῦ σώματος, καὶ ὁ δεύτερος τὸ ἀνελθεῖν εἰς θεωρίαν. Καὶ ὁ μὲν πρῶτος ἐκ τῆς ἐλευθερίας τῶν παθῶν, ὁ δὲ δεύτερος ἐκ τῆς ἐνεργείας τῶν ἔργων γίνεται τοῦ πνεύματος.

Οὐχ ὑποτάσσεται ὁ νοῦς, ἐὰν μὴ τὸ σῶμα ὑποταγῇ αὐτῷ. Ἡ βασιλεία τοῦ νοῦ ἡ σταύρωσίς ἐστι τοῦ σώματος, καὶ οὐχ ὑποτάσσεται ὁ νοῦς τῷ Θεῷ, ἐὰν μὴ ὑποταγῇ τὸ αὐτεξούσιον τῷ λογικῷ. Δύσκολόν ἐστιν ἐκδοῦναί τινα ὑψηλὰ τῷ ἔτι ἀρχαρίῳ ὄντι καὶ νηπίῳ τῇ ἡλικίᾳ. «Οὐαί σοι πόλις, ἧς ὁ βασιλεύς σου νεώτερός ἐστιν». Ὅς τις ὑποτάξει ἑαυτὸν τῷ Θεῷ, ἐγγύς ἐστι τοῦ ὑποταγῆναι αὐτῷ τὰ πάντα. Τῷ γνόντι ἑαυτόν, ἡ γνῶσις τῶν πάντων δίδοται αὐτῷ. Τὸ γὰρ γινώσκειν ἑαυτόν, πλήρωμα τῆς γνώσεως τῶν ἁπάντων ἐστί. Καὶ ἐν τῇ ὑποταγῇ τῆς ψυχῆς σου ὑποταγήσεταί σοι τὰ πάντα. Ἐν τῷ καιρῷ, ἐν ᾧ ἡ ταπείνωσις βασιλεύει ἐν τῇ διαγωγῇ σου, ὑποτάσσεταί σοι ἡ ψυχή σου καὶ μετ’ αὐτῆς ὑποταγήσεταί σοι τὰ πάντα· διότι γεννᾶται ἐν τῇ καρδίᾳ σου εἰρήνη ἐκ τοῦ Θεοῦ. Ὅσον δ’ εἶ ἔξω ταύτης, οὐ μόνον ἐκ τῶν παθῶν, ἀλλὰ καὶ ἐκ τῶν συμβάσεων συνεχῶς μέλλεις καταδιωχθῆναι.

Ἀληθῶς, Κύριε, ἐὰν μὴ ταπεινωθῶμεν, οὐ παύῃ ταπεινῶν ἡμᾶς. Ἡ ἀληθὴς ταπείνωσις γέννημά ἐστι τῆς γνώσεως, καὶ ἡ γνῶσις ἡ ἀληθινὴ γέννημα τῶν πειρασμῶν.

ΛΟΓΟΣ ΙΖʹ ΠΕΡΙ ΕΡΜΗΝΕΙΑΣ ΤΩΝ ΤΡΟΠΩΝ ΤΗΣ ΑΡΕΤΗΣ ΚΑΙ ΤΙΣ Η ΙΣΧΥΣ ΕΚΑΣΤΟΥ ΑΥΤΩΝ ΚΑΙ ΤΙΣ Η ΔΙΑΦΟΡΑ ΕΚΑΣΤΟΥ ΑΥΤΩΝ Ἡ ἀρετὴ ἡ σωματικὴ ἐν τῇ ἡσυχίᾳ τὸ σῶμα καθαίρει ἐκ τῆς ὕλης τῆς ἐν αὐτῷ, ἡ δὲ ἀρετὴ τῆς διανοίας ταπεινοῖ τὴν ψυχὴν καὶ διϋλίζει αὐτὴν ἐκ τῶν διανοημάτων τῶν χονδρῶν, τῶν ἀπολλυμένων, ἵνα μὴ διαλογίζηται ἐν τούτοις ἐμπαθῶς, ἀλλὰ μᾶλλον κινῆται ἐν τῇ θεωρίᾳ αὐτῆς. Αὕτη δὲ ἡ θεωρία προσεγγίζει αὐτὴν εἰς τὴν γύμνωσιν τοῦ νοῦ, ὅπερ καλεῖται θεωρία ἄϋλος, καὶ αὕτη ἐστὶν ἡ πνευματικὴ ἀρετή.

