Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί

Ἰσαὰκ ὁ Σύρος

Λόγοι ΚΑ'-ΚΒ': Επίγνωση της ανθρώπινης αδυναμίας και τρόποι της ελπίδος

Η παιδαγωγική σημασία των θλίψεων, οι καρποί της προσευχής και η αληθινή ελπίδα στον Θεό έναντι της άφρονος ραθυμίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 9 από 11

ΛΟΓΟΣ ΚΑʹ ΠΕΡΙ ΤΟΥ ΥΠΟ ΤΙΝΟΣ ΩΦΕΛΕΙΤΑΙ Ο ΑΝΘΡΩΠΟΣ ΕΙΣ ΤΟ ΠΡΟΣΕΓΓΙΣΑΙ ΤΩι ΘΕΩι ΕΝ ΤΗι ΚΑΡΔΙΑι ΑΥΤΟΥ ΚΑΙ ΤΙΣ Η ΑΛΗΘΗΣ ΑΙΤΙΑ Η ΠΡΟΣΕΓΓΙΖΟΥΣΑ ΑΥΤΩι ΚΡΥΠΤΩΣ ΤΗΝ ΒΟΗΘΕΙΑΝ ΚΑΙ ΤΙΣ ΠΑΛΙΝ Η ΑΙΤΙΑ Η ΑΓΟΥΣΑ ΤΟΝ ΑΝΘΡΩΠΟΝ ΕΙΣ ΤΑΠΕΙΝΩΣΙΝ Μακάριος ἄνθρωπος ὁ γινώσκων τὴν ἑαυτοῦ ἀσθένειαν.

Διότι αὕτη ἡ γνῶσις γίνεται αὐτῷ θεμέλιος καὶ ῥίζα καὶ ἀρχὴ πάσης ἀγαθωσύνης. Ὅταν γὰρ μάθῃ τις καὶ ἐν ἀληθείᾳ αἰσθηθῇ τῆς ἑαυτοῦ ἀσθενείας, τηνικαῦτα περισφίγγει τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ τῆς χαυνότητος τῆς ἀμαυρούσης τὴν γνῶσιν καὶ θησαυρίζει ἑαυτῷ παραφυλακήν. Οὐδεὶς δὲ δύναται αἰσθηθῆναι τῆς ἑαυτοῦ ἀσθενείας, ἐὰν μὴ παραχωρηθῇ μικρὸν τοῦ πειρασθῆναι, ἢ ἐν τοῖς καταπονοῦσι τὸ σῶμα ἢ τὴν ψυχήν.

Τότε γάρ, συγκρίνας τὴν ἑαυτοῦ ἀσθένειαν τῇ βοηθείᾳ τοῦ Θεοῦ, τηνικαῦτα γνώσεται ταύτης τὴν μεγαλωσύνην, καὶ πάλιν ὅταν κατίδῃ τὸ πλῆθος τῶν μηχανημάτων αὐτοῦ καὶ τὴν παραφυλακὴν καὶ ἐγκράτειαν καὶ σκέπην καὶ περίφραξιν τῆς ψυχῆς αὑτοῦ, δι’ ὧν ἐλπίζει εὑρεῖν αὐτῇ πεποίθησιν, καὶ οὐ κέκτηται, ἢ καὶ ἐὰν ἡ καρδία γαλήνην μὴ ἔχῃ ἀπὸ τοῦ φόβου καὶ τρόμου, τηνικαῦτα νοείτω καὶ γινωσκέτω, ὅτι οὗτος ὁ φόβος τῆς καρδίας αὐτοῦ δηλοῖ καὶ ἐμφαίνει, ὅτι ἐνδεής ἐστι πάντως ἑτέρου τινὸς βοηθοῦντος. Ἡ γὰρ καρδία μαρτυρεῖ ἔσωθεν τῷ φόβῳ τῷ βάλλοντι καὶ παλαίοντι ἔνδοθεν αὐτῆς, καὶ ἐμφαίνει λεῖψίν τινος. Καὶ διὰ τοῦτο ἐλέγχεται μὴ δυναμένη κατασκηνῶσαι μετὰ πεποιθήσεως. Ἡ γὰρ τοῦ Θεοῦ βοήθεια, φησίν, ἔστιν ἡ σώζουσα.

