Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί

Ἰσαὰκ ὁ Σύρος

Λόγος ΙΘ': Πίστη, ταπεινοφροσύνη και θεία πρόνοια

Η απλότητα στην προσέγγιση του Θεού, η διάκριση ψυχικής και πνευματικής γνώσεως και η παραχώρηση των πειρασμών από τη θεία χάρη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 7 από 11

ΛΟΓΟΣ ΙΘʹ ΠΕΡΙ ΠΙΣΤΕΩΣ ΚΑΙ ΤΑΠΕΙΝΟΦΡΟΣΥΝΗΣ Ἂ ἄνθρωπε ἐλάχιστε, θέλεις εὑρεῖν τὴν ζωήν; Τὴν πίστιν καὶ τὴν ταπείνωσιν κράτησον ἐν ἑαυτῷ, ὅτι ἐν αὐταῖς εὑρίσκεις τὸ ἔλεος καὶ τὴν βοήθειαν καὶ λόγους ἐν καρδίᾳ ἐκ τοῦ Θεοῦ λαλουμένους μετὰ τοῦ φύλακος τοῦ ἐν τῷ κρυπτῷ καὶ ἐν τῷ φανερῶ παραμένοντός σοι. Θέλεις ταῦτα κτήσασθαι, ἅπερ εἰσὶν ὁμιλίαι τῆς ζωῆς; Ἐν ἁπλότητι πορεύθητι καὶ μὴ ἐν γνώσει ἐνώπιον τοῦ Θεοῦ. Τῇ ἁπλότητι ἡ πίστις ἀκολουθεῖ, τῇ λεπτότητι δὲ καὶ τῇ ἀντιστροφῇ τῶν λογισμῶν ἡ οἴησις, τῇ δέ, ἀπέχεσθαι τοῦ Θεοῦ.

Ὅτε προσεγγίσεις ἐνώπιον τοῦ Θεοῦ διὰ προσευχῆς, οὕτω γενοῦ ἐν τῷ λογισμῷ σου, ὥσπερ μύρμηξ καὶ ὥσπερ τὰ ἑρπετὰ τῆς γῆς, καὶ ὥσπερ βδέλλα καὶ ὡς παιδίον ψελλίζον. Καὶ μὴ εἴπῃς ἔμπροσθεν αὐτοῦ τι ἐν γνώσει, ἀλλὰ τῷ νηπιάζοντι φρονήματι προσέγγισον τῷ Θεῷ καὶ πορεύθητι ἐνώπιον αὐτοῦ, ἵνα ἀξιωθῇς τῆς προνοίας ἐκείνης τῆς πατρικῆς, τῆς γινομένης ὑπὸ τῶν πατέρων ἐπὶ τὰ τέκνα αὑτῶν τὰ νήπια. Ἐρρέθη, «φυλάσσων τὰ νήπια ὁ Κύριος». Προσεγγίζει ὁ νήπιος τῷ ὄφει καὶ κρατεῖ αὐτὸν εἰς τὸν τράχηλον αὑτοῦ, καὶ οὐ βλάπτει αὐτόν. Γυμνὸς πορεύεται ὁ νήπιος ὅλον τὸν χειμῶνα, ὅτε ἄλλοι ἐνδεδυμένοι καὶ ἐσκεπασμένοι, καὶ ὑπεισέρχεται τὸ ψύχος ἐν ὅλοις τοῖς ἑαυτοῦ μέλεσιν. Αὐτὸς κάθηται γυμνὸς ἐν ἡμέρᾳ ψύχους καὶ κρύους καὶ πάχνης, καὶ οὐ πονεῖ. Διότι τὸ σῶμα τῆς ἰδιωτείας αὐτοῦ κεκαλυμμένον ἐστὶν ἐν ἄλλῳ ἐνδύματι ἀοράτῳ, ἐκ τῆς προνοίας ἐκείνης τῆς κρυπτῆς, τῆς τηρούσης τὰ τρυφερὰ αὐτοῦ μέλη, ἵνα μὴ ἐγγίσῃ αὐτοῖς βλάβη ἔκ τινος.

Νῦν πιστεύεις, ὅτι ἐστὶ πρόνοιά τις κρυπτή, ᾗτινι τὸ τρυφερὸν σῶμα τὸ ἕτοιμον ταχέως εἰς ἑκάστην βλάβην, διὰ τὴν τρυφερότητα καὶ ἀσθενῆ πολιτείαν αὐτοῦ, διαφυλάττεται ἐν μέσω τῶν ἐναντίων καὶ οὐ κατανοεῖται ὑπ’ αὐτῶν; Φησί, «φυλάσσων τὰ νήπια ὁ Κύριος». Καὶ οὐ τούτους μόνον τοὺς μικροὺς τῷ σώματι, ἀλλὰ καὶ τοὺς ἐν κόσμῳ σοφοὺς ὄντας, τοὺς καταλιμπάνοντας τὴν γνῶσιν αὐτῶν καὶ ἐπ’ ἐκείνην τὴν σοφίαν τὴν ἐπαρκοῦσαν ἐπερειδομένους καὶ γινομένους ὡς νηπίους ἐν τῷ ἑαυτῶν θελήματι καὶ τότε μανθάνοντας ἐκείνην τὴν σοφίαν τὴν μὴ αἰσθανομένην ἐν ἔργοις γυμνασίας.