Αὕτη γὰρ ἐπαίρει τὴν διάνοιαν ἐκ τῶν ἐπιγείων καὶ προσεγγίζει αὐτὴν τῇ πρώτῃ θεωρίᾳ τοῦ Πνεύματος καὶ πρὸς τὸν Θεὸν συνιστᾷ τὴν διάνοιαν καὶ τὴν θεωρίαν τῆς δόξης τῆς ἀνεκλαλήτου, ἥτις ἐστὶ κίνησις νοημάτων τῆς μεγαλωσύνης τῆς φύσεως αὐτοῦ καὶ χωρίζει αὐτὴν ἐκ τοῦ κόσμου τούτου καὶ τῆς αἰσθήσεως αὐτοῦ. Καὶ ἐκ τούτου πρὸς τὴν ἐλπίδα ἡμῶν ἐκείνην τὴν ἀποκειμένην διαβεβαιούμεθα, καὶ ἐν πληροφορίᾳ τῆς τάξεως αὐτῆς γινόμεθα. Καὶ τοῦτό ἐστιν ἡ πεισμονή, περὶ ἧς ὁ Ἀπόστολος εἶπε, τουτέστιν ἡ πληροφορία, ἐν ᾗ εὐφραίνεται ὁ νοῦς νοητῶς, ἤτοι τῇ ἐλπίδι τῇ ἐπαγγελθείσῃ ἡμῖν. Τί δέ ἐστι ταῦτα καὶ πῶς ἕκαστον τούτων ἐστὶν ἄκουσον.

Πολιτεία ἡ σωματικὴ ἡ κατὰ Θεόν. Σωματικὰ δὲ ἔργα καλεῖται τὰ γινόμενα εἰς τὴν κάθαρσιν τῆς σαρκὸς ἐν τῇ πράξει τῆς ἀρετῆς δι’ ἔργων φανερῶν, ἐν οἷς διϋλίζηταί τις ἐκ τῆς ἀκαθαρσίας τῆς σαρκός. Ἡ δὲ πολιτεία τῆς διανοίας ἐστὶ τὸ ἔργον τῆς καρδίας, τὸ γινόμενον ἀπαύστως ἐν τῇ φροντίδι τῆς κρίσεως, ἤτοι τῆς δικαιοσύνης τοῦ Θεοῦ καὶ τῶν κριμάτων αὐτοῦ, καὶ ἡ ἀδιάλειπτος εὐχὴ τῆς καρδίας καὶ ἡ ἔννοια τῆς προνοίας καὶ τῆς ἐπιμελείας τοῦ Θεοῦ, τῆς ἐν τούτῳ τῷ κόσμῳ ὁμοῦ γινομένης εἰδικῶς καὶ ὁλικῶς· καὶ τὸ φυλάξαι τὰ πάθη τὰ κρυπτά, ἵνα μὴ ἀπαντήσῃ τι ἐξ αὐτῶν ἐν τῇ χώρᾳ τῇ κρυπτῇ καὶ πνευματικῇ. Τοῦτο τὸ ἔργον τῆς καρδίας, ὅπερ καλεῖται πολιτεία τῆς διανοίας.

Ἐν τούτῳ τῷ ἔργῳ τῆς πολιτείας, ὅπερ καλεῖται πρᾶξις ψυχική, λεπτύνεται ἡ καρδία καὶ χωρίζεται ἀπὸ τῆς κοινωνίας τῆς ἠφανισμένης ζωῆς, τῆς παρὰ φύσιν οὔσης. Ἐξ ὧν ἄρχεται κινεῖσθαί ποτε συνιέναι καὶ διανοεῖσθαι ἐν τῇ θεωρίᾳ τῶν αἰσθητῶν, τῶν κτισθέντων εἰς τὴν χρείαν καὶ αὔξησιν τοῦ σώματος, καὶ πῶς ἐν τῇ διανοίᾳ αὐτῶν δίδοται δύναμις τοῖς τέσσαρσι στοιχείοις τοῖς ἐν τῷ σώματι.