Ὅταν δέ τις γνῷ, ὅτι ἐνδεής ἐστι τῆς θείας βοηθείας, πολλὰς ποιεῖται τὰς εὐχὰς καί, ὅσον ταύτας πληθύνει, ταπεινοῦται ἡ καρδία. Οὐδεὶς γὰρ δεόμενος καὶ αἰτῶν δύναται μὴ ταπεινωθῆναι. «Καρδίαν γὰρ συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει». Ἕως ἂν οὖν μὴ ταπεινωθῇ ἡ καρδία, οὐ δύναται παύσασθαι τοῦ μετεωρισμοῦ. Ἡ γὰρ ταπείνωσις συνάγει τὴν καρδίαν. Ὅταν δὲ ταπεινωθῇ ὁ ἄνθρωπος, παραυτίκα κυκλοῖ αὐτὸν τὸ ἔλεος, καὶ τότε αἰσθάνεται ἡ καρδία τῆς θείας βοηθείας. Διότι εὑρίσκει δύναμίν τινα πεποιθήσεως κινουμένην ἐν αὐτῇ. Ὅταν δὲ αἴσθηται ὁ ἄνθρωπος τῆς θείας βοηθείας, ὅτι πάρεστι βοηθοῦσα αὐτῷ, τότε ἡ καρδία παραυτίκα ἐμπίπλαται πίστεως καὶ συνίησιν ἐντεῦθεν, ὅτι ἡ προσευχὴ καταφύγιον πέφυκε βοηθείας καὶ πηγὴ σωτηρίας καὶ θησαυρὸς πεποιθήσεως καὶ λιμὴν ῥυόμενος ἀπὸ τρικυμίας καὶ φῶς τοῖς ἐν σκότει καὶ στήριγμα τῶν ἀσθενῶν καὶ σκέπη ἐν τῷ καιρῷ τῶν πειρασμῶν καὶ βοήθεια ἐν τῇ ἀκμῇ τῆς νόσου καὶ ἀσπὶς λυτρώσεως ἐν πολέμῳ καὶ βέλος ἠκονημένον ἐξ ἐναντίας τῶν ἐχθρῶν· καὶ ἁπλῶς εἰπεῖν πᾶν τὸ πλῆθος τῶν ἀγαθῶν τούτων διὰ τῆς προσευχῆς εὑρίσκεται ἔχον τὴν εἴσοδον.

Καὶ λοιπὸν ἀπὸ τοῦ νῦν ἐντρυφᾷ ἐν τῇ τῆς πίστεως προσευχῇ, ἡ δὲ καρδία αὐτοῦ φαιδρύνεται τῇ πεποιθήσει, καὶ οὐδαμῶς τῇ προτέρᾳ πυρώσει καὶ τῇ ψιλῇ λαλιᾷ τοῦ στόματος ἐναπομένει, ἀλλ’ ὅταν νοήσῃ ταῦτα, οὕτω τότε κτήσεται τὴν προσευχὴν ἐν τῇ ψυχῇ, καθάπερ θησαυρόν. Καὶ ἀπὸ τῆς πολλῆς εὐφροσύνης τὸ σχῆμα τῆς προσευχῆς αὐτοῦ εἰς εὐχαριστηρίους φωνὰς ἀμείβει. Καὶ οὗτός ἐστιν ὁ λόγος ὁ ῥηθεὶς ὑπὸ τοῦ διορίσαντος ἑκάστῳ τῶν πραγμάτων τὸ ἴδιον σχῆμα· ὅτι ἡ προσευχὴ χαρά ἐστιν, εὐχαριστίαν ἀναπέμπουσα. Εὐχὴν δὲ ταύτην ᾐνίξατο, τὴν ἐν γνώσει τοῦ Θεοῦ ἀνυομένην, τουτέστι τὴν παρὰ τοῦ Θεοῦ πεμπομένην. Διότι οὐκ ἐν κόπῳ καὶ μόχθῳ τηνικαῦτα προσεύχεται ὁ ἄνθρωπος, ὡς ἡ λοιπὴ προσευχὴ ἡ προσευχομένη πρὸ τοῦ αἰσθάνεσθαι ταύτης τῆς χάριτος, ἀλλὰ μετὰ χαρᾶς τῆς καρδίας καὶ θαύματος βρύει τὰς εὐχαριστηρίους κινήσεις διηνεκῶς ἀλαλήτοις γονυκλισίαις, καὶ ἀπὸ τοῦ πλήθους τῆς κινήσεως αὐτοῦ εἰς τὴν γνῶσιν καὶ τοῦ θαυμάζειν καὶ ἐκπλήττεσθαι τὴν χάριν τοῦ Θεοῦ, ἐξαίφνης ὑψοῖ τὴν φωνὴν αὐτοῦ, ὑμνολογῶν καὶ δοξάζων αὐτόν, καὶ τὴν εὐχαριστίαν ἀναπέμπει καὶ ἐκπληττόμενος λίαν τὴν γλῶσσαν κινεῖ.

