Ἔργον
Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί
Λόγος Κ': Το μεγαλείο και η τιμή της ταπεινοφροσύνης
Η ταπείνωση ως ένδυμα της θεότητας, η αποκατάσταση του ανθρώπου, η ειρήνευση της κτίσεως και η τελείωση μέσω του Παρακλήτου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος Κ': Το μεγαλείο και η τιμή της ταπεινοφροσύνης
Η ταπείνωση ως ένδυμα της θεότητας, η αποκατάσταση του ανθρώπου, η ειρήνευση της κτίσεως και η τελείωση μέσω του Παρακλήτου.
ΛΟΓΟΣ Κʹ ΠΕΡΙ ΤΟΥ ΠΟΣΗΝ ΤΙΜΗΝ ΚΕΚΤΗΤΑΙ Η ΤΑΠΕΙΝΟΦΡΟΣΥΝΗ ΚΑΙ ΠΟΣΟΝ ΑΝΩΤΕΡΟΣ ΕΣΤΙΝ Ο ΒΑΘΜΟΣ ΑΥΤΗΣ Θέλω ἀνοῖξαι τὸ στόμα μου, ἀδελφοί, καὶ λαλῆσαι περὶ τῆς ὑψηλῆς ὑποθέσεως τῆς ταπεινοφροσύνης, καὶ πληροῦμαι φόβου καθάπερ τις ἐπιστάμενος, ὅτι μέλλει περὶ Θεοῦ διαλέγεσθαι ἐν τῷ τρόπῳ τῶν ἑαυτοῦ λογισμῶν.
Στολὴ γὰρ θεότητός ἐστιν. Ὁ γὰρ Λόγος ὁ ἐνανθρωπήσας, αὐτὴν ἐνεδύσατο καὶ ὡμίλησεν ἡμῖν δι’ αὐτῆς ἐν τῷ σώματι ἡμῶν. Καὶ πᾶς ἀμφιεσάμενος αὐτὴν ἀληθῶς ἀφωμοιώθη τῷ καταβάντι ἐκ τοῦ ἑαυτοῦ ὕψους καὶ καλύψαντι τὴν ἀρετὴν τῆς μεγαλωσύνης αὑτοῦ καὶ σκεπάσαντι τὴν ἑαυτοῦ δόξαν ἐν τῇ ταπεινοφροσύνῃ, ἵνα μὴ ἡ κτίσις τῇ αὐτοῦ θεωρίᾳ καταφλεχθῇ.
Διότι ἡ κτίσις οὐκ ἠδύνατο θεάσασθαι αὐτόν, εἰ μὴ μέρος ἐξ αὐτῆς ἔλαβε καὶ οὕτως ὡμίλησε μετ’ αὐτῆς, οὔτε δὲ ἀκοῦσαι τῶν λόγων τοῦ στόματος αὐτοῦ πρόσωπον πρὸς πρόσωπον. Διότι οὐδὲ οἱ υἱοὶ Ἰσραὴλ τῆς φωνῆς αὐτοῦ ἀκοῦσαι ἠδυνήθησαν, ἡνίκα ἐκ τῆς νεφέλης ἐλάλησε πρὸς αὐτούς, ἕως ἂν εἶπον πρὸς Μωϋσῆν· «λαλείτω ὁ Θεὸς μετὰ σοῦ, καὶ σὺ ἀκούτισον πρὸς ἡμᾶς τοὺς λόγους αὐτοῦ, καὶ μὴ λαλήσῃ ὁ Θεὸς μεθ’ ἡμῶν, ἵνα μὴ ἀποθάνωμεν».