Ἡ δὲ πολιτεία ἡ πνευματική ἐστι πρᾶξις χωρὶς αἰσθήσεων, καὶ αὕτη ἐστὶν ἡ ὑπὸ τῶν Πατέρων γραφεῖσα, ἣν ὅτε οἱ νόες τῶν ἁγίων δέξονται, ἥ τε ὑποστατικὴ θεωρία καὶ ἡ παχύτης τοῦ σώματος ἐκ μέσου παραλαμβάνεται, καὶ ἔκτοτε ἡ θεωρία γίνεται νοητή· θεωρίαν γὰρ ὑποστατικὴν καλῶν τὴν κτίσιν τῆς πρώτης φύσεως. Καὶ ἐκ ταύτης τῆς θεωρίας τῆς ὑποστατικῆς εὐκόλως ἀνάγεται εἰς τὴν ἐπίγνωσιν τῆς μοναδικῆς πολιτείας, ἥτις ἐστίν, ἐν τῇ ἐξηγήσει τῇ φανερᾷ, τὸ θαυμάσαι τὸν Θεόν. Αὕτη ἐστὶν ἡ κατάστασις ἡ μεγάλη τῶν μελλόντων ἀγαθῶν, ἡ διδομένη ἐν τῇ ἐλευθερίᾳ τῆς ἀθανάτου ζωῆς, ἐν τῇ διαγωγῇ τῇ μετὰ τὴν ἀνάστασιν. Διότι οὐ παύεται ἡ φύσις ἡ ἀνθρωπίνη ἐκεῖσε ἀεὶ θαυμάζειν τὸν Θεὸν καὶ μὴ ἐννοοῦσά τι ὅλως περὶ τῶν κτισμάτων. Εἰ ἦν γάρ τι ὅμοιον τῷ Θεῷ, εἶχεν ἂν κινηθῆναι πρὸς αὐτὸ ὁ νοῦς, ποτὲ μὲν ἐν τῷ Θεῷ, ποτὲ δὲ ἐν τούτῳ. Ἐπεὶ δὲ πᾶσα ἡ ὡραιότης τῶν γινομένων ἐν τῇ καινότητι τῇ μελλούσῃ κατωτέρα τῆς ὡραιότητος αὐτοῦ ἐστι, πῶς δύναται ἡ διάνοια ἐξελθεῖν τῇ θεωρίᾳ αὐτῆς ἔξωθεν τῆς τοῦ Θεοῦ ὡραιότητος; Τί οὖν; τὸ ἀποθανεῖν λυπεῖ αὐτόν; Ἀλλὰ ἡ βάρησις τῆς σαρκός; ἀλλ’ ἡ μνήμη τῶν ἰδίων αὑτοῦ; ἀλλ’ ἡ χρεία τῆς φύσεως; ἀλλ’ αἱ συμφοραί;

ἀλλ’ αἱ ἐναντιώσεις, ἢ μετεωρισμὸς ἄγνωστος, ἢ ἀτελειότης τῆς φύσεως, ἢ ἐν τοῖς στοιχείοις περικύκλωσις, ἢ συντυχία τινὸς μετά τινος, ἢ ἀκηδία, ἢ κατάκοπος μόχθος τοῦ σώματος; Οὐδαμῶς.