Εἴ τις ἐνταῦθα ἔφθασεν ἐν ἀληθείᾳ καὶ οὐ φαντασίᾳ καὶ σημειώσεις πολλὰς τέθεικε τῷ πράγματι ἐν ἑαυτῷ καὶ πολλὰς ἔγνω διαφορὰς διὰ τὴν πολλὴν δοκιμὴν αὐτοῦ, οὗτος οἶδε τί λέγω, ὅτι οὐκ ἔστιν ἐναντίον. Καὶ ἀπὸ τοῦ νῦν παυέσθω τοῦ ἐνθυμεῖσθαι τὰ μάταια καὶ προσμενέτω τῷ Θεῷ διὰ τῆς διηνεκοῦς προσευχῆς, δειλιῶν καὶ φοβούμενος, μήποτε στερηθῇ τοῦ πλήθους τῆς ἀρρωγῆς τοῦ Θεοῦ.

Ταῦτα πάντα τὰ ἀγαθὰ τίκτονται τῷ ἀνθρώπῳ ἀπὸ τοῦ ἐπιγνῶναι τὴν οἰκείαν ἀσθένειαν. Ἐκ γὰρ τῆς πολλῆς ἐφέσεως αὐτοῦ πρὸς τὴν βοήθειαν τοῦ Θεοῦ προσεγγίζει τῷ Θεῷ, διαμένων ἐν τῇ προσευχῇ. Καὶ ὅσον προσεγγίζει τῷ Θεῷ τῇ προθέσει αὑτοῦ, καὶ ὁ Θεὸς προσεγγίζει αὐτῷ διὰ τῶν χαρισμάτων αὑτοῦ, καὶ οὐ μὴ ἄρῃ ἀπ’ αὐτοῦ τὴν χάριν διὰ τὴν πολλὴν αὐτοῦ ταπείνωσιν· διότι, ὥσπερ ἡ χήρα, πρὸς τὸν κριτὴν ἀδιαλείπτως κράζει ἐκδικηθῆναι ἀπὸ τοῦ ἀντιδίκου.

Διὰ τοῦτο δὲ ὁ οἰκτίρμων Θεὸς παρακατέχει ἀπ’ αὐτοῦ τὰς χάριτας, ἵνα γένηται αὐτῷ τοῦτο αἰτία τοῦ προσεγγίζειν αὐτῷ καὶ ἕνεκεν τῆς χρείας αὐτοῦ παραμένῃ τῷ βρύοντι τὰς ὠφελείας. Καί τινας μὲν τῶν αἰτήσεων δίδωσιν αὐτῷ τάχιστα, ἐκείνας λέγω ὧν ἐκτὸς οὐ δύναταί τις σωθῆναι, τινὰς δὲ παρακατέχει ἀπ’ αὐτοῦ. Καὶ ἔν τισι μὲν τῶν πραγμάτων ἀποσοβεῖ καὶ ἀποδιώκει τὸ καυσῶδες τοῦ ἐχθροῦ ἀπ’ αὐτοῦ, ἔν τισι δὲ παραχωρεῖ πειράζεσθαι, ἵνα γένηται αὐτῷ ἐκεῖνο τὸ πειρατήριον αἰτία τοῦ προσεγγίσαι τῷ Θεῷ, ὡς προεῖπον, καὶ ἵνα παιδευθῇ καὶ πεῖραν σχῇ τῶν πειρασμῶν. Καὶ οὗτός ἐστιν ὁ λόγος τῆς Γραφῆς, ὅτι «Κύριος ἐγκατέλιπεν ἔθνη πολλά, τοῦ μὴ ἐξολοθρεῦσαι αὐτά, καὶ οὐ παρέδωκεν αὐτὰ εἰς τὰς χεῖρας Ἰησοῦ τοῦ υἱοῦ Ναυῆ, ἵνα παιδεύσῃ ἐν αὐτοῖς τοὺς υἱοὺς Ἰσραὴλ καὶ ἵνα διδαχθῶσιν αἱ φυλαὶ τῶν υἱῶν Ἰσραὴλ καὶ μάθωσι τὸν πόλεμον».

Δίκαιος γὰρ μὴ συνειδὼς τὴν ἑαυτοῦ ἀσθένειαν ἐπὶ ἀκμῆς ξυροῦ ἔχει τὰ πράγματα καὶ οὐδαμῶς ἀπέστη ἀπὸ πτώσεως οὔτε ἀπὸ τοῦ φθοροποιοῦ λέοντος, λέγω δὴ τοῦ δαίμονος τῆς ὑπερηφανίας. Καὶ πάλιν ὁ μὴ γινώσκων τὴν ἑαυτοῦ ἀσθένειαν ἐλλείπει ἐκ τῆς ταπεινώσεως, ὁ δὲ ταύτης ἐλλείπων ἐλλιπής ἐστι καὶ ἀπὸ τῆς τελειώσεως, καὶ ὁ ἀπὸ ταύτης ἐλλιπής, ἀεὶ περίφοβός ἐστι· διότι ἡ πόλις αὐτοῦ οὐ τεθεμελίωται ἐπὶ στύλους σιδηροῦς οὔτε ἐπὶ φλοιὰς χαλκᾶς, λέγω δὴ τῆς ταπεινώσεως.