Πῶς οὖν φανερῶς ἡ κτίσις ἠδύνατο δέξασθαι τὴν θεωρίαν αὐτοῦ; Οὕτω γὰρ φοβερὸν τὸ ὅραμα τοῦ Θεοῦ, ὥστε τὸν μεσίτην εἰπεῖν, «ἔμφοβός εἰμι καὶ ἔντρομος». Ἐφάνη γὰρ ἐπὶ τὸ ὄρος τὸ Σινᾶ αὕτη ἡ ἀρετὴ τῆς δόξης. Καὶ τὸ ὄρος ἦν καπνιζόμενον καὶ τρέμον ἐν τῷ φόβῳ τῆς ἀποκαλύψεως τῆς ἐν αὐτῷ, ὥστε καὶ τὰ θηρία τὰ πλησιάζοντα τοῖς κατωτέροις αὐτοῦ μέρεσιν ἀποθνῄσκειν. Καὶ ἡτοιμάσθησαν καὶ παρεσκευάσθησαν οἱ υἱοὶ Ἰσραήλ, ἁγνίσαντες ἑαυτούς, κατὰ τὴν ἐντολὴν τοῦ Μωϋσέως, ἡμέρας τρεῖς, ὥστε γενέσθαι αὐτοὺς ἀξίους τοῦ ἀκοῦσαι τῆς φωνῆς τοῦ Θεοῦ καὶ τῆς ὁράσεως τῆς ἀποκαλύψεως αὐτοῦ. Καὶ ὅτε ἔφθασεν ὁ καιρός, οὐκ ἠδυνήθησαν δέξασθαι τὴν ὅρασιν τοῦ φωτὸς αὐτοῦ καὶ τὴν σφοδρότητα τῆς φωνῆς τῶν βροντῶν αὐτοῦ.
Ἀλλὰ νῦν, ὅτε τὴν χάριν ἑαυτοῦ ἐξέχεεν ἐπὶ τὸν κόσμον ἐν τῇ ἑαυτοῦ παρουσίᾳ, οὐκ ἐν σεισμῷ, οὐκ ἐν πυρί, οὐκ ἐν φωνῇ φοβερᾷ καὶ σφοδρᾷ κατῆλθεν, ἀλλ’ ὡς ὑετὸς ἐπὶ πόκον καὶ ἡ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν ἐν ἁπαλότητι, καὶ ἐν ἄλλῳ τρόπῳ ὡράθη ὁμιλῶν ἡμῖν. Τοῦτο δέ ἐστιν, ἡνίκα ὡς ἐν θησαυρῷ ἐσκέπασε τὴν μεγαλωσύνην ἑαυτοῦ ἐν τῷ σκεπάσματι τῆς σαρκός, καὶ ἐν ἡμῖν ὡμίλει μεθ’ ἡμῶν ἐν ἐκείνῳ, ὅπερ ἐτεκτήνατο αὐτῷ τὸ ἑαυτοῦ νεῦμα ἐκ τοῦ κόλπου τῆς Παρθένου καὶ Θεοτόκου Μαρίας, ὅπως, ἰδόντες αὐτὸν τὸν ὄντα ἐκ τοῦ γένους ἡμῶν ὁμιλοῦντα μεθ’ ἡμῶν, μὴ θροηθῶμεν ἐκ τῆς θεωρίας αὐτοῦ. Διὰ τοῦτο πᾶς, ὃς τὴν στολήν, ἐν ᾗ ὡράθη ἐν τῷ σώματι ἐκείνῳ, ὃ ἐνεδύσατο ὁ κτίστης, ἀμφιεσθείη, αὐτὸν τὸν Χριστὸν ἐνεδύσατο. Ὅτι τὴν ἀφομοίωσιν, ἐν ᾗ ὡράθη τῇ κτίσει ἑαυτοῦ καὶ συνανεστράφη, ἐπεθύμησεν ἐνδύσασθαι εἰς τὸν ἔσω αὑτοῦ ἄνθρωπον καὶ ἐν αὐτῇ ὁρᾶται τοῖς συνδούλοις αὐτῷ. Καὶ ἀντὶ τοῦ ἐνδύματος τῆς τιμῆς καὶ τῆς δόξης τῆς ἐξωτέρας, ἐν αὐτῇ ἐκοσμήθη.