Ἀλλὰ ταῦτα πάντα, εἰ καὶ ἐν τῷ κόσμῳ γίνονται, ὅμως ἐν τῷ καιρῷ ἐκείνῳ, ὅτε ἐξαρθῇ τὸ κάλυμμα τῶν παθῶν ἐκ τῶν ὀφθαλμῶν τῆς διανοίας καὶ κατοπτεύσῃ ἐκείνην τὴν δόξαν, εὐθὺς ὑψοῦται ἡ διάνοια ἐν ἐκπλήξει. Καὶ εἰ μή, ὅτι ὁ Θεὸς ὅρον τέθεικεν ἐν τῇ ζωῇ ταύτῃ τοῖς τοιούτοις πράγμασι πόσον δεῖ βραδύνειν ἐν αὐτοῖς, καὶ ὅμως, εἰ συνεχωρήθη ἐν πάσῃ τῇ ζωῇ τοῦ ἀνθρώπου, οὐκ εἶχον ἐξελθεῖν ἐκεῖθεν ἐκ τῆς θεωρίας αὐτῶν, πόσον μᾶλλον ἐκεῖ, ὅπου ταῦτα ὅλα οὔκ εἰσιν (ἡ ἀρετὴ γὰρ ἐκείνη ἀόριστός ἐστι), καὶ ἐν αὐτοῖς τοῖς πράγμασιν ὑποστατικῶς ἐσόμεθα ἔνδοθεν βασιλικῶν αὐλῶν, εἰ ἀξιωθῶμεν διὰ τῆς πολιτείας ἡμῶν;

Πῶς οὖν δύναται πάλιν ἡ διάνοια ἐξελθεῖν καὶ μακρυνθῆναι ἐκ τῆς θαυμαστῆς καὶ θεϊκῆς θεωρίας ἐκείνης καὶ πεσεῖν ἐν ἄλλῳ πράγματι; Οὐαὶ ἡμῖν, ὅτι οὐ γνωρίζομεν τὰς ψυχὰς ἡμῶν, οὐδὲ εἰς ποίαν πολιτείαν ἐκλήθημεν, καὶ τὴν ζωὴν ταύτην τῆς ἀσθενείας καὶ τὴν κατάστασιν τῶν ζώντων καὶ τὰς θλίψεις τοῦ κόσμου καὶ αὐτὸν τὸν κόσμον καὶ τὰς κακίας αὐτοῦ καὶ τὰς ἀναπαύσεις αὐτοῦ λογιζόμεθα, ὅτι εἰσί τι.

Εὐχή Ἀλλ’, ὦ Χριστέ, ὁ μόνος δυνατός, μακάριος οὗ ἡ ἀντίληψις αὐτοῦ παρὰ σοὶ καὶ ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο. Σύ, Κύριε, ἀπόστρεψον τὰ πρόσωπα ἡμῶν ἐκ τοῦ κόσμου ἐν τῇ ἐπιθυμίᾳ σου, ἕως ἂν ἴδωμεν αὐτὸν ὅπερ ἐστί, καὶ μὴ πιστεύσωμεν τῇ σκιᾷ, ὥσπερ τῇ ἀληθείᾳ. Καινοποιήσας, ἐγκαίνισον ἐν τῇ διανοίᾳ ἡμῶν, Κύριε, σπουδὴν πρὸ τοῦ θανάτου, ὅπως ἐν τῇ ὥρᾳ τῆς ἐξόδου ἡμῶν γνῶμεν, πῶς ἦν ἡ εἴσοδος ἡμῶν καὶ ἡ ἔξοδος εἰς τὸν κόσμον τοῦτον, ἕως ἂν τελειώσωμεν τὸ ἔργον, εἰς ὃ ἐκλήθημεν κατὰ τὸ θέλημά σου ἐν τῇ ζωῇ ταύτῃ πρῶτον, καὶ μετὰ ταῦτα ἐλπίσωμεν ἐν διανοίᾳ πεπληρωμένῃ πεποιθήσεως δέξασθαι τὰ μεγάλα, κατὰ τὴν ἐπαγγελίαν τῶν Γραφῶν, ἃ ἡτοίμασεν ἡ ἀγάπη σου ἐν τῇ δευτέρᾳ καινουργίᾳ, ὧν ἡ μνήμη αὐτῶν φυλάττεται ἐν τῇ πίστει τῶν μυστηρίων.