Ταπείνωσιν δὲ οὐ δύναταί τις κτήσασθαι, ἀλλ’ ἢ διὰ τῶν τρόπων αὐτῆς, δι’ ὧν πέφυκε γίνεσθαι ἡ καρδία συντετριμμένη καὶ οἱ διαλογισμοὶ τῆς οἰήσεως ἐξουδενωμένοι. Διὰ τοῦτο οὖν πολλάκις εὑρίσκει ἐν αὐτῷ ὁ ἐχθρὸς ἴχνος αἰτίας τοῦ ἐκκλίναι τὸν ἄνθρωπον· ἄνευ γὰρ ταπεινώσεως οὐ δύναται τελειωθῆναι τὸ ἔργον τοῦ ἀνθρώπου καὶ οὐδαμῶς ἐπετέθη τῷ γραμματείῳ τῆς ἐλευθερίας αὐτοῦ ἡ σφραγὶς τοῦ Πνεύματος, μᾶλλον δὲ ἕως τοῦ νῦν δοῦλος ὑπάρχει καὶ τὸ ἔργον αὑτοῦ οὐχ ὑπερήρθη τοῦ φόβου. Καθότι οὐ διορθοῦταί τις τὸ ἔργον αὑτοῦ ἄνευ ταπεινώσεως, καὶ οὐ παιδεύεται, εἰ μὴ διὰ πειρασμῶν, καὶ ἄνευ παιδείας τὴν ταπείνωσιν οὐ καταλαμβάνει.

Διὰ τοῦτο ἀφίησιν ὁ Κύριος αἰτίας ταπεινώσεως καὶ συντριμμοῦ καρδίας δι’ ἐμπόνου προσευχῆς ἐπὶ τοὺς ἁγίους, ἵνα πρὸς αὐτὸν ἐγγίζωσι διὰ ταπεινώσεως οἱ αὐτὸν ἀγαπῶντες. Καὶ πολλάκις ἐκφοβεῖ αὐτοὺς τοῖς πάθεσι τῆς φύσεως καὶ διολισθήμασιν αἰσχρῶν καὶ μιαρῶν ἐνθυμήσεων· πολλάκις δὲ καὶ δι’ ὀνειδισμῶν καὶ δι’ ὕβρεων καὶ ἀνθρωπίνων κολαφισμῶν· ἐνίοτε δὲ νόσοις καὶ ἀρρωστήμασι σωματικοῖς· καὶ ἄλλοτε πτωχείᾳ καὶ ἐνδείᾳ τῆς ἀναγκαίας χρείας· καὶ ποτὲ μὲν πόνοις φόβου δεινοῦ καὶ ἐγκαταλείψει καὶ πολέμῳ φανερῷ τοῦ διαβόλου, δι’ ὧν αὐτοὺς ἐκφοβεῖν εἴωθε, ποτὲ δὲ διαφόροις φοβεροῖς πράγμασι. Καὶ ταῦτα πάντα γίνεται, ἵνα σχῶσιν αἰτίας τοῦ ταπεινωθῆναι καὶ ἵνα μὴ συμβῇ αὐτοῖς ὁ τῆς ἀμελείας νυσταγμός, ἢ χάριν τῶν πραγμάτων, ἐν οἷς εὑρίσκεται ἀρρωστήσας ὁ ἀγωνιστής, ἢ διὰ τὸν φόβον τὸν μέλλοντα. Ὥστε ἐξ ἀνάγκης ἐπωφελεῖς εἰσι τοῖς ἀνθρώποις οἱ πειρασμοί.