Διὰ τοῦτο πάντα ἄνθρωπον, τὸν τοῦτο τὸ ὁμοίωμα ἐνδεδυμένον, θεωροῦσα ἡ κτίσις ἡ λογικὴ καὶ σιωπητικὴ κατὰ τὸν Δεσπότην προσκυνεῖ αὐτῷ, διὰ τὴν τιμὴν τοῦ ἑαυτῆς Δεσπότου, ὃν ἐθεάσατο ἐνδεδυμένον αὐτήν, καὶ συναναστρεφόμενον ἐν αὐτῇ. Ποία γὰρ κτίσις οὐκ αἰδεῖται τὴν θεωρίαν τοῦ ταπεινόφρονος;
Ὅμως δὲ ἕως ἂν ἀπεκαλύφθη ἡ δόξα τῆς ταπεινοφροσύνης τοῖς πᾶσιν, εὐκαταφρόνητος ἦν ἡ θεωρία ἐκείνη, ἡ πλήρης ἁγιότητος. Νῦν δὲ ἀνέτειλεν ἡ μεγαλωσύνη αὐτῆς τοῖς ὀφθαλμοῖς τοῦ κόσμου, καὶ πᾶς ἄνθρωπος τιμᾷ τὴν ὁμοιότητα ταύτην ἐν παντὶ τόπῳ ὁρωμένην, καὶ ἐν τούτῳ τῷ μεσίτῃ ἠξιώθη ἡ κτίσις δέξασθαι τὴν ὅρασιν τοῦ κτίστου ἑαυτῆς καὶ δημιουργοῦ. Διὰ τοῦτο οὐδὲ παρὰ τοῖς ἐχθροῖς τῆς ἀληθείας ἐστὶν εὐκαταφρόνητος, εἰ καὶ ἐνδεής ἐστι πάσης τῆς κτίσεως, ὁ ταύτην κτησάμενος, ἀλλ’ ὡς ἐν στεφάνῳ καὶ πορφύρᾳ τιμᾶται ἐν αὐτῇ ὁ μαθὼν αὐτήν.
Τὸν ταπεινόφρονα ἄνθρωπος ποτὲ οὐ μισεῖ, οὐ πλήττει ἐν λόγῳ, οὐ καταφρονεῖ. Διότι γὰρ ἀγαπᾷ αὐτὸν ὁ ἑαυτοῦ Δεσπότης, ὑπὸ πάντων ἀγαπᾶται. Ἀγαπᾷ τοὺς πάντες, καὶ οἱ πάντες ἀγαπῶσιν αὐτόν. Πάντες ἐπιθυμοῦσιν αὐτόν, καὶ εἰς πάντα τόπον, ὅπου πλησιάζει, ὡς Ἄγγελον φωτὸς ὁρῶσιν αὐτὸν καὶ τὴν τιμὴν αὐτῷ ἀφορίζουσι. Κᾂν λαλήσῃ ὁ σοφὸς καὶ ὁ διδάσκαλος, κατασιγασθήσονται. Διότι τῷ ταπεινόφρονι διδοῦσι τόπον τοῦ λαλεῖν. Οἱ ὀφθαλμοὶ πάντων τῷ στόματι αὐτοῦ προσέχουσιν, ὁποῖος λόγος ἐξέρχεται ἐξ αὐτοῦ, καὶ πᾶς ἄνθρωπος τοὺς λόγους αὐτοῦ προσδοκᾷ, ὥσπερ λόγους τοῦ Θεοῦ.