Περὶ καθάρσεως τοῦ σώματος καὶ τῆς ψυχῆς καὶ τοῦ νοῦ Ἡ κάθαρσις τοῦ σώματός ἐστιν ὁσιότης ἐκ τοῦ μολυσμοῦ τῆς σαρκός. Ἡ κάθαρσις τῆς ψυχῆς ἐστιν ἡ ἐλευθερία τῶν κρυπτῶν παθῶν τῶν ἐν τῇ διανοίᾳ συνισταμένων. Ἡ κάθαρσις δὲ τοῦ νοός ἐστιν ἐν τῇ τῶν μυστηρίων ἀποκαλύψει· καθαίρεται γὰρ ἐκ πάντων τῶν ὑποπιπτόντων τῇ αἰσθήσει ἐν τῷ τρόπῳ τῆς παχύτητος αὐτῶν.

Καὶ τὰ παιδία τὰ μικρὰ ἀγνά εἰσι τῷ σώματι καὶ ἀπαθῆ τῇ ψυχῇ, καὶ οὐδεὶς καλεῖ αὐτὰ καθαρὰ τῷ νῷ· ἡ καθαρότης γὰρ τοῦ νοῦ ἐστιν ἡ τελειότης ἐν τῇ ἀναστροφῇ τῆς οὐρανίου θεωρίας τῆς ἐκτὸς τῶν αἰσθήσεων, κινουμένου ἐν τῇ δυνάμει τῇ πνευματικῇ, τῶν ἄνω κατακοσμήσεων, τῶν ἀναριθμήτων θαυμάτων τοῦ οὐρανίου κόσμου ἐκείνου, ὧν ἡ διαγωγὴ μεμέρισται ἐξ ἀλλήλων τῶν λεπτῶν ἐν τῇ ἀοράτῳ διακονίᾳ αὐτῶν, τῶν ἐν τῇ ἐννοίᾳ ὄντων τῶν θεϊκῶν ἀποκαλύψεων, τῶν συνεχῶν ἐν τῇ ἀλλοιώσει αὐτῶν ἐν πάσῃ ὥρᾳ.

Αὐτὸς ὁ Θεὸς ἡμῶν ἀξιώσαι ἡμᾶς ἀεὶ θεωρεῖν αὐτὸν ἐν γυμνότητι νοῦ, καὶ μετὰ ταῦτα ἀμέσως εἰς αἰῶνας αἰώνων. Αὐτῷ ἡ δόξα. Ἀμήν.

ΛΟΓΟΣ ΙΗʹ ΠΕΡΙ ΤΟΥ ΠΟΣΟΝ ΓΙΝΕΤΑΙ ΤΟ ΜΕΤΡΟΝ ΤΗΣ ΓΝΩΣΕΩΣ ΚΑΙ ΤΑ ΜΕΤΡΑ ΤΑ ΠΕΡΙ ΤΗΣ ΠΙΣΤΕΩΣ Ἔστι γνῶσις προηγουμένη τῆς πίστεως, καὶ ἔστι γνῶσις τικτομένη ἐκ τῆς πίστεως. Ἡ γνῶσις ἡ προηγουμένη τῆς πίστεώς ἐστι γνῶσις φυσική, ἡ δὲ τικτομένη ἐκ τῆς πίστεως γνῶσίς ἐστι πνευματική. Ἔστι δὲ γνῶσις φυσικὴ διακρίνουσα τὸ καλὸν ἐκ τοῦ κακοῦ, ἥτις καὶ καλεῖται διάκρισις φυσική, ἐν ᾗ γινώσκομεν τὸ καλὸν ἐκ τοῦ κακοῦ φυσικῶς ἄνευ μαθήσεως. Ταύτην ἔθετο ὁ Θεὸς ἐν τῇ λογικῇ φύσει, ἐκ δὲ τῆς μαθήσεως αὔξησιν καὶ προσθήκην λαμβάνει. Οὐκ ἔστι τις ὁ ταύτην μὴ ἔχων.