Οὐ λέγω δὲ τοῦτο, ὅτι πρέπει τῷ ἀνθρώπῳ χαυνωθῆναι ἑκουσίως ὑπὸ τῶν αἰσχρῶν λογισμῶν, ἵνα γένηται αὐτῷ πρόφασις ταπεινώσεως ἐν τῇ μνήμῃ αὐτῶν, οὔτε ἵνα σπουδάσῃ εἰσελθεῖν εἰς τοὺς ἄλλους πειρασμούς, ἀλλ’ ὅτι πρέπει αὐτῷ ἐν τῷ ἐργάζεσθαι τὸ ἀγαθὸν νήφειν ἐν παντὶ καιρῷ καὶ τηρεῖν τὴν ψυχὴν αὑτοῦ καὶ διαλογίζεσθαι, ὅτι κτιστός ἐστι καὶ διὰ τοῦτο εὐμετάπτωτος. Ἕκαστος γὰρ κτιστὸς ἐνδεής ἐστι τῆς δυνάμεως τοῦ Θεοῦ πρὸς ἀντίληψιν, καὶ πᾶς τις ἐνδεὴς τῆς ἑτέρου ἀντιλήψεως, ἐκφαίνει φυσικὴν ἀσθένειαν· πᾶς δέ τις, εἰδὼς τὸ ἑαυτοῦ ἀσθενές, ἐξ ἀνάγκης δέεται τοῦ ταπεινωθῆναι, ἵνα ἀνύσῃ τὴν χρείαν αὑτοῦ παρὰ τοῦ δυναμένου διδόναι. Καὶ εἰ ἦν ἐξ ἀρχῆς εἰδὼς καὶ θεασάμενος τὴν ἑαυτοῦ ἀσθένειαν, οὐκ ἂν ἠμέλησε, καὶ εἰ μὴ ὅτι ἠμέλησεν, οὐκ ἂν ὕπνωσε καὶ παρεδόθη εἰς χεῖρας τῶν θλιβόντων αὐτὸν τοῦ ἐξυπνίσαι αὐτόν.

Λοιπὸν πρέπει τῷ πορευομένῳ ἐν τῇ ὁδῷ τοῦ Θεοῦ εὐχαριστῆσαι αὐτῷ ἐν πᾶσι τοῖς ἐπερχομένοις αὐτῷ καὶ μέμψασθαι καὶ καθυβρίσαι τὴν ἑαυτοῦ ψυχήν, καὶ γνῶναι, ὅτι οὐκ ἂν παρεχωρήθη ὑπὸ τοῦ προνοητοῦ, εἰ μὴ διά τινα ἀμέλειαν, ἵνα ἐξυπνισθῇ ἡ διάνοια αὐτοῦ, ἢ διότι τετύφωται, καὶ μὴ θορυβηθῇ διὰ τοῦτο, μήτε ἐπηδήσῃ τοῦ σταδίου καὶ τοῦ ἀγῶνος μήτε ἄνευ μέμψεως ἑαυτὸν ποιήσῃ, ἵνα μὴ διπλοῦν γένηται αὐτοῦ τὸ κακόν. Διότι οὐκ ἔστι παρὰ τῷ βρύοντι Θεῷ τὴν δικαιοσύνην ἀδικία. Μὴ γένοιτο.

Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΛΟΓΟΣ ΚΒʹ ΠΕΡΙ ΤΩΝ ΤΡΟΠΩΝ ΤΗΣ ΕΙΣ ΘΕΟΝ ΕΛΠΙΔΟΣ ΚΑΙ ΤΙΝΑ ΔΕΙ ΕΛΠΙΖΕΙΝ ΕΠΙ ΤΟΝ ΘΕΟΝ ΚΑΙ ΤΙΣ ΕΣΤΙΝ Ο ΑΦΡΟΝΩΣ ΚΑΙ ΑΣΥΝΕΤΩΣ ΕΧΩΝ ΕΣΤΙΝ Ο ΑΦΡΟΝΩΣ ΚΑΙ ΑΣΥΝΕΤΩΣ ΕΧΩΝ ΤΗΝ ΕΛΠΙΔΑ Γίνεται ἐλπὶς ἐπὶ τῷ Θεῷ διὰ τῆς καρδιακῆς πίστεως, ἥτις ἐστὶ καλὴ καὶ μετὰ διακρίσεως καὶ γνώσεως πέφυκε.

Καὶ γίνεται ἄλλη παρηλλαγμένη καὶ ἐξ ἀνομίας ὑπάρχουσα, ἥτις ἐστὶ ψευδής. Ἄνθρωπος ὁ μὴ παντελῶς φροντίδα ποιούμενος τῶν ἐπικήρων πραγμάτων, ἀλλ’ ἑαυτὸν ὁλοτελῶς ἀναθέμενος τῷ Κυρίῳ νυκτὸς καὶ ἡμέρας, μηδενὸς φροντίζων κοσμικοῦ διὰ τὴν πολλὴν ἑαυτοῦ ἐπιμέλειαν τὴν εἰς τὰς ἀρετὰς καὶ πᾶσαν τὴν σχολὴν αὐτοῦ εἰς τὰ θεῖα κεκτημένος καὶ διὰ τοῦτο ἀμελῶν εὐτρεπίσαι ἑαυτῷ τροφάς τε καὶ ἐνδύματα καὶ ἑτοιμασίαν τόπου κατασκηνώσεως τοῦ σώματος καὶ τὰ λοιπὰ πάντα, οὗτος καλῶς καὶ ἐπιστημόνως ἐλπίζει ἐπὶ Κύριον.