Ἡ βραχυλογία αὐτοῦ, ὡς οἱ λόγοι τῶν σοφιστῶν, οἱ ἐξετάζοντες τὰ νοήματα αὐτῶν. Οἱ λόγοι αὐτοῦ ἡδεῖς τῇ ἀκοῇ τῶν σοφῶν πλέον κηρίου καὶ μέλιτος τῷ φάρυγγι. Καὶ πᾶσιν ὡς Θεὸς ψηφίζεται, κἂν καὶ ἰδιώτης τῷ ἑαυτοῦ λόγῳ ᾖ, ἐξουδενωμένος τε καὶ εὐτελὴς τῇ ἑαυτοῦ θεωρίᾳ.
Ὁ καταφρονητικῶς λαλῶν κατὰ τοῦ ταπεινόφρονος, καὶ οὐ ψηφίζων αὐτὸν ὡς ζῶντα, ὡς ἀνοίξας ἐστὶ τὸ στόμα ἑαυτοῦ κατὰ τοῦ Θεοῦ. Καὶ ὅσον καταφρονεῖται ἐν ὀφθαλμοῖς αὐτοῦ ὑπὸ πάσης τῆς κτίσεως, ἡ τιμὴ αὐτοῦ διαμένει. Προσεγγίζει ὁ ταπεινόφρων τοῖς φθορεῦσι θηρίοις καὶ ὅταν ἐπιβλέψῃ ἡ ὅρασις αὐτῶν ἐπ’ αὐτῷ, ἡμεροῦται ἡ ἀγριότης αὐτῶν καὶ προσπελάζουσιν αὐτῷ ὡς δεσπότῃ ἑαυτῶν καὶ σαίνουσι τὰς κεφαλὰς ἑαυτῶν καὶ λείχουσι τὰς χεῖρας αὐτοῦ καὶ τοὺς πόδας.
Διότι ἐκείνην τὴν ὀσμὴν τὴν ἐκπνεύσασαν ἐκ τοῦ Ἀδὰμ πρὸ τῆς παραβάσεως, ὅτε συνήχθησαν πρὸς αὐτὸν καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα ἐν τῷ παραδείσῳ, ὠσφράνθησαν ἐξ αὐτοῦ, ὅπερ ἐλήφθη ἐξ ἡμῶν, καὶ πάλιν ἀνεκαίνισεν αὐτὸ καὶ ἔδωκεν ἡμῖν αὐτὸ ἐν τῇ ἑαυτοῦ παρουσίᾳ ὁ Ἰησοῦς. Αὐτός ἐστι τὸ μυρίσαν τὴν εὐωδίαν τοῦ γένους τῶν ἀνθρώπων.
Πάλιν προσεγγίζει τοῖς ἑρπετοῖς τοῖς θανατηφόροις, καὶ εὐθὺς ἡνίκα πλησιάσει ἡ αἴσθησις τῆς χειρὸς ἑαυτοῦ καὶ ἅψεται τοῦ σώματος αὐτῶν, ἡ ὀξύτης καὶ ἡ σκληρότης τῆς πικρότητος αὐτῶν τῆς θανατηφόρου παύεται, καὶ ἐν ἑαυτοῦ χερσὶν ὡς τὴν ἀκρίδα ψώχει αὐτά.
Προσεγγίζει τοῖς ἀνθρώποις, καὶ ὡς τὸν Κύριον προσέχουσιν εἰς αὐτόν. Καὶ τί λέγω ἀνθρώπους; Ἀλλὰ καὶ οἱ δαίμονες μετὰ τῆς σφοδρότητος αὑτῶν καὶ τῆς πικρίας καὶ πάσης μεγαλαυχίας τοῦ φρονήματος ἑαυτῶν, ἡνίκα φθάσωσι πρὸς αὐτόν, γίνονται ὡς χοῦς. Καὶ μωραίνεται πᾶσα ἡ κακία αὐτῶν καὶ καταλύονται αἱ μηχαναὶ αὐτῶν καὶ ἀργοῦσι τὰ πανουργεύματα αὐτῶν.