Καὶ αὕτη ἡ δύναμις τῆς γνώσεως τῆς φυσικῆς τῆς λογικῆς ψυχῆς, ἡ διάκρισίς ἐστι τοῦ καλοῦ καὶ τοῦ κακοῦ, ἡ κινουμένη ἐν αὐτῇ ἀπαύστως. Καὶ οἱ στερηθέντες αὐτῆς κάτωθεν τῆς λογικῆς φύσεώς ἐστιν, οἱ δὲ ἔχοντες ταύτην ὀρθῶς ἐν τῇ ψυχικῇ φύσει ἵστανται καὶ οὐκ ἔχουσί τινα ἀφανισμὸν ἐν οἷς ἔδωκεν ὁ Θεὸς τῇ φύσει πρὸς τιμὴν τῶν λογικῶν αὐτοῦ. Τοὺς δὲ ταύτην τὴν διάγνωσιν ἀπολέσαντας, τὴν διακρίνουσαν τὸ καλὸν ἐκ τοῦ κακοῦ, ὀνειδίζει ὁ Προφήτης λέγων· «ἄνθρωπος ἐν τιμῇ ὤν, οὐ συνῆκεν».

Ἡ τιμὴ τῆς λογικῆς φύσεως ἡ διάκρισίς ἐστιν, ἡ διακρίνουσα τὸ καλὸν ἐκ τοῦ κακοῦ. Καὶ δικαίως τοὺς ἀπολέσαντας ταύτην ὡμοίωσε τοῖς ἀνοήτοις κτήνεσι, τοῖς μὴ ἔχουσι τὸ λογικὸν καὶ διακριτικόν. Ἐν ταύτῃ δυνατόν ἐστιν ἡμῖν εὑρεῖν τὴν ὁδὸν τοῦ Θεοῦ. Καὶ αὕτη ἐστὶν ἡ γνῶσις ἡ φυσικὴ καὶ αὕτη προηγεῖται τῆς πίστεως καὶ αὕτη ὁδός ἐστι πρὸς τὸν Θεόν. Καὶ ἐν ταύτῃ γινώσκομεν τὸ καλὸν ἐκ τοῦ κακοῦ διακρῖναι καὶ δέξασθαι τὴν πίστιν. Καὶ μαρτυρεῖ ἡ δύναμις τῆς φύσεως, ὅτι πρέπει τῷ ἀνθρώπῳ πιστεῦσαι τῷ παραγαγόντι εἰς τὴν κτίσιν ταῦτα πάντα καὶ πιστεῦσαι τοῖς λόγοις τῶν ἐντολῶν αὐτοῦ καὶ ποιῆσαι αὐτούς. Καὶ ἐκ τοῦ πιστεῦσαι τίκτεται ὁ φόβος τοῦ Θεοῦ, καὶ ὅτε ἀκολουθήσει τοῖς ἔργοις καὶ πρὸς μικρὸν ἀνέλθῃ πρὸς ἐργασίαν, τίκτει τὴν γνῶσιν τὴν πνευματικήν, ἣν εἴπομεν τίκτεσθαι ἐκ τῆς πίστεως.