Ὅτι αὐτὸς ἑτοιμάσει αὐτῷ τὰ πρὸς τὴν χρείαν, καὶ αὕτη ἐστὶν ἀληθῶς ἡ ἀληθὴς καὶ σοφωτάτη ἐλπίς. Δίκαιον οὖν ἐστι τὸν τοιοῦτον ἐλπίζειν ἐπὶ τὸν Θεόν, καθότι δοῦλος αὐτοῦ κεχρημάτικε καὶ ἐπιμελῶς διάκειται ἐν τῷ ἔργῳ αὐτοῦ, χωρὶς πάσης ἀμελείας τῆς ἔκ τινος αἰτίας συμβαινούσης.

Ἐπὶ τῷ τοιούτῳ ἄξιόν ἐστιν ἐνδείκνυσθαι παρὰ τοῦ Θεοῦ εἰδικῶς τὴν ἐπιμέλειαν, διότι ἐφύλαξε τὴν ἐντολὴν αὐτοῦ τὴν λέγουσαν, «ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν», «καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε». Ὅταν γὰρ οὕτω διατιθέμεθα, ὁ κόσμος ὥσπερ τις δοῦλος ἑτοιμάσει ἡμῖν πάντα καὶ ὡς δεσπόταις ὑποταγήσεται ἀδιστάκτως τοῖς λόγοις ἡμῶν, καὶ τῷ θελήματι ἡμῶν οὐ μὴ ἐναντιωθῇ. Ἵνα γὰρ μὴ ἀργήσῃ ὁ τοιοῦτος ἐκ τῆς διηνεκοῦς στάσεως αὐτοῦ ἔμπροσθεν τοῦ Θεοῦ, οὐ παραδίδωσιν ἑαυτὸν φροντίζειν τῆς ἀναγκαίας χρείας τοῦ σώματος. Καὶ οὐδενὸς ἑτέρου ἐπιμελεῖται, ἀλλ’ ἢ μόνον ἀργὸς γενέσθαι ἀπὸ πάσης τοιαύτης φροντίδος μικρᾶς καὶ μεγάλης, τῆς πρὸς ἡδονὴν συντεινούσης καὶ μετεωρισμόν, διὰ τὸν φόβον τοῦ Θεοῦ. Τεύξεται δὲ ὅμως τούτων θαυμασίως, μήτε φροντίσας αὐτῶν μήτε κοπιάσας εἰς αὐτά.

Ὁ μέντοι ἄνθρωπος ὁ παντελῶς ἔχων τὴν καρδίαν συγκεχωρισμένην ἐν τοῖς γηΐνοις καὶ ἀεὶ μετὰ τοῦ ὄφεως ἐσθίων χοῦν καὶ μηδαμῶς ἐπιμελούμενος τῶν εὐαρεστούντων τῷ Θεῷ, ἀλλ’ ἐν πᾶσι τοῖς σωματικοῖς καταπεπονημένος καὶ λελυμένος καὶ ἀργὸς ἀπὸ πάσης ἀρετῆς, διὰ τὴν διηνεκῆ συντυχίαν καὶ τὸν μετεωρισμὸν τῆς στρηνιάσεως καὶ προφάσεις τινὰς προφασιζόμενος, ὁ τοιοῦτος ὄντως διὰ ταύτην τὴν ῥᾳθυμίαν καὶ ἀργίαν ἔκπτωτός ἐστι τοῦ ἀγαθοῦ. Καὶ ἐνίοτε, ὅτε στενωθῇ ὑπό τινος ἐνδείας ἢ θλιβῇ ὑπὸ τῆς ἐπικαρπίας τῶν ἀνομημάτων αὑτοῦ, ἐρεῖ δὲ πῶς οὗτος, ὅτι ἐλπιῶ ἐπὶ τὸν Θεὸν καὶ ἀμέριμνόν με ποιήσει καὶ ἄνεσίν μοι παρέξει; Ἄφρων, μέχρι τῆς ἄρτι ὥρας οὐκ ἐμνήσθης τοῦ Θεοῦ, ἀλλὰ καθύβριζες αὐτὸν τῇ καταλύσει τῶν σῶν πράξεων καὶ τὸ ὄνομα αὐτοῦ διὰ σὲ ἐν τοῖς ἔθνεσιν ἐβλασφημεῖτο, καθὼς γέγραπται, καὶ νῦν τολμᾷς λέγειν δι’ ὅλου τοῦ στόματος, ἐπ’ αὐτῷ ἐλπιῶ, καὶ αὐτὸς βοηθήσει μοι καὶ μέριμνάν μου ποιήσεται; Καθὼς εἴρηκεν ὁ Θεὸς διὰ τοῦ Προφήτου, τοὺς τοιούτους ἐντρέπων, ὅτι «καθ’ ἡμέραν ἐκζητοῦσί με καὶ βούλονται μαθεῖν τὰς ὁδούς μου· ὥς τινες πιοῦντες τὴν δικαιοσύνην καὶ τὰ δικαιώματα τοῦ Θεοῦ αὑτῶν μὴ καταλιπόντες, αἰτοῦσί με κρίσιν καὶ δικαιοσύνην».