Καὶ καλῶς εἶπεν ὁ σοφὸς τὰ θεῖα Παῦλος· «ὁ δοκῶν σοφὸς εἶναι ἐν τῷ κόσμῳ τούτῳ, γενέσθω μωρός, ἵνα γένηται σοφός»· ὅμως αἴτησαι τὸν Θεόν, δοῦναί σοι φθάσαι τὸ μέτρον τῆς πίστεως. Καὶ ἐὰν τῆς τρυφῆς αὐτῆς αἰσθηθῇς ἐν τῇ ψυχῇ σου, οὐκ ἔστι μοι δυσχερὲς εἰπεῖν πάλιν, ὅτι οὐκ ἔστι τὸ κωλύον σε ἀπὸ τοῦ Χριστοῦ. Καὶ οὐκ ἔστι σοι δυσχερὲς αἰχμαλωτισθῆναι ἐν πάσῃ ὥρᾳ ἀπὸ τῶν γηΐνων, καὶ λαθεῖν τοῦτον τὸν κόσμον τὸν ἀσθενῆ καὶ τὰς μνήμας τῶν πραγμάτων αὐτοῦ.

Ὑπὲρ τούτου ἀόκνως προσεύχου καὶ ἐν θερμότητι ἱκέτευσον καὶ ἐν σπουδῇ πολλῇ δεήθητι, ἕως ἂν λάβῃς. Καὶ πάλιν οὐ μὴ ἀτονήσῃς. Ἀξιωθήσῃ δὲ τούτων, ἐὰν πρῶτον βιάσῃς ἑαυτὸν τοῦ ἐπιρρῖψαι ἐπὶ τὸν Θεὸν τὴν μέριμνάν σου μετὰ πίστεως καὶ ἀνταλλάξῃς τὴν πρόνοιάν σου εἰς τὴν πρόνοιαν αὐτοῦ.

Καὶ τότε ὅταν ἴδῃ τὸ θέλημά σου, ὅτι ἐν πάσῃ καθαρότητι τοῦ φρονήματος ἐπίστευσας αὐτῷ τῷ Θεῷ ὑπὲρ ἑαυτὸν καὶ ἐβιάσω ἑαυτὸν ἐλπίσας ἐπὶ τὸν Θεὸν πλέον τῆς ψυχῆς σου, τότε ἐκείνη ἡ δύναμις ἡ ἄγνωστος ὑπὸ σοῦ ἐπισκηνοῖ ἐπὶ σέ.

Καὶ αἰσθητικῶς αἰσθηθήσῃ τῆς δυνάμεως τοῦ μετὰ σοῦ ἀνενδοιάστως· ἐκείνης τῆς δυνάμεως, ἧς αἰσθανόμενοι πολλοὶ εἰσέρχονται εἰς τὸ πῦρ καὶ οὐ φοβοῦνται, καὶ ἐπὶ τὸ ὕδωρ πατοῦντες, οὐ διστάζουσι τῷ λογισμῷ ἑαυτῶν, μήπως καταποντισθῶσι.

Διότι ἐνισχύει ἡ πίστις τὰς αἰσθήσεις τῆς ψυχῆς καὶ ὡσανεί τινος ἀοράτου αἰσθάνεται, πείθοντος αὐτὸν μὴ προσέχειν τῇ ὁράσει τῶν φοβερῶν πραγμάτων, μηδὲ τῇ ὁράσει τῇ ὑπερβαλλούσῃ τῶν αἰσθήσεων βλέπειν.

Τάχα δοκεῖ σοι παντελῶς, ὅτι τὴν γνῶσιν τὴν πνευματικὴν ἐκείνην ἐν ταύτῃ τῇ ψυχικῇ γνώσει δέχεταί τις; Καὶ οὐ μόνον ἀδύνατον ὑποδεχθῆναι ἐκείνην τὴν πνευματικὴν ἐν ταύτῃ τῇ γνώσει τῇ ψυχικῇ, ἀλλ’ οὐδὲ αἰσθήσει αἰσθηθῆναι αὐτῆς δυνατόν τινι ἢ ἀξιωθῆναι αὐτῆς τῶν ἐν ταύτῃ σπουδαζόντων γυμνασθῆναι.

Καὶ ἐάν τινες ἐξ αὐτῶν θέλωσι προσεγγίσαι ἐκείνῃ τῇ γνώσει τοῦ Πνεύματος, ἕως οὗ ἀπαρνήσωνται ταύτην καὶ πᾶσαν ἀναστροφὴν τῆς λεπτότητος αὐτῆς καὶ τὴν πολύπλοκον αὐτῆς μέθοδον, καὶ σταθῶσιν εἰς τὸ νήπιον αὐτῆς φρόνημα, οὐδὲ πρὸς ὀλίγον ἐκείνῃ προσεγγίσαι δύνανται. Ἀλλὰ πολὺς ἀναχαιτισμὸς γίνεται αὐτοῖς ἡ συνήθεια αὐτῆς καὶ αἱ ἔννοιαι αὐτῆς, ἕως ἂν κατὰ μικρὸν καὶ μικρὸν ἐξαλείψῃ αὐτά. Ἡ γνῶσις ἐκείνη τοῦ Πνεύματος ἁπλῆ ἐστι καὶ ἐν λογισμοῖς ψυχικοῖς οὐκ ἐπιλάμπει. Ἕως ἂν ἐλευθερωθῇ ἡ διάνοια ἐκ τῶν πολλῶν λογισμῶν καὶ ἔλθῃ εἰς μίαν ἁπλότητα τῆς καθαρότητος, οὐ μὴ δυνηθῇ αἰσθηθῆναι τῆς γνώσεως τῆς πνευματικῆς.