Ἡ φυσικὴ γνῶσις, ἥτις ἐστὶν ἡ διάκρισις τοῦ καλοῦ καὶ τοῦ κακοῦ, ἡ ὑπὸ τοῦ Θεοῦ ἐντεθεῖσα τῇ φύσει ἡμῶν, αὐτὴ πείθει ἡμᾶς, ὅτι δεῖ πιστεύειν τῷ Θεῷ, τῷ παραγαγόντι τὰ πάντα. Καὶ ἡ πίστις ποιεῖ ἐν ἡμῖν τὸν φόβον, καὶ ἀναγκάζει ἡμᾶς ὁ φόβος μετανοῆσαι καὶ ἐργάσασθαι. Καὶ οὕτω δίδοται ἡ πνευματικὴ γνῶσις τῷ ἀνθρώπῳ, ἥτις ἐστὶν αἴσθησις τῶν μυστηρίων, ἥτις γεννᾷ τὴν πίστιν τῆς ἀληθοῦς θεωρίας. Οὐχ ἁπλῶς δὲ οὕτως ἐκ πίστεως μόνης ψιλῆς γεννᾶται ἡ γνῶσις ἡ πνευματική, ἀλλ’ ἡ πίστις φόβον Θεοῦ γεννᾷ καὶ ἐν τῷ φόβῳ τοῦ Θεοῦ, ὅταν ἀρξώμεθα ἐνεργεῖν ἐν αὐτῷ, ἐκ τῆς ἐνεργείας τοῦ φόβου τοῦ Θεοῦ τίκτεται ἡ γνῶσις ἡ πνευματική, καθάπερ εἶπεν ὁ ἅγιος Ἰωάννης ὁ Χρυσόστομος· ὅτι, ὅτε τίς κτήσεται θέλημα ἀκόλουθον τῷ φόβῳ τοῦ Θεοῦ καὶ τῇ ὀρθῇ φρονήσει, ταχέως λαμβάνει τὴν ἀποκάλυψιν τῶν κρυπτῶν. Καλεῖ δὲ ἀποκάλυψιν τῶν κρυπτῶν, τὴν γνῶσιν τὴν πνευματικήν.

Οὐχ ὁ φόβος δὲ τοῦ Θεοῦ τίκτει ταύτην τὴν γνῶσιν τὴν πνευματικὴν (διότι ὅπερ οὐκ ἔστιν ἐν τῇ φύσει κείμενον, γεννηθῆναι οὐ δύναται), ἀλλὰ δόσις δίδοται αὕτη ἡ γνῶσις τῇ ἐργασίᾳ τοῦ φόβου τοῦ Θεοῦ. Ἡνίκα ἐρευνήσεις καλῶς τὸ ἔργον τοῦ φόβου τοῦ Θεοῦ, εὑρίσκεις ὅτι αὕτη ἐστὶν ἡ μετάνοια καὶ ἡ γνῶσις ἡ πνευματικὴ ἐνταῦθα. Αὕτη ἐστὶν ἣν εἴπομεν, ὅτι, ὅνπερ ἐν τῷ βαπτίσματι ἐδεξάμεθα τὸν ἀρραβῶνα αὐτοῦ, διὰ τῆς μετανοίας πάντως δεχόμεθα τὸ χάρισμα αὐτοῦ. Καὶ τὸ χάρισμα, ὅπερ εἴπομεν, ὅτι διὰ τῆς μετανοίας λαμβάνομεν αὐτό, αὕτη ἐστὶν ἡ γνῶσις ἡ πνευματική, ἡ διὰ τῆς ἐνεργείας τοῦ φόβου διδομένη δόσις. Ἡ πνευματικὴ δὲ γνῶσίς ἐστιν ἡ αἴσθησις τῶν κρυπτῶν, καὶ ὅταν αἰσθηθῇ τίς τούτων τῶν ἀοράτων καὶ κατὰ πολὺ ὑπερβαλλόντων, ἐκ τούτων λαμβάνει ὄνομα τῆς πνευματικῆς γνώσεως, καὶ γεννᾶται ἐν τῇ αἰσθήσει ταύτῃ τις πίστις ἄλλη, οὐκ ἐναντία οὖσα ἐκείνῃ τῇ πρώτῃ, ἀλλὰ βεβαιοῦσα τὴν πίστιν ἐκείνην. Καὶ καλοῦσιν αὐτὴν πίστιν τῆς θεωρίας.

Ἕως ἐκεῖ ἡ ἀκοή, νῦν δὲ θεωρία, ἡ δὲ θεωρία τῆς ἀκοῆς ἀσφαλεστέρα ὑπάρχει. Ταῦτα πάντα ἐκ τῆς γνώσεως ἐκείνης, τῆς διακρινούσης τὸ καλὸν ἐκ τοῦ κακοῦ, τῆς ἐν τῇ φύσει οὔσης, τίκτονται. Καὶ αὕτη ἐστὶν ὁ σπόρος ὁ ἀγαθὸς τῆς ἀρετῆς, καὶ ἤδη ἐλέχθη.