Ἐκ τῶν τοιούτων ἐστὶν ὁ ἄφρων, ὁ μηδὲ τῇ διανοίᾳ αὑτοῦ προσεγγίζων τῷ Θεῷ, ὅταν δὲ κυκλωθῇ ὑπὸ τῶν θλίψεων αἴρων τὰς χεῖρας αὑτοῦ πρὸς αὐτὸν μετὰ πεποιθήσεως. Ὁ τοιοῦτος δέεται καυστηριασθῆναι πολλάκις, ἵνα ἔνθεν κᾀκεῖθεν παιδευθῇ. Οὐ γὰρ κέκτηται ἔργον ἄξιον τῆς εἰς Θεὸν πεποιθήσεως, ἀλλὰ διὰ μὲν τὰς χαλεπὰς αὐτοῦ πράξεις καὶ τὴν ἀμέλειαν αὑτοῦ ἀπὸ τῶν καθηκόντων ἄξιος γίνεται παιδείας, διὰ δὲ τὸ ἔλεος αὑτοῦ ὁ Θεὸς μακροθυμῶν ἀνέχεται αὐτοῦ.

Μὴ οὖν ἐξαπατάτω ἑαυτὸν ὁ τοιοῦτος καὶ ἐπιλανθανέσθω τῆς τάξεως τῆς διαγωγῆς αὑτοῦ καὶ λεγέτω ἐλπίζειν ἐπὶ τὸν Θεόν, παιδευθήσεται γάρ, διότι οὐδαμοῦ τὸ τῆς πίστεως ἔργον κέκτηται, μηδὲ τανυέτω τοὺς πόδας αὑτοῦ ἐν τῇ ἀργίᾳ καὶ λεγέτω, ὅτι πιστεύω τῷ Θεῷ ἐπιχορηγῆσαί μοι τὰ πρὸς τὴν χρείαν, ὡς ἐν τοῖς ἔργοις τοῦ Θεοῦ πολιτευόμενος· ἢ ἀφρόνως ῥιπτέτω ἑαυτὸν ἐν φρέατι, μηδαμοῦ σχὼν τὸν Θεὸν κατ’ ἐνθύμησιν, τὰ νῦν δὲ μετὰ τὴν ἔκπτωσιν ἐρεῖ, ἐλπιῶ ἐπὶ τὸν Θεόν, καὶ αὐτός με ῥύσεται. Μὴ πλανῶ, ὦ ἄφρων. Προηγούμενός ἐστιν ὁ διὰ τὸν Θεὸν κόπος καὶ ὁ ἱδρὼς ὁ ἐν τῇ γεωργίᾳ αὐτοῦ τῆς εἰς αὐτὸν ἐλπίδος. Εἰ πιστεύεις τῷ Θεῷ, καλῶς ποιεῖς, ἀλλ’ ἡ πίστις καὶ ἔργων δέεται, καὶ ἡ εἰς Θεὸν ἐλπὶς ἐκ τῆς εἰς τὰς ἀρετὰς κακοπαθείας φαίνεται. Πιστεύεις, ὅτι ὁ Θεὸς προνοεῖται τῶν κτισμάτων αὑτοῦ καὶ δυνατός ἐστιν εἰς πάντα; Ἀλλὰ τῇ πίστει σου ἐπακολουθείτω καὶ ἡ πρέπουσα ἐργασία, καὶ τότε σου ἐπακούσεται. Μὴ θέλε κρατεῖν ἀνέμους εἰς τὴν σὴν δράκα, πίστιν φημὶ χωρὶς ἔργων.