Αὕτη ἡ τάξις τῆς γνώσεως, τὸ αἰσθηθῆναι τῆς τρυφῆς ἐκείνης τῆς ζωῆς τοῦ αἰῶνος ἐκείνου. Ἐντεῦθεν τοὺς πολλοὺς λογισμοὺς ψέγει. Ἡ δὲ γνῶσις αὕτη ἡ ψυχικὴ ἐκτὸς πλήθους λογισμῶν γνῶναί τι ἄλλο, τὸ ἐν τῇ ἁπλότητι τῆς διανοίας δεχόμενον οὐ δύναται, κατὰ τὸν λέγοντα· «ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ οὐ δύνασθε». Ἀλλ’ ἰδοὺ οἱ πολλοὶ εἰς τὴν τοιαύτην ἰδιωτείαν οὐ φθάνουσι, καὶ εἰς τὰ ἔργα αὐτῶν τὰ ἀγαθὰ ἐλπίζομεν, ὅτι τετήρηται αὐτοῖς μέρος ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ, καθὼς ἐκ τῆς συνέσεως τῶν μακαρισμῶν τῶν Εὐαγγελίων, ὧν ἔθηκε διαφόρως, γνωσθῆναι ἡμῖν, ὅτι ἀλλοιώσεις πολλὰς ἐν διαφόροις πολιτείαις ἐγνώρισεν ἡμῖν ἐν αὐτοῖς τοῖς μακαρισμοῖς. Διότι ἕκαστος ἄνθρωπος εἰς ὅλα τὰ μέτρα ἐν πάσῃ ὁδῷ, ᾗ πορεύεται πρὸς αὐτόν, αὐτὸς ἀνοίγει ἔμπροσθεν αὐτοῦ τὴν πύλην τῆς βασιλείας τῶν οὐρανῶν.

Ἀλλ’ ἐκείνην τὴν γνῶσιν τὴν πνευματικὴν οὐ δύναταί τις δέξασθαι, ἐὰν μὴ στραφῇ καὶ γένηται ὡς παιδίον. Ἐντεῦθεν γὰρ αἰσθάνεται τῆς τρυφῆς ἐκείνης τῆς βασιλείας τῶν οὐρανῶν. Τὴν βασιλείαν τῶν οὐρανῶν θεωρίαν πνευματικὴν λέγουσιν ὅτι ἐστί. Καὶ αὕτη οὐκ ἐν τοῖς ἔργοις τῶν λογισμῶν εὑρίσκεται, ἀλλ’ ἐκ τῆς χάριτος γευθῆναι δύναται, καὶ ἕως ἂν καθαρθῇ ὁ ἄνθρωπος, οὐδὲ ἀκοῦσαι αὐτῆς κἂν ἱκανοῖ. Διότι ἐκ μαθήσεως οὐδεὶς δύναται αὐτὴν κτήσασθαι. Ἐὰν φθάσῃς τὴν καθαρότητα τῆς καρδίας τὴν ἐκ πίστεως, ὦ τέκνον, προσγινομένην, τὴν ἐν ἡσυχίᾳ τῇ ἐκ τῶν ἀνθρώπων, καὶ λάθῃς τὴν γνῶσιν τούτου τοῦ κόσμου, ὥστε σε μὴ αἰσθηθῆναι αὐτῆς, ἐξαίφνης εὑρεθήσεται αὕτη ἔμπροσθέν σου, χωρὶς ἐρεύνης τῆς περὶ αὐτήν. «Στῆσον», φησί, «στήλην καὶ ἐπίχεε ἐπ’ αὐτὴν ἔλαιον, καὶ εὑρήσεις θησαυρὸν ἐν τῷ κόλπῳ σου».

Ἐὰν δὲ τῇ ἀγχόνῃ τῆς γνώσεως τῆς ψυχικῆς κρατηθῇς, οὐκ ἄτοπόν μοι εἰπεῖν, ὅτι εὐχερές σοι ἐκ τῶν δεσμῶν τοῦ σιδήρου λυθῆναι, ἢ ἐξ αὐτῆς. Καὶ οὐκ ἀπέχεις ἀεὶ ἐκ τῶν παγίδων τῆς πλάνης καὶ οὐδέποτε συνήσεις λαβεῖν παρρησίαν τε καὶ πεποίθησιν πρὸς τὸν Κύριον, καὶ ἐν πάσῃ ὥρᾳ κατὰ στόμα τοῦ ξίφους πορεύῃ καὶ ἐκτὸς λύπης γενέσθαι παντελῶς οὐ δυνήσῃ.

Ἐν ἀσθενείᾳ καὶ ἁπλότητι δεήθητι, ἵνα ζήσῃς καλῶς ἔμπροσθεν τοῦ Θεοῦ καὶ ἐκτὸς μερίμνης γενήσῃ. Καθάπερ γὰρ ἀκολουθεῖ ἡ σκιὰ τῷ σώματι, οὕτω καὶ τῇ ταπεινοφροσύνῃ τὸ ἔλεος. Λοιπόν, ἐὰν ἐν τούτοις ἐθέλῃς ἀναστρέφεσθαι, μὴ δῷς χεῖρα τοῖς ἀσθενέσι λογισμοῖς παντελῶς. Καὶ ἐὰν πᾶσαι αἱ βλάβαι καὶ αἱ κακίαι καὶ οἱ κίνδυνοι περικυκλώσωσι καὶ ἐκφοβῶσί σε, μὴ φροντίσῃς περὶ αὐτῶν, μηδὲ ψηφήσῃς αὐτά.