Καὶ ὅτε ταύτην τὴν φυσικὴν γνῶσιν καλύψομεν τῷ θελήματι ἡμῶν τῷ φιληδόνῳ, ἐκ πάντων τῶν ἀγαθῶν τούτων ἐκπίπτομεν. Καὶ ἀκολουθεῖ ταύτῃ τῇ φυσικῇ γνώσει κέντησις διηνεκὴς τῆς συνειδήσεως, μνήμη τοῦ θανάτου ἀδιάλειπτος, καὶ φροντίς τις, βάσανος οὖσα ἕως τῆς ἐξόδου ταύτης. Μετὰ ταύτην, ἡ λύπη, ἡ κατήφεια, ὁ φόβος τοῦ Θεοῦ, ἡ αἰδὼς ἡ ἐκ τῆς φύσεως, ἡ λύπη ἡ ὑπὲρ τῶν ἁμαρτιῶν αὐτοῦ τῶν προτέρων, ἡ πρέπουσα σπουδή, ἡ μνήμη τῆς κοινῆς ὁδοῦ, καὶ φροντὶς περὶ τῶν ἐφοδίων αὐτῆς, καὶ αἴτησις μετὰ πένθους παρὰ τοῦ Θεοῦ καλῶς εἰσελθεῖν εἰς τὴν πύλην ταύτην, ἥτις ἐστὶν ἡ διάβασις πάσης τῆς φύσεως, καταφρόνησις κόσμου καὶ πολὺς ἀγὼν ὑπὲρ τῆς ἀρετῆς.

Ταῦτα πάντα ἐν τῇ γνώσει τῇ φυσικῇ εὑρίσκεται. Συγκρινέτω οὖν τις τὰ ἔργα αὑτοῦ πρὸς ταῦτα. Ὅτε γὰρ εὑρεθῇ ἄνθρωπος ἐν τούτοις, ἐν τῇ ὁδῷ τῇ φυσικῇ πορεύεται, καὶ ὅταν ὑπεραρθῇ τούτων καὶ φθάσῃ εἰς τὴν ἀγάπην, ὑπεραίρεται ὑπὲρ τὴν φύσιν καὶ παρέρχεται ἐξ αὐτοῦ ὁ ἀγὼν καὶ ὁ φόβος καὶ ὁ κόπος καὶ ὁ μόχθος ἐν πᾶσι· ταῦτα τὰ παρεπόμενα τῇ φυσικῇ γνώσει, καὶ ταῦτα εὑρίσκομεν ἐν ἑαυτοῖς, ὅταν μὴ καλύψωμεν αὐτὴν τῷ θελήματι ἡμῶν τῷ φιληδόνῳ, καὶ ἐν τούτοις γινόμεθα, ἕως ἂν φθάσωμεν τὴν ἀγάπην, ἥτις ἐλευθεροῖ ἡμᾶς ἐκ πάντων τούτων.

Ἐκ τούτων τῶν ῥηθέντων συγκρινέτω τις καὶ ἐξεταζέτω ἑαυτὸν ἐν ποίοις πορεύεται, ἐν τοῖς παρὰ φύσιν οὖσιν, ἢ ἐν τοῖς κατὰ φύσιν, ἢ ἐν τοῖς ὑπὲρ φύσιν. Ἐκ τῶν τρόπων τῶν ῥηθέντων φανερῶς καὶ ταχέως δύναταί τις εὑρεῖν τὴν κυβέρνησιν τῆς ὅλης ζωῆς αὑτοῦ. Καὶ ὅταν μὴ εὑρεθῇ τοῖς κατὰ φύσιν ῥηθεῖσιν ὑφ’ ἡμῶν, ὡς ὡρίσαμεν, καὶ ἐν τοῖς ὑπὲρ φύσιν οὖσιν οὐχ ὑπάρχῃ, δῆλόν ἐστιν, ὅτι ἐν τοῖς παρὰ φύσιν ὑπάρχει ἐρριμμένος.

Τῷ δὲ Θεῷ ἡμῶν δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.