Νῦν οὖν, ἐπειδὴ ἐδείξαμεν τὸ μέγεθος τῆς τιμῆς αὐτῆς τῆς ἐκ τοῦ Θεοῦ καὶ τὴν δύναμιν τὴν κεκρυμμένην ἐν αὐτῇ, λοιπὸν δείξωμεν τί ἐστιν αὕτη ἡ ταπείνωσις καὶ πότε ἀξιοῦται δέξασθαι ταύτην ὁ ἄνθρωπος τελείως καθώς ἐστι. Ποιήσωμεν δὲ διαφορὰν μεταξὺ τοῦ ταπεινόφρονος ἐν προσώπῳ τοῦ ἀξιωθέντος τῆς ἀληθινῆς ταπεινοφροσύνης.
Ταπείνωσίς ἐστι δύναμίς τις μυστική, ἣν μετὰ τὴν τελείωσιν τῆς πολιτείας ἁπάσης ὑποδέχονται οἱ τέλειοι ἅγιοι. Καὶ οὐ δίδοται αὕτη ἡ δύναμις, εἰ μὴ τοῖς τελείοις μόνοις ἐν ἀρετῇ, διὰ τῆς δυνάμεως τῆς χάριτος, καθ’ ὅσον ἱκανοῖ τῇ φύσει ἐν ὅρῳ. Διότι ἡ ἀρετὴ συγκλείει ἐν ἑαυτῇ πάντα. Διὰ τοῦτο οὐ δύναταί τις ἕκαστον ἄνθρωπον, ὡς ἔτυχε, λογίσασθαι ταπεινόφρονα, ἀλλὰ μόνους τοὺς ἀξιωθέντας ταύτης τῆς τάξεως, ἧς εἴπομεν.
Οὐχὶ πᾶς ὁ κατὰ φύσιν ἐπιεικὴς καὶ ἡσύχιος ἢ συνετὸς ἢ πρᾷος, οὗτος ἔφθασε τὸν βαθμὸν τῆς ταπεινοφροσύνης, ἀλλὰ ταπεινόφρων ἐστὶ κατὰ ἀλήθειαν, ὅστις ἔχει ἐν τῷ κρυπτῷ τι ἄξιον ὑπερηφανίας, καὶ οὐχ ὑπερηφανεύεται, ἀλλ’ ὡς χοῦν ἔχει αὐτὸ ἐν τῷ ἑαυτοῦ λογισμῷ. Ἀλλ’ οὐδὲ τὸν ἐν τῇ μνήμῃ τῶν παραπτωμάτων καὶ πλημμελημάτων ταπεινοφρονοῦντα καὶ μνημονεύοντα αὐτῶν, ἕως ἂν συντριβῇ ἡ καρδία αὐτοῦ καὶ συγκαταβῇ ἡ διάνοια αὐτοῦ ἐκ τῶν ἐννοιῶν τῆς ὑπερηφανίας ἐν τῇ μνήμῃ αὐτῶν, καλοῦμεν ταπεινόφρονα, κἂν καὶ ᾖ τοῦτο ἐπαινετόν. Διότι ἀκμὴν ἔχει τὸν λογισμὸν τῆς ὑπερηφανίας καὶ τὴν ταπείνωσιν οὐκ ἐκτήσατο, ἀλλὰ ταῖς μηχαναῖς ἐγγίζει αὐτὴν πρὸς ἑαυτόν. Καὶ εἰ τοῦτο ἐπαινετόν, καθὼς εἶπον, ἀλλ’ ἰδοὺ ἀκμὴν οὐκ ἔστιν αὐτοῦ, ἀλλὰ θέλει αὐτήν, καὶ αὐτὴ οὐκ ἔστιν αὐτοῦ.