Ἐὰν ἅπαξ ἐπίστευσας τῷ Κυρίῳ τῷ αὐταρκοῦντι πρὸς φυλακήν σου, καὶ ἐὰν πορεύσῃ ὀπίσω αὐτοῦ, μὴ πάλιν φροντίσῃς εἴς τι τῶν τοιούτων. Ἀλλ’ εἰπὲ τῇ ψυχῇ σου, ‘Αὐταρκεῖ μοι εἰς πάντα ᾧτινι τὴν ψυχήν μου καθάπαξ παρέδωκα.

Ἐγὼ οὔκ εἰμι ὧδε, αὐτὸς γινώσκει’. Καὶ τότε βλέπεις ἐν ἔργῳ τὰ θαυμάσια τοῦ Θεοῦ. Πῶς ἐγγύς ἐστιν ἐν παντὶ καιρῷ λυτρώσασθαι τοὺς φοβουμένους αὐτόν, καὶ πῶς ἡ πρόνοια αὐτοῦ περικυκλοῖ αὐτούς, καὶ οὐ καθορᾶται. Οὐχ ὅτι οὖν οὐ καθορᾶται τοῖς σωματικοῖς ὀφθαλμοῖς ὁ φρουρὸς ὁ μετὰ σοῦ, ὀφείλεις διστάσαι ἐν αὐτῷ ὅτι οὐκ ἔστι. Πολλάκις γὰρ καὶ τοῖς σωματικοῖς ὀφθαλμοῖς ἀποκαλύπτεται πρὸς τὸ σὲ θαρρῆσαι.

Ἡνίκα γὰρ ὁ ἄνθρωπος ῥίψειεν ἐξ αὑτοῦ πᾶσαν ἀντίληψιν ὁρωμένην καὶ τὴν ἀνθρωπίνην ἐλπίδα, καὶ τῷ Θεῷ ἀκολουθήσειεν ἐν πίστει καὶ καθαρᾷ καρδίᾳ, εὐθέως ἀκολουθεῖ αὐτῷ ἡ χάρις καὶ ἀποκαλύπτει αὐτῷ τὴν ἑαυτῆς δύναμιν ἐν πολυτρόποις ἀντιλήψεσι. Πρῶτον μὲν ἐν τοῖς φανεροῖς τούτοις καὶ τοῖς τοῦ σώματος, καὶ δεικνύει αὐτῷ τὴν ἑαυτῆς ἀντίληψιν, διὰ τῆς περὶ αὐτὸν προνοίας, ὡς δύνασθαι αὐτὸν ἐν τούτοις ἐπὶ πλέον αἰσθηθῆναι τῆς δυνάμεως τῆς προνοίας τοῦ Θεοῦ τῆς περὶ αὐτόν.

Καὶ ἐν τῇ συνέσει τῶν φανερῶν βεβαιοῦται καὶ περὶ τῶν κρυπτῶν, καθὼς δεῖ τῇ νηπιότητι τοῦ φρονήματος αὑτοῦ καὶ τῇ διαγωγῇ αὐτοῦ, ὅτι πῶς εὐπρεπίζεται ἡ χρεία αὑτοῦ χωρὶς ἔργου, ἡνίκα οὐκ ἐφρόντισε. Καὶ πολλὰς ἐπιφορὰς παρέρχεσθαι ἐξ αὐτοῦ ποιεῖ, προσεγγιζούσας αὐτῷ, πολλάκις πεπληρωμένας κινδύνων, ἡνίκα αὐτὸς οὐκ ἐνόησεν ἐν αὐταῖς, ἀλλ’ ἀνεπαισθήτως ἡ χάρις ἀποδιώκει ἀπ’ αὐτοῦ ἐν θαύματι μεγάλῳ, καὶ φρουρεῖ αὐτὸν καθάπερ τροφός, ἥτις ἐκπετᾷ τὰς πτέρυγας ἑαυτῆς ἐπὶ τὰ ἑαυτῆς τέκνα, τοῦ μὴ προσεγγίσαι αὐτοῖς βλάβην τινὸς καὶ δεικνύει αὐτῷ τοῖς ὀφθαλμοῖς αὐτοῦ, ὅτι πῶς προσήγγιζε αὐτῷ ἡ ἀπώλεια αὐτοῦ καὶ ἀβλαβῶς διέμεινεν.