Πολλάκις τις ἀγνοῶν, διεισδύει ὁδὸν ἔχουσαν θηρίον πονηρὸν ἢ φονικούς τινας ἤ τι παραπλήσιον. Καὶ αὕτη ἐστὶ κοινὴ πρόνοια τοῦ Θεοῦ, τὸ ῥύσασθαι ἐκ τῆς τοιαύτης ἐπηρείας ἢ τὸ ἐμποδίσαι ἐκ τοῦ ὁρμήματος διά τινας αἰτίας, ἕως ἂν παρέλθῃ τὸ πονηρὸν θηρίον ἢ ὑπαντῆσαί τινα καὶ ὑποστρέψαι αὐτὸν ἐκ τῆς ὁδοῦ. Καὶ πάλιν ἐνίοτε εὑρίσκεται ὄφις πονηρὸς ἐν τῇ ὁδῷ κατακείμενος καὶ μὴ θεωρούμενος, καὶ μὴ βουλόμενος ὁ Θεὸς παραδοῦναι τὸν ἄνθρωπον τούτῳ τῷ πειρασμῷ ἐξαίφνης ποιεῖ τὸν ὄφιν συρῆσαι καὶ τοῦ τόπου ἀπελθεῖν ἢ ἕρπειν ἔμπροσθεν αὐτοῦ, κᾀκεῖνος ἰδὼν παραφυλάττεται καὶ ῥύεται ἐξ αὐτοῦ, καίπερ μὴ ὢν ἄξιος διὰ τὰς ἁμαρτίας τὰς ἀφανεῖς, ἃς μόνος αὐτὸς ἐπίσταται· ἐξαιρεῖται δὲ ὅμως αὐτὸν ὁ Θεὸς διὰ τὸ ἔλεος αὑτοῦ. Καὶ πάλιν συμβαίνει πολλάκις οἶκον ἢ τοῖχον ἢ λίθον πίπτειν καὶ ἐκ τοῦ ἰδίου τόπου ὀλισθαίνειν μετὰ ῥοίζου, καί τινας εὑρίσκεσθαι ἐκεῖ καθημένους, καὶ φιλανθρώπως ἐντέλλεται Ἀγγέλῳ ὁ Θεὸς κατέχειν καὶ κρατεῖν ἄπτωτον τὸν τόπον, ἕως ἂν ἀναστῶσιν ἐκεῖθεν, ἢ καὶ διά τινας αἰτίας ἐξάγει αὐτούς, ὥστε μηδένα εὑρεθῆναι ὑποκάτω. Ἅμα δὲ τὸ ἐξελθεῖν αὐτούς, παραυτίκα ἐᾷ πεσεῖν. Ἐὰν δὲ καὶ συμβῇ τινὰ κατενεχθῆναι, ποιεῖ μηδαμοῦ βλαβῆναι· ἐν τούτῳ γὰρ βούλεται δεῖξαι τὸ ἄπειρον μέγεθος τῆς δυνάμεως αὐτοῦ.

Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα τῆς κοινῆς καὶ καθολικῆς προνοίας τοῦ Θεοῦ, ὁ δὲ δίκαιος, ταύτην ἔχει ἀχώριστον. Τοὺς μὲν γὰρ λοιποὺς ἀνθρώπους διακριτικῶς ἐκέλευσεν ὁ Θεὸς διοικεῖν τὰ κατ’ αὐτοὺς καὶ συγκεράσαι τῇ τοῦ Θεοῦ προνοίᾳ τὴν γνῶσιν, ἀλλ’ ὁ δίκαιος διὰ ταύτης τῆς γνώσεως διοικῆσαι τὰ κατ’ αὐτὸν οὐ δέεται. Διότι ἐκτήσατο ἀντὶ ταύτης τῆς γνώσεως τὴν πίστιν, δι’ ἧς «καθελεῖ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ». Καὶ ἀπό τινος τῶν ἀπηριθμημένων οὐ φοβηθήσεται, καθὼς γέγραπται, ὅτι δίκαιος ὡς λέων πέποιθε, κατὰ παντὸς τολμῶν διὰ τῆς πίστεως, οὐχ ὡς πειράζων τὸν Κύριον, ἀλλ’ ὡς καθορῶν αὐτόν, ὥσπερ τις καθωπλισμένος καὶ ἐνδεδυμένος τὴν τοῦ ἁγίου Πνεύματος δύναμιν. Καὶ καθ’ ὅσον διηνεκῆ ἔχει τὴν φροντίδα μετὰ τοῦ Θεοῦ, κατὰ τοσοῦτον καὶ ὁ Θεὸς ἐρεῖ περὶ αὐτοῦ, «μετ’ αὐτοῦ εἰμι ἐν θλίψει, ἐξελοῦμαι αὐτὸν καὶ δοξάζω αὐτόν», «μακρότητος ἡμερῶν ἐμπλήσω αὐτόν», καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.

Ὁ μέντοι χαῦνος καὶ ῥᾴθυμος εἰς τὸ ἔργον αὐτοῦ ταύτην τὴν ἐλπίδα ἔχειν οὐ δύναται, ἀλλ’ ὁ διηνεκῶς ἐμμένων τῷ Θεῷ ἐν πᾶσι καὶ προσεγγίζων αὐτῷ διὰ τῆς καλλονῆς τῶν ἔργων αὐτοῦ καὶ ἐκτείνων τὸ βλέμμα τῆς καρδίας αὑτοῦ πρὸς τὴν χάριν αὐτοῦ ἀδιαλείπτως, ὡς ἔφησεν ὁ θεῖος Δαβίδ, «ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐλπίζειν με ἐπὶ τὸν Θεόν μου».

Ὅτι αὐτῷ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας. Ἀμήν.