Ταπεινόφρων δὲ τέλειός ἐστιν ὁ μὴ χρῄζων μηχανᾶσθαι αἰτίας τῷ ἑαυτοῦ φρονήματι τοῦ ταπεινοφρονεῖν, ἀλλ’ ὁ ἐν πᾶσι τούτοις τελείως καὶ φυσικῶς αὐτὴν κτησάμενος ἄνευ ἔργου. Ὥσπερ ὁ χάρισμά τι μέγα καὶ ὑπερέχον πᾶσαν κτίσιν καὶ φύσιν δεξάμενος ἐν ἑαυτῷ, αὐτὸς δὲ ὁρᾷ ἑαυτὸν ὡς ἁμαρτωλὸν καὶ εὐτελῆ καὶ εὐκαταφρόνητον τοῖς ἰδίοις ὀφθαλμοῖς, καὶ ὡς ὁ εἰσελθὼν εἰς τὰ μυστήρια πασῶν τῶν φύσεων τῶν πνευματικῶν καὶ τέλειος ὢν ἐν τῇ σοφίᾳ ἁπάσης τῆς κτίσεως ἐν πάσῃ ἀκριβείᾳ, αὐτὸς δὲ ἑαυτὸν λογίζεται γινώσκοντα μηδὲ ἕν, καὶ οὗτος οὐκ ἐν μηχαναῖς, ἀλλὰ χωρὶς βίας οὕτως ἐστὶν ἐν τῇ καρδίᾳ ἑαυτοῦ.
Ἆρα δυνατὸν γενέσθαι ἄνθρωπον οὕτω καὶ ἐν τῇ φύσει οὕτως ἀλλάσσειν ἑαυτόν, ἢ οὔ; Λοιπὸν μὴ δίσταζε, ὅτι ἡ δύναμις, ἣν ἐδέξατο, τῶν μυστηρίων τελειοῖ ταῦτα ἐν αὐτῷ, ἐν πάσῃ ἀρετῇ ἔργων χωροῦσα. Αὕτη ἐστὶν ἡ δύναμις, ἣν ἐδέξαντο οἱ μακάριοι Ἀπόστολοι ἐν τῇ ἰδέᾳ τοῦ πυρός. Δι’ αὐτὴν παρήγγειλεν αὐτοῖς ὁ Σωτήρ, μὴ χωρίζεσθαι ἀπὸ Ἱερουσαλήμ, ἕως ἂν τὴν ἐξ ὕψους δέξωνται δύναμιν. Ἱερουσαλὴμ αὕτη ἐστὶν ἡ ἀρετή, δύναμις δὲ ἡ ταπείνωσις· ἡ ἐξ ὕψους δὲ δύναμις ὁ Παράκλητός ἐστιν, ὁ ἑρμηνευόμενος Πνεῦμα παρακλήσεως. Καὶ τοῦτό ἐστι τὸ ῥηθὲν ἐν τῇ θείᾳ Γραφῇ περὶ αὐτοῦ, ὅτι «τὰ μυστήρια τοῖς ταπεινόφροσιν ἀποκαλύπτονται».
Τούτου δὲ τοῦ Πνεύματος τῶν ἀποκαλύψεων καὶ δεικνύοντος τὰ μυστήρια ἀξιοῦνται οἱ ταπεινόφρονες δέξασθαι ἔνδον ἑαυτῶν. Καὶ διὰ τοῦτο ἐρρέθη ὑπό τινων ἁγίων, ὅτι ἡ ταπείνωσις ἐν ταῖς θείαις θεωρίαις τελειοῖ τὴν ψυχήν. Λοιπὸν μὴ τολμήσῃ ἄνθρωπος ἐννοῆσαι κατὰ τὴν ψυχὴν ἑαυτοῦ, ὅτι ἔφθασε τὸ μέτρον τῆς ταπεινοφροσύνης ἐν ἑαυτῷ, καὶ δι’ ἕνα λογισμὸν κατανύξεως, τὸν ἀναβάντα ἐν αὐτῷ ἐν καιρῷ τινι, ἢ ἐν ὀλίγοις δάκρυσι τοῖς ἐξελθοῦσιν ἐξ ἑαυτοῦ, ἢ δι’ ἓν ἀγαθόν, ὅπερ ἔχει φυσικῶς, ἢ ἐκράτησεν ἐν βίᾳ πρὸς ἑαυτόν· ὅτι ἐκεῖνο ὅπερ ἐστὶ πλήρωμα πάντων τῶν μυστηρίων καὶ φρούριον πασῶν τῶν ἀρετῶν ἐστιν· ὅτι ἐν ἔργοις μικροῖς ἐκτήσατο ταῦτα πάντα ἐν τόποις τούτου τοῦ χαρίσματος.