Οὕτω γυμνάζει αὐτὸν καὶ ἐν τοῖς κρυπτοῖς, καὶ ἀνοίγει ἔμπροσθεν αὐτοῦ τὴν ἐνέδραν τῶν ἐννοιῶν καὶ τῶν λογισμῶν τῶν δυσχερῶν, τῶν ἀκαταλήπτων. Καὶ εὐκόλως εὑρίσκεται αὐτῷ ἡ κατανόησις αὐτῶν καὶ ἡ ἀκολουθία αὐτῶν πρὸς ἀλλήλους καὶ ἡ πλάνη αὐτῶν, καὶ τίνι μὲν αὐτῶν προσκολλᾶται καὶ πῶς γεννῶνται εἷς ἐξ ἑνὸς καὶ ἀπολοῦσι τὴν ψυχήν. Καὶ καταισχύνει ἐν ὀφθαλμοῖς αὐτοῦ πᾶσαν ἐνέδραν τῶν δαιμόνων καὶ τὸ κατάλυμα τῶν λογισμῶν αὐτῶν, καὶ τίθησιν ἐν αὐτῷ σύνεσιν κατανοῆσαι τὰ ἐσόμενα καὶ ἀνατέλλει ἐντὸς τῆς ἁπλότητος φῶς κρυπτόν, τοῦ αἰσθηθῆναι εἰς πάντα, καὶ τὴν δύναμιν τῶν ἐννοιῶν τῶν λογισμῶν τῶν λεπτῶν. Καὶ δεικνύει αὐτῷ ὡς ἐν δακτύλῳ, ὅτι, εἰ μὴ ταῦτα ἔγνω, τί ἔμελλε πάσχειν. Καὶ τότε γεννᾶται αὐτῷ ἐντεῦθεν, ὅτι ἕκαστον πρᾶγμα μικρὸν καὶ μέγα ἐν εὐχῇ δεῖ ἐξαιτήσασθαι παρὰ τοῦ δημιουργοῦ αὐτοῦ περὶ αὐτοῦ.

Καὶ ἡνίκα ἡ θεία χάρις βεβαιώσειε τὸ φρόνημα αὐτοῦ εἰς πάντα ταῦτα, τοῦ πεποιθέναι ἐπὶ τὸν Θεόν, τότε ἄρχεται εἰσέρχεσθαι εἰς τοὺς πειρασμοὺς κατὰ μικρὸν καὶ μικρόν. Καὶ παραχωρεῖ πεμφθῆναι αὐτῷ πειρασμοὺς ἱκανοὺς πρὸς τὸ μέτρον αὐτοῦ, τοῦ βαστάξαι τὴν ἰσχὺν αὐτῶν. Καὶ ἐν αὐτοῖς τοῖς πειρασμοῖς προσεγγίζει αὐτῷ ἡ ἀντίληψις αἰσθητικῶς, ἵνα θαρρήσῃ, ἕως ἂν κατὰ μικρὸν καὶ μικρὸν γυμνασθῇ καὶ κτήσηται σοφίαν καὶ περιφρονήσῃ τοὺς ἐχθροὺς αὑτοῦ ἐν τῇ πεποιθήσει τῇ πρὸς τὸν Θεόν. Οὐ δυνατὸν γὰρ ἐκτὸς τούτων σοφισθῆναι ἐν τοῖς πολεμίοις τοῖς πνευματικοῖς καὶ γνῶναι τὸν ἑαυτοῦ προνοητὴν καὶ αἰσθηθῆναι τοῦ Θεοῦ αὐτοῦ καὶ στερεωθῆναι ἐν τῇ πίστει αὐτοῦ κρυπτῶς, εἰ μὴ ἐν τῇ δυνάμει τῆς πείρας αὐτοῦ, ἥτις ἐδέξατο.

Καὶ ἡνίκα ἴδῃ ἡ χάρις, ὅτι ἤρξατο ἐν τῷ λογισμῷ αὐτοῦ ἡ οἴησις μικρόν, καὶ ἤρξατο λογίζεσθαι μέγα περὶ ἑαυτοῦ, εὐθέως παραχωρεῖ τοὺς πειρασμοὺς κατ’ αὐτοῦ ἰσχυροποιηθῆναι καὶ κραταιωθῆναι, ἕως ἂν μάθῃ τὴν ἑαυτοῦ ἀσθένειαν καὶ φύγῃ καὶ κατάσχῃ τὸν Θεὸν ἐν ταπεινώσει. Καὶ ἐν τούτοις ἔρχεται ὁ ἄνθρωπος εἰς τὰ μέτρα τοῦ τελείου ἀνδρὸς ἐν τῇ πίστει καὶ τῇ ἐλπίδι τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ ὑψοῦται πρὸς τὴν ἀγάπην.

Θαυμαστὴ γὰρ γνωρίζεται ἡ ἀγάπη τοῦ Θεοῦ πρὸς τὸν ἄνθρωπον, ὅταν ποτὲ ἐν μέσῳ γένηται πραγμάτων τῶν διακοπτόντων τὴν ἐλπίδα αὐτοῦ, καὶ ἐκεῖσε δεικνύει ὁ Θεὸς τὴν δύναμιν ἑαυτοῦ ἐν τῇ σωτηρίᾳ τῇ ἐπ’ αὐτόν. Οὐδέποτε γὰρ μανθάνει ὁ ἄνθρωπος τὴν δύναμιν τὴν θεϊκὴν ἐν ἀναπαύσει καὶ πλατυσμῷ, καὶ οὐδέποτε ἔδειξεν ὁ Θεὸς τὴν ἑαυτοῦ ἐνέργειαν αἰσθητικῶς, εἰ μὴ ἐν χώρᾳ ἡσυχίας καὶ ἐν ἐρήμῳ καὶ ἐν τόποις ἐστερημένοις τῶν συντυχιῶν καὶ τῆς ταραχῆς τῆς κατασκηνώσεως τῆς μετὰ τῶν ἀνθρώπων.

Μὴ θαυμάσῃς, ὅταν ἄρξῃ τῆς ἀρετῆς καὶ βρύουσι κατὰ σοῦ αἱ θλίψεις αἱ σκληραὶ καὶ ἰσχυραὶ ἐκ παντὸς τόπου. Διότι οὐδὲ ἀρετὴ λογίζεται ἐκείνη, ᾗ τινι οὐκ ἀκολουθεῖ ἡ δυσχέρεια τῶν ἔργων εἰς ἐνέργειαν αὐτῆς. Αὐτὴ γὰρ ἡ ἀρετὴ ἐξ αὐτοῦ τούτου ὠνομάσθη, καθὼς εἶπεν ὁ ἅγιος Ἰωάννης· «Σύνηθές ἐστι», φησί, «τῇ ἀρετῇ ἐπιπίπτειν τὰς δυσκολίας· ἐκείνη δέ», φησί, «ψεκτή ἐστιν, ἡνίκα δεδέσμευται τῇ ἀνέσει».

Εἶπεν ὁ μακάριος Μάρκος ὁ μοναχός· «Πᾶσα ἀρετὴ γινομένη σταυρὸς ὀνομάζεται, ὅταν τὴν ἐντολὴν τοῦ Πνεύματος πληροῖ». Διὰ τοῦτο πάντες οἱ θλίβοντες ἐν τῷ φόβῳ τοῦ Κυρίου ζῆσαι καὶ ἐν τῷ Ἰησοῦ Χριστῷ διωχθήσονται. Φησὶ γάρ· «εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι». Εἴ τις οὐ θέλει ζῆσαι ἐν ταῖς ἀναπαύσεσιν, ἀπολέσας τὴν ψυχὴν ἑαυτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν. Διὰ τοῦτο οὖν προέλαβε καὶ ἔθηκεν ἔμπροσθέν σου τὸν σταυρόν, ἵνα τὸν θάνατον ὁρίσῃς καθ’ ἑαυτοῦ, καὶ τότε ἀποστείλῃς τὴν ψυχήν σου πορευθῆναι ὀπίσω αὐτοῦ.

Οὐδὲν ἰσχυρότερον τῆς ἀπογνώσεως. Αὕτη οὐ γινώσκει ἡττηθῆναι ὑπό τινος, ἐὰν τοῖς δεξιοῖς καὶ ἐὰν τοῖς ἀριστεροῖς. Ὅτε ὁ ἄνθρωπος ἐν τῇ διανοίᾳ ἑαυτοῦ κόψει τὴν ἐλπίδα ἐκ τῆς ζωῆς αὑτοῦ, οὐδὲν θαρσαλεώτερον. Καὶ οὐδεὶς τῶν ἐχθρῶν δύναται ἀπαντῆσαι αὐτῷ καὶ οὐκ ἔστι θλῖψις, ἧς τινος ἡ φήμη ἐξασθενῆσαι τὸ φρόνημα αὐτοῦ ποιεῖ. Διότι πᾶσα θλῖψις γινομένη, ὑποκάτωθεν τοῦ θανάτου ἐστί, καὶ αὐτὸς ἔκυψε δέξασθαι καθ’ ἑαυτοῦ τὸν θάνατον. Ἐὰν εἰς πάντα τόπον καὶ εἰς πᾶν πρᾶγμα καὶ εἰς πάντα καιρόν, ἐν πᾶσιν οἷς θέλεις περιεργάσασθαι, θῇς σκοπὸν ἐν τῷ φρονήματί σου εἰς ἔργα καὶ λύπην, οὐχὶ μόνον εὐθαρσὴς καὶ ἄοκνος εὑρεθήσῃ ἐν παντὶ καιρῷ, τοῦ ἀντιτάσσεσθαι πάσῃ δυσκολίᾳ νομιζομένῃ, ἀλλὰ καὶ ἐν τῇ δυνάμει τῶν λογισμῶν σου φεύγουσιν ἀπὸ σοῦ αἱ πτοοῦσαι ἔννοιαι καὶ ἐκφοβοῦσαί σε, αἱ ἐξ ἔθους τικτόμεναι ἐν τῷ ἀνθρώπῳ ἐξ ἐκείνων τῶν εἰς τὴν ἀνάπαυσιν προσεχόντων λογισμῶν, καὶ πάντα τὰ δυσχερῆ καὶ σκληρά, τὰ συναντῶντά σοι, εὐχερῆ καὶ εὔκολα ὁρῶνταί σοι. Καὶ πολλάκις ἐξ ἐναντίας καταντήσει τὰ κατὰ σὲ ἐκείνων τῶν προσδοκηθέντων ὑπὸ σοῦ, καὶ ἴσως οὐδὲν συναντήσεταί σοι τῶν τοιούτων ποτέ.

Σὺ γινώσκεις, ὅτι ἡ ἐλπὶς τῆς ἀναπαύσεως ἐκ τῆς μνήμης τῶν μεγάλων καὶ ἐκ τῶν ἀγαθῶν καὶ τῶν ἀρετῶν στερίσκει ἐν παντὶ καιρῷ τοὺς ἀνθρώπους. Ἀλλ’ οὐδὲ οἱ ἐν τῷδε τῷ κόσμῳ ἐν τῇ συναναστροφῇ τοῦ σώματος ὑπάρχοντες, φθάσαι δύνανται τὸ τέλειον τοῦ θελήματος αὑτῶν, εἰ μὴ κρίνωσιν ἐν τῇ ἑαυτῶν διανοίᾳ τοῦ ὑπομεῖναι τὰ δυσχερῆ. Καὶ ἐπειδὴ ἡ πεῖρα μαρτυρεῖ περὶ τούτων, οὐ χρεία πεῖσαι ἐν λόγοις. Ὅτι ἐν πᾶσι γενεᾷ τῶν πρὸ ἡμῶν καὶ ἕως τοῦ νῦν οὐκ ἔστιν ἄλλο δι’ οὗ ἐξασθενοῦσιν οἱ ἄνθρωποι τοῦ μὴ νικῆσαι, στερηθῆναί τε τῶν ἀρίστων πραγμάτων, εἰ μὴ τοῦτο. Διὸ καὶ συντόμως λέγομεν, ὅτι οὐ καταφρονεῖ τις τῆς βασιλείας τῶν οὐρανῶν, εἰ μὴ τῇ ἐλπίδι τῆς ἀνέσεως τῆς μικρᾶς τῆς ἐνταῦθα. Καὶ οὐ μόνον τοῦτο πάσχει, ἀλλὰ καὶ ἐπιφοραὶ ἰσχυραὶ πολλάκις καὶ πειρασμοὶ δεινοὶ ἑτοιμάζονται παντὶ ἀνθρώπῳ προσέχοντι τῷ ἑαυτοῦ θελήματι καὶ πρὸς τοῦτο οἱ λογισμοὶ αὐτοῦ πορεύονται· ὅτι ὁ κυβερνῶν αὐτόν, ἐστὶν ἡ ἐπιθυμία.

Τίς ἐστιν ὁ μὴ γινώσκων, ὅτι καὶ τὰ πετεινὰ ἐν τῇ θεωρίᾳ τῆς ἀναπαύσεως προσπελάζει τῇ παγίδι; Μὴ ἴσως πολὺ ὑστερεῖ ἡ γνῶσις ἡμῶν τῆς γνώσεως τῶν πετεινῶν ἐν τῇ ὁμοιώσει ἐν τοῖς κρυπτοῖς ἢ ἐν τοῖς συμβεβηκόσι τοῖς κεκαλυμμένοις ἔν τισι πράγμασιν ἢ ἐν τόποις ἢ τινί, ἐν οἷς καὶ ὁ διάβολος ἐξ ἀρχῆς ἐν ἐπαγγελίᾳ καὶ φρονήματι τῆς ἀναπαύσεως θηρεύει ἡμᾶς; Ἀλλὰ διὰ τὸ εἶναι τὸ φρόνημα κατὰ τὴν ἐπιθυμίαν δραμεῖν τῷ λόγῳ ἐσφάλην ἐκ τοῦ σκοποῦ, οὗ ἔθηκα ἐξ ἀρχῆς ἐν τῷ λόγῳ μου· ὅτι ἐν παντὶ καιρῷ τὸν σκοπὸν τῆς θλίψεως δεῖ ἡμᾶς τιθέναι τῷ φρονήματι ἡμῶν ἐν παντὶ πράγματι, ἐν ᾧ μέλλομεν ἄρξασθαι ἐν τῇ ὁδῷ τῇ πρὸς τὸν Κύριον, καὶ τὸ τέλος τῆς ἐκβάσεως αὐτῆς δεῖ ἐπερείδειν πρὸς τὴν ἀρχὴν σπουδαίως.

Ποσάκις ἐρωτᾶ ἄνθρωπος, ὅτε θέλει ἄρξασθαι εἴς τι πρᾶγμα διὰ τὸν Κύριον, λέγων· Ἆρα ἔστιν ἀνάπαυσις ἐν τῷ πράγματι; Ἢ πῶς δυνατὸν πορεύεσθαι ἐν αὐτῇ χωρὶς ἔργου εὐκόλως; ἢ ἴσως ἔστιν ἐν αὐτῇ θλίψις πόνον ἐμποιοῦσα τῷ σώματι; Οὐκ ἰδοὺ ἄνω καὶ κάτω τὸ ὄνομα ζητοῦμεν τῆς ἀναπαύσεως; Τί λέγεις, ὦ ἄνθρωπε; εἰς τὸν οὐρανὸν ἀνελθεῖν ἐθέλεις καὶ τὴν ἐκεῖσε βασιλείαν λαβεῖν καὶ τὴν κοινωνίαν τὴν μετὰ τοῦ Θεοῦ καὶ τὴν ἀνάπαυσιν τῆς ἐκεῖθεν μακαριότητος καὶ τὴν μετὰ τῶν Ἀγγέλων κοινωνίαν καὶ τὴν ζωὴν τὴν ἀθάνατον, καὶ ἐρωτᾷς σύ, ἐὰν ἔχῃ ἡ ὁδὸς αὕτη ἔργον; Ὦ θαῦμα! Οἱ ἐπιθυμοῦντες τῶν πραγμάτων τοῦ αἰῶνος τούτου τοῦ διαλυομένου, κατὰ τῶν κυμάτων τῶν φοβερῶν τῆς θαλάσσης διαβαίνουσι καὶ ἐν ὁδοῖς τραχέσι πορευθῆναι κατατολμῶσι, καὶ ὅλως οὐ λέγουσιν, ὅτι ἔστιν ἔργον ἐν τῷ πράγματι ἢ λύπη ἐν ᾧ θέλουσι ποιῆσαι, καὶ ἡμεῖς ἐν παντὶ τόπῳ περὶ ἀναπαύσεως ἐξετάζομεν;

Ἐὰν δὲ τὴν ὁδὸν τῆς σταυρώσεως κατὰ νοῦν λάβωμεν ἐν παντὶ καιρῷ, ἐννοήσομεν ποία λύπη οὐκ ἔστιν εὐχερεστέρα ταύτης. Ἢ ἴσως ἔστι τις παντελῶς ὁ μὴ ταῦτα πεπεισμένος, ὡς οὐδέποτέ τις ἔλαβε νίκην ἐν τῷ πολέμῳ ἢ τὸν στέφανον τὸν ἀφανιζόμενον ἐδέξατό τις ἢ ἦλθεν ἡ ἐπιθυμία τοῦ θελήματος αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ, κἂν καὶ ἐκ τῶν ἐπαινουμένων ᾖ, ἢ διηκόνησέ τι ἐν τοῖς πράγμασι τοῖς θεϊκοῖς ἢ κατώρθωσέ τινα τῶν ἐπαινουμένων ἀρετῶν, εἰ μὴ πρῶτον εὑρέθη καταφρονήσας τῶν ἔργων τῶν θλίψεων καὶ ἀπεδίωξεν ἀπὸ τῆς ἐγγύτητος αὐτοῦ τὸ φρόνημα τὸ ἐρεθίζον εἰς ἀνάπαυσιν, ὅπερ γεννᾷ τὴν ἀμέλειαν καὶ ὀκνηρίαν καὶ τὴν πτόησιν, ἐξ ὧν χαύνωσις ἐν παντί;

Ὅταν ὁ νοῦς ζηλώσῃ ὑπὲρ ἀρετῆς καὶ αἱ αἰσθήσεις αἱ φανεραί, ἤτοι ἡ ὅρασις, ἡ ἀκοή, ἡ ὄσφρησις, ἡ γεῦσις, καὶ ἡ ἀφή, ἐξ ἐναντίας τῶν δυσχερῶν ἔργων τῶν ἀλλοτρίων, τῶν ἔξωθεν τοῦ ἔθους καὶ τοῦ ὅρου τῆς δυνάμεως τῆς φυσικῆς, νικηθῆναι οὐ γινώσκουσιν. Ἐπὰν δὲ ἐν καιρῷ ὁ θυμὸς ὁ φυσικὸς ἐνεργῇ τὴν ἑαυτοῦ ἐνέργειαν, τότε ἡ ζωὴ τοῦ σώματος εὐκαταφρόνητός ἐστιν ὑπὲρ τὰ σκύβαλα. Ἡνίκα γὰρ ἡ καρδία ζηλοτυπήσει ἐν πνεύματι, τὸ σῶμα οὐ λυπεῖται ἐν ταῖς θλίψεσιν, οὐδὲ ἐκ τῶν φόβων ποιεῖται καὶ συστέλλεται, ἀλλὰ συνίσταται αὐτῷ ὁ νοῦς πρὸς πάντας τοὺς πειρασμούς, ὡς ἀδάμας ἐν τῇ καρτερίᾳ αὐτοῦ.

Ζηλώσωμεν καὶ ἡμεῖς τὸν ζῆλον τοῦ Πνεύματος ὑπὲρ τοῦ θελήματος τοῦ Ἰησοῦ, καὶ ἀποδιωχθήσεται ἀφ’ ἡμῶν πᾶσα ἀμέλεια, ἡ γεννῶσα ἐν τῷ φρονήματι ἡμῶν τὴν ῥᾳθυμίαν. Ζῆλος γὰρ γεννᾷ τὸ θάρσος καὶ τὸ κράτος τῆς ψυχῆς καὶ τὴν σπουδὴν τοῦ σώματος. Ποία δύναμις γίνεται ἐν τοῖς δαίμοσιν, ὅταν ἡ ψυχὴ κινήσῃ τὸν ἑαυτῆς ζῆλον τὸν σφοδρόν, τὸν φυσικὸν ἐξ ἐναντίας αὐτῶν; Καὶ ἡ προθυμία πάλιν τοῦ ζήλου γέννημα λέγεται. Καὶ ὅταν ἐξάγῃ τὴν ἑαυτοῦ δύναμιν εἰς πρᾶξιν, πᾶσαν ἰσχὺν ἀπτόητον γινομένην ἐν τῇ ψυχῇ βεβαιοῖ. Καὶ αὐτοὺς δὲ τοὺς στεφάνους τῆς ὁμολογίας, οὓς ὑποδέχονται οἱ ἀθληταὶ καὶ οἱ μάρτυρες ἐν τῇ καρτερίᾳ αὑτῶν, ἐν ταῖς δυσὶν ἐργασίαις τοῦ ζήλου καὶ τῆς προθυμίας, τῶν τικτομένων ἐκ τῆς δυνάμεως τοῦ θυμοῦ τοῦ φυσικοῦ, κομίζονται. Γίνονται ἀπαθεῖς ἐν τῇ σφοδρᾷ λύπῃ τῶν βασάνων.

Ὁ Θεὸς δῴη καὶ ἡμῖν τοιαύτην προθυμίαν ἐν τῇ αὑτοῦ εὐαρεστήσει. Ἀμήν.