Ἀλλ’ ἐὰν νικήσῃ πάντα τὰ πνεύματα τὰ ἐναντία, καὶ οὐκ ἐξείλησεν αὐτῷ ἓν τῶν ἔργων ἐκ πάσης ἀρετῆς, ὅπερ κατὰ πρόσωπον οὐκ εἰργάσατο καὶ οὐκ ἐκτήσατο, καὶ ἐνίκησε καὶ ὑπέταξε τὰ ὀχυρώματα πάντα τῶν ὑπεναντίων, καὶ μετὰ ταῦτα ἐν πνεύματι αἰσθηθῇ ἐν αὑτῷ, ὅτι ἐδέξατο αὐτὸ τὸ χάρισμα, ἡνίκα τὸ Πνεῦμα μαρτυρεῖ τῷ πνεύματι αὐτοῦ κατὰ τὸν λόγον τοῦ Ἀποστόλου, τοῦτο ἡ τελειότης τῆς ταπεινοφροσύνης.
Μακάριος ὁ κτησάμενος αὐτήν, ὅτι ἐν πάσῃ ὥρᾳ τὸν κόλπον ἀσπάζεται τοῦ Ἰησοῦ καὶ περιλαμβάνει. Ἐὰν δὲ ἐρωτήσῃ ἄνθρωπος, Τί ποιήσω; πῶς κτήσομαι; ποίῳ τρόπῳ ἄξιος γένωμαι δέξασθαι αὐτήν; ἰδοὺ ἐγὼ βιάζω ἐμαυτόν, καὶ ἡνίκα νομίσω, ὅτι ἐκτησάμην αὐτήν, θεωρῶ, ὅτι ἰδοὺ ἔννοιαι ἐναντίαι αὐτῆς περιστρέφονται ἐν τῷ μέσῳ τῆς διανοίας μου. Καὶ ἄρτι πίπτω εἰς ἀπόγνωσιν ἔνθεν.
Τούτῳ τῷ ἐρωτῶντι τοῦτο ἀποκριθήσεται αὐτῷ· «Ἀρκετὸν τῷ μαθητῇ γενέσθαι κατὰ τὸν διδάσκαλον, καὶ τῷ δούλῳ κατὰ τὸν ἑαυτοῦ κύριον». Βλέπετε τὸν ἐντειλάμενον ταύτην καὶ τὸν δωρούμενον τὸ χάρισμα, ἐν ποίῳ τρόπῳ ταύτην ἐκτήσατο, καὶ ὁμοιώθητι καὶ εὑρήσεις αὐτήν. Αὐτὸς γὰρ εἶπεν, «ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν». Βλέπεις πῶς ἐν τελειότητι πασῶν τῶν ἀρετῶν, κτήσασθαι δυνατὸν τὴν ταπείνωσιν; Τοῦτον τὸν ἐντειλάμενον ζηλώσωμεν. «Αἱ ἀλώπεκες» φησί, «φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ», ὁ ἔχων δόξαν ἐκ πάντων τῶν τελειωθέντων καὶ ἁγιασθέντων καὶ πληρωθέντων ἐν πάσαις γενεαῖς, μετὰ τοῦ Πατρὸς τοῦ ἀποστείλαντος αὐτὸν